Δύο Παρακλητικοί Kανόνες εις την Κοίμησιν της Υπεραγίας Θεοτόκου και Αειπαρθένου Μαρίας
Παρακλητικός Κανών είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τοὺς ἀνυμνοῦντας σου τὴν Κοίμησιν Κόρη, δι’ης ἀνῆλθες πρὸς ζωήν τὴν ἀγήρω, καὶ δεξιόθεν τοῦ Υἱοῦ σου ἕστηκας, σκέπε καὶ διάσῳζε, ἀπὸ πάσης ἀνάγκης, χάριν τε καὶ ἔλεος, καὶ πταισμάτων τὴν λύσιν, ἐξαιτουμένῃ Δέσποινα ἡμῖν, τοῖς προσκυνοῦσι, τὴν ἄφραστον δόξαν σου.
Δόξα. Καὶ νῦν.
Ἐκ τῶν περάτων Ἀποστόλων ὁ δῆμος, παραγενόμενος Ἁγνὴ ἐν νεφέλαις, τῷ σῶ οἰκήματι ἀθρόοι ἔσπευσαν· ὅθεν καὶ κηδεύσαντες, τὸ σὸν ἄχραντον σῶμα, ὕμνησαν τῆς δόξης σου, τὸ ἀπόῤῥητον ὕψος, ὢν ταῖς πρεσβείαις φύλαττε ἡμᾶς, τοὺς ἀνυμνοῦντας, τὴν θείαν σου Κοίμησιν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεογεννήτρια ἡμᾶς σκέποις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν ἡ τεκοῦσα σωματικῶς, σωμάτων ὀδύνης, καὶ κινδύνων ἐπιφοράς, ἀπάλλαξον Πάναγνε παρθένε, τοὺς ἀνυμνοῦντας τὴν θείαν σου Κοίμησιν.
Ἐπήρθης πρὸς δόξαν τῶν οὐρανῶν, καὶ ἔλιπες πᾶσι, τὴν σὴν χάριν τὴν μητρικήν, τοῖς πίστει Παρθένε ἀνυμνοῦσι, τὴν θαυμαστήν σου καὶ θείαν Μετάστασιν.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, ἤδη μεταστᾶσα, πρὸς σκηνώματα οὐρανῶν, οὐράνωσον πάντων τὰς καρδιᾷς, Θεογεννήτορ τῶν πόθῳ τιμώντων σε.
Γαλήνην εἰρήνην καὶ φωτισμόν, ἡμῖν δίδου Κόρη, τοῖς ὑμνοῦσιν εἰλικρινῶς τὴν γῆθεν σου ἄνοδον Παρθένε, ἣν καὶ Ἀγγέλων δοξάζουσι τάγματα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ περάτων συνῆλθον, θεαρχικῶ νεύματι, καὶ τὸ σὸν ἀκήρατον σῶμα, Ἁγνὴ ἐκήδευσαν, οἱ Μαθηταί τοῦ Χριστοῦ, ὢν παρακλήσεσι Κόρη, δίδου ἡμῖν ἅπασι, τὴν σὴν βοήθειαν.
Νοσημάτων παντοίων καὶ πειρασμῶν λύτρωσαι, τοὺς ὑμνολογοῦντας Παρθένε, τὴν σὴν Μετάστασιν, καὶ κατακοίμησον, τὰς δολερᾶς ἐπιθέσεις, τοῦ δολίου δράκοντος, κατά τῶν δούλων σου.
Νᾶμα ἔνθεον βλύσον, καὶ γλυκασμὸν ἄυλον, οἶα χαριτόβρυτος κρήνῃ, θείας χρηστότητος, τοῖς ἑορτάζουσι, τῆς σῆς Κοιμήσεως Κόρη, τὴν λαμπρὰν πανήγυριν, καὶ σε γεραίρουσιν.
Ἡλιόμορφε Κόρη, ἡ τὸν Χριστὸν τέξασα, τῆς δικαιοσύνης τὸν μέγαν, Παρθένε Ἥλιον, τὸν ζόφον σκέδασον, τῆς ταλαιπώρου ψυχῆς μου, καὶ φωτὶ με λάμπρυνον, τῆς σῆς λαμπρότητος.
Τὴν σεπτὴν σου καὶ θείαν, καὶ θαυμαστὴν Κοίμησιν, ὕμνοις ἱεροῖς εὐφημοῦντες, ἀναβοῶμέν σοι, ἔσω ἀκοίμητος, ἡμῖν προστάτις Παρθένε, ἅπασαν κοιμίζουσα, ἐχθρῶν ἐπίθεσιν.
Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως Θεοτόκε, τοὺς ὑμνοῦντας τὴν παναγίαν σου Κοίμησιν, πᾶσι παρέχουσα Κόρη παθῶν τὴν λύσιν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.
Μετέστης ἐκ γῆς, πρὸς δόξαν ὑπερκόσμιον, ὡς Μήτηρ Θεοῦ, καὶ πάντων ὑπερέχουσα, παρθένε Παναμώμητε διὰ τοῦτο ἀπαύστως βοῶμέν σοι· τὸν σὸν Υἱὸν καὶ Θεὸν ἐκτενῶς, δυσώπει ὑπὲρ τῶν ἀνυμνούντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥῶσιν δίδου καὶ ἴασιν, τοῖς τετρυχωμένοις νόσοις καὶ πάθεσι, τοῖς ὑμνοῦσί σου τὴν Κοίμησιν, κεχαριτωμένη Ἀειπάρθενε.
Ἱερῶς ἀνελήλυθας, πρὸς τὰ ὑπὲρ λόγον θεία σκηνώματα, ἱλασμὸν ἡμῖν παρέχουσα, τοῖς δοξολογούσι σου τὴν Κοίμησιν.
Ἀποστόλων ὁ θίασος, τῇ σῇ Μεταστάσει Ἁγνὴ συνέδραμε, καὶ τὰ θεῖᾳ μεγαλεῖᾳ σου, θεολήπτῳ γλώσσῃ ἐμεγάλυνεν.
Ἡ σκηνὴ ἡ ἀμόλυντος, τῆς ὑπερφυοῦς τοῦ Λόγου σαρκώσεως, Θεοτόκε ἀειπάρθενε, πάσης ἀλογίας ἡμᾶς λύτρωσαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μένει σου κενός, τοῦ σου σώματος Πανάχραντε, ὁ σὸς τάφος καὶ παρέχει τοῖς πιστοῖς, φωτισμὸν ἁγιασμὸν καὶ θεῖον ἔλεος.
Ἄλυπον ζωήν, καὶ εἰρήνην δίδου ἄτρεπτον, Παντευλόγητε παρθένε Μαριάμ, τοῖς ὑμνοῦσί σου τὴν ἔνδοξον Μετάστασιν.
Σὲ πρὸς οὐρανόν, ἀνιοῦσαν τὰ στρατεύματα, τῶν Ἀγγέλων ἀνευφήμουν ἐν χαρὰ ὢν λιταῖς ἡμᾶς Παρθένε λύπης λύτρωσαι.
Σύντριψον Ἁγνή, τοῦ ἐχθροῦ τὰ μηχανήματα, ἅ τεκταίνει καθ’ ἡμῶν διηνεκῶς, Θεοτόκε τῶν ἀνθρώπων καταφύγιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Κυμάτων, καὶ χαλεπῶν καταιγίδων, τῶν τοῦ βίου ἀπολύτρωσαι Κόρη, τοὺς ἑορτάζοντας πίστει καὶ πόθῳ, τὴν ἱεράν σου καὶ θείαν Μετάστασιν, δι’ης ὡς πάντων βασιλίς, εἵς τὰ ἄνω ἀνῆλθες βασίλεια.
Ἐπέστη, τῶν Ἀποστόλων ