Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Τρύφωνα
Παρακλητικός Κανών τον Άγιον Ένδοξον Μάρτυρα και Ιαματικό Ανάργυρο Τρύφωνα
†Εορτάζεται στις 1 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τὸν τροπαιοῦχον ἐν ἀγῶσιν ὀφθέντα, καὶ τὸν ἐπώνυμον τρυφῆς τῆς ἐνθέου, Τρύφωνα τὸν ἔνδοξον Μάρτυρα Χριστοῦ, πόθω ἀνυμνήσωμεν, πρὸς αὐτόν ἐκβοῶντες, ῥῦσαι τοὺς οἰκέτας σου, ἐκ δεινῶν ἀδοκήτων, τοὺς μετά πόθου Ἀνάργυρε τὸ σόν, ἐπικαλουμένους θαυμάσιον ὄνομα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Τρυφής μέθεξειν αξιώσόν με Τρύφων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τρύφων τῆς ἐνθεοῦ ἐν Οὐρανοῖς, τρυφῆς, μάρτυς Τρύφων, ὡς πανάριστος Ἀθλητής, ταῖς σαῖς ἱκεσίαις τὴν ψυχήν μου, τῆς ἐνηδόνου τρυφῆς ἐλευθέρωσον.
Ῥημάτων τῶν θείων ἐνωτισθείς, ἐτέλεσας ταῦτα, Μάκαρ Τρύφων σὺ πρακτικῶς, τὸν ἅγιον βίον ἀγαπήσας , διὸ ἁγίως κᾀμὲ ζῆν ἀξίωσον.
Ὑπῆρξας, ὦ Τρύφων, ποιμαντικός, ποιμαίνων ψυχῆς σου, ἐν σοφία τοὺς λογισμούς, κᾀμὲ οὖν εὐδόκησον, ὦ Μάρτυς, ἀεὶ τῇ θείᾳ σοφίᾳ ποιμαίνεσθαι.
Θεοτοκίον.
Φωτίζεις μὲ φέγγει τῷ νοητῷ, ἀπαύγασμα δόξης, ἡ τεκοῦσα τὸ Πατρικόν, Πανάσπιλε Κόρη καὶ τὸ σκότος, τῆς ἁμαρτίας μου σὺ διασκέδασον.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἤμβλυνας τὴν δύναμιν, τοῦ πονηροῦ, Τρύφων ἔνδοξε, σθένει Θεοῦ· διὸ νῦν τῆς τούτου, δολιότητος μὲ λύτρωσαι.
Σάρκα περικείμενος, ὀφρύν, ὦ Τρύφων, κατέπαυσας, τοῦ πονηροῦ, καὶ νῦν ὅθεν κτεῖνον, αὐτὸν θείαις ἱκεσίαις σου.
Μόνη, Τρύφων, πνεύματα, τὰ πονηρὰ φυγαδεύονται, τῇ σεπτὴ ὄντως παρουσία, καὶ δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἔχων σὲ βοήθειαν, οὐ μὴ προσκόψω, Πανάμωμε, βίῳ παντί, ἔχων σὲ προστάτιν, ἐκ τῶν νόσων σωθήσομαι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεοφόρε Ἀνάργυρε, πάντας τοὺς τιμῶντάς σε περιφρούρησον, καὶ ταχέως δὸς τὴν ἴασιν, ταῖς πρὸς τὸν Σωτῆρα μεσιτείαις σου.
Ἐντρυφῶν Τρύφων ἔνδοξε, δόξης ἀϊδίου καὶ ἀγαλλόμενος, ὑπὲρ πάντων τῶν ὑμνούντων σέ, πρέσβευε ῥυσθῆναι πάσης θλίψεως.
Ξενωθέντα με ἔνδοξε, τῆς Θεοῦ ἀγάπης δόλῳ τοῦ ὄφεως, σαῖς πρεσβείαις ἀνακάλεσαι, καὶ ἐκ τῶν χειρῶν αὐτοῦ ἀπάλλαξον.
Θεοτοκίον.
