Εγκώμια εις την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας

Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
-Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.

Ἡ Ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ ἡ Μήτηρ τῆς Ζωῆς κατατίθεται· ξένον θέαμα Ἀγγέλοις καὶ βροτοῖς.

-Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια Αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν Αὐτόν.

Μεγαλύνομέν σε, Θεοτόκε Ἁγνή, καὶ τιμῶμεν τὴν ἁγίαν σου Κοίμησιν, καὶ τὸν τάφον προσκυνοῦμεν τὸν σεπτόν.

-Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς Αὐτοῦ ἐπορεύθησαν.

Μαριὰμ πῶς θνήσκεις, ἡ ζωὴ τῶν πιστῶν; Πῶς δὲ τάφος τὸ σὸν σῶμα ἐχώρησε, τὸ χωρῆσαν τὸν ἀχώρητον παντί;

-Σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα.

Οὐρανῶν τεκοῦσα, Βασιλέα Θεόν, εἰς οὐράνια Βασίλεια σήμερον, μετατίθεσαι Σεμνὴ βασιλικῶς.

-Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.

Ἐκ τῆς γῆς μετέστης, καὶ τῆς γῆς οὐδαμῶς, Παναγία Θεοτόκε ἀφέστηκας, ῥυομένη πάντα κόσμον τῶν δεινῶν.

-Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.

Πᾶσα γῆ δοξάζει, τὴν ταφὴν τοῦ Χριστοῦ, καὶ ὑμνεῖ καὶ τὰ ἐντάφια Δέσποινα, τῆς ἀχράντου Του Μητρὸς πανευλαβῶς.

-Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.

Ἄγγελοι ὁρῶντες, ἠπλωμένην νεκράν, τὴν τῷ κόσμῳ τὴν ζωὴν ἀνατείλασαν, ἐκπληττόμενοι ἐθαύμαζον Ἁγνή.

-Τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα.

Ἀπεστάλη πάλιν, ἐκ Θεοῦ Γαβριήλ, καὶ τὴν σὴν εὐαγγελίζεται ἔξοδον, ἐπουράνιε ἀκήρατε Ἁγνή.

-Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.

Εἰς νυμφῶνα θεῖον, σὲ τὴν νύμφην Θεοῦ, ὁ Νυμφίος προσκαλεῖται Θεόνυμφε, συνευφραίνεσθαι ἀεὶ θεοπρεπῶς.

-Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.

Ἕως θρόνου θείου, ὅπου φῶς τὸ φρικτόν, τῆς Τριάδος καὶ ἀπρόσιτον ἔφθασας, καὶ κατέπαυσας Παρθένε ἀληθῶς.

-Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.

Τῷ Θεῷ προσῆλθες, τοῦ Θεοῦ μηδαμῶς, ἡ ἐκ μήτρας χωρισθεῖσα μηδέποτε, Θεοτόκε μεταστᾶσα ἀπὸ γῆς.

-Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.

Τὸ σεπτόν σου σῶμα, Κόρη διαφθοράν, καὶ ἐν μνήματι οὐκ εἶδεν, ἀλλ’ ἔνσωμος, μεταβέβηκας ἐκ γῆς πρὸς οὐρανόν.

-Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.

Τὸ πανάγιον σου, πρόσωπον καὶ νεκρόν, ὡς Παράδεισος ἐφαίνετο Πάναγνε, χάριν πνέον τοῖς ὁρῶσι καὶ ζωήν.

-Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ.

Τῶν υἱῶν Σου Μῆτερ, τὴν ἀγάπην ἡμῶν, καὶ τὸν ὕμνον τὸν ἐξόδιον πρόσδεξαι, προσφερόμενον ἐκ βάθους τῆς ψυχῆς.

-Ἐν ταῖς ἐντολαῖς Σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου.

Ἄνοιξόν σου Μῆτερ, τοὺς σεπτοὺς ὀφθαλμούς, καὶ τὰ τέκνα συνηγμένα ἐπίβλεψον, σοῦ τὴν Κοίμησιν δοξάζοντα σεπτῶς.

-Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.

Ἄνοιξον τὰ χείλη, καὶ δὸς λόγον ἡμῖν, Παναγία Θεοτόκε τοῖς δούλοις σου, τελευταῖον μεταστᾶσα ἀφ’ ἡμῶν.

-Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺςλόγους σου.

Μὴ ἐάσῃς Μῆτερ, ὀρφανοὺς νῦν ἡμᾶς, ἀπὸ γῆς εἰς οὐρανοὺς νῦν ἀπαίρουσα, τῷ Υἱῷ συνεσομένη καὶ Θεῷ.

-Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.

Κύκλῳ τῆς Σῆς κλίνης, παρεστῶτες θερμῶς, ἐκβοῶμέν σοι· Παρθένε ἐλέησον, Παναγία σῶσον πάντας τοὺς πιστούς.

-Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου.

Δεῦρο δή μοι Ἄννα, στῆθι νῦν μεθ’ ἡμῶν, πανηγύρεως τῆς σῆς προεξάρχουσα, Θεομήτορος ἁγίας θυγατρός.

-Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.

Δεῦρο δῶμεν δόξαν, αἴνεσίν τε Θεῷ, τῷ καλέσαντι Αὐτὴν εἰς τὰ Ἅγια, ὡς Ἁγίαν τῶν Ἁγίων τοῦ Θεοῦ.

-Ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.

Σήμερον ἐδέχθη, οὐρανὸς εὐκλεῶς, τὴν Βασίλισσαν παντὸς καὶ εὐφραίνεται, βασιλεύουσαν Θεῷ συνθεωρῶν.

-Περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.

Ὁ Θεὸς τῆς δόξης, ὁ Υἱός σου Ἁγνή, μετὰ δόξης ὡς Μητέρα προσήκατο, καὶ ἐκάθησεν Αὐτοῦ ἐξ δεξιῶν.

-Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλος σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου.

