Εγκώμια εις τον Άγιο Σπυρίδωνα τον Θαυματουργό
Εγκώμια εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργό Σπυρίδωνα Επίσκοπο Τριμυθούντος
Ψαλλόμενα ἐν τῇ ἀρχῇ τῆς Ἀγρυπνίας τῆς Ἁγίας μνήμης αὐτού·
ΣΤΑΣΙΣ Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, ἱεράρχα Χριστοῦ, τῆς Κερκύρας ὦ Σπυρίδων τὸ καύχημα, καὶ δοξάζομεν τὴν θείαν σου ταφήν.
Μακαρίζομέν σε, καθορῶντες τρανῶς, ὥσπερ ζῶντά σε τῷ θείῳ Λειψάνῳ σου, ἐξ οὗ βρύει τῶν θαυμάτων ἡ πληθύς.
Ἡ ἀκροστιχὶς κατὰ ἀλφάβητον·
Ἄπνους οὐχ ὑπάρχεις, ὁ χερσὶ τοῦ Θεοῦ, τὴν ψυχήν σου ἀναθήσας θεσπέσιε, ἀλλὰ ζῆς χοροῖς μακάρων καὶ σκηναῖς.
Βαίνεις παραδόξως, πρὸς τὸν ἄνω χορὸν, καὶ τὰ τάγματὰ Ἀγγέλων προσδέχεται, σοῦ τὴν θείαν καὶ ἀμώμητον ψυχήν.
Γῇ καὶ πόλος, ἄστρα, καὶ στοιχεῖα ὁμοῦ, ἡ σελήνη καὶ ὁ ἥλιος σήμερον, ἄνδρες, Ἀγγελοι αἰνοῦσί σε σοφέ.
Δός μοι τῷ σῷ δούλῳ, τῶν χαρίτων τῶν σῶν, τὰς ψεκάδας ὅπως ἄσω τὰ θαύματα, κατ᾽ ἀξίαν ἃ ἐποίησας εὐχῇ.
Ἔχει τὸ σὸν σῶμα, ὡς κειμήλιον Γῆ, τῆς Κερκύρας ἡ πολύφημος Πάνσοφε, δι᾿ οὗ σώζεται πασῶν ἐξ ἀναγκῶν.
Ζῇς θεῖε Σπυρίδων, εἰ καὶ ἄπνους δοκεῖς, οὐδενὸς γὰρ ἐνδεές σου τὸ Λείψανον, εἰμὴ μόνον τοῦ λαλῆσαι ζωηρῶς,
Ἣμβλυνας Τρισμάκαρ, τῶν ἀθέων ἐχθρῶν, ἐν Συνόδῳ τὰ κεντρώδη ληρήματα, τὴν Τριάδα παραστήσας προφανῶς.
Θεία σου σοφίᾳ, οὐ σοφίᾳ φθαρτοῦ, τοῦ παράφρονος Ἀρείου ἀπήλεγξας, φλυαρίας καὶ κατήσχυνας αὐτόν.
Ἴθυνας τὸ βέλος, πρὸς καρδίαν ἐχθρῶν, καὶ κατέβαλες αὐτοὺς καὶ τὸ τρόπαιον, ἐν Συνόδῳ ἐπανέθηκας πιστοῖς.
Κάτω ὑποκύψας, Κεραμίδα ἐκ γῆς, ἐπανείληφας δι᾽ ἧς τὸ Τρισήλιον, φῶς ἀνέδειζας θεότητος μιᾶς.
Λίαν ἐν παλάμη, σφίγξας θεῖε φωστὴρ, Κεραμίδα πῦρ καὶ ὕδωρ ἅμα καὶ γῆν, διεχώρισας, Τριάδα φανερῶν.
Μόνῃ σου δεήσει, οὐρανόθεν ἐν γῇ, ὑετὸν Σπυρίδων θεῖε κατήγαγες, καὶ ἐκόρεσας διψῶσαν πᾶσαν γῆν.
Νάματα διψώσῃ, σὺ κατάγεις ἐν Γῇ, καὶ τὰ πλήθη τῶν ὑδάτων κωλύεις σὺ, παῤῥησίᾳ, ἣν σὺ ἔχεις πρὸς Θεόν.
Ξένως ἐνῃλλάξω, εἰς χρυσίον λαμπρὸν, σὺ τὸν ὂφιν ἀλλὰ πάλιν ἐποίησας, εἶναι ὄφιν τὸν χρυσὸν ὡς καὶ πρὸ τοῦ.
Ὄμβρους τῇ αὐχμώδει, σὺ κατήγαγες γῇ, ὡς Ηλίας ὁ Θεσβίτης θεσπέσιε, καὶ ἐθαύμασε βροτῶν πᾶσα πληθύς.
Πάσας ἀποθήκας, σὺ καθεῖλες σοφὲ, τῶν σιτοκαπήλων τότε καὶ ἔλυσας, ψυχολέτηρα, καὶ κάκιστον λιμόν.
Ῥεύματα ῥοώδη, ὡς Ἡλίας ποτὲ, Ἐλισσαῖος Ἰησοῦς τε ὁ τοῦ Ναυῆ, λόγῳ ἔστησας Σπυρίδων ἐν τῷ σῷ.
Σῶσαι θέλων Πάτερ, ἐκ λιμοῦ τὸν λαὸν, ἀποθήκας οὗ ὁ σίτος κατέῤῥαξας, καὶ ἀπέλαβον οἱ χρήζοντες αὐτοῦ.
