Εγκώμια εις την Πανεύφημον του Χριστού Νύμφην Αικατερίνη την Μεγαλομάρτυρα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Ὅ Κανών φέρει τήνδε τὴν Ἀκροστιχίδα·
«Χαῖρε, Μάρτυς Αἰκατερῖνα, Χριστοῦ πάγκαλε νύμφῃ, ἡ τό Σίναιον Ἁγιάζουσα. X.»

Στάσις Α΄ . Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφω.
Μακαρίζομεν σε, μελιρρύτοις ᾠδαῖς, θεαυγές Αἰκατερῖνα πανεύφημε, νύμφῃ πάγκαλε Νυμφίου Ἰησοῦ.

Μακαρίζομεν σε, τοῦ Σιναίου φρουρὸν καὶ προστάτιν πανσθενῆ καὶ ἐπίκουρον, θαυμαστὴ Αἰκατερῖνα, ἐν δεινοῖς.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα·
«Χαῖρε, Μάρτυς Αἰκατερῖνα»

Χαῖρε, κέρας θεῖον γυναικών εὐσταλῶν, καὶ σοφῶν Αἰκατερῖνα προτύπωμα, ἀθληφόρων τὸν Χριστὸν δοξασασῶν.

Ἄστρον ὡς πυρφόρον, καλλιμάρτυς Χριστοῦ, ἐκ τῆς γῆς Ἀλεξανδρείας ἀνέτειλας, πρὸς πιστῶν Αἰκατερῖνα, φωτισμόν.

Ἰαμάτων ῥεῖθρα ἀναβλύζεις ἀεὶ τοῖς πιστῶς προσευχομένοις σῇ χάριτι, ὡς κρουνός, Αἰκατερῖνα, ζωτικός.

Ῥᾳθυμίας λῦσον, τὴν ὀμίχλην ἡμῶν, ἐγρηγόρσεως αὐγὴν ἀνατέλλουσα, σοῖς πιστοῖς Αἰκατερῖνα ὑμνηταῖς.

Ἐν σταδίῳ, Μάρτυς, κόσμου τούτου σοφούς, τῇ ἐνστάσει σου ἀσόφους κατέδειξας, καλλονή, Αἰκατερῖνα γυναικών.

Μάρτυς ὡς ἁγνείας, λαμπηδών καὶ εἰκών, παρθενίας νύμφῃ ὤφθης πανεύφημος, καὶ σεμνῇ Αἰκατερῖνα τοῦ Χριστοῦ.

Ἀθληφόρων γέρας, ὡς λαμπρὰν κιβωτὸν μαρτυρίου σε κατέγνωμεν ἄσυλε, τοῦ Σινᾶ, Αἰκατερῖνα θησαυρέ.

Ῥῶσιν νέμεις πᾶσιν, ἀσθενοῦσι ταχὺ καὶ ὑγίειαν κατ’ ἄμφω τοῖς σπεύδουσι, προσκυνῆσαι σὴν πανίερον μορφήν.

Τοῦ Σινά προστάτις, τῆς ἐνδόξου Μονῆς, καὶ ἀκέστωρ καὶ φρουρὸς πέλεις ἄγρυπνος, χαρμονή, Αἰκατερῖνα μοναστῶν.

Ὕμνοις καθ’ ἑκάστην, στέφομέν σε φαιδροῖς, τὸν βλαστὸν Ἀλεξανδρείας ἡδύναντα, ἄθλων μύροις Ἐκκλησίαν τοῦ Χριστοῦ.

Σῶσον ἐν ταῖς μάχαις, κατ’ ἐχθρῶν νοητῶν, τοὺς προσφεύγοντας τῇ θείᾳ σου χάριτι, καὶ θερμῇ Αὶκατερῖνα ἀρωγῇ.

Ἀπειράστους πάντας, τῶν βελῶν τοῦ ἐχθροῦ, τήρει πρόσφυγας τῆς θείας σου χάριτος τοὺς σεμνοὺς Αἰκατερῖνα γεραρά.

Ἴθυνόν με Μάρτυς, πρὸς νομάς οὐρανῶν, καὶ ἀγήρῳ βιοτὴν ὑπερθαύμαστε, σαῖς εὐχαῖς Αἰκατερῖνα πρὸς Χριστόν.