Περιβεβλημένη, νῦν παρέστης Θεῷ, καὶ πεποικιλμένη ἐν χάρισιν, ὡς Βασίλισσα καὶ Μήτηρ τοῦ Θεοῦ.

-Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.

Ἄγγελοι Παρθένε, διηκόνουν ἐν γῇ, Ἄγγελοι καὶ νῦν ἐν τοῖς οὐρανοῖς, σοὶ παρίστανται Ἁγνὴ δουλοπρεπῶς.

-Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου.

Στρατιαὶ Ἀγγέλων, καταπτᾶσαι Σεμνή, μετὰ δέους περιΐσταντο Δέσποινα, τὴν Μετάστασιν θεώμενοι τὴν σήν.

-Τὰς ὁδούς μου ἐξήγγειλα καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου.

Νοεραὶ Δυνάμεις, νοερῶς σὺν ἡμῖν, καὶ νῦν ἤδη παρεστῶσαι συμψάλλουσι, τὴν μετάστασιν δοξάζουσαι τὴν σήν.

-Ὁδὸν δικαιωμάτων σου συνέτισόν με καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.

Ἐκ περάτων ἤλθον, οἱ Χριστοῦ Μαθηταί, λειτουργῆσαι τῇ κηδεύσει σου Δέσποινα, καὶ ὑμνῆσαί σου τὴν Κοίμησιν Ἁγνή.

-Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου.

Ὁ Θεὸς Παρθένε, τοὺς Ἀγγέλους Αὐτοῦ, καὶ τοὺς θείους Ἀποστόλους προέπεμψεν, εἰς κηδείαν τῆς Μητρὸς υἱοπρεπῶς.

-Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με.

Τῶν Ἁγίων πᾶσαι, συμπαρῆσαν ψυχαί, Προπατόρων Προφητῶν καὶ Δικαίων τε, τὴν ἐξόδιον προσφέρουσαι ᾠδήν.

-Ὁδὸν ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.

Σὲ δοξάζει πᾶσα, Θεοτόκε Ἁγνή, ζῶσάν τε καὶ νῦν μετὰ θάνατον, οὐρανίων ἐπιγείων ἡ πληθύς.

-Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς.

Ζῆς καὶ μετὰ πότμον, Ζωοδόχε Πηγή· ἐκ ζωῆς γὰρ εἰς ζωὴν μεταβέβηκας, ὡς τεκοῦσα τὴν ἀείζωον ζωήν.

-Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.

Εἰ καὶ Κόρη θνήσκεις, ἤδη νῦν καθ’ ἡμᾶς, ἀλλὰ πάντων Βασιλὶς ἀναδέδειξαι, ὡς τὸν Κτίστην συλλαβοῦσα τοῦ παντός.

-Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου καὶ ἐκζητήσω αὐτὴν διαπαντός.

Εἰ καὶ συγκαλύπτῃ, τάφῳ Κόρη σμικρῷ, ἀλλ’ αὐτὸς ὁ οὐρανός σοι ἠνέῳκτο, καὶ ἐν θρόνῳ ὑπεδέξατο Θεός.

-Συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.

Ὁ Πατρὸς ἐκ κόλπων, ἐκφοιτήσας Θεός, καὶ ἐν κόλποις εἰσελθὼν τοῖς σοῖς ἄἌραντε, ὑπεδέξατο ἐν κόλποις σὲ Ἁγνή.

-Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα.

Ὁ Θεὸς ἐτάφη, καὶ ἡ Μήτηρ Θεοῦ, ἐν τῷ ἅδῃ ὁ Θεὸς καταβέβηκε, καὶ ἡ Μήτηρ ὑπεισῆλθε τοῦ Θεοῦ.

-Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν.

Τὸν Υἱὸν Παρθένε, οὐδὲ ἐν τῷ Σταυρῷ, ἐγκατέλιπες· διὸ οὐ κατέλιπε, σὲ νῦν ἤδη συμπαρῶν σωματικῶς.

-Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.

Τὴν ταφὴν δοξάζεις, τοῦ Υἱοῦ μητρικῶς, καὶ Αὐτὸς ἀντιδοξάζει τὴν Κοίμησιν, τὴν ἁγίαν σου Παρθένε θεϊκῶς.

-Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου.

Ἤνεσάν σε πάντες, Ἄγγελοι τοῦ Θεοῦ, ὅτε Κόρη οὐρανοὺς ὑπερβέβηκας, καὶ πεσόντες προσεκύνησαν σεπτῶς.

-Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά.

Θρόνῳ προσελθοῦσα, τοῦ Ὑψίστου Θεοῦ, προσπεσοῦσα δουλικῶς προσεκύνησας, καὶ παρέστηκας ὁρῶσα τὸν Θεόν.

-Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς Σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.

Ὦ χαρᾶς ἀφράστου, ὦ ἀπείρου τιμῆς· Μαριὰμ σὺν Ἰησοῦ τῷ Υἱῷ Αὐτῆς, βασιλεύει οὐρανοῦ τε καὶ τῆς γῆς.

-Καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου.

Θεοτόκε Κόρη, μεταστᾶσα τῆς γῆς, τοὺς ἐν γῇ μὴ διαλίπῃς φυλάττουσα, προσκυνοῦντας τὴν Μετάστασιν τὴν σήν.

-Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.

Οὐρανόθεν Μῆτερ, ὅπου νῦν κατοικεῖς, ἐπιβλέψασα τὴν γῆν εὐσπλαγχνίσθητι, καὶ ἐλέησον τὸν κόσμον Ἀγαθή.

-Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας, ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα.

Οἱ Ἀπόστολοί σου, Θεοτόκε Ἁγνή, τὸ πανάγιον ὡς εἴδοσαν σκῆνός σου, προσπεσόντες κατησπάζοντο σεπτῶς.

-Καὶ φυλάξω τὸν νόμον σου διαπαντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἐξοδίους ὕμνους, συνῳδὰ καὶ ᾠδάς, συστησάμενοι χορείαν ἐξῇδόν σοι, ἐξιστάμενοι τῇ δόξῃ σου Ἁγνή.

-Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.

Ἐκ θεοτερποῦς σου, ἀγλαΐας ἐκεῖ, ἐλλαμπόμενοι Παρθένε ἠγάλλοντο, καὶ ἐδόκουν τὸν Υἱόν σου καθορᾷν.

-Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.

Τὸ ζωαρχικόν σου, σκῆνος ποίαις χερσί, νῦν προσψαύσωμεν Πανάχραντε ἔλεγον, τὸ τοῦ Λόγου ἐνδιαίτημα σεπτόν;

-Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς Σου, ἃς ἠγάπησα σφόδρα.

Ποίους λόγους Κόρη, σοὶ προσείπωμεν νῦν; Ποίους ὕμνους Ὑπερύμνητε Δέσποινα, τῇ Κοιμήσει σου προσοίσωμεν ἡμεῖς;

-Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.

Μαριὰμ Παρθένε, τὸ γλυκὺ τοῦ Θεοῦ, ὄνομα καὶ πρᾶγμα πῶς τέθνηκας, ἡ θεώσασα τὴν φύσιν τῶν βροτῶν;

-Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με.

Πῶς ὡράθης ἄπνους, ἡ τὸν πᾶσαν πνοήν, παρεχόμενον ἀῤῥήτως γεννήσασα; Ὦ τοῦ πράγματος Παρθένε τοῦ καινοῦ.

-Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με.

Πῶς ἡ ὑπερβᾶσα, φύσεως τοὺς θεσμούς, ὑποκύπτεις τοῖς τῆς φύσεως Δέσποινα, καὶ θανάτου πεῖραν ἔσχες καθ’ ἡμᾶς;

-Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.

Ἡ τὴν νεμομένην, τοῦ θανάτου ὁρμήν, στήσασα Παρθένε τῷ τόκῳ σου, πῶς θανάτου νῦν ὑπέστῃς τὴν φοράν;

-Ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε, καὶ παρεκλήθην.

Ἡ πυρφόρος βάτος, ὡς πυράγραις αὐτοῦ, τοῦ θανάτου συνεσχέθης Θεόνυμφε, ἡ βαστάσασα θεότητος τὸ πῦρ.

-Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.

Ἐκοιμήθης Κόρη, οὐχὶ τέθνηκας νῦν, καὶ πρὸς κρείττονα ζωὴν καὶ ἀθάνατον, ἀφυπνώσασα εὑρέθης ἐν σαρκί.

-Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου.

Κιβωτὸς ἡ θεία, ἐν σκηνῇ θαυμαστῇ, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ κατεσκήνωσε, διαθήκης τοῦ Θεοῦ τῆς πρὸς ἡμᾶς.

-Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.

Ἡ χρυσέα στάμνος, μετετέθη τῆς γῆς, ἔνθα μάννα τὸ οὐράνιον τέθειται, ἡ Θεόπαις Μαριὰμ πρὸς τὸν Θεόν.

-Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.

Τοῦ Θεοῦ καὶ Λόγου, ἡ παστὰς ἀπὸ γῆς, εἰς οὐράνιον παστάδα εἰσέρχεται, ὑπὲρ λόγον ἡ Θεόνυμφος Ἁγνή.

-Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.

Τοῦ Εὐαγγελίου, τεθησαύρισται νῦν, μαργαρίτης ὁ πολύτιμος σήμερον, ἀποκρύφοις θησαυροῖς τοῖς τοῦ Θεοῦ.

-Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου.

Τῆς οἰκονομίας, τῆς ἐνσάρκου Θεοῦ, τὸ κεφάλαιον αὐτὸ τὸ μυστήριον, ἡ μετάστασις ἡ σὴ πρὸς τὸν Θεόν.

-Διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.

Βλέποντές σε Κόρη, τὴν Μητέρα Θεοῦ, ἐδοκοῦμεν τὸν Θεὸν βλέπειν πάντοτε· πῶς δ’ ὑποίσομεν νυνὶ τὸν χωρισμόν;

-Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.

Ἄπνουν σε πρσβλέπειν, τὴν τὸ Πνεῦμα Θεοῦ, κεκτημένην σε Θεόνυμφε ἔνοικον, συνεκλείπει καὶ τὸ πνεῦμα τὸ ἡμῶν.

-Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

Θεοτόκε Κόρη, ἡ χαρὰ ἡ ἡμῶν· Θεοτόκε τὸ ἡμέτερον κήρυγμα· Θεοτόκε ποῦ ἀπαίρεις ἀφ’ ἡμῶν;

-Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.

Ποῦ ἀπαίρεις Κόρη; Ποῦ μεθίστασαι νῦν; Ὑπεράνων οὐρανῶν ὑπερίπτασαι, ἐκλιποῦσα ἐπὶ γῆς τοὺς νεοσσούς.

-Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.

Δαυῒδ Θεοπάτορ, πάρεσο ἤδη νῦν, ἐν ἐξόδῳ τῆς Μητρὸς τοῦ Θεοῦ ἡμῶν, καὶ εὐσήμῳ ἐν ἡμέρᾳ ἑορτῆς.

-Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με.

Ἄρατε τὰς πύλας, τοῖς Ἀγγέλοις Θεοῦ, ἀναβόησον καὶ νῦν ὑποδέξασθαι, τὴν Μητέρα τοῦ Θεοῦ θεοπρεπῶς.

-Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.

Ὁ ὡραῖος κάλλει, Βασιλεὺς οὐρανῶν, νῦν τοῦ κάλλους τῆς Μητρὸς ἐπεθύμησε, καὶ ἐκάλεσιν Αὐτὴν ἐν οὐρανοῖς.

-Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.

Εἰ καὶ Κόρη δέχῃ, τὴν ταφὴν ὡς θνητή, ἀλλ’ ὡς Μήτηρ τοῦ Θεοῦ ἐξανέστης δέ, διὰ Πνεύματος Θεοῦ τοῦ Παντουργοῦ.

-Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.

Θεοδόχον σῶμα, εἰ καὶ τάφω χωρεῖ, ἀλλ’ ἐν τάφῳ διαμένειν οὐκ ἔμαθεν, ἀλλ’ ἀνίσταται δυνάμει θεϊκῇ.

-Χρηστὸς εἶ Σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί Σου δίδαξόν με τὰ δικαιώματά σου.

Ἡ ταφή σου κλίμαξ, Θεοτόκε Ἁγνή, σοὶ τῇ κλίμακι οὐράνιος γέγονε, δι’ ἧς ἔφθασας Θεὸν τὸν ἐπ’ αὐτῆς.

-Ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων.

Ὁ φωσφόρος λύχνος, τοῦ ἀδύτου φωτός, ὑπὸ γῆν μὲν πρὸς μικρὸν ὑποκρύπτεται, ἀλλὰ τέθειται λαμπρῶς ἐφ’ ὑψηλοῦ.

-Ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.

Ἡ καταραθεῖσα, ἐκ Θεοῦ ἅπαξ γῆ, ἡγιάσθη τῇ ταφῇ τοῦ Θεοῦ ἡμῶν, καὶ νῦν πάλιν τῇ ταφῇ σοῦ τῆς Μητρός.

-Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.

Οὐρανόθεν πίστει, φεῦ ὁ ἄσαρκος πρίν, ὑπεράνω οὐρανῶν βαβαὶ γίνεται, νῦν ἡ ἔνσαρκος Παρθένος Μαριάμ.

-Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.

Τὸ ἀξίωμά σου, καὶ ἡ δόξα Ἁγνή, εἰσελήλυθε τῆς δόξης ἐνώπιον, τοῦ Κυρίου μεταστάσης ἀπὸ γῆς.

-Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

Πύλη διὰ πύλης, ὢ πραγμάτων καινῶν, οὐρανὸς εἰς οὐρανὸν νῦν εἰσέρχεται, καὶ ὁ θρόνος ἐν τῷ Θρόνῳ τοῦ Θεοῦ.

Δόξα. Τριαδικόν.
Ἀνυμνοῦμεν Λόγε, σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου μορφήν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, πᾶσαι αἱ γενεαί, Θεοτόκε Ἀειπάρθενε Δέσποινα, καὶ δοξάζομεν τὴν Κοίμησιν τὴν Σήν.

Καὶ πάλιν τὸ πρῶτον:
Ἡ Ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ ἡ Μήτηρ τῆς Ζωῆς κατατίθεται· ξένον θέαμα Ἀγγέλοις καὶ βροτοῖς.

Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιον ἐστί.
-Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν τὴν ζωηφόρον μετάστασιν, μεγαλύναντα Μητρός σου τῆς Ἁγνῆς

-Οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὴν Θεοτόκον, τὴν ψυχὴν τὴν θείαν καὶ ἄμωμον, ἐν χερσὶ παραθεμένην τοῦ Θεοῦ.

-Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.

Ἵστατο πληθύς, καὶ ἐξίστατο πᾶσα Ἀγγέλων, βλέπουσα Θεὸν τὸν ἀπρόσιτον, προσιόντα τῇ Μητρὶ σεμνοπρεπῶς.

-Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.

Ἔφριξε Θεόν, κατερχόμενον πᾶλιν ὁρῶσα, καὶ ψυχὴν φρικτῶς χειριζόμενον, καὶ ἐν δόξῃ ἀνελθόντα θεϊκῇ.

-Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστιν.

Οἶκον ἑαυτῆς, μετοικίσασα γῆς ἡ σοφία, πρὸς τὸν ἑαυτῆς ὑπερκόσμιον, νῦν ἐπλήρωσε τῆς δόξης τοῦ Θεοῦ.

-Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.

Οὐκ ἐξ οὐρανοῦ, ἡ Θεόνυμφος Κόρη κατέβη, ἀλλ’ εἰς οὐρανοὺς ἀναβέβηκεν, ὡς τεκοῦσα ἐπουράνιον Θεόν.

-Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.

Νῦν ὁ οὐρανός, βάτος γέγονε καὶ τοῖς ἀνθρώποις· δεῦτε Χριστοφόροι οὖν ἅπαντες, συνανέλθωμεν Μητρὶ τῇ τοῦ Θεοῦ.

-Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.

Ἔδυς ὑπὸ γῆν, ἡ ἀνήροτος γῆ τοῦ Κυρίου, στάχυν τῆς ζωῆς ἡ βλαστήσασα, καὶ ἐν χώρᾳ ὑπεξέδυς οὐρανοῦ.

-Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα.

Ἥλιος ἰδών, πρὶν τὸν Ἥλιον δικαιοσύνης, εἶδε καὶ σελήνην νῦν δύνασαν, τὴν Παρθένον καὶ Μητέρα τοῦ φωτός.

-Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με;

Τάφος ἀφεγγής, τὸ κατάσκιον καὶ φωτοφόρον, ὄρος τοῦ Κυρίου ἐκάλυψε, τὸ καλύψαν οὐρανοὺς τῇ ἀρετῇ.

-Ὅτι ἐγεννήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

Εἰ καὶ ἀπὸ γῆς, πρὸς οὐράνια μετέστης Κόρη, ἀλλὰ πᾶσα γῆ συναγάλλεται, καὶ δοξάζει τὴν μετάστασιν τὴν σήν.

-Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; Πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;

Εἰ καὶ οὐρανός, τὸ ἀκήρατον σῶμα συνέχει, ἀλλ’ ἡ χάρις Κόρη ἐκκέχυται, καὶ πληροῖ ἅπαν τὸ πρόσωπον τῆς γῆς.

-Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁνόμος σου, Κύριε, πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.

Ὕμνοις πρὸς Θεόν, προσευχαῖς τε καὶ νηστείαις Κόρη, ταύτας τὰς ἡμέρας σχολάζουσα, ἐξεδέχου τὴν Μετάστασιν τὴν σήν.

-Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.

Χαίρει ἡ ψυχή, καὶ τὸ πρόσωπον φῶς ἐξαστράπτει, ἤδη ἐκδημούσης πρὸς Κύριον, Παναγία καὶ Κυρία τῶν πιστῶν.

-Κατὰ τὸ ἔλεός σου ζῆσόν με καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.

Ἤδη οἱ πιστοί, ἐπιτάφιον ὕμνον τελοῦμεν, σοὶ τῇ ἀπαρχῇ τῆς ζωῆς ἡμῶν, παριστάμενοι τῷ τάφῳ σου σεπτῶς.

-Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου·

Πόθῳ Σε πιστοί, νῦν ὀρθρίζοντες δοξολογοῦμεν, Δέσποινα Παρθένε ἀμόλυντε, καὶ δοξάζομεν τὴν Κοίμησιν τὴν σήν.

-Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.

Μνήσθητι ἡμῶν, τὴν Μετάστασιν τὴν σὴν Παρθένε, τῶν πιστῶς ὑμνούντων Θεόνυμφε, ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν.

-Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σα.

Νῦν ὁ δυνατός, ὡς προέφησας σοὶ μεγαλεῖα, Ἄχραντε Παρθένε ἐποίησεν, οὐρανοῦ τε καὶ τῆς γῆς ὁ Ποιητής.

-Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.

Ἵστασαι νυνί, πρὸς Θεότητος τῆς τριπροσώπου, πρόσωπον πρὸς πρόσωπον βλέπουσα, ὅπου πρόσωπα καλύπτει Σεραφείμ.

-Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.

Νῦν ὁ οὐρανός, συναγάλλεται τῇ γῇ καὶ χαίρει, ἄνθρωποι Ἀγγέλοις συνήνωνται, μεταστάσης τῆς Ἁγνῆς ἐν οὐρανῷ.

-Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.

Νῦν Ἰωακείμ, συνευφραίνεται ἐπὶ τῇ δόξῃ, τῆς παιδὸς αὐτοῦ καὶ θεόπαιδος, τῇ ἀῤῥήτῳ καὶ ἐνθέῳ ἀληθῶς.

-Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα.

Ἡ Γεσθημανή, τὸν μακάριον τάφον λαχοῦσα, καὶ παρθενικὸν μακαρίζεται, τιμωμένη ὡς παστὰς βασιλική

-Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα.

Δεῦτε οἱ πιστοί, εἰς τὸν Ἅγιον Τάφον Κυρίου, καὶ τῆς παναγίας Αὐτοῦ Μητρός, προσκυνήσωμεν ἐν φόβῳ καὶ χαρᾷ.

-Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μου ἐστιν.

Ἱερουσαλήμ, καταλάβωμεν πάντες προθύμως, καὶ τὰ τελεσθέντα μυστήρια, ἐποψόμεθα Θεοῦ τὰ πρὸς ἡμᾶς.

-Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν.

Ἄγγελοι σεπτῶς, περιέπουσιν Ἁγνὴ τὸν τάφον, τὸν σεπτόν σου φῶς ἐξαστράπτοντα, φωτιζόμενον φωτὶ τῷ τοῦ Θεοῦ.

-Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστιν.

Ἔφριξαν ὁμοῦ, ἐναέρια πνεύματα πάντα, τὴν εἰς οὐρανούς σου ἀνάβασιν, καὶ κατέπτηξας τὸ κράτος σου Ἁγνή.

-Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.

Ἔπτηξε σατᾶν, ἰδὼν αὖθις τὸ φῶς ἐν τῷ ᾅδῃ, καὶ θρηνῶν καὶ στένων ἐκραύγαζε· τί ἐμοὶ καὶ σοὶ ὦ Μῆτερ τοῦ Θεοῦ;

-Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.

Ὦ πλοῦτος Θεοῦ, Ὦ ἀμέτρητον βάθος ἀγάπης, καὶ τὰ καταχθόνια ἔπλησε, τῆς ἐνδόξου παρουσίας τῆς Μητρός.

-Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.

Πρὶν ὑπὲρ ἡμῶν, ἐν τῷ ᾅδῃ ὁ Χριστὸς κατῆλθε, νῦν δὲ δι’ ἡμᾶς ἀνελήλυθεν, ἡ Παρθένος Μαριὰμ ἐν οὐρανῷ.

-Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.

Κάθοδον Θεοῦ, καὶ τὴν ἄνοδον τὴν σὴν Παρθένε, προσκυνῶ δοξάζω καὶ σέβομαι, ὡς αἰτίας τῆς εἰσόδου μοι ζωῆς.

-Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.

Ζώνην τὴν σεπτήν, εἰς μαρτύριον τῆς σῆς ἐνσάρκου, γῆθεν πρὸς Θεὸν Μεταστάσεως, ἐγχειρίζεις Θεοτόκε τῷ Θωμᾷ.

-Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου.

Εἰ καὶ ὁ Θωμᾶς, νῦν ὁ Δίδυμος πάλιν ἐκλείπειν, ἀλλὰ μυστηρίων ἠξίωται, τῇ ἐνδόξῳ Ἀναστάσει τοῦ Χριστοῦ.

-Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.

Ἀραβιανόν, σκολιώτατον γένος Ἑβραίων, τὸν Υἱὸν Σταυρῷ παραδέδωκας, καὶ τὰς χεῖρας νῦν κινεῖς κατὰ Μητρός.

-Ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.

Πῶς τῆς Κιβωτοῦ, τὸ κιβώτιον Θεοῦ τοῦ ζῶντος, κατασπᾷν ἀλάστορ τετόλμηκας; Ἀλλ’ ὑπέφθασεν ἡ δίκη τὴν τομήν.

-Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.

Κάτω σε Ἁγνή, οἱ Ἀπόστολοι περιεκύκλουν, ἄνω αἱ Δυνάμεις ὑπήντων σοι, ὡς Ἀγγέλων τε Κυρία καὶ βροτῶν.

-Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

Θρῆνον ἱερόν, συντελοῦντές σοι Κόρη ἐβόων· πῶς σε τοῦ Θεοῦ τὸ παλάτιον, συγκαλύψωμεν τῇ γῇ νεκροπρεπῶς;

-Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.

Πῶς τὸν λογικόν, ὑπὲρ ἔννοιαν πᾶσαν καὶ λόγον, τοῦ Υἱοῦ καὶ Λόγου Παράδεισον, παραδώσομεν τῷ τάφῳ σε Ἁγνή;

-Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἰσιν.

Λόγοις θεϊκοῖς, θεοκήρυκας παραμυθοῦσα, τὸ πολὺ τῆς λύπης διέλυες, προσλαλοῦσα Θεομῆτορ μητρικῶς.

-Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν.

Πένθος τὴν χαράν, τοῦ Κυρίου καὶ Υἱοῦ μου τέκνα, τῆς πρὸς τὸν Θεὸν ἐνδημίας μου, μὴ ἐργάσησθε τοῖς δάκρυσιν ὑμῶν.

-Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.

Πρέσβις πρὸς Θεόν, ἤδη ἄπειμι ὑπὲρ τοῦ κόσμου· μεθ’ ὑμῶν εἰμὶ ἐν τῷ κόσμῳ δέ, σὺν Κυρίῳ ὡς ὑπέσχετο ἀεί.

-Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα.

Φρίττομεν Ἁγνή, τὸ πανάγιον καὶ θεοδόχον, σῶμά Σου προσψαῦσαι οἱ δοῦλοί σου, καὶ κηδεῦσαι τὴν Μητέρα τῆς ζωῆς.

-Ἐκκλίνατε ἀπ᾿ ἐμοῦ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.

Τίνας στολισμούς; Τίνα σπάργανα Κόρη καὶ μύρα; Τίνα δὲ ἐντάφια ᾄσματα, τῇ κηδεύσει σου προσφέρομεν Ἁγνή;

-Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου καὶ ζῆσόν με καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.

Βασιλεῖς τῆς γῆς, καὶ οἱ πλούσιοι λαοῦ Παρθένε, πρόσωπον τὸ σὸν λιτανεύουσι, Βασιλέως οὐρανοῦ ὡς θυγατρός.

-Βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός.

Θεὸς ἐν Μητρί, ἀνεπαύσατο ἐν γῇ ὡς βρέφος, νῦν δ’ ἐν οὐρανῷ ἀναπαύεται, καὶ εὐφραίνεται ἡ Μήτηρ ἐν Θεῷ.

-Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.

Νῦν ἡ Μαριάμ, τὸ πανάχραντον σῶμα Κυρίου, τὸ τεθεωμένον ἀγάλλεται, θεωμένη ἐν τῷ θρόνῳ τοῦ Θεοῦ.

-Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.

Ἤκουσας ἐκεῖ, νῦν τὰ ἄῤῥητα ῥήματα Κόρη, καὶ τὰ τῆς σοφίας σοι ἄδηλα, καὶ τὰ κρύφια ἐδήλωσε Θεός.

-Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.

Ἤρθη ἀπὸ γῆς, ἡ περίδοξος πόλις Κυρίου, περὶ ἧς ἐνδόξως λελάληνται, καὶ εἰσήχθη εἰς τὸν οἶκον τοῦ Θεοῦ.

-Ἐποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.

Ἤρθη ἀπὸ γῆς, ἡ ἀμίαντος γῆ καὶ παρθένος, ἐξ ἧς ὁ Ἀδὰμ πεπλαστούργηται, τοῦ Προπάτορος Ἀδὰμ ὁ πλαστουργός.

-Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.

Νῦν ὁ οὐρανός, ὑποδέχεται Θεοῦ τὸ ἅρμα, μυριοπλασίως τὸ ἅγιον, σὺν Ἁγίων μυριάσιν εὐκλεῶς.

-Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.

Σήμερον ἐκ γῆς, ἡ ἀμόλυντος παναγεστάτη, ἔνθα τὸ ἀρχέτυπον ἵδρυται, ἀναφέρεται εἰκὼν καινοπρεπῶς.

-Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με.

Ἐνθεαστικῶς, τὸν θεόγλυπτον νῦν ἀνδριάντα, κάλλος τὸ τῆς γῆς περιούσιον, μετατίθησι Θεὸς ἐν οὐρανῷ.

-Δοῦλός σου εἰμι ἐγώ· συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου.

Βίβλος μυστική, ἐν ᾗ γέγραπται Θεοῦ ὁ Λόγος, ἐν χερσὶ Θεοῦ κατατίθεται, οὐρανίων Μυστηρίων εἰς γραφήν.

-Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου.

Ὡς περιστερά, τετρωμένη τῆς ἀγάπης Κόρη, θρόνον τοῦ Θεοῦ περιΐπτασαι, παριπτᾶσα νοσσιὰν τὴν ἐπὶ γῆς.

-Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου, ὑπὲρ χρυσίον καὶ τοπάζιον.

Γῆς καὶ οὐρανοῦ, παμβασίλεια οἷα Μαρία, εἰς τὴν Βασιλείαν εἰσάγαγε, τοὺς δοξάζοντας τὴν Κοίμησιν τὴν σήν.

-Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.

Κοίμησον Ἁγνή, τῇ κοιμήσει Σου τῇ ζωηφόρῳ, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ στερέωσον Αὐτὴν ὡς Ἀγαθή.

-Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.

Ὑμνοῦμεν Ἁγνή, νῦν τὴν Κοίμησιν καὶ τὴν Ταφήν σου, καὶ πάντες πιστῶς ἐκθειάζομεν, λυτρωθέντες τοῦ θανάτου διὰ σοῦ.

-Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.