Τάφος σου ὁ θεῖος, οὐ κατέχει νεκρὸν, ὀδωδότα, ἀλλὰ ζῶντα καὶ τέρατα, καθεκάστην ἐκτελοῦντα προφανῶς.
Ὓραν πολλὰς κάρας, ἐχουσαν τῶν κακῶν, καὶ ἀθέων θεῖε Μύστα αἱρέσεων, ἐν τῷ μέσῳ τῆς Συνόδου ἐξολεῖς.
Φρυκτωροῦσι Πάτερ, ἐν τῷ Κόσμῳ τὰ σὰ, τερατώδη καὶ ξενάκουστα θαύματα, καὶ θαμβοῦσιν Ἱεράρχα πάντὰ νοῦν.
Χαίρουσι τὰ στίφη, τῶν ἀγγέλων σοφὲ, καὶ Αγίων, καὶ Μαρτύρων Δικαίων τε, συνοικοῦντά σε νῦν ἔχοντα αὐτοῖς.
Ψάλλομεν ἐν πίστει, ἀσιγήτοις φωναῖς, καὶ ταχέως τὰς αἰτήσεις λαμβάνομεν, τῶν θαυμάτων γὰρ ὑπάρχεις ἡ πηγή.
Ὥφθης ὦ Σπυρίδων, Ἀγγελος ἐπὶ γῆς, ὄϑεν νῦν ἐν Οὐρανοῖς εὐφραινόμενος, σὺν Ἀγγέλοις, καὶ Ἀγίοις κατοικεῖς.
Δόξα.
Προσκυνούμεν πάντες, τὴν Τριάδα πιστοὶ, τὴν Ἀγίαν τὸν Πατέρα, καὶ τὸν Υἰὸν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον ὁμοῦ.
Καὶ νῦν.
Θεοτοκίον.
Μήτηρ καὶ Παρθένε, προστασία πιστῶν, τὸν Θεάνθρωπον Υἱόν σου ἱκέτευε, ὅπως λύσιν ἀποδῷ μοι τῶν παθῶν.
Καὶ πάλιν τὸ πρῶτον.
Μακαρίζομέν σε, ἱεράρχα Χριστοῦ, τῆς Κερκύρας ὦ Σπυρίδων τὸ καύχημα, καὶ δοξάζομεν τὴν θείαν σου ταφήν.
ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστιν.
Ἄξιόν ἐστι, μακαρίζειν σε τὸν ἱεράρχην Τριμυθοῦντος τὸν θεῖον Σπυρίδωνα, καὶ Κερκύρας ἀντιλήπτορα θερμόν.
Ἄξιόν ἐστι, τὸν Σπυρίδων δοξολογῆσαι, Ἀγγελον ὡς ὄντα ἐπίγειον, καὶ Οὐράνιον βροτὸν ὑπερφυῶς.
Ἡ ἀκροστιχὶς κατὰ ἀλφάβητον·
Ἂπαντες πιστοὶ, προσενέγκωμεν τῷ ἱεράχῃ, ὕμνους, καὶ ὠδὰς νῦν χρεωστικῶς, τὰ παράδοξα κηρύττοντες αὐτοῦ͵
Βλέποντες τὸ σὸν, ἀξιάγαστε θεῖε Σπυρίδων, Λείψανον ὁρῶμέν σε προφανῶς, ὥσπερ ζῶντα, καὶ λαλοῦντὰ μεθ᾽ ἡμῶν.
Γεῦσιν ἣν τρυφᾷς, ἱερώτατε ἐν οὐρανίαις, νῦν χοροστασίαις πάντας ἡμᾶς, ἀπολαῦσαι σαῖς ἀξίωσον εὐχαῖς.
Δέλεαρ σοφὸν, προσενήνοχας ταῖς διδαχαῖς σου, ὅτε τοῦ Ἀρείου τὸ ἄθεον, ἐνστηλίτευσας ἐν μέσῳ τοῦ λαοῦ.
Ἐλυσας παθῶν, Κωνσταντίου Πάτερ ἀλγηδόνας, καὶ ὑγείαν τούτῳ ἐπόρισας, παραχρῆμα ἐν αὐτῷ θαυματόυῤγων.
Ζῶσαν παριστᾷς, τὴν εἰρήνην, καὶ αὐτὴν ἠρώτας, παρακαταθήκην ποῦ ἔϑηκας; καὶ ὡς ζῶσα ἀπεκρίνατο ποῦ ἦν.
Ἣκουσεν εὐθὺς, ὁ νεκρὸς Υἱὸς ἀπὸ τοῦ ἄδου, γυναικὸς τινὸς τοῦ σοῦ ῥήματος, καὶ ἀνέστη ὥσπερ ζῶν ἐπὶ τῆς γῆς.
Θάνατος ἐν σοὶ, οὗ κατίσχυσεν Ἀρχιεράρχα, ζῇ γὰρ ἡ ψυχή σου ἐν Οὐρανῷ, καὶ τὸ σῶμά σου ζῶν ἔστι ἐν τῇ Γῇ.
Ἴθυνας καλῶς, τὸ σὸν ποίμνιον ἱερομύστα, ὅθεν τῷ Θεῷ παριστάμενος, δεῦρο ἤκουσας εὖ δοῦλε ἀγαθέ.
Καύματι εὐχὴν, ὁ διάκονος κενοδοξίᾳ, πράξας ἀφωνία κολάζεται, ἀλλὰ σὺ αὐτὸν ἰάσω θαυμαστῶς.
Λύων τῶν παθῶν, ἀσθενήματα ἱερομύστα, πᾶσι τὰς ἰάσεῖς ἀπένειμας, ἀφθονέστατα ἐν πάσῃ γενεᾷ.
Μάρτυρας πιστοὺς, ἐν ταῖς θείαις σου Μυσταγωγίας, ἔσχες τοὺς Ἀγγέλους ἐξ οὐρανοῦ λειτουργοῦντάς σοι Σπυρίδων εὐλαβῶς.
Νέμεις τὸν κριὸν, τοῖς συλήσασι τὸ ποίμνιόν σου, καὶ ἀορασίᾳ τυφλώττοντας, ἠλευθέρωσας τοῦ πάθους τοῦ δεινοῦ.
Ξόανα κωφὰ, καὶ ἀναίσθητα σοφὲ εἰδώλων, κατὰ γῆς εὐδήλως κατέῤῥαξας, καὶ ἐκήρυξας Τριάδα τὴν σεπτήν.
Ὅπως τῶν παθῶν, ἀπολαύσωμεν ἐλευθερίαν, τῇ σῇ νῦν προστρέχομεν Λάρνακι, ἀξιάγαστε Σπυρίδων οἱ πιστοί.
Πᾶσιν εὐμενῶς, ἐξαπόστειλον θεῖε Σπυρίδων, τὰς αἱτήσεις πίστει γεραίρουσι, τὴν πανέορτόν σοὺ μνήμην καὶ σεπτήν.
Ῥῦσαι σαῖς εὐχαῖς, τοὺς προστρέχοντας τῷ σῷ Τεμένει, καὶ παρὰ τοῦ θείου Λειψάνου σου, αἰτουμένους τὰ ἰάματα πιστῶς.
Σῶσον ἱεραῖς, καὶ ἐλέησον σαῖς μεσιτείαις, τὸν πιστὸν λαὸν τὸν προστρέχοντα, τῷ Λειψάνῳ σου Σπυρίδων τῷ σεπτῶ.
Τεῖχος βοηθὸν, καταφύγιον καὶ προστασίαν, Κερκυραῖοι πάντες σὲ ἔχοντες, σοὶ προστρέχομεν ἐν θλίψεσι δεινῶν.
Ὓφαλον δεινὴν, καὶ παράνομον κακοδοξίαν, θείᾳ σου σοφίᾳ ἐδίωξας, τοῦ Αρείου ἱεράρχα θαυμαστέ.
Φάνηθι κἀμοὶ ταχινὸς θεσπέσιε προστάτης, καὶ πυρὸς παθῶν με ἐξάρπασον, ψυχοφθόρων καὶ δολίων τῶν χειρῶν.
Χάριτας Χριστὸς ἀμειβόμενος τὰς ἀρετάς σου, σοὶ πολυτελεῖς ἐχαρίσατο, σὲ θανόντα γὰρ ὡς ζῶντα συντηρεῖ.
Ψέλλισμα τοὐμὸν ἱεράρχα δέχου ἑτησίως, τοῦ ἁμαρτωλοῦ πάντων τε πιστῶν, προστρεχόντων τῷ Τεμένει σου σοφέ.
Ὥκησας αὐλαῖς Οὐρανῶν πανένδοξε Σπυρίδων καὶ ἰεραρχῶν θεῖος ὄμιλος, σὲ προσδέχεται χορῷ τῷ ἐαυτοῦ.
Δόξα.
Σὲ Τριὰς Ἁγνὴ καὶ Ὑπέρθεε δοξολογοῦμεν, ῥῦσαι ταῖς πρεσβείαις Σπυρίδωνος, τοὺς πιστεύοντας εἰς σὲ πανευσεβῶς.
Καὶ νῦν.
Θεοτοκίον.
Πάνσεμνε Θεὸν ἡ κυήσασα Παρθενομῆτορ, ὑπὲρ τῶν σῶν δούλων ἱκέτευε, σὲ τιμώντων καὶ ὃν ἔτεκες Υἰόν.
Καὶ πάλιν τὸ πρῶτον.
Ἄξιόν ἐστι, μακαρίζειν σε τὸν ἱεράρχην Τριμυθοῦντος τὸν θεῖον Σπυρίδωνα, καὶ Κερκύρας ἀντιλήπτορα θερμόν.
ΣΤΑΣΙΣ Γ΄. Ἦχος Γ΄. Αἱ γενεαί πάσαι.
Αἰ γενεαὶ πᾶσαι, μακαρίζομέν σε τὸν Θεῖον Ἱεράρχην.
Αἰ γενεαὶ πᾶσαι, σὲ μακαριοῦμεν, Σπυρίδωνα τὸν μέγαν.
Ἡ ἀκροστιχὶς κατὰ ἀλφάβητον·
Ἄρειον καθεῖλες, ἐν μέσῳ τῆς Συνόδου σαῖς διδαχαῖς θεόπτα.
Βλέπεις τὴν Τριάδα, ἣν ἐν Κεραμίδι, ἐκήρυξας τοῖς πᾶσι.
Γῆ σε οὐ κατέχει, ἀλλὰ Πόλος Μύστα, καὶ θεῖε Ἰεράρχα.