Ἐπὶ σὲ τὴν ἐλπίδα μου, πᾶσαν ἀνατίθημι, Ἀειπάρθενε, καὶ βοῶ σοι· διαφύλαξον, ἐκ παντὸς κινδύνου μὲ πρεσβείαις σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵνα σὲ ὑμνῶ, ὡς προστάτην Τρύφων ἔνδοξε, δεινῶν παντοίων ταῖς σαῖς λιταῖς, τὸν σὸν οἰκέτην ἀεὶ ἐλευθέρωσον.
Νίκην κατ’ ἐχθροῦ, τοῦ δολίου μοὶ χορήγησον, Τρύφων Παναοίδιμε σοῦ ταῖς εὐχαῖς, ἵνα σῳζόμενος δοξάζω σὲ πάντοτε.
Ἄνοσον ζωήν, Τρύφων Μάρτυς δὸς τῷ δούλῳ σου, ὡς τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, σὲ γὰρ γινώσκω ἰατῆρα νόσων ἄμισθον.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τὸ γλυκύτατον μου ὄνομα, σῇ προστασία σῶσον τῇ ἰσχυρά, τὸν ἐπὶ σοὶ ἀδιστάκτως καταφεύγοντα.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτὴρ.
Ξηράνας τὰς μυσαρᾶς, σπονδὰς τὲ καὶ τὰ μιάσματα, μανίας εἰδωλικῆς, κατήρδευσας, ἔνδοξε, σοῖς ἄσμασιν ἅπαντα, τὰ τῆς εὐσεβείας, εὐγενῆ, Τρύφων βλαστήματα.
Ἰχώρ σου μαρτυρικός, ὡς μύρον εὐωδιάζει νῦν, τὸ αἷμά σου, Ἀθλητά, πηγάζει ἰάματα, ἡ κόνις τοῦ σώματος, ψυχὰς ἁγιάζει, τῶν πιστῶς προσπελαζόντων σοί.
Ἰάσεων αὐτουργόν, εἰδότες σέ, Τρύφων ἔνδοξε, ξηραινομένων παθῶν, πηγὴν ἀνεξάντλητον, ἐξ ἧς ἀπαντλοῦμεν νῦν, ἰαμάτων ῥεῖθρα, καὶ σωτήρια χαρίσματα.
Θεοτοκίον.
Ὡς Μήτηρ οὖσα Χριστοῦ, τοῦ Ποιητοῦ πάσης Κτίσεως, σὲ ἱκετεύω θερμῶς, Πανάσπιλε Δέσποινα, ἱλασμόν μοι δώρησαι, τῶν πολλῶν πταισμάτων, καὶ κινδύνων μὲ ἐξάρπασον.
Διάσωσον, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου, Τρύφων, ἀπὸ κινδύνων καὶ νόσων Ἀνάργυρε, τοὺς πόθῳ σὲ καὶ πίστει εὐφυμούντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐνθεοῦ τρυφῆς ἐν Οὐρανοῖς ἀπολαύων, Ἀνάργυρε, τὰς ψυχάς τῶν σῶν οἰκετῶν, ταῖς πρὸς Θεὸν ἀπαύστοις πρεσβείαις σου, τῆς τῶν παθῶν πάσης ῥῦσαι συγχύσεως, ὡς Ἀθλητὴς ἀήττητος, Τρύφων Παναοίδιμε.
Καὶ εὐθύς τὸ Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, Εὐλογητὸς ὁ Θεός.
Στίχος. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ι΄ 19-21).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται , χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτή τῇ ὥρα ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν , Ἐξομολογοῦμαι σοί, Πάτερ, Κύριέ τοῦ οὐρανοῦ καί τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις , ναί, ὁ Πατήρ,ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.
Δόξα.
Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Οὐδείς προστρέχων.
Οὐδεὶς προστρέχων ἐν τῇ σκέπη σου, ἀνίσχυρος ἐκπορεύεται, κατὰ παθῶν καὶ δεινῶν, Τρύφων Μάρτυς Κυρίου, ἀλλά τῶν ἰαμάτων τὴν χάριν ἐκζητῶν, λαμβάνει ταῖς πρὸς Θεὸν λιταῖς σου, σωτηρίαν καὶ ἴασιν.
Σῶσον ὁ Θεός τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στεφηφόρος χορεύων, καὶ χοροῖς τῶν Μαρτύρων συναλλαγόμενος, τοῖς σὲ Τρύφων τιμῶσι, καὶ πίστει ἀνυμνοῦσιν, ὡς Ἀνάργυρος δώρησαι, ἀσθενειῶν καὶ παθῶν, τὴν μείωσιν εὐχαῖς σου.
Ὁ Δεσπότης τῶν ὅλων, καὶ Θεὸς οὐρανίῳ στέφει σὲ ἔστεψε, καὶ ἐν ἐπουρανίοις, σκηναῖς νῦν ἐναυλίζειν, κατηξίωσεν Ἅγιε, τοῦτον ὑπὲρ ἡμῶν, ὦ Τρύφων ἐκδυσώπει.
Ὄμβροις ἐμῶν δακρύων, πλῦνον ὦ Ἀνάργυρε Τρύφων καρδίαν μου, πηγὴν τὲ σὴς Εἰκόνος, ἰάματα ῥεούσης, κατανύξεως πλήρωσον, ἵν΄ἀποπλύνω παθῶν, τόν βόρβορον τρισμάκαρ.
Θεοτοκίον.
Νέον φέρουσα βρέφος, τὸν πρὸ τῶν αἰώνων Θεόν Παναμώμητε, ταῖς σαῖς σεπταῖς ἀγκάλαις, μὴ παύσῃ δυσωποῦσα, λυτρωθῆναι τοὺς δούλους σου, πυρὸς σεισμοῦ καὶ λιμοῦ, καὶ νόσων ἀνιάτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μυρίοις νόσοις, πιεζόμενος Μάκαρ, σοὶ προστρέχω αἰτῶν σωτηρίαν, σὺ γὰρ εἶ ὦ Τρύφων, ἡ ῥῶσις τῶν νοσούντων.
Ἐν οὐρανίοις, τοῖς σκηνώμασι Τρύφων, ἐντρυφῶν καὶ χαίρων σὺν Ἀγγέλοις, πρέσβευε Κυρίῳ, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Τὸν σὸν οἰκέτην, ὡς ἰατρός τῶν νοσούντων, Τρύφων Ἅγιε παθῶν ἐνοχλούντων, κόπασον τὸν σάλον, ταῖς θείαις σου πρεσβείαις.
Θεοτοκίον.
Ῥεῖθρα δακρύων, ψυχικῶν δός μοι Κόρη, ἵνα πλύνω παθῶν μου τὸν ῥύπον, καὶ ὁδήγησόν με, πρὸς τρίβους σωτηρίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπὲρ ἡμῶν δυσώπει, Θεὸν τῶν ἁπάντων, τρυφῶν ἐνθεοῦ τρυφῆς Τρύφων ἔνδοξε, ἵνα παράσχῃ πταισμάτων, ἡμῖν συγχώρησιν.
Φωτὶ ὡς προσπελάσας, τῷ πρώτῳ ὦ Τρύφων, καὶ τῇ αὐτοῦ θεία αἴγλη πυρσούμενος, αὐτῆς λιταῖς σου σὸν δοῦλον, μέτοχον ποίησον.
Ὦ τρύφων τῆς ἐνθεοῦ, τρυφῆς ἀπολαύων, σὺν τοῖς Ἀγγέλοις ἀεὶ ἐνηδόμενος, ὑπὲρ σῶν δούλων τὸν Κτίστην, Μάκαρ ἱκέτευε.
Θεοτοκίον.
Νοσοῦντες Θεοτόκε, καὶ δεινοῖς παντοίοις, οἱ σοὶ οἰκέται ἀεὶ συνεχόμενοι, σοὶ καταφεύγοντες λύσιν, αὐτῶν αἰτούμεθα.
Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μάρτυρα Κυρίου τὸν θαυμαστόν, καὶ τὸν τῆς Λαμψάκου, ἑτοιμότατον βοηθόν, φύλακα καὶ ῥύστην τῶν ἐπικαλουμένων, Τρύφωνα τὸν θεῖον πάντες τιμήσωμεν.
Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, Τρύφωνος τοῦ θείου, τὴν Εἰκόνα τὴν ἱεράν, τὴν ἀποσοβοῦσαν παθῶν τὰς δυσοσμίας, καὶ ἴασιν καὶ ῥῶσιν πᾶσι παρέχουσαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τὸ Τροπάριον. Ἦχος α΄. Οὐράνιος χορός.
Βασάνων ἀνδρικῶς, ὑπομείνας τοὺς πόνους, τὴν ἄπονον ζωήν, ἀληθῶς ἐκομίσω, Τρύφων Παναοίδιμε, Ἀθλητῶν τὸ ἑδραίωμα. Ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, τὴν παναγίαν σου Μνήμην, ἐνθέως ἀγάλλεται.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τρύφων εἰληφὼς παρὰ Θεοῦ, χάριν χορηγεῖς τὰς ἰάσεις, τοῖς εἰς τὴν σκέπην σου, πίστει καταφεύγουσιν, καὶ σοὶ προστρέχουσι, καὶ ποικίλα ἀνίατα, θεραπεύεις πάθη, χάριτι τοῦ Πνεύματος, τοῦ Παναγίου, Σοφέ· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, δέου πρὸς τὸν Κύριον πάντων, τῶν δεινῶν ῥυσθῆναι τοὺς τιμῶντάς σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Χαιρετισμοί εις τον Άγιον Ένδοξον Μάρτυρα και Ιαματικό Ανάργυρο Τρύφωνα
Τα Εγκώμια του Αγίου Τρύφωνα
Παράκληση εις τον Άγιο Ένδοξο Μεγαλομάρτυρα Τρύφωνα τον Θαυματουργό Πολιούχο και Προστάτη Βυτίνης
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὁ τοῦ Σωτῆρος εὐκλεὴς στρατιώτης, καὶ τῆς Βυτίνης πολιοῦχος καὶ ρύστης, Μεγαλομάρτυς Τρύφων ἀξιάγαστε· σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, πάντας τοὺς προστρέχοντᾶς, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ εὐφορίαν δίδου τοῖς ἀγροῖς, τῶν σὲ προστάτην, πλουτούντων θερμότατον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Τρύφων δίδου ἡμῖν σὴν χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τρυφῆς ἀπολαύων τῆς ἀληθοῦς, ἡμᾶς πάσης λύπης, καὶ ἀνάγκὴς καὶ συμφορᾶς, ἀπάλλαξον Τρύφων Ἀθλοφόρε, ἀθλητικῇ πρὸς Χριστὸν παῤῥησίᾳ σου.
Ῥημάτων δεήσεως Ἀθλητά, ψυχῶν κατωδύνων, ἡμῶν δέχου τὸν στεναγμόν, καὶ δίδου ἡμῖν ἐν πάσῃ ὥρᾳ, τὴν σὴν θερμὴν καὶ ὀξεῖαν βοήθειαν.
Ὑψόθεν ἐπίβλεψον συμπαθῶς, τοὺς πίστει καὶ πόθῳ, προσιόντας τῷ σῷ Ναῷ, καὶ πλήρου αὐτῶν τὰς ἱκεσίας, ὡς Χριστομίμητος Τρύφων πανεύφημε.
Θεοτοκίον.
Φωτὸς οὐρανίου θεία σκηνή, ἐδείχθης Παρθένε, σωματώσασα τὸν Θεόν· διὸ τῷ φωτὶ τοῦ σοῦ προσώπου, τὴν σκοτισθεῖσαν ψυχήν μου καταύγασον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὡς θερμὸς ἀντιλήπτωρ, καὶ βοηθὸς ἕτοιμος, Τρύφων τῆς Βυτίνης ὑπάρχων, ὡς συμπαθέστατος, ταύτην περίεπε, τῇ κραταιᾷ σου πρεσβείᾳ, πάσης ἐπιθέσεως, τοῦ πολεμήτορος.
Νοσημάτων ποικίλων, καὶ ἀναγκῶν λύτρωσαι, καὶ πολυεἰδῶν ἐν τῷ βίῳ, πόνων καὶ θλίψεων, τοὺς καταφεύγοντας, τῷ περιβλέπτῳ Ναῷ σου, Τρύφων παμμακάριστε, καὶ σὲ γεραίροντας.
Δωρεαῖς πολυτρόποις, ὡς ἀληθὴς ἔφορος, ταύτην τὴν κωμόπολιν θάλπεις, καὶ σώζεις Ἅγιε, πάσης κακώσεως, διὸ ἀεὶ μεγαλύνει, τὴν μεγίστην χάριν σου, Τρύφων πανένδοξε.
Θεοτοκίον.
Ἱλαστήριον μέγα, καὶ θαυμαστὸν πέφηνας, Κόρη τὸν πηγάσαντα κόσμῳ, τὴν ἀπολύτρωσιν, Χριστὸν κυήσασα, διὸ κᾀμὲ τὸν σὸν δοῦλον, τῆς τῶν παραπτώσεων, λύμης ἐκκάθαρον.
Διάσωσον, ταῖς ἱκεσίαις σου Τρύφων Μεγαλομάρτυς, τοὺς ἐν πίστει τῷ σῷ Ναῷ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνὼν καὶ πάσης νόσου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, καὶ μέγα καταφύγιον, ἐδείχθης ἡμῖν, Τρύφων θεομακάριστε, διὸ ἀεὶ προστρέχομεν, τῇ σεπτῇ σου πρεσβείᾳ βοῶντές σοι· ἐκ συνοχῆς πολυπλόκων δεινῶν, ἀτρώτους ἡμᾶς φύλαττε Ἅγιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δόξα πέλεις καὶ καύχημα, Τρύφων Βυτιναίων καὶ ἀγαλλίαμα, διὸ δίδου τούτοις πάντοτε, τῆς σῆς προστασίας τὰ δωρήματα.
Ὁ Ναός σου ὁ ἅγιος, Τρύφων ἁγιάζει τῇ προσφοιτήσει σου, τοὺς ἐν τούτῳ πιστῶς σπεύδοντας, καὶ ἐκδεχομένους τὴν σὴν εὔνοιαν.
Ὑπερτέρους ἀνάδειξον, πάσης ἀσθενείας καὶ ἐπιθέσεως, τοῦ ἐχθροῦ τοῦ πολεμήτορος, Τρύφων τοὺς προστρέχοντας τῇ σκέπῃ σου.
Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, ἀπερινοήτως τὸν Ὑπερούσιον, Θεοτόκε ἀειπάρθενε, ρῦσαι τῆς κακίας με τοῦ ὄφεως.
ᾨδὴ ε΄, Φώτισον ἡμᾶς.
Μάστηξι τῆς σοί, δεδομένης Μάρτυς χάριτος, ἐξ ἀμπέλων ἀρουρῶν τε καὶ φυτῶν, ἀποδίωκε τὰ βλάπτοντα ἑκάστοτε.
Ἴδε συμπαθῶς, τοὺς ἑστῶτας Τρύφων ἔνδοξε, τῇ ἁγίᾳ σου Εἰκόνι εὐλαβῶς, καὶ παράσχου τούτοις Μάρτυς τὰ αἰτήματα.
Νόσου λοιμικῆς, ὡς ἀπήλλαξας τὸ πρότερον, τὴν Βυτίναν τῇ θερμῇ σου ἀρωγῇ, οὕτω ταύτην καὶ μελλόντων δεινῶν λύτρωσαι.
Θεοτοκίον.
Σάρκα προσλαβών, ἐξ ἁγνῶν Κόρη αἱμάτων σου, ὡμοιώθη τοῖς ἀνθοώποις ὁ Σωτήρ, ὃν δυσώπει σωτηρίας ἀξιῶσαί με.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡνίκα, θλῖψις ἐπέρχεται Μάρτυς, καὶ πικρῶς ἡμᾶς συνέχει καὶ θλίβει, πρὸς τὴν θερμήν σου προστρέχομεν σκέπην, καὶ τὴν ταχεῖαν εὑρίσκομεν λύτρωσιν, ἀλλ᾽ ᾧ Μαρτύρων καλλονή, μάκαρ Τρύφων ἡμᾶς ἀεὶ φύλαττε.
Ναόν σου, τὸν ἱερὸν ὡς λιμένα, ἡ Βυτίνα ἀκλυδώνιστον ἔχει, καὶ ἐν αὐτῷ καταφεύγουσα πίστει, τρικυμιῶν τῶν ἐν βίῳ καὶ θλίψεων, λυτροῦται Τρύφων θαυμαστέ, τῇ σεπτῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Χειμῶνος, καὶ καταιγίδος καὶ θρήνων, ἐμφυλίου σπαραγμοῦ ὡς ἐῤῥύσω, τὴν εὐλαβῶς σε τιμῶσαν Βυτίναν, οὕτως ἀεὶ ταύτην ἄτρωτον φύλαττε, πάσης δεινῆς ἐπιβουλῆς, καὶ πικρᾶς συστροφῆς ἐχθρῶν Ἅγιε.
Θεοτοκίον.
Ἀγγέλων, ὑπερανέστηκας Κόρη, ὡς τεκοῦσα τὸν Θεὸν τῶν ἁπάντων, καὶ τῶν ἀνθρώπων σωτήριος πύλη, τῇ σῇ κυήσει ἐδείχθης Πανάχραντε, διὸ εἰσάγαγε κᾀμέ, πρὸς αὐλὰς οὐρανίου λαμπρότητος.
Διάσωσον, ταῖς ἱκεσίαις σου Τρύφων Μεγαλομάρτυς, τοὺς ἐν πίστει τῷ σῷ Ναῷ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνων καὶ πάσης νόσου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου.
Ταῖς τῶν θαυμάτων σου Τρύφων ἐλλάμψεσιν, ἀποδιώκεις παθῶν τὴν σκοτόμαιναν, καὶ νέμεις ὑγιείαν καὶ λύτρωσιν, τοῖς προσιοῦσιν ἀεὶ τῇ πρεσβείᾳ σου· διό σου τὴν χάριν κηρύττομεν.
Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον,
(Κεφ. ι΄. 1, 5).
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων• εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραηλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασίλεια τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαριζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τοῦ ᾿Αθλοφόρου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τρύφων παμμακάριστε, τῶν Ἀθλητῶν ὡραιότης, Ἀναργύρων καύχημα, καὶ θαυμάτων πέλαγος ἀνεξάντλητον, βοηθεῖν πάντοτε, μὴ ἐλλίπῃς Μάρτυς, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, ὡς συμπαθέστατος, τούτους πειρασμῶν ἐκλυτρούμενος, καὶ νοσημάτων Ἅγιε, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, τὴν σὴν εὐλογίαν, παρέχων ταῖς ἀρούραις καὶ φυτοῖς, ὡς κεκτημένος ἐξαίρετον, χάριν καὶ σωτήριον.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν νέμει πλουσίαν, καὶ ψυχῶν σωτηρίαν Τρύφων πολύαθλε, Εἰκών σου ἡ ἁγία, ἧ πίστει προσιόντες, εὐφροσύνης πληρούμεθα, καὶ συνοχῆς θλιβερᾶς, λυτρούμεθα ταχέως.
Ἰσχυρὸς ἀνεδείχθης, κατ᾽ ἐχθρῶν ἀοράτων ἰσχύϊ κρείττονι, ἀλλ᾽ ὡς τὴν βασιλίδα, δαιμονικῆς μανίας, ἐν τῇ Ρώμῃ ἀπήλλαξας, οὕτως ἡμᾶς ᾿Αθλητά, τῆς τούτου βλάβης ῥῦσαι.
Νᾶμα ἀΰλον βλῦσον, ἐκ πηγῶν σωτηρίου Τρύφων πανεύφημε, καὶ νόσων πολυφθόρων, λυμαντικῶν τὴν φλόγα, τὴν πικρὰν σβέσον Ἅγιε, σωτηριώδη ἡμῖν, ἀναψυχὴν παρέχων.
Θεοτοκίον.
Γενοῦ ἄῤῥηκτον τεῖχος, καὶ προπύργιον θεῖον καὶ καταφύγιον, Παρθένε Θεοτόκε, τοῖς πίστει ἀφορῶσι, πρὸς τὴν σὴν ἀγαθότητα, τὰς καθ᾽ ἡμῶν μηχανάς, συντρίβουσα τοῦ πλάνου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ πάσης βλάβης, ἀκρίδος κάμπης καὶ βρούχου, διαφύλαττε τοὺς κήπους ἡμῶν Τρύφων, ἵνα σε τιμῶμεν, ὡς μέγαν εὐεργέτην.
Ῥείθροις ἀΰλοις, τῶν μυστικῶν δωρεῶν σου, καταπότισον ἡμῶν τὰς διανοίας, τὰς κεχερσωμένας, παθῶν τῇ ἐργασίᾳ.
Ἅπας προστρέχων, τῷ σῷ Ναῷ Ἀθλοφόρε, τάχος ρύεται πάσης στενοχωρίας, καὶ πανευχαρίστως, ὑμνολογεῖ σε Τρύφων.
Θεοτοκίον.
Σὲ προστασίαν, ἔχων ἀεὶ Θεοτόκε, οὐ τοῦ δράκοντος πτοοῦμαι τὰς ἐφόδους, ἀλλ᾽ ἀεὶ πληροῦμαι, δυνάμεως ἁγίας.
ᾨδη θ΄. Κυρίως Θεοτόκον.
Ἴάσεις ἀναβλύζει, ὁ Ναός σου Τρύφων, καὶ τὴν Βυτίναν εὐφραίνει ἑκάστοτε, ἀνακειμένην παμμάκαρ τῇ προστασίᾳ σου.
Μὴ παύσῃ μάρτυς Τρύφων, ἀεὶ ἐποπτεύων, τοὺς προσιόντας τῇ θείᾳ πρεσβείᾳ σου, καὶ τὰς σεπτὰς ἀριστείας σου μεγαλύνοντας.
Ὁ μέγας τῶν αἰτούντων, φύλαξ καὶ προστάτης, θαυματουργὲ Τρύφων δίδου ἑκάστοτε, τῇ κωμοπόλει σου ταύτῃ τὴν σὴν βοήθειαν.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, χαρίτωσόν μου ψυχὴν καὶ διάνοιαν, διὰ ζωῆς ἐναρέτου τῇ σῇ χρηστότητι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔρωτι τῷ θείῳ ἀπὸ παιδός, τρωθεὶς τὴν καρδίαν, ἠγωνίσω μαρτυρικῶς, ὑπὲρ τοῦ Σωτῆρος, Μεγαλομάρτυς Τρύφων, καὶ δόξης οὐρανίου, ὥφθης συμμέτοχος.
Χαίροις ὁ Λαμψάκου θεῖος βλαστός, χαίροις ὁ Βυτίνης, ἄντιλήπτωρ καὶ βοηθός, χαίροις ὁ παρέχων, τρυφὴν ἡμῖν ἁγίαν, Τρύφων Μεγαλομάρτυς ταῖς ἱκεσίαις σου.
Ἔφριξεν ὁ δαίμων τὴν σὴν ἰσχύν, ἐν Ῥώμῃ θεόφρον, καὶ ὡς κύων καθοραθείς, τὴν σὴν ἐξουσίαν, παρὰ Θεοῦ κηρύττει, εἰς ἔκπληξιν ἁπάντων, Τρύφων πολύαθλε.
Μέγιστον ναόν σοι καὶ ἱερόν, ἡ Βυτίνα Μάρτυς, ἐδομήσατο εὐλαβῶς, ὅθεν Βυτιναῖοι, οἱ πανταχοῦ καυχῶνται, ἐν σοὶ παμμάκαρ Τρύφων, οὓς σκέπε πάντοτε.
Δίωκε τὰ βλάπτοντα τὰ φυτά, ἡμῶν καὶ τοὺς κήπους, καὶ ἀμπέλους καὶ τοὺς ἀγρούς, καὶ ὑγιείαν δίδου, ἡμῖν και εὐκαρπίαν, καὶ σταθηρὰν εἰρήνην, Τρύφων πανένδοξε.
Ὡς ἐῤῥύσω πάλαι βροτολοιγοῦ, λοιμοῦ τὴν Βυτίναν, οὕτω σκέπε ταύτην ἀεί, πάσης ἐπηρείας, καὶ νόσων καὶ σκανδάλων, Τρύφων Μεγαλομάρτυς, τῇ προστασίᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, Τρύφων Ἀθλοφόρε Κυρίου, τῷ σῷ ἁγίω Ναῷ, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, καὶ ὑγιείαν πρυτάνευσον, καὶ βίου εἰρήνην, εὐφορίαν ἅπασαν, διδοὺς τῇ γῇ Ἀθλητά, λύων πειρασμῶν τὰς ἐφόδους, καὶ Χριστῷ πρεσβεύων διδόναι, λύσιν τῶν πταισμάτων ἡμῖν Ἅγιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέησιν ἱκέσιον πρόσδεξαι Τρύφων
Ἥν σοι Γεοάσιμος θερμῶς ἀναφέρει.