Κλίνην τὴν σεπτήν, τὴν ἁγίαν σε καὶ θεοδόχον, σεπτῶς ἐπὶ κλίνης θεώμενοι, οἱ Ἀπόστολοι ἐβόων ἐν κλαυθμῷ.

-Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.

Ἔντεινε Σεμνή, ἀειπάρθενε Κόρη Μαρία, καὶ κατευοδοῦ καὶ βασίλευε, εἰς αἰῶνας τῶν αἰώνων σὺν Θεῷ.

Δόξα. Τριαδικόν.
Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, ὕψωσον τὸ κέρας Χριστιανῶν, ὡς Παντελεήμων καὶ Ἀγαθός.

Καὶ νῦν. Θεοτοκίον.
Τέξασα ζωήν, Παναμώμητε Ἁγνὴ Παρθένε, καὶ πρὸς τὴν ζωὴν μεταστᾶσα νῦν, καταξίωσον καὶ πάντας τοὺς πιστούς.

Καὶ πάλιν τὸ πρῶτον.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν τὴν ζωηφόρον Μετάστασιν, μεγαλύναντα Μητρός Σου τῆς Ἁγνῆς.

Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
-Ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι Παρθένε.

-Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.

Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῇ Κόρῃ.

-Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.

Οἱ Μαθηταὶ Χριστοῦ μου, κηδεύουσι τὸ σῶμα, Μητρὸς τῆς τοῦ Θεοῦ μου.

-Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου.

Ἀγγέλων Ἀρχαγγέλων, αἱ Τάξεις παρεστῶσαι, συνύμνουν ἀοράτως.

-Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.

Αἱ τίμιαι γυναῖκες, μετὰ τῶν Ἀποστόλων, ἐβόων θρηνῳδοῦσαι.

-Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου.

Ἀπείρανδρε Παρθένε, Θεοῦ Μῆτερ Ὑψίστου, πῶς φέρωμεν τὸ πάθος;

-Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα.

Ἡ Σὴ νῦν ἐκδημία, χαρὰ παντὶ τῷ κόσμῳ, ἡμῖν δὲ πένθος λύπης.

-Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.

Τῆς Σῆς φιλοστοργίας, καὶ τῆς κηδεμονίας, μὴ ἀπορφανισθῶμεν.

-Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.

Πῶς τὸ γλυκὺ τὸ ὄμμα, τὸ φῶς ἡμῶν Παρθένε, ὑποίσωμεν μὴ βλέπειν;

-Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

Πῶς τὸ φιλόθεόν σου, καὶ θεολόγον στόμα, σιγῇ φεῦ συνεδέθη;

-Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ νόμος σου ἀλήθεια.

Μητρὸς τοῦ Διδασκάλου, ἡμῶν οὐκ ἀποστῶμεν, Ἀπόστολοι ἐβόων.

-Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου.

Ἐν νεφέλαις πάλιν, προπέμψομέν σε Κόρη, ἕως τῶνοὐρανίων.

-Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με καὶ ζήσομαι.

Ἡ ῥάβδος ἡ ἁγία, τάφῳ κατατεθεῖσα, ζωὴν ἀναβλαστάνει.

-Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω.

Τῷ τάφῳ κατετέθη, ἡ τοὺς νεκροὺς ἐκ τάφων, ἐγείρασα τῷ τόκῳ.

-Ἐκέκραξά σοι,  σῶσόν με καὶ φυλάξω τὰ μαρτύριά σου.

Ποῦ ἀπαίρεις Μῆτερ; Ὁ φίλος καὶ παρθένος, υἱοπρεπῶς ἐβόα.

-Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.

Εἰς τὴν χαρὰν Υἱοῦ Σου, ἀπαίρεις Θεομήτορ, καὶ γέγηθας καὶ χαίρεις.

-Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρο, τοῦ μελετᾶν τὰ λόγιά σου.

Ἡ ἐν Κανᾷ τῷ γάμῳ, νῦν πάλιν προσεκλήθης, μετὰ τῶν Ἀποστόλων;

-Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με.

Παράλαβε Παρθένε, πρὸς τὸ θεῖόν σου τέκνον, κἀμὲ νῦν τὸν υἱόν σου.

-Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.

Μετάστησόν με Μῆτερ, τῇ σῇ νῦν Μεταστάσει, πρὸς τὸν ἐκ σοῦ τεχθέντα.

-Ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.

Ἵνα συμπαραστῶμεν, ἐν οὐρανῷ τῇ δόξῃ, ὡς ἐν Σταυρῷ τῷ πάθει.

-Κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.

Σὺν Νόων μυριάσι, κατῆλθεν ὁ Δεσπότης· Γεθσημανὴ ἀγάλλου.

-Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

Τῶν Μαθητῶν χορεία, εὐφράνθητε ἰδόντες, τὸν Κύριον ἐν δόξῃ.

-Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με.

Πᾶσα ἡ γῆ σκιρτάτω, Θεὸν αὖ κατιόντα, σήμερον κατιδοῦσα.

-Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.

Ἐξέλθωμεν ταχέως, εἰς ὑπαντὴν Κυρίου, αὖθις συγκαταβάντος.

-Ὁἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με.

Ἀκουτισθῶμεν πάντες, Θεοῦ νῦν συλλαλοῦντος, Μητρὶ τῇ Παναχράντῳ.

-Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.

Ὦ γλυκυτάτη Μῆτερ, πρὸς τὸ γλυκύτατόν σου, ἐλθὲ χαίρουσα Τέκνον.

-Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.

Ἴδε νῦν ὁ Υἱός σου, ἰδοὺ παραλαβεῖν σε, εἰς τὰ ἴδια ἦλθε.

-Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.

Ἐνώπιον τῆς δόξης, Πατρὸς ἐμφανισθῆναι, τὴν δόξαν τῆς Μητρός μου.

-Ἀρχὴ τῶν λόγων σου ἀλήθεια καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.

Δοξάζω σου Θεέ μου, πρὸς τὸν Υἱὸν ἡ Μήτηρ, τὴν ἄκραν εὐσπλαγχνίαν.

