Εγκώμια εις τον Άγιο Ένδοξον Μάρτυρα Ιαματικόν Ανάργυρον Τρύφωνα

Ποίημα Αγίου Νικοδήμου του Αγιορείτου

ΣΤΑΣΙΣ Α΄
Ἡ ζωὴ ἐν τάφῳ.

Μακαρίζομέν σε, ὁλοψύχως σοφέ, τροπαιοῦχε Τρύφων μάρτυς πανένδοξε, καὶ τιμῶμεν τὸ μαρτύριον τὸ σόν.

Αἴσωμεν προφρόνως, φιλομάρτυρες νῦν ἑορτὴν τὴν φωτοφόρον γηθόμενοι ὑπὲρ Τρύφωνος πανσέπτου ταῖς ῳδαῖς.

Ζὦωσον εὐχαῖς σοὺ ζωτικαῖς καὶ ἡμᾶς, νεκρωθέντας ἐν πολλοῖς παραπτώμασι, Τρύφων μάρτυς δοξασθεὶς ἐν τῷ Χριστῷ.

Ἂναδείχθεις κλέος τῶν μαρτύρων Χριστοῦ, καὶ τῶν θείων Ἀναργύρων ἐφάμιλλος, τὰς ἰάσεις ἀπονέμων δωρεάν.

Νεανίας ὥφθης καθαρὸς τῇ ψυχῇ, ὡς λευκὴ περιστερὰ καὶ τῷ σώματι, ὡς κυπάρισσος ὑψίκορμος κλεινέ.

Καθ᾽ ἑκάστην ῥεῖθρα ἀναβρύεις σοφέ, ὡς ἐϊκς κρήνης ζωηρᾶς τὰ ἰάματα, τοῖς προστρέχουσι ἐν πίστει εὐλαβῶς.

Τὰ σεπτὰ ὀστᾶ σου νῦν ἐν θήκαις λαμπραῖς, εὐωδίαν ἀποπνέουσιν ἄῤῥητον καὶ παρέχουσιν ἰάσεις τοῖς πιστοῖς.

Φωτεινὸς ὑπάρχεις, παμμεγέθης ἀστήρ, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας Ἀνάργυρε, καταυγάζων τοὺς πιστοὺς διαπαντός.

Ψάλλωμεν προθύμως τῶν πιστῶν ἡ πληθύς, πανθαυμάστου ἀθλοφόρου τὰ θαύματα, ἵνα σχῶμεν τοῦτον πρέσβυν πρὸς Θεόν.

Ὢ παμμάκαρ Τρύφων, ἀθλητῶν καλλονή, καὶ ἡμῶν τῶν εὐλαβούντων σε καύχημα, καθικέτευε Χριστὸν ὑπὲρ ἡμῶν.

Δόξα Πατρί καὶ καὶ Ἁγίῳ Πνεύματι.
Ταἷς τοῦ Ἀναργύρου, προσευχαῖς, ὦ Τριάς, Πάτερ Λόγε καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, πάσης βλάβης τοῦ ἐχθροῦ ῥῦσαι ἡμᾶς.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ ἐνδοξοτέρα, νοερῶν στρατιῶν, σὺν τῷ Τρύφωνι μεσίτευε πάντοτε, τῷ Υἱῷ σου ὑπὲρ πάντων τῶν πιστῶν.

Καὶ πάλιν τὸ πρῶτον.
Μακαρίζομέν σε, ὁλοψύχως σοφέ, τροπαιοῦχε Τρύφων μάρτυς πανένδοξε, καὶ τιμῶμεν τὸ μαρτύριον τὸ σόν.

ΣΤΑΣΙΣ Β΄
Ἄξιόν ἐστι.

Ἂξιόν ἐστι, μεγαλύνειν σε τὸν ἀθλοφόρον, τὸ τῆς Ἐκκλησίας ἀγλάϊσμα, Χριστοφίλων ἐγκαλλώπισμα τερπνόν.

Αἲσμασι πιστοί, εὐφημήσωμεν ἐπινικίοις, μνήμην τὴ ἁγίαν γηθόμενοι, τοῦ κλεινοῦ μάρτυρος Τρύφωνος σεπτῶς.

Δέχου τὰς εὐχάς, τῶν αἰτούντων σε, παμμάκαρ Τρύφων, καὶ τὰς νόσους πάντων θεράπευσον, ὡς πανάριστος ἀκέστωρ Καὶ φρουρός.

Ἢλιος φαιδρός, κατελάμπρυνε τὴν Ἐκκλησίαν, τοῖς τῶν θαυμασίων πυρσεύμασιν, ὁ πανέκλαμπρος ἀδάμας τηλαυγῶς.

Ἲδὲ συμπαθῶς, ὦ Ἀνάργυρε ἅγιε Τρύφων, τοὺς ἐν ἀσθενείᾳ ὑπάρχοντας, καὶ παράσχου ἰατρείαν ἐναργῶς.

Νἐος εὐσεβής, ἐν τῷ ἄνθει τῆς νεότητός σου, πρὸς Χριστὸν ἀγάπην ἐξήνθησας, καὶ νῦν μάρτυς εἰς Παράδεισον ἀνθεῖς.

Ὅλος φαεινός, ἐν ἐσθῆτί τε πεπο!κιλμένῃ, τὸ τοῦ μαρτυρίου σου αἵματι, τῷ Χριστῷ συμβασιλεύεις ἀληθῶς.

‘Ρεῖθρα δαψιλῶς, ἰαμάτων καὶ θαυμά τῶν Τρύφων, ἡ σεπτὴ σοὺ Κάρα προχέουσα, τοὺς πιστῶς σοι προσιόντας ἐλεεῖ.

Σὥμά σοῦ σοφέ, ἀνηκέστοις παραδοὺς βασώνοις, δι᾽ ἀγάπην μάρτυς τοῦ Κτίστοῦ σοῦ, διησφάλισας χαρὰν ἐν οὐρανοῖς.

Τέτρωμαι δεινῶς, ὦ Ἀνάργυρε ποικίλαις νόσοις, ἔκτεινον τὴν χεῖρά σοῦ, σῶσόν με, ἵνα πάντοτε δοξάζω σε θερμῶς.

Φρίτει ἐμμανῶς, ἐπικλήσει τοῦ ὀνόματός σου, μάκαρ μάρτυς Τρύφων Ἀνάργυρε, καὶ δαιμόνων δραπετεύει ὁ ἐσμός.

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἄναρχε Τριάς, Πάτερ, Λόγε καὶ τὸ θεῖον Πνεῦμα, φύλαττε καὶ σκέπε τοὺς δούλους σου, τοῦ σεπτοῦ μάρτυρος Τρύφωνος λιταῖς.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἂνακτα Χριστόν, ὃν ἐκύησας ἀῤῥήτῳ τρόπῳ, τοῦτον Θεοτόκε ἱκέτευε, ἵνα σώσῃ τοὺς ἐλπίζοντας εἰς σε.

Καὶ πάλιν τὸ πρῶτον.
Ἂηιον ἐστι, μεγαλύνειν σε τὸν ἀθλοφόρον, τὸ τῆς Ἐκκλησίας ἀγλάϊσμα, Χριστοφίλων ἐγκαλλώπισμα τερπνόν.

ΣΤΑΣΙΣ Γ΄
Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, μεγαλομάρτυς Τρύφων.

Ἂγγέλων καὶ μαρτύρων, ἐξίσταντο αἱ τάξεις, ὁρῶσαί σου τοὺς ἄθλους.

Ἂκνὼ τε καὶ κάτω, βροτοὶ μετὰ Ἀγγέλων, ὑμνοῦσί σου τὴν μνήμην.

Ἐῥῥαναν τὸ σῶμα, οἱ κηδεύσαντές σε, μύροις, θεῖε Τρύφων. (τρίς).

Σύμπασα δοξάζει, ἡ Ὀρθοδοξία τὴν ἱεράν σου μνήμην.

Θεράπευσον τὰ πάθη, ψυχῶν τε καὶ σωμάτων, ἡμῶν παμμάκαρ Τρύφων.

Λειψάνων σοῦ τὴν θήκην, πίστει προσκυνοῦντες, ἁγιασμὸν ἀντλοῦμεν.

Ναόν σοῦ θεωροῦμεν, θεῖον ἰατρεῖον προστρέχοντες ἐν τούτῳ.

Φώτισον καρδίας, Τρύφων τῶν ἀνθρώπων, ἀγάπης ἐμπλησθῆναι.

Τρύφων ἀθλοφόρε, χαρὰν καὶ εὐφροσύνην, παράσχου τῷ λαῷ σου.

Φὦτισον νοός μου, τὰ ὄμματα τοῦ βλέψαι, τρανότερον τὸν Κτίστην.

Ψυχὴν μοῦ τὴν ἀθλίαν, διάσωσον λιταῖς σου, σοφὲ οἰκτίρμον Τρύφων.

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὢ Τριὰς Θεέ μου, σῶσον ἡμᾶς σῶσον, βυθοῦ τῆς ἁμαρτίας.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παρθένε Θεοτόκε, ἐν ὥρᾳ τοῦ θανάτου,  βοήθησον με, σπεύσον.

Καὶ πάλιν τὸ πρῶτον.
Αἰ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, μεγαλομάρτυς Τρύφων.