Δύναμις σοῦ λόγου, τὴν νεκρὰν ὡς ζῶσαν, ἔδειξε παραδόξως.
Ἐδειξεν Εἰρήνη, τὴν παρακαταθήκην, ποῦ ἦν καίπερ ἣν ἄπνους.
Ζῶσαν ἐπηρώτας, τεθνηκυῖαν Μἀκὰρ, ποῦ ἣν ἡ καταθήκη;
Ἠκουσε φωνῆς σου, ἐν ἄδου ἡ Ειρήνη, κἀκεῖθεν ἀπεκρίθη.
Θυμῷ ἀπηλέγξω, τὸν ἅρπαγα ὦ Πάτερ, αἰγὸς καὶ πλεονέκτην.
Ἰχῶρι καὶ ἔλκει, ἡ αἵξ ἀπετμήθη, τῆς μάνδρας τοῦ ἀδίκου.
Κύματα κατέσχες, τῶν ποταμῶν Τρισμάκαρ, μόνῳ τῷ φθέγματί σου.
Λύεις ἀφωνίαν, σὺ τοῦ ξενοδόχου, Σπυρίδων διακόνου.
Μέλος τῶν Ἀγγέλων, ὅτε ἱερούργεις, ἠκούετο Τρισμάκαρ.
Νέμεις τὰς ἰάσεις, παντοδαπέσι νόσοις, θαυματουργὲ Σπυρίδων.
Ξένως ὑπουργοῦσι, σοὶ Ἀγγέλων δῆμοι, ἐν ἕδραις Οὐρανίαις.
Ὄμβρους ἐν αὐχμώδει, γῇ κατάγεις Πάτερ, ἐξ Οὐρανοῦ σοῖς λόγοις.
Πῶς σε ἀνυμνήσω, Σπυρίδων κατ᾽ ἀξίαν, ὃν Ἂγγελοι ὑμνοῦσι;
Ῥήσεις σου αἱ θεῖαι, Ἀρείου τὰς ἀθέους, ἤμβλυναν φληναφίας.
Σῶμά σοὺ κατέχει, ὡς θησαυρὸν͵ καὶ πλοῦτον, ἡ Κερκυραίων Πόλις.
Τυφλοῦ μέν ἐξ Ἑῴας, ὠμμάτωσας τὰς κόρας, Σπυρίδων παραδόξως.
Ὑπὸ τῶν πολλῶν μου, ἁμαρτιῶν προστρέχω, τῇ σκέπή σου τῇ Θείᾳ.
Φίλος ὧν Κυρίου, ἐφύλαξας Κερκύραν, ἐπιδρομῆς βαρβάρων.
Χάριν σοι Τρισμάκαρ, οἱ διὰ σοῦ σωθέντες, νέμομεν κατὰ χρέος.
Ψάλλομεν προθύμως, τὰς εὐχαριστηρίους, ὠδᾶς σοι Ἰεράρχα.
Ὥφθῆς θερμὸς ῥύστης, ἡμῶν ἐκ πάσης βλάβης, ψυχῶν τε καὶ σωμάτων.
Δόξα.
Τρισήλιε Θεέ μου, διὰ τοῦ ἱεράρχου, δός μοι πταισμάτων λύσιν.
Καὶ νῦν.
Θεοτοκίον.
Μήτηρ Θεοτόκε, Σπυρίδωνος ἐν μνήμῃ, μεσίτρια γενοῦ μοι.
Καὶ πάλιν τὸ πρῶτον.
Αἰ γενεαὶ πᾶσαι, μακαρίζομέν σε τὸν θεῖον Ἱεράρχην.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εἰς Ἦχον πλ. α΄.
Εὐλογητὸς εἶ Κύριε, διδαξόν με Σπυρίδωνα ὑμνῆσαι.
Τῶν Ἀγγέλων τὰ πλήθη, καὶ χοροὶ τῶν ἀνθρώπων θαμβηθέντες βοῶσι· τοῦ θανάτου τὴν ἰσχὺν ὁ Σπυρίδων καϑεῖλε· καὶ γὰρ ἐν τάφῳ ἐνεργεῖ τὰ θαύματα, καὶ ἐξ ἀπόντων ζῇ ὡς ἀθάνατος.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Σπυρίδωνα ὑμνῆσαι.
Τί δακρύων, ὀχετοὺς προχέτε οἱ πιστοὶ πρὸς ἱεράρχην; Οὐρανόθεν τῶν Ἀγγέλων ὁ χορὸς, προσεφθέγξατο τοῖς Κερκυραίοις, ἴδετε αὐτὸν νῦν ἡμεῖς καὶ ἤσθητε, ὥσπερ ζῶν μὲν γὰρ ὁρᾶται τῷ μνήματι.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Σ πυρίδωνα ὑμνῆσαι.
Λίαν θερμῶς, ὁ Σπυρίδων ἔδραμε, πρὸς τὴν Σύνοδον τὴν ἐν Νικαίᾳ, καὶ ἐπέστη εὐθαρσῶς, πρὸς Ἄρειον καὶ εἷπε· μύθων ὁ καιρὸς, πέπαυται, ὦ ἄθεε, τὴν Τριάδα δὲ ὡς ἡμεῖς νῦν πίστευε.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Σπυρίδων ὑμνῆσαι.