-Ἄρχοντες κατεδίωξάν με δωρεάν καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.

Δοξάζω σε Υἱέ μου, καὶ προσκυνῶ τὴν δόξαν, τῆς σῆς μεγαλωσύνης.

-Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά.

Πλησίον τοῦ Πατρός μου, ἐλθέ μου ἡ πλησίον, τῆς γῆς ἐξαναστᾶσα.

-Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα.

Κῆπος ὁ κεκλεισμένος, ἔνθα ζωῆς τὸ ξύλον, καὶ τῆς ἀθανασίας.

-Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.

Πηγὴ ἐσφραγισμένη, ὅπου τρυφῆς χειμάῤῥους, τῆς πανυπεραῤῥήτου.

-Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.

Ὑμνολογῶ Υἱέ μου, τὸ τῆς Θεότητός σου, τῆς ὑπερθέου κράτος.

-Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα.

Ὑμνολογῶ Θεέ μου, τὴν συγκατάβασίν σου, καὶ τὴν φιλανθρωπίαν.

-Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα.

Δεῦρο ἡ καλή μου, ἀπόλαυε τοῦ κάλλους, τοῦ σοῦ Υἱοῦ καὶ Πλάστου.

-Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε.

Δεῦρο δή μου Μῆτερ, εἰς τὴν χαρὰν τὴν θείαν, καὶ εἰς τὴν Βασιλείαν.

-Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.

Δεῦρο δὴ Μαρία, ἔνθα συμπροσκυνεῖσαι, Πατὴρ Υἱὸς καὶ Πνεῦμα.

-Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.

Τί σοι ἀνταποδώσω, Θεάνθρωπε Υἱέ μου, ἡ δούλη τῷ Δεσπότῃ;

-Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.

Τί νῦν σοι προσενέγκω, ἐν οὐρανῷ Θεέ μου, εἰ μὴ ψυχὴν καὶ σῶμα;

-Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου.

Δοξάζω τὸν Πατέρα, ὑμνῶ σε τὸν Υἱόν μου, καὶ προσκυνῶ τὸ Πνεῦμα.

-Ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.

Δόξα Σοι Θεοτόκε, δόξα τῇ Σῇ Γεννήσει, δόξα καὶ τῇ Κοιμήσει.

-Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.

Ἀδάμ τε καὶ ἡ Εὔα, ἐξέστησαν ἰδόντες, τὴν δόξαν τῆς Παρθένου.

-Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστι.

Ἰωακεὶμ καὶ Ἄννα, μακάριοι τεκόντες, τῷ κόσμῳ Θυγατέρα.

-Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε καὶ τὰ κρίματά σου, βοηθήσει μοι.

Ὑπερδεδοξασμένην, ὑπερανῳκισμένην, οἷα Θεοῦ Μητέρα.

-Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

Εἰρήνην Ἐκκλησίᾳ, λαῷ σου σωτηρίαν, δώρησαι Σῇ Κοιμήσει.

Δόξα. Τριαδικόν.
Ὦ Τριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον.

Καὶ νῦν. Θεοτοκίον.
Ἰδεῖν τὴν τοῦ Υἱοῦ Σου, Παρθένε Βασιλείαν, ἀξίωσον σοὺς δούλους.

Καὶ πάλιν τὸ πρῶτον.
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσφέρουσι Παρθένε.

Εὐλογητάρια. Ἦχος πλ. α΄. Μέλος ἀργόν.
Εὐλογημένη Δέσποινα, φώτισόν με, φωτὶ τῷ τοῦ Υἱοῦ σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθεῖσαν· τὴν ψυχὴν δὲ εἰς χεῖρας, τοῦ Θεοῦ παραθεῖσαν, καὶ σὺν τῷ Θεῷ ἀνελθοῦσαν Ἄχραντε, μετὰ δόξης θείας εἰς τὰ οὐράνια.

Εὐλογημένη Δέσποινα, φώτισόν με, φωτὶ τῷ τοῦ Υἱοῦ σου.

Τίνος χάριν, τὴν χαρὰν τοῖς δάκρυσι, Θεοκήρυκες κιρνᾶτε; Ὁ ἐξ ὕψους προσφοιτήσας Δίδυμος, προσεφθέγγετο τοῖς Ἀποστόλοις· ἴδετε ὑμεῖς τὴν Ζώνην καὶ ἥσθητε, ἡ Παρθένος, ἐξανέστη τοῦ μνήματος

Εὐλογημένη Δέσποινα, φώτισόν με, φωτὶ τῷ τοῦ Υἱοῦ σου.

Ὁ Μαθητής, ἀπιστήσας Δέσποινα, τὴν Ἀνάστασιν τὴν τοῦ Υἱοῦ Σου, νῦν πιστοῦται τοὺς λοιποὺς τὴν ἔγερσίν σου, λέγων· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν ἀνάστασιν δέ, τῆς Παρθένου εἴπατε.

Εὐλογημένη Δέσποινα, φώτισόν με, φωτὶ τῷ τοῦ Υἱοῦ σου.

Θεοφόροις Παρθένε, Μαθηταῖς ἠθροισμένοις, πρὸς τὸ μνῆμά σου καὶ θρηνολογοῦσιν, ἐπιφανεὶς ὁ Θωμᾶς ἔφη λέγων· τί μετὰ νεκρῶν τὴν ζωὴν λογίζεσθε; Ὡς Θεοῦ γὰρ ἐξανέστη γεννήτρια.

Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφὶμ κράζοντες τό· Ἅγιος, Ἅγιος,  Ἅγιος εἶ Κύριε.

Καὶ νῦν. Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, πρὸς ζωὴν τὴν ἀγήρω, μεταβέβηκας ἤδη· χαρμονὴν δὲ Παρθένε, ἀντὶ λύπης παρέσχες, πρὸς τοὺς Μαθητὰς ἐκ τάφου τριήμερος, ἀναστᾶσα Κόρη, καθὼς ὁ Κύριος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός (γ΄).