Δύο Παρακλητικοί Κανόνες εις την Αγία Μεγαλομάρτυρα Ειρήνη

  1. Ποίημα του Μητροπολίτου Ρόδου Κυρίλλου

  2. Ποίημα Αγνώστου Συγγραφέως

Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Ειρήνη

Ποίημα του Μητροπολίτου Ρόδου Κυρίλλου

†Εορτάζεται στις 5 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησιν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνη σοῦ καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχὴν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωὴν μου, ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου μὴ ἀποστρέψῃς τὸ πρόσωπον σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησον μοὶ τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ  σοὶ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἢ πορεύσομαι, ὅτι πρὸς σὲ ἤρα τὴν ψυχὴν μοῦ ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἰ ὁ Θεὸς μοῦ τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχὴν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθροὺς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχὴν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσαν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Κυρίου εὐκλεὴς Ἀθληφόρος, ἐν μαρτυρίῳ κραταιῷ ἐδοξάσθης, Εἰρήνη εἰρηνώνυμε, Μαρτύρων καλλονῇ. Ὅθεν τὴν ἀντάμειψιν, ἐν ὑψίστοις εὑροῦσα, βρύσις ἀναδέδειξαι, δαψιλὴς ἰαμάτων, εὐεργετοῦσα ἔνδοξε ἀεί, τοὺς τῷ πανσέπτῳ, ναῷ σου προστρέχοντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Σκέπε με σῇ χάριτι ἀεὶ Εἰρήνη. Κυρίλλου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα Μαρτύρων ταῖς στρατιαῖς, ἔνδοξε Εἰρήνη, Πρωτοτόκων ἐν ταῖς σκηναῖς, εἰρήνην καὶ χάριν ἡμῖν αἴτει, τοῖς τῷ ἁγίῳ ναῷ σου προστρέχουσι.

Καθεῖλες τὸν ὄφιν τὸν δυσμενῆ, πάνσεμνε Εἰρήνη, δι’ ἀγώνων ἀθλητικῶν, οὗ ῥῦσαι τῇ σῇ ἐπιστασίᾳ, τῆς πονηρίας ἡμᾶς τοὺς ἱκέτας σου.

Εὑροῦσα Εἰρήνη τῆς ὑπὲρ νοῦν, ζωῆς τὰς ἀβύσσους, διὰ πόνων μαρτυρικῶν, ἡμᾶς καταξίωσον εὐχαῖς σου, ἁμαρτημάτων εὑρεῖν τὴν συγχώρησιν.

Θεοτοκίον.
Παρθένε Μαρία ὡς ἀγαθή, τὸν Ἀγαθοδότην, καθικέτευε ἐκτενῶς, ἵνα πάσης θλίψεως ῥυσθῶμεν, οἱ εὐσεβῶς προσκυνοῦντες τὸν τόκον Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐσυμπάθητος πᾶσιν, ὡς ἀληθῶς πέλουσα, τοῖς συντρετριμμένῃ καρδίᾳ, πιστῶς προστρέχουσι, τῇ ἀντιλήψει σου, μεγαλομάρτυς Εἰρήνη, ἐν παντὶ προστάτευε, τῷ βίῳ πάντοτε.

Μαρτυρίου τοὺς πόνους, καρτερικῶς ἤνεγκας, καὶ ἐν οὐρανοῖς τῆς ἀπόνου, ζωῆς ἐτρύφησας· ὅθεν ἐπόπτευε, Μεγαλομάρτυς Εἰρήνη, ἐν ἀγρύπνῳ ὄμματι, τοὺς εὐφημοῦντας σε.

Ἐν κινδύνοις προστάτις, ἡμῖν θερμὴ φάνηθι, ἐν στενοχωρίαις Εἰρήνη, τελεία ἄνεσις, καὶ ἐν δειναῖς συμφοραῖς, παραμυθία καὶ σκέπη, ἵνα κατὰ χρέος σε, ἐγκωμιάζομεν.