Μηροϑήκη Λειψάνου, ὑπὲρ νάρδον Σπυρίδων, σοῦ θεσπέσιε εὑωδιάζει. Ἄγγελοι γὰρ πρὸς αὐτὸ ὑπουργοῦσι. Τί οὖν ὡς νεκρὸν τὸν ζῶντα νομίζομεν; οὐ νεκρὸς γὰρ, ἀλλὰ ζῶν ἡμῖν δείκνυται
Δόξα.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν ἄχραντον Λόγον, ἐξ αὐτοῦ γεννηθέντα, καὶ παράκλητον Θεῖον ἐκ Πατρὸς προελθόντα, καὶ σὺν τοῖς Ἀγγέλοις βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.
Καὶ νῦν.
Θεοτοκίον.
Ζωοδότην γαστρί σου, ἀειπάρθενε Κόρη, τὸν Υἰὸν καὶ Θεόν σου συλλαβοῦσα ἀφράστως, καὶ κυήσασα μόνη, ῥεύσαντὰς ἡμᾶς ἴθυνον πρὸς τὴν ζωὴν, μεσιτείαις ταῖς σαῖς πρὸς Θεὸν καὶ Ἀνθρωπον.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεός.
Έκδοση Ιεράς Μητρόπολης Κέρκυρας, Παξών και Διαποντίων Νήσων
Εγκώμια εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργό Σπυρίδωνα Επίσκοπο Τριμυθούντος
Ποίημα Εμμ. Χρυσάφη
Στάσις α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, Ἱεράρχα Χριστοῦ, καὶ τιμῶμεν τὴν σορὸν τῶν λειψάνων σου, ὡς πηγάζουσα ἰάματα πιστοῖς.
Μακαρίζομέν σε, Ἱεράρχα Χριστοῦ, καὶ τιμῶμεν τὴν σορὸν τῶν λειψάνων σου, ὡς προχέουσαν ἰάσεων πηγάς.
Μακαρίζομέν σε, ὼ Σπυρίδων σοφέ, καὶ τιμῶμεν τὴν ἁγίαν σου λάρνακα, δι’ ἧς πᾶσι τὰς ἰάσεις χορηγεῖς.
Μακαρίζομέν σου, τὴν ἁγίαν ψυχήν, ἥν εἰς ἄνω μετὰ δόξης οἱ Ἄγγελοι, προσεκόμισαν τῷ πάντων Βασιλεῖ.
Μακαρίζομέν σε, τῶν Ποιμένων φωστήρ, ἐκκλησίας ὀχυρότατον ἕδρασμα, Ἱεράρχα καὶ δογμάτων θησαυρέ.
Τῶν πρᾳέων τύπος, ἀναδέδειξαι σύ, καὶ πασῶν τῶν ἀρετῶν τὸ θησαύρισμα, βασιλείας Ἱεράρχα κοινωνέ.
Ἐκ ποιμνίου ὥσπερ, τὸν Δαυῒδ ὦ σοφέ, ὁ τῶν πάντων Ἱεράρχης καὶ Κύριος, σὲ ἀνέθετο εἰς ποίμνην λογικήν.
Τοῦ Δαυῒδ τὸ πρᾶον, μιμησάμενος σύ, καὶ τὸ ἄπλαστον Μωσέως μιμούμενος, ἀνεδείχθης ὅλος οἶκος τοῦ Θεοῦ.
Ζῇς καὶ μετὰ μόρον, ὥσπερ ἔφη Χριστός· ὁ πιστεύων εἰς ἐμὲ φησὶ ζήσεται, μὴ δεξάμενος θανάτου τὴν φθοράν.
Ἰακὼβ ἐδείχθης, πᾶσιν ἄλλος ἡμῖν, πρᾷος ὄντως ἱλαρός τε καὶ μέτριος, Ἱεράρχης ἄκακος θεοσεβής.
Ἀβραὰμ ἐκτήσω, τὸ φιλόξενον σύ, τοῦ Αὐσίτιδος Ἰώβ τε τὸ ἄμεμπτον, καὶ τὸν ζῆλον τοῦ Προφήτου Ἠλιού.
Ἐνὼχ μετετέθη, εὐαρεστήσας Θεῷ· σοῦ δὲ ὅλος Πάτερ μετάθεσις, ὑπῆρχεν ὁ βίος, Θεοῦ εὐαρεστοῦντος.
Ἰὼβ ἄλλος ὤφθης, σὺ Αὐσίτης σοφέ, ἄμεμπτος ἀληθινὸς καὶ ἀκέραιος, ἀπερχόμενος ἐκ πράγματος κακοῦ.
Πέτρου θεῖον ζῆλον, ἐκμιμήσω καλῶς· ὅθεν οὐρανῶν τὰς κλεῖς ἔλαβες, ὡς ἐκεῖνος ὦ Σπυρίδων σοφέ.
Νοητὸς ἐδείχθης, ὠκεάνειος ῥοῦς· τῇ πλημμύρᾳ τῶν πανσόφων λογίων σου, κατεξήρανας αἰρέσεων πηγάς.
Ὡς ἀστὴρ ἐφάνης, ἐν Συνόδῳ τὸ πρίν, τὸν γαυρότατον αἰσχύνας φιλόσοφον, καὶ τὸ κράτος τοῖς πιστοῖς παρεσχηκώς.
Ποταμὸς ἐδείχθης, νειλοάνειος σύ, πλημμυρεῖς τῶν σῶν θαυμάτων τὸ ἔλεος, καὶ ἰάσεις ἐπιχέεις τοῖς πιστοῖς.
Ἀρετῶν εἰς ὕψος, ἀναβὰς ὦ σοφέ, τῷ Θεῷ καθαρωτάτως ὡμίλησας, οὗ τῆς θείας αἴγλης λάμπρυνον ἡμᾶς.
Τῶν χηρῶν προστάτης, καὶ πατὴρ ὀρφανῶν, τῶν πενήτων χορηγὸς παναοίδιμε, σὺ ἐγένου καὶ πενθούντων χαρμονή.
Ἀπὸ τῶν περάτων, ἕως ἄκρου τῆς γῆς, ἡ λαμπρότης σῶν θαυμάτων ἐφήπλωται, καὶ φωτίζει τὰς καρδίας τῶν πιστῶν.
Οὐδεὶς καταφεύγων, ἐπὶ σὲ θαυμαστέ, καὶ αἰτεῖται θεραπείαν τοῦ σώματος, ἐκπορεύεται κενὸς θαυματουργέ.
Ἡ σορὸς ἡ θεία, τῶν λειψάνων τῶν σῶν, καθεκάστην χορηγεῖ τὰ ἰάματα, τοῖς πιστῶς προσερχομένοις ἐν αὐτῇ.
Κερκυραίων νῆσος, δεῦτε δράμε τανῦν, ἑορτάσαι τὴν σεβάσμιον κοίμησιν, τοῦ σεπτοῦ σου πολιούχου φαιδρῶς.
Τριμυθούντων κλέος, καὶ ποιμὴν ἀληθής, ἐγκαλλώπισμα Ὁσίων μακάριε, τοὺς ὑμνοῦντάς σε νῦν ῥύου συμφορᾶς.
Κερκυραίων πόλις, νῦν χορεύει λαμπρῶς, ἐκτελοῦσα ἑορτήν σου τὴν πάνσεπτον, Ἱεράρχα ἐπισκόπων ὁ φωστήρ.
Τοὺς ὑμνοῦντας πόθῳ, τὴν σὴν μνήμην σοφέ, διατήρησον ἀτρώτους ἐκ βλάβης τε, πονηρᾶς Ἱεραρχῶν ἡ καλλονή.
Κερκυραίων νῆσος, νῦν συντήρει σοφέ, σκέπε φρούρει διαφύλαττε πάντοτε, παρακλήσεσι σεπταῖς σου πρὸς τὸν Θεόν.
Τὴν ψυχήν μου Πάτερ, ἐκ παντοίων κακῶν, διατήρησον εὐχαῖς σου ἀπήμαντον, ὅπως πίστει σε καὶ πόθῳ προσκυνῶ.
Τῇ φρικτῇ ἐν ὥρᾳ, ὅταν μέλλω σοφέ, εἰς τὸ βῆμα τὸ φρικώδες παρίστασθαι, εὕροιμί σε Ἱεράρχα βοηθόν.
Δέξαι μου τὸν ὕμνον, κἄν ἐλάχιστος ᾗ, κἄν καὶ μέγα οὐ προσφθέγξαι δυνήσομαι, σύ μοι ἔμπνευσον λόγον εἰς τὸ ἐξῆς.
Μετὰ τῆς πανάγνου, Θεοτόκου σοφέ, καθικέτευε δοθῆναί μοι ἄφεσιν, τῶν πταισμάτων καὶ δεινῶν ἀπαλλαγήν.
Στόματι καὶ γλώσσῃ, καὶ ψυχῇ καὶ νοΐ, καὶ καρδίᾳ τε καὶ χείλεσιν Ἄχραντε, Θεοτόκε ἀληθῶς σε προσκυνῶ.
Στάσις β΄. Ἦχος πλ. α΄. Ἄξιον ἐστί.
Ἄξιον ἐστί, μακαρίζειν σε τὸν Ἱεράρχην, ὡς τῶν θλιβομένων παράκλησιν, καὶ τῶν ἐν ἀνάγκαις θερμὸν προστάτην.
Ἄξιον ἐστί, μακαρίζειν σε τὸν Ἱεράρχην, ὡς τῶν ἀσθενούντων παράκλησιν, καὶ τῶν θλιβομένων παρήγορον τὸν θεῖον.
Ἄξιον ἐστί, μακαρίζειν σε Σπυρίδων μάκαρ, ὡς τῶν λυπουμένων παράκλησιν, καὶ τῶν κωφευόντων ταχύν τε ἰατῆρα.
Καὶ τίς ἱκανός, διηγήσασθαι τῶν σῶν θαυμάτων, Πάτερ τὸ ἀμέτρητον πέλαγος, ἅ καὶ ζῶν ἐτέλεις καὶ μετὰ μόρον μάκαρ.
Ἀδὰμ ἐντολήν, μὴ φυλάξας τῆς Ἐδὲμ ἐῤῥίφθη, σὺ λαβὼν δὲ ταύτην ἐφύλαξας, καὶ τοῦ Παραδείσου τετύχηκας θεόφρον.
Δεύτερος σοφέ, ἀναδέδειξαι Ἠλίας μάκαρ, ὄμβρους οὐρανίους κατήγαγες, προσευχῇ σου θείᾳ Σπυρίδων θεοφόρε.
Ὄντως Ἰωσήφ, ἀνεφάνης Πάτερ σιτοδότης, ὄμβρον οὖν τῇ γῇ ἐχορήγησας, ἔθρεψας πεινῶντας εἰς εὐθήνιαν μάκαρ.
Ἄλλος Μωϋσῆς, ἀνεφάνης ἐπὶ γῆς παμμάκαρ, ῥάβδον γὰρ εἰς ὄφιν πάλαι πεποίηκε, σὺ δὲ εἰς χρυσίου μετέβαλες Σπυρίδων.
Ἐλισσαῖος σύ, ἀναδείκνυσαι ἄλλος θεόφρον, ἔστησας ποτάμια ῥεύματα, καὶ σὸν φίλον μάκαρ διέσωσας ἐν τάχει.
Ἔβλεψας σοφέ, εἰς ψυχῆς ἀθεωρήτους πόνους, πόρνης μηδαμῶς προσψαυσάσης σου, ἐξειπὼν τὰ ταύτης συγγνώμην ἐδωρήσω.
Σοῦ τῇ ἀστραπῇ, τῇ τῶν λόγων κατέκαυσας Πάτερ, πάλαι λῆρον ὄντως φιλόσοφον, ἐν τῇ πρώτῃ μάκαρ συνόδῳ Νικαέων.
Εἰς ἐστὶ Θεός, τρισυπόστατος ἐβόας μάκαρ, Ἄρειον τὸν ἄλογον ἥλεγξας, καὶ πιστοῖς τὸ κράτος ἐκύρωσας Σπυρίδων.
Ὦ θαῦμα φρικτόν, ὡς Χριστὸς ἐπὶ Λαζάρῳ πάλαι, οὕτω προσεφώνησας σὺ σοφέ, τὴν νεκτὰν ἐν τάφῳ καὶ λόγον ἀπέδωκέ σοι.
Ἐπαίδευσας ποτέ, δι’ αἰγὸς πλεονεξίας μάκαρ, ἁρπαγῆς ἀπέχεσθαι πάντοτε, καὶ τολμῆσαι μήπω ἐρᾶν τῶν ἀλλοτρίων.
Νόσου τε δεινῆς, βασιλέως Πάτερ τετρυχότος, Κωνσταντίου ταύτης ἀπήλλαξας, σεπταῖς πρεσβείαις πρὸς Κύριον Σπυρίδων.
Γνώσας μαθητοῦ, Τριφυλλίου ἐν τοῖς βασιλείοις, βλέποντος ποτὲ καὶ θαυμάζοντος, ἔλεγες Σπυρίδων τί τὰ κενὰ λογίζῃ;
Βάρβαρος γυνή, προσεποῦσα τοῖς ποσί σου μάκαρ, ᾔτει τοῦ παιδὸς αὐτῆς ἀναβίωσιν, παραχρῆμα δ’ αὖθις ἐζώωσας Σπυρίδων.
Ἔσχες ἐν φαιδρῷ, σοῦ τῷ σχήματι Ἀγγέλους Πάτερ, σοὶ συλλειτουργοῦντας καὶ ψάλλοντας, ὅτε ἀπεδίδως Κυρίῳ τὰς εὐχάς σου.
Σοῦ τῇ κεφαλῇ, ἐναπέκειντο ψεκάδες Πάτερ, ὥρᾳ τῇ τοῦ θέρους καὶ καύσωνος, τιμὴν ὑπερτέραν δηλοῦσαι Ἱεράρχα.
Δόξαν τε κενήν, καὶ ὑπέροφρυν φθογγὴν Λευΐτου, μάκαρ πληκτικῶς ἀπεκώφωσας, ἔσχατον δὲ πάλιν ἔλυσας Ἱεράρχα.
Γυναῖκα ποτέ, μοιχευθεῖσαν καὶ μὴ δεχομένην, τὴν ἐξομολόγησιν πάνσοφε φεῦ! ἐπιτήμησας παρέδωκας θανάτῳ.
Ἤλεγξας σοφέ, κακοδόξων τὰς αἱρέσεις Πάτερ, ἄγαλμα δὲ τούτων συνέτριψας, προσευχῇ σου θείᾳ Σπυρίδων θεοφόρε.
Ἔπρεπεν ἡμῖν, ὡς ὁ θεῖος ἀνεβόα Παῦλος, τοιοῦτος Ἀρχιερεὺς Ὅσιος, ἀμίαντος πρᾷος καὶ ἄκακος Σπυρίδων.
Δέσποινα σεμνή, Παναγία Θεοτόκε Κόρη, Σὲ καθικετεύω καὶ δέομαι, μή με ἀποῤῥίψης ἀπὸ τοῦ σοῦ προσώπου.
Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ αἱ πᾶσαι, μακαρίζομέν σε, Σπυρίδων θεοφόρε.
Σὲ μακαριοῦμεν, τῶν Ἀρχιερέων, κειμήλιον τὸ θεῖον.
Ἄγγελος ἐφάνης, ἐπὶ γῆς τρισμάκαρ, οὐράνιος θεόφρων.
Φίλος ἀνεδείχθης, γνήσιος τοῦ πάντων, Θεοῦ θαυματοφόρε.
Ποτάμια ῥεῖθρα, ἔστησας Σπυρίδων, σῇ πρὸς Θεὸν δεήσει.
Νεκροὺς εἶ ἀναστήσας, τῇ προσευχῇ σου μάκαρ, ὡς τοῦ Θεοῦ θεράπων.
Ἱεράρχα Πάτερ, Σπυρίδων θεοφόρε, σῶζε τοὺς σὲ ὑμνοῦντας.
Τοὺς εὐρύθμους ψάλτας, τῆς σῆς ὑμνῳδίας, φύλαττε εἰς αἰῶνα.
Δέσποινα Παρθένε, μετὰ τοῦ Ἱεράρχου, σκέπε τοὺς σὲ ὑμνοῦντας.
Ἕτερα. Ἰδιόῤῥυθμα. Ἦχος πλ. α΄.
Σὲ τὸν Ἱεράρχην, μακαρίζομεν πάντες οἱ εὐσεβεῖς ὡς θεράποντα Χριστοῦ τοῦ Θεοῦ.
Σὲ Θεοῦ θεράπων, μακαρίζομεν πάντες οἱ γηγενεῖς ὡς μεσίτην πρὸς Χριστὸν τὸν Θεόν.
Σὲ δοξάζει μάκαρ, ὁ τῶν πάντων Ἱεράρχης καὶ Θεός, ὡς δοξάσαντα ἐν πᾶσιν αὐτόν.
Σὲ Σπυρίδων μάκαρ, μακαρίζει τῶν πιστῶν ἠ πληθύς, ὡς μακάριον ποιμένα καὶ καλόν.
Θάλασσα ἐδείχθης, τῶν θαυμάτων ξένη ὄντως σοφέ, καὶ βραβεύεις πᾶσιν ἴασιν νῦν.
Σὺν Ἀγγέλοις ἄδων, τὸν Τρισάγιον ὕμνον τῷ ποιητῇ, τῶν τιμώντων σε μνημόνευε σοφέ.
Θεόφρων Σπυρίδων, χαίροις ἄνω ἐντρυφῶν τοῖς ἀγαθοῖς, οἷς χαρίτωσον καὶ ἡμᾶς τοὺς πιστούς.
Ἕτερα. Ἦχος γ΄.
Τὸν Ποιμένα τὸν μέγαν, τὸν ἐκ τοῦ ποιμνίου, Σπυρίδωνα τὸν θεῖον, ὑμνήσωμεν συμφώνως.
Τῶν Ἀρχιερέων κρηπὶς ἀνεδείχθης καὶ στύλος εὐσεβείας, Σπυρίδων θεοφόρε, πτωχῶν δὲ πλουτοδότης.
Συνόδῳ τῇ πρώτῃ, σὲ Θεὸς δοξάζει, Ἄρειον τὸν ἄνουν, μωραίνοντα σοῖς λόγοις, Σπυρίδων Ἱεράρχα.
Ἡ σορὸς τῶν λειψάνων, βρύει καθ’ ἑκάστην, ἰάματα Σπυρίδων, τοῖς πίστει προσιοῦσιν, ἐν τῇ θερμῇ σου σκέπῃ.
Θαυμάσιε Σπυρίδων, δέξαι μου τὸν ὕμνον, καὶ βράβευσόν μοι χάριν, ἐξ ὕψους θεοφόρε, ἵνα σὲ μακαρίζω.
Ἕτερα. Θεοτοκία.
Ἀκατάφλεκτε βάτε, ἀλατόμητον ὄρος, πόλις τοῦ μεγάλου Βασιλέως, χαῖρε Κόρη.
Βάτον καιομένην, καὶ μὴ φλεγομένην, προεώρα πάλαι, Μωϋσῆς ὁ θεόπτης, ἐν τῷ Σιναίῳ ὄρει.
Γῆν τὴν παναγίαν, τέξασαν ἀσπόρως, ἄσταχυν τὸν θεῖον, Χριστὸν τὸν ζωοδότην, ὑμνήσωμεν ἀπαύστως.
Δέσποινα Παρθένε, Μαρία Θεοτόκε, μετὰ τοῦ Ἱεράρχου, Σπυρίδωνος τοῦ θείου, φώτιζε τοὺς Σὲ ὑμνοῦντας.
Πυρίμορφε στύλε, ὁλόφωτε λυχνία, λαβὶς ἀνθρακοφόρε, καὶ Σκηνὴ καὶ Πόκε χαῖρε.
Ζωηφόρε πανύμνητε, ζώωσόν με μόνη, ἡ πρόξενον τεκοῦσα, ζωῆς τῆς ἀϊδίου, ἵνα Σε μεγαλύνω.
Ὁδηγήτρια πάναγνε, ῥῦσαι πάσης βλάβης, τὸ λάχος τοῦ Υἱοῦ σου, βαρβάρων τῶν ἀθέων, σοὶ γὰρ ἐλπίζει μόνῃ.
Χαίροις θρόνε πυρίμορφε, χαίροις στάμνε θεία, καὶ κλίνη καὶ λυχνία, χρυσόμορφε καθέδρα, χαίροις καὶ πάλιν χαίροις!
Τὴν ἀνερμηνεύτως Κόρην, τὸν ἕνα τῆς Τριάδος, συλλαβοῦσαν καὶ ἀποτεκοῦσαν, λόγοις Προφητῶν τε, ὑμνήσωμεν συμφώνως.
Ὦ φωτὸς δοχεῖον, τοῦ ἐνυποστάτου, λάμπρυνον ψυχῆς μου, καὶ σώματος τὰς κόρας, ἵνα σε μεγαλύνω.