Κλῆσιν σου τὴν θείαν, τοὺς φωνοῦντας πιστῶς, σκέπε φρούρει καὶ διάσῳζε τάχιστα, ἐκ δεινῶν Αἰκατερῖνα ἀλγεινῶν.

Ἀθληφόρε Μάρτυς, τῷ Νυμφίῳ Χριστῷ, ἐκ νεότητος νενύμφευσαι ὄλῃ σου, ἀληθῶς, Αἰκατερῖνα τῇ ψυχῇ.

Τοῦ Σιναίου Ὄρους ὑψηλὴν κορυφήν, πρὸς ἀνάπαυσιν ἐπέλεξας σκήνους σου τοῦ σεπτοῦ, Αἰκατερῖνα φῶς Χριστοῦ.

Εὐλογίας χάριν, τεῖνον χεῖρα τὴν σήν, ἣν κατέχει θησαυρὸν ὡς ἀσύλητον, τοῦ Σινᾶ Αἰκατερῖνα ἡ Μονή.

Ῥεῖθρα ἀναβλύζει, ἰαμάτων πολλῶν, ἡ σορὸς τῶν πανιέρων λειψάνων σου, ὡς κρουνός, Αἰκατερῖνα, ἱερός.

Ἴδε τοὺς τιμῶντας, οὐρανόθεν λαμπρῶς, τὴν σὴν μνήμην τὴν φαιδράν καὶ πανέορτον, ἐν ᾠδαῖς, Αἰκατερῖνα, μελιχραῖς.

Δόξα.
Τριαδικόν.

Νῦν σὲ δυσωποῦμεν, Παναγίᾳ Τριᾶς, τῆς σεμνῆς Αἰκατερίνης ἐντεύξεσι ῥῦσαι πάντας σοὺς οἰκέτας πειρασμῶν.

Καὶ νῦν.
Θεοτοκίον.

Ἀπό πάσης βλάβης, τοῦ ἐχθίστου ἡμᾶς, Θεοτόκε ἀγαθῇ ἀπολύτρωσαι, θαυμασίων ἀνυμνοῦντας σοῦ πληθύν.

Καὶ αὖθις τὸ πρῶτον·
Μακαρίζομεν σε, μελιρρύτοις ᾠδαῖς, θεαυγές Αἰκατερῖνα πανεύφημε, νύμφῃ πάγκαλε Νυμφίου Ἰησοῦ.

Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μακαρίζειν σε τὴν ἀθληφόρον, πόνους τοῦ τροχοῦ ὑπομείνασαν, ἀκλινῶς Αἰκατερῖνα εὐσταλές.

Ἄξιόν ἐστι, μακαρίζειν σε σοφούς ἀσόφους, δείξασαν ἐνστάσει ἁγίᾳ σου, θαυμαστώς, Αἰκατερῖνα εὐκλεές.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα·
«Χριστοῦ πάγκαλε νύμφῃ»

Χαίροις γυναικών, ἀθληφόρων καλλιμάρτυς κλέος, καὶ Ὑψίστου νύμφῃ περίδοξε, καὶ σεμνῇ, Αἰκατερῖνα θεαυγές.

Ῥεῖθρα δαψιλώς, τῶν λειψάνων ἀναβλύζει θήκῃ, σοῦ Αἰκατερῖνα, ἡ πάνσεπτος, ἰαμάτων τῶν σωμάτων καὶ ψυχῶν.

Ἰλεῶν ἡμῖν, τὸν Νυμφίον σου Αἰκατερῖνα, τὸν ὡραῖον κάλλει ἀπέργασαι, παρὰ πάντας, ἀθληφόρε, τοὺς βροτούς.

Σίναιον ᾠδαῖς, καταστέφει σε ἀεὶ ἀξίως, ὅτι ἐποπτεύεις ἑκάστοτε, τὴν Μονῇ Αἰκατερῖνα τὴν αὐτοῦ.

Τρώσασα ἐχθροῦ, τὴν ὀφρὺν σοῖς θεοσόφοις λόγοις, τῷ Παμβασιλεῖ εὐηρέστησας, καὶ Χριστῷ, Αικατερῖνα Ἰησοῦ.

Ὁ τῶν ἐν ὀπαῖς, καὶ σπηλαίοις τοῦ Σιναίου Ὄρους δῆμος μονοτρόπων γεραίρει σε, ἀκλινῶς Αἰκατερῖνα, ἐν ᾠδαῖς.

Ὕλην ὡς σαθράν, ἐλογίσω τὰ τερπνὰ τοῦ κόσμου, ἥνπερ τῶν αἰμάτων σου ἔκαυσας, ὀχετῶν Αικατερῖνα, τῇ φλογί.

Παῦσον τὰς ὁρμᾷς, τῶν παθών Αἰκατερῖνα Μάρτυς, τῶν μακαριζόντων σε πάντοτε, καὶ ζητούντων σὴν ταχεῖαν ἀρωγήν.

Ἄξιόν ἐστι, μακαρίζειν σε Αἰκατερῖνα, τοῦ Χριστοῦ τὴν νύμφην τὴν πάγκαλον, ἐν σταδίῳ ἀριστεύσασαν σοφῶς.

Γνῶσιν θεϊκήν, θησαυρίζουσα σοφίαν κόσμου, ἐβδελύξω καὶ πάντας ᾔσχυνας, τοὺς σοφούς Αἰκατερῖνα τῶν ἐθνῶν.

Δόξα.
Τριαδικόν.

Φώτισον ἡμῶν, τὴν σκοτόμαιναν τῆς ἀγνωσίας, Πάτερ σὺν Υἰῷ καὶ τῷ Πνεύματι, τῷ Ἁγίῳ φέγγει γνώσεως τῆς σῆς.

Καὶ νῦν.
Θεοτοκίον.

Ἡ τῶν εὐσεβῶν, Θεοτόκε ἀρωγὸς καὶ σκέπη, τῆς Αἰκατερίνης δεήσεσι, ῥῦσαι πάντας χαμαιζήλων ἡδονῶν.

Καὶ αὖθις τὸ πρῶτον·
Ἄξιόν ἐστι, μακαρίζειν σε τὴν ἀθληφόρον, πόνους τοῦ τροχοῦ ὑπομείνασαν, ἀκλινῶς Αἰκατερῖνα εὐσταλές.

Στάσις Γ΄. Ἠχός γ΄. Αἱ γενεαί πᾶσαι.
Αἱ γενεαί πᾶσαι, σὲ ὑμνολογοῦμεν, σοφῇ Αἰκατερῖνα.

Αἱ γενεαί πᾶσαι, σὲ ὡς φῶς τιμῶμεν, Σινᾶ Αἰκατερῖνα.

Καὶ τὰ έπόμενα φέροντα ἀκροστιχίδα·
«Ἡ τὸ Σίναιον ἁγιάζουσα.»

Ἡ νύμφῃ τοῦ Ὑψίστου, Αἰκατερῖνα ῥῦσαι, δεινῶν τοὺς σοὺς ἱκέτας.

Ταμείον προστασίας, ἀσύλητον ὑπάρχεις, πιστῶν Αἰκατερῖνα.

Ὅλῃ ψυχῆς ἐφέσει, ἠγάπησας Νυμφίον, Χριστὸν Αἰκατερῖνα.

Σιναίου ἀντιλήπτωρ, καὶ παρακλήτωρ πέλεις, θερμῇ, Αἰκατερῖνα.

Ἰλέωσαι τὸν Κτίστην, ἡμῖν σὲ ἀνυμνοῦσι, λαμπρῶς, Αἰκατερῖνα.

Ναὸς τοῦ Παρακλήτου, πανευπρεπὴς ἐδείχθης, κλεινῇ Αἰκατερῖνα.

Ἀδύτου φέγγους ἄστρον, τὸ Σίναιον φωτίζεις, φαιδρώς, Αἰκατερῖνα.

Ἰάματα ἐκχέεις, ὡς βρύσις πολυχεύμων, πιστοῖς Αἰκατερῖνα.

Ὁ ἔρως ἔθελξέ σε, Χριστοῦ Αἰκατερῖνα, νεότητος ἐν ὤρᾳ.

Νοῦν ἔπηξας σόν ϑεῖον, ἐπὶ Χριστοῦ ἀγάπης Αἰκατερῖνα πέτραν.

Αἱμάτων σου ῥανίσιν, ἀπέπνιξας τοὺς πλάνους, ἐχθρούς, Αἰκατερῖνα.

Γηϑόμενοί σοι χαῖρε, πιστῶς ἀναβοῷμεν, σεμνῇ Αἰκατερῖνα.

Ἰϑύντειρα πρὸς πόλον, Αἰκατερῖνα πέλεις, τῶν σὲ ὑμνολογούντων.

Ἀλεξανδρείας γόνε, Αἰκατερῖνα ῥύου, ἡμᾶς ἀνάγκης πάσης.

Ζοφώδη ἐμπαθείας, ἀχλύν, Αἰκατερῖνα, ἡμῶν ταχέως λῦσον.

Ὄλῃ μου διανοίᾳ, καὶ χείλεσι τιμῶ σε, φαιδρῶς Αἰκατερῖνα.

Ὑπὲρ τῶν ἱκετῶν σου, μὴ παύσῃ δυσωσποῦσα, Χριστὸν Αἰκατερῖνα.

Σωμάτων καὶ ψυχῶν τε, ὑγίειαν παράσχου, ἡμῖν Αἰκατερῖνα.

Δόξα.
Τριαδικόν.
Ἀίδιε Θεότης, Τριάς ἡ ἐν μονάδι, ἐλέησον τὸν κόσμον.

Καὶ νῦν.
Θεοτοκίον.
Χαρίτωσον τοὺς πίστει, σὲ ἀνυμνολογοῦντας, ἀπαύστως Θεοτόκε.

Καὶ αὖϑις τὸ πρῶτον·
Αἱ γενεαί πᾶσαι, σὲ ὑμνολογοῦμεν, σοφῇ Αἰκατερῖνα.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Αἰκατερῖναν μέλψαι.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατετλάγη ὁρῶν σου, τῆς σοφίας τὸν πλοῦτον, καὶ ἀνδρείαν σῆς ψυχῆς, ἣν ἐπέδειξας, Μάρτυς, πρὸ σοφῶν τῆς γῆς, οὓς σαφῶς κατήσχυνας σοῖς, Αἰκατερῖνα, ἐνθέοις ῥήμασι.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Αἰκατερῖναν μέλψαι.

Μύρα βλύζει ϑαυμαστῶς ἡ ϑήκη σου τῶν λειψάνων, Μάρτυς ἀϑληφόρε, καὶ παρέχει ῥῶσιν πᾶσιν ἄφϑονον τοῖς κραυγάζουσιν· Αἰκατερῖνα, νύμφῃ Ἰησοῦ, τοῦ Χριστοῦ, πανεύφημε, δίδου πᾶσι κατ᾽ ἄμφω ὑγίειαν.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Αἰκατερῖναν μέλψαι.

Λίαν πιστῶς σπεύδομεν ἀσπάσασϑαι τῆν πανίερον, Αἰκατερῖνα, τῶν λειψάνων σου σορὸν ἐν ὄρει τῷ Σιναίῳ καὶ ἐν ψυχικῇ κατανύξει κράζομεν· χαῖρε, Μάρτυς, πιστῶν ἡ ἀντίληψις.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Αἰκατερῖναν μέλψαι.

Μυροφόρων τὸ χρέος ἐκτελοῦντες σὴν μνήμην ὕμνοις ῥαίνομεν νῦν, Αἰκατερῖνα, καὶ βοῶμεν ϑερμῶς· Ἀγνωσίας τὸν ζόφον σκέδασον ἡμῶν φέγγει σῶν δεήσεων καὶ σοφίας ἡμᾶς ϑείας ἔμπλπσον.

Δόξα.
Τριαδικόν.
Προσκυνουμεν ἐκ πόϑου τῆν ἁγίαν Τριάδα, τὸν Πατέρα, τὸν Λόγον καὶ τὸ Ἅγιον Πνεῦμα εὐθαρσῶς ἐκβοῶντες· δεῖξον ἀτραπὸν ἡμῖν τὴν σωτήριον καὶ πρὸς δόξαν σὴν ἅπαντας ἴϑυνον.

Καὶ νῦν.
Θεοτοκίον.
Ζωοδότην ἐν μήτρᾳ σῇ Ἁγνῃ συλλαβοῦσαν ὑπὲρ λόγον, Παρϑένε, ὡς πυράφλεκτον Βάτον Μωυσῆς σε κατεῖδεν ἐν Σινᾷ, σεμνῇ Παρϑένε, τῶν δούλων σου οἵα χόρτον πάϑη ἀεὶ ἡ καίουσα.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα Σοι, ὁ Θεός. (ἐκ γ’)

Δίστιχον·
Χαῖρε, Αἰκατερῖνα, Σιναίου κλέος,
σὺν Γεωργίῳ ἔκραξε Χαραλάμπης.