Θεοτοκίον.
Σαρκικῶς ἐπεφάνη, ὁ τοῦ Πατρὸς Ἄχραντε, Λόγος διὰ Σοῦ τῆς Παρθένου, σῴζων τὰ σύμπαντα· Ὃν καθικέτευε, ἐν μητρικῇ παρρησία, εἰρηνεῦσαι ἅπαντα, κόσμον Μητρόθεε.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων μάρτυς Εἰρήνη, τοὺς εὐσεβῶς τῷ ναῷ σου προστρέχοντας, καὶ σὲ ὑμνοῦντας, ὡς νύμφην Χριστοῦ ἁγίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θαυμάτων πολλήν, πλουτήσασα ἐνέργειαν, νοσοῦντας ἡμᾶς, κατ’ ἄμφω τοὺς ἱκέτας σου, συμπαθῶς ἰάτρευσον, καὶ πρὸς τρίβον κρείττονα ἴθυνον, χειραγωγίᾳ χάριτος τῆς σῆς, Εἰρήνη Χριστοῦ Μάρτυς ἀήττητε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἀνδρείως ἀθλήσασα, καὶ θαυμάτων χάριν καταπλουτήσασα, τῶν ψυχῶν ἡμῶν τὰ τραύματα, δραστικῶς Εἰρήνη Μάρτυς ἴασαι.

Χαλεπῶς ἡμᾶς θλίψεσιν, ἐξεταζομένους Εἰρήνη λύτρωσαι, τῷ Νυμφίῳ σου πρεσβεύουσα, καὶ Σωτῆρι πάντων τῶν τιμώντων σε.

Ἀπὸ κλίνης κακώσεως, ἔγειρον Εἰρήνη ἡμᾶς καλοῦντας σε, καὶ εἰρήνην ἀστασίαστον, ταῖς καρδίαις δίδου τῶν προσφύγων σου.

Θεοτοκίον.
Ῥυπωθέντα τοῖς πταίσμασι, Μῆτερ τοὺς οἰκέτας Σου ἀποκάθαρον, μητρικῆς φιλευσπλαγχνίας Σου, ἐφ’ ἡμᾶς τὸ ὕδωρ ἐπιχέουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴθυνον ἡμῶν, ἀσφαλῶς τὰ διαβήματα, πρὸς ἁγίας ἀναβάσεις ἀρετῶν, ὦ Εἰρήνη, θαυμαστῇ ἐπιστασίᾳ σου.

Τείχισον ἡμᾶς, ἐν ἐχθροῦ ταῖς ἐπιθέσεσι, καλλιπάρθενε Εἰρήνη ἐκλεκτή, συμμαχίᾳ τῆς πρεσβείας σου πρὸς Κύριον.

Ἵλεων ἡμῖν, τοῖς ἀφρόνως παραπταίουσι, καθ’ ἡμέραν ὦ Εἰρήνη θαυμαστή, ταῖς εὐχαῖς σου τὸν Φιλάνθρωπον ἀπέργασαι.

Θεοτοκίον.
Ἄχραντε ἡμῖν, τοῖς ἀφρόνως παραπταίουσι, τοῖς οἰκέταις Σου σπλαγχνίσθητι, καὶ παράσχου εὐφροσύνην μυστικήν, ταῖς καρδίαις τῶν ὑμνούντων τὴν λοχείαν Σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐνίκησας, τῶν ἐχθρῶν τὰς φάλαγγας, ὑπομείνασα στερρῶς τὰς αἰκίας, καὶ τῶν εἰδώλων τὴν πλάνην καθεῖλες, Μάρτυς Εἰρήνη μεγίστοις ἀγῶσί σου· ὅθεν παρέστης τῷ Χριστῷ, μεμνημένη ἡμῶν τῶν τιμώντων σε.

Ἱκέτευε, ἐκτενῶς τὸν Κύριον, ὡς πλουτοῦσα παρρησίαν Εἰρήνη, ἵνα δεινῶν ἀπωλείας βαράθρων, καὶ αἰωνίου θανάτου λυτρώσηται, τοὺς ἀναμέλποντας πιστῶς, σῶν ἀγώνων τὰ ἔνδοξα τρόπαια.

Ἐτρύγησας, ἀκηράτου χάριτος, καὶ εἰρήνης οὐρανίου Εἰρήνη, ὡς τοῦ Νυμφίου παρθένος φρονίμη, καὶ Ἀθληφόρος Αὐτοῦ ἀκατάπληκτος· ὅθεν ἐξαίτει καὶ ἡμῖν, σοῖς ἱκέταις ἀεὶ τὰ συμφέροντα.

Θεοτοκίον.
Ἱλάσθητι, ὁ Θεὸς τοῖς δούλοις Σου, σῶσον πάντας ἁμαρτίας θηράτρων· Σοὶ γὰρ προσάγομεν πίστει βεβαίᾳ, τὴν Παναγίαν Παρθένον Μεσίτριαν, δι’ ἧς ἀνέτειλας βροτοῖς, σωτηρίου ἡμέραν χαρμόσυνον.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων Μάρτυς Εἰρήνη, τοὺς εὐσεβῶς τῷ ναῷ σου προστρέχοντας, καὶ σὲ ὑμνοῦντας, ὡς νύμφην Χριστοῦ ἁγίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐν μαρτυρίου τοῖς ἄθλοις ἐμπρέψασα, εἰρηνικῶς πρὸς Χριστὸν ἐξεδήμησας, εἰρήνης Εἰρήνη τῷ Ἄρχοντι, ἐξαιτουμένη ἡμῖν τοῖς ἱκέταις σου, εἰρήνην Αὐτοῦ τὴν σωτήριον.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματα μου.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. Ὁμοιωθῇ ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα…
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Εἰρήνη πολύαθλε, ἠγλαισμένη παρθένε, Μάρτυς εἰρηνώνυμε, τῶν Μαρτύρων καύχημα, ὑπερήδιστον, τοὺς καταφεύγοντας, ἀδιστάκτῳ πίστει, τῇ δυνάμει τῆς πρεσβείας σου, ῥῦσαι δεόμεθα, πάσης δυσπραγίας καὶ θλίψεως, κινδύνων τε κακώσεων, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος· σὺ γὰρ παρρησίαν, πλουτεῖς πρὸς τὸν φιλάνθρωπον Θεόν, τὸν στεφανώσαντα δόξῃ σε, καὶ τιμῇ ὡς γέγραπται.

Σῶσον ὀ Θεός τὸν λαὸ σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥώμῃ χάριτος Μάρτυς, ἐραστοῦ σου τὸ πάθος, ἐξεικονίσασα, ἀπέλαβες Εἰρήνη, ὑψόθεν τῶν θαυμάτων, τὴν ἀείζωον δύναμιν, δι’ ἧς ἡμᾶς χαλεπῶν, ἴασαι νοσημάτων.

Ἡ ἀθλήσεως πόνοις, καλλιμάρτυς Εἰρήνη, Χριστὸν δοξάσασα, παθῶν τῆς ἀδοξίας, θερμῇ σου ἀντιλήψει, τοὺς ἱκέτας σου λύτρωσαι, ᾄδοντας πόθῳ ψυχῆς, τῇ δόξῃ σου αἰνέσεις.

Νικηφόροις σου ἄθλοις, πρὸς σκηνὰς ἀειζώους, μετέστης ἔνδοξε· διὸ ἡμᾶς εὐχαῖς σου, τοὺς περιλειπομένους, τῷ Κυρίῳ οἰκείωσον, Εἰρήνη Μάρτυς σεμνή, Μαρτύρων εὐκοσμίᾳ.

Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, ἡ τεκοῦσα ἀφράστως, Χριστὸν τὸν Κύριον, τῇ Σῇ φωταγωγίᾳ, σκοτίαν ἁμαρτάδων, ἐξ’ ἡμῶν διασκέδασον, ἵνα εὐφήμως ἀεί, ὑμνοῦμεν Σου τὸν τόκον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Καταβληθέντας, ταῖς προσβολαῖς τῆς κακίας, ἐνδυνάμωσον ἡμᾶς Μάρτυς Εἰρήνη, ἵνα σε τιμῶμεν, ὡς Μάρτυρα Κυρίου.

Ὑπερκοσμίου, Μάρτυς Εἰρήνη γαλήνης, ἀπολαύουσα Μαρτύρων σὺν χορείαις, πρεσβείαις σου παῦσον, παθῶν ἡμῶν τὸν σάλον.

Ῥῶσιν χορήγει, καὶ ψυχικὴν εὐρωστίαν, τοῖς ἱκέταις σου θεόληπτε Εἰρήνη, καταπονουμένοις, πικροῖς πειρατηρίοις.

Θεοτοκίον.
Ἱλάσθητι μοι, τῷ ἀναισχύντως βιοῦντι, Ὑπεράγαθε Σωτὴρ ταῖς ἱκεσίαις, τῆς δι’ εὐσπλαγχνίαν, φρικτῶς Σε κυησάσης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λαοῦ τοῦ χριστωνύμου, μακαρίζοντος σε, τῇ συμμαχίᾳ τῆς θείας σου χάριτος, πρόστηθι Μάρτυς Εἰρήνη, ἀειμακάριστε.

Λαμπὰς φαεινοτάτη, αἴγλης οὐρανίου, Παρθενομάρτυς Εἰρήνη ὑπάρχουσα, τῆς διανοίας τὸ σκότος, ἡμῶν διάλυσον.

Ὁλόφωτον παστάδα, Μάρτυς εὑραμένη, εἰς κατοικίαν Εἰρήνη αἰώνιον, φῶς ἡμῖν πᾶσιν ἐξαίτει, Θεοῦ τῆς γνώσεως.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἁγνὸν με τήρει ψυχῇ τε καὶ σώματι, ἵνα ἀεὶ μακαρίζω, τὸν θεῖον τόκον Σου.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, ἔνδοξον Εἰρήνην, εὐφημήσωμεν εὐλαβῶς, ὅτι τῆς εἰρήνης, τὸν Ἄρχοντα ἐν κόσμῳ, δι’ ἄθλων μαρτυρίου, ὑπερεδόξασε.

Χαίροις παρθενίας σκεῦος σεπτόν, καὶ τῆς εὐσεβείας, ὁ ἀσύλητος θησαυρός· χαίροις εὐσθενείας, ἡ μελουργὸς κινύρα, καὶ λύρα καρτερίας, Εἰρήνη ἔνδοξε.

Πλάνην ἐκφυγοῦσαν τὴν πατρικήν, Χριστῷ συνετάγης, διὰ πίστεως ἀκραιφνοῦς, Ὧ καὶ ἐνυμφεύθης, Αὐτῷ προσαγαγοῦσα, τὸ αἷμα σου ὡς προῖκα, Εἰρήνη ἔνδοξε.

Χαίροις Ἀθληφόρε τοῦ Ἰησοῦ, Περσῶν τὰς τερθρείας, ἡ αἰσχύνασα ἀνδρικῶς· χαίροις ἡ ἐν ἄθλοις, Εἰρήνη μαρτυρίου, τῆς πίστεως δυνάμει, ἀνδραγαθήσασα.

Ἰδὲ καλλιπάρθενε ἐφ’ ἡμᾶς, ἐπικαλουμένους, τὴν πρεσβείαν σου πρὸς Θεόν, πάντας ῥυομένη, ἐχθροῦ τῆς πανουργίας, κινδύνων πολυτρόπων, καὶ περιστάσεων.

Χαίροις Ἀθληφόρων ἡ καλλονή, πάνσεμνε Εἰρήνη, Ἐκκλησίας ἡ χαρμονή· χαίροις ἀσθενούντων, ἀντίληψις ταχεῖα, καὶ εὐφημοῦσιν ὕμνοις, τὴν μαρτυρίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν  ὡς  εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου  καὶ  τὸ  ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν…
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν  περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Εἰρηνώνυμον κλῆσιν, οὐρανόθεν πλουτήσασα, τῆς θεοεχθρίας ἐπάρσεις, ἀνδρικῶς ἐταπείνωσας, καὶ ἤθλησας ἀγάπῃ τοῦ Χριστοῦ, τὸ κάλλος παριδοῦσα τῆς σαρκός· διὰ τοῦτο τῆς εἰρήνης τὰς δωρεάς, παρέχεις τοῖς ἐκβοῶσι· δόξα τῷ σε καλέσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ ἐν νυμφῶνι σε ζωῆς, Εἰρήνη εἰσάξαντι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῷ χαριτοβρύτῳ ναῷ σου, Εἰρήνη μάρτυς Χριστοῦ, καὶ ἀνακηρύττοντας, τὴν μαρτυρίαν σου, καὶ τοὺς ἄθλους σου μέλποντας, δι’ ὧν κληρονόμος, τῆς ἀφράστου γέγονας, ἀγαλλιάσεως, ῥῦσαι δραστικαῖς σου πρεσβείαις, πρὸς τὴν Παναγίαν Τριάδα, τῶν δεινῶν ἐν βίῳ περιστάσεων.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν έλέησον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Πταισμάτων αἴτει συγχώρησιν Εἰρήνη,
Κυρίλλῳ πίστει θερμῇ προσπίπτοντι σοι.

Χαιρετισμοί εις την Αγία Μεγαλομάρτυρα Ειρήνην

Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Ειρήνη

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησιν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνη σοῦ καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχὴν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωὴν μου, ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου μὴ ἀποστρέψῃς τὸ πρόσωπον σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησον μοὶ τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ  σοὶ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἢ πορεύσομαι, ὅτι πρὸς σὲ ἤρα τὴν ψυχὴν μοῦ ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἰ ὁ Θεὸς μοῦ τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχὴν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθροὺς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχὴν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσαν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς τῆς εἰρήνης τῆς ἐνθεοῦ ἐπώνυμος, τὸν Εἰρηνάρχην καὶ Θεὸν ἐκδυσώπησον, Εἰρήνη εἰρηνώνυμε, δωρήσασθαι ἡμῖν τοῖς πίστει ἀνυμνοῦσι σε τὴν εἰρήνην, καὶ παύσαι ἀνοήτους ἔριδας, καὶ σατάν διαλύσαι, τὰς πολυπλόκους πλεκτάνας, ἰνᾷ σε ἀεί, ὡς Ἀθληφόρον, Εἰρήνη γεραίρομεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50).
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σαῖς λιταῖς ἡμᾶς εἰρηνώνυμε, ἀεὶ σκέπε.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στεφάνῳ κοσμηθεῖσα μαρτυρικῷ, καὶ ἐνηδομένη, σὺν Παρθένοις ἐν οὐρανῷ, δώρησαι εἰρήνην ταῖς λιταῖς σου, τοῖς σὲ ὑμνοῦσι καὶ δόξαν ἀμάραντον.

Ἀξίως τὸ στέφος χειρὶ Θεοῦ, ἐδέξω Εἰρήνη, καὶ τῷ θρόνῳ Αὐτοῦ ἀεί, παρίστασαι εἰρήνην δυσωποῦσα, διηνεκῆ ἡμῖν πᾶσι δωρήσασθαι.

Ἱλάσθητι Εἰρήνη τοῖς ταπεινοῖς, καὶ τὸν σὸν Νυμφίον, ἐκδυσώπησον καὶ Θεόν, εἰρήνην δωρήσασθαι τὴν θείαν, ταῖς ἐκκλησίαις καὶ τὴν ὁμόνοιαν.

Θεοτοκίον.
Συνέτισον τὸν δοῦλον Σου Μαριάμ, καὶ δὸς μοι εἰρήνην, ἱκεσίαις Σου ἱεραῖς, καὶ δαιμόνων ῥῦσαί με ἀπάτης, τὸν Εἰρηνάρχην Θεὸν ἡ γεννήσασα.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἡμῖν τοῖς γεραίρουσι τὰ ὑπὲρ λόγον σου σκάμματα, καὶ τοὺς σεπτούς, Εἰρήνη ἀγῶνας, δὸς λιταῖς σου ὁμόνοιαν.

Μεγάλα τὰ ἆθλα σου, μεγαλομάρτυς Εἰρήνη πάνσοφε, ῥῦσαι διὸ λιταῖς σου, ἐρίδων καὶ δεινῶν τοὺς οἰκέτας σου.

Ἀνδρείας πανθαύμαστε, καὶ σωφροσύνης ὤφθης ὑπόδειγμα· ὅθεν κάμε σωφρονεῖν λιταῖς σου, ὦ Εἰρήνη ἀξίωσον.

Θεοτοκίον.
Σὺ εἶ Παναμώμητε, τῶν Ὀρθοδόξων τὸ καύχημα· Σὺ εἶ Ἁγνή, ὄνομα καὶ πρᾶγμα τὸ γλυκὺ καὶ θαυμάσιον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λαμπρυνθεῖσα ἐλλάμψεσι, Πνεύματος τοῦ θείου, ὧ εἰρηνώνυμε, τὴν καρδίαν μου καταύγασον, αἴγλη οὐρανίᾳ ἱκεσίαις σου.

Ἰσχυρὸν με ἀπέργασαι, κατὰ τῶν δαιμόνων, Εἰρήνην ἔνδοξε, καταστρέφειν μηχανήματα, καὶ αὐτῶν τοὺς δόλους ταῖς πρεσβείαις σου.

Ταῖς φωσφόροις ἐλλάμψεσιν, ὧ νῦν ἀπολαύεις, Εἰρήνη πάνσεμνε, ἀπολαῦσαι ταῖς πρεσβείαις σου, πάντας τοὺς τιμῶντας σε ἀξίωσον.

Θεοτοκίον.
Ἀπειρόγαμε Δέσποινα, πᾶσιν τοῖς πιστῶς Θεοτόκον Σε, Ἀειπάρθενον γνωρίζουσι, τῶν πλημμελημάτων δὸς τὴν ἄφεσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴσχυσας ἐχθρῶν, καταλῦσαι τὰ φρυάγματα· διὸ καὶ τὸν οἰκέτην σου κατ’ ἐχθρῶν, Εἰρήνη Μάρτυς, τροπαιοῦχον σὺ ἀνάδειξον.

Σῶσον τοὺς εἰς σέ, εἰρηνώνυμε προσφεύγοντας, καὶ τῶν τεχνασμάτων τοῦ πονηροῦ, ταῖς ἱκεσίαις σου ταχέως ἐλευθέρωσον.

Εἰρήνης τῆς σεπτῆς, σὺ ὑπάρχουσα ἐπώνυμος, πάντας εἰρηνεύειν δούλους τοὺς σούς, Εἰρήνη Μάρτυς, ταῖς πρεσβείαις σου ἀξίωσον.

Θεοτοκίον.
Ἵλεων Ἁγνή, τὸν Σὸν Τόκον καθικέτευσον, γενέσθαι μοι, ἐν Κρίσει τῷ ταπεινῷ, καὶ τῆς μερίδος τῶν δικαίων ἀξιῶσαί με.

ᾨδὴ στ΄. Ἱλάσθητι μοι.
Ῥωσθεῖσα τοῦ Παντουργοῦ, σθένει Εἰρήνη θεόσοφε, τυράννων τὰς ἀπειλάς, σοφῶς κατεφρόνησας· κάμε οὖν ἀξίωσον, σατάν διαλύσαι τὰ τεχνάσματα πρεσβείαις σου.

Ἠράσθης, τῆς ὑπὲρ νοῦν φωτοχυσίας πανεύφημε, καὶ πάντων τῶν ἐπὶ γῆς, ἀγαθῶν ἠλόγησας, κάμε οὖν ἀξίωσον, θείαις φωταυγίαις ἐλλαμφθῆναι ἱκεσίαις σου.

Νῦν, ταῖς Παρθένοις σεμνῇ ἀγαλλόμενη, εἰς ἄληκτον τῆς Βασιλείας Χριστοῦ βίον εἰρηνώνυμε, μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ ὁμονοίας καὶ εἰρήνης τῶν ὑμνούντων σε.

Θεοτοκίον.
Ὡς μόνη, εὐσυμπαθής τὸν ἀσυμπάθητον, δοῦλον Σου οἰκτείρησον δωρεάν, Παρθένε Πανάμωμε, τὸν ἀμέτρως πταίσαντα, καὶ ἐν ῥαθυμίᾳ, βίον ὅλον δαπανήσαντα.

Διάσωσον, ἀπὸ παντοίων ἐρίδων καὶ ἐπηρείας, δαιμόνων τοὺς ἀνυμνοῦντας σε, Εἰρήνη πανεύφημε, ταῖς θείαις πρὸς τὸν Εἰρηνάρχην εὐχαῖς σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰρήνης σεπτῆς, Εἰρήνη ἐπώνυμε, θαυμάτων πηγή, καὶ Ἀθληφόρων εὔκλεια, ἐκτενῶς βοῶμέν σοι, ταχέως εἰρηνώνυμε πρόφθασον, καὶ ἐξ ἐρίδων λύτρωσαι ἡμᾶς, εἰρήνην διηνεκῆ ἡμῖν δωρουμένη καὶ ὁμόνοιαν, ταῖς πρὸς τὸν Εἰρηνάρχην, θερμαῖς ἱκεσίαις σου.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεως μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματα μου.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μᾶρκον
(Κεφ. ε΄ 24-34).
Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γάρ, ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι· καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· τις μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντα σε καὶ λέγεις τὶς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὁ γέγονεν ἐπ’ αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκε σε· ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγος σου.

Δόξα…
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Εἰρήνη καλλιπάρθενε, τῶν Ἀθληφόρων τὸ κλέος, εἰρήνης ἐπώνυμε, δέξαι τὰς δεήσεις καὶ ἱκεσίας μου, εὐμενῶς ταύτας δέ, πρὸς τὸν Εἰρηνάρχην, προσκομίζουσα δεήθητι ,τοῦ παρασχεῖν ἡμῖν, εἰρήνην Παρθένε τὴν ἔνθεον, καὶ πάσας ἀπελάσαι νῦν, δεινὰς προσβολὰς τοῦ ἀλάστορος· ὅπως εὐχαρίστως, τοὺς ἄθλους σου γεραίρομεν ἀεί, ὑπὲρ Χριστοῦ οὓς ὑπέμεινας, καὶ τὰ κατορθώματα.

Σῶσον ὀ Θεός τὸν λαὸ σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νῦν καθορῶσα, ὧ Εἰρήνη, πρόσωπον πρὸς πρόσωπον τῶν ἀγαθῶν τὸ ἄκρον, ταῖς θερμαῖς σου λιταῖς, ἀγάθυνον τὸν βίον, τῶν ἀνυμνούντων πίστει σε, καὶ παράσχου τὴν εἰρήνην.

Ὕμνοις τιμῶντες τὴν σὴν μνήμην, εἰρηνώνυμε Εἰρήνη, οἱ σοὶ δοῦλοι, ταπεινῶς καὶ θερμῶς δεόμεθα ῥυσθῆναι, πυρὸς τοῦ αἰωνίζοντος, ταῖς ἁγίαις σου πρεσβείαις.

μάρτυς Εἰρήνη καὶ εἰρήνης, τῆς ἐνθεοῦ ἐπώνυμε σοῖς δούλοις, τὸν εἰρήνης Θεὸν ἱκέτευε εἰρήνην, διηνεκῆ δωρήσασθαι· ἵνα πόθῳ σε ὑμνοῦμεν.

Θεοτοκίον.
Εὕροιμι Σε ταχὺ ἐξαιρουμένην, ὦ Παρθένε, τῆς Κρίσεως ἐν ὥρᾳ, καταδίκης πικρᾶς, τὸν Σὸν οἰκτρὸν οἰκέτην, τὸν Τόκον Σου τὸν ἄρρητον, εὐσεβῶς ὑπερυμνοῦντα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀγάπη θείᾳ, εἰρηνώνυμε Μάρτυς, τοὺς σοὺς δούλους κοσμῆσαι ἐκδυσώπει, τὸν Θεὸν εἰρήνης, ἵνα σε μακαρίζω.

Εἰρήνη μάρτυς, τὸν Εἰρηνάρχην δυσώπει, εἰρηνεῦσαι τὰς ἐκκλησίας πάσας, καὶ τὰς διεστώσας, ἑνῶσαι σαῖς πρεσβείαις.

Ἵνα Εἰρήνη, ἀδιαλείπτως ὑμνῶ σε, τὴν εἰρήνην παράσχου τῷ σῷ δούλῳ, ταῖς πρὸς τὸν Δεσπότην, ἁγίαις σου πρεσβείαις.

Θεοτοκίον.
Σκέπη γενοῦ μοι, καὶ καταφύγιον Κόρη, τῷ ἐν πίστει προστρέχοντι Σοι δούλῳ, καὶ τῆς τρικυμίας, διάσωσον τοῦ βίου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κύκλῳ τοῦ Νυμφίου, χορεύουσα Εἰρήνη, τοῦ οὐρανίου σου πίστει τοῖς μνήμην σου, τὴν φωτοφόρον τελοῦσιν, εἰρήνην αἴτησαι.

Ἐν θαύμασι ἀπείροις, Εἰρήνη θεόφρον, ὁ Εἰρηνάρχης Θεὸς σε ἐδόξασε· Τοῦτον θερμῶς ἐκδυσώπει, ὑπὲρ τῶν δούλων σου.

Παράσχου τὴν εἰρήνην, Εἰρήνη θεόφρον, ταῖς ἱεραῖς σου πρεσβείαις δεόμεθα, τοῖς εὐσεβῶς ἀνυμνοῦσι, τὴν θείαν μνήμην σου.

Θεοτοκίον.
Ἔχουσα Παρθένε, πολλὴν παρρησίαν, πρὸς τὸν Υἱὸν Σου δυσώπει δωρήσασθαι, ταῖς ἐκκλησίαις εἰρήνην τε καὶ ὁμόνοιαν.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τὴν  Θεοτόκον, τὴν  ἀειμακάριστον  καὶ  παναμώμητον,  καὶ  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τὴν  τιμιωτέραν  τῶν  Χερουβείμ,  καὶ  ἐνδοξοτέραν,  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τὴν  ἀδιαφθόρως  Θεὸν  Λόγον  τεκοῦσαν, τὴν  ὄντως  Θεοτόκον,  Σὲ  μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δέησιν προσάγαγε τῷ Θεῷ, Εἰρήνη θεόφρον, παρασχεῖν τοῖς ἁμαρτωλοῖς, ἄφεσιν πταισμάτων καὶ δεινῶν σωτηρίαν, τοῖς πίστει θερμοτάτῃ, σοὶ καταφεύγουσιν.

Διηνεκῆ εἰρήνην παράσχου νῦν, πρὸς τὸν Εἰρηνάρχην, θερμοτάτοις σου ταῖς λιταῖς, Εἰρήνη, εἰρήνης, τῆς ἀληθοῦς καὶ θείας, ἐπώνυμε καὶ Μάρτυς, τοῦ Παντοκράτορος.

Τῇ εἰρηνωνύμῳ κλήσει σεμνή, κατακολουθοῦσα, εὐηγγέλισαι μυστικῶς, ἄθλοις σου θαυμάτων, ψυχαῖς πολεμουμέναις, σωτήριον εἰρήνην, Εἰρήνη ἔνδοξε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν…
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Κρουνοῖς τῶν αἱμάτων σου τὴν Ἐκκλησία Χριστοῦ, πηγὴ ὡς ἀκένωτος, πᾶσαν κατήρδευσας, Εἰρήνη Εἰρηνώνυμε· ἔσωσας ἐν τῷ κόσμῳ, τῶν θαυμάτων σου αἴγλη, εἰδωλικῆς μανίας μυριάδας ἀνθρώπων· διὸ ἐν παῤῥησία Χριστῷ τῷ Νυμφίῳ σου, πρέσβευε εἰρήνην ἡμῖν δωρήσασθαι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλοπάρθενοι πιστῶς, δεῦτε ἐν ᾠδαῖς ἀσιγήτοις, δοξολογήσωμεν, τὴν Παρθενομάρτυρα, Εἰρήνην τὴν εὐκλεῆ, πρὸς αὐτὴν ἀνακράζοντες, ῥῦσαι ταῖς λιταῖς σου, Εἰρήνη εἰρηνώνυμε, τοὺς σοὶ προστρέχοντας, πάσης προσβολῆς τοῦ βελίαρ, καὶ τὸν Εἰρηνάρχην δυσώπει, δοῦναι τὴν εἰρήνην τοῖς ὑμνοῦσι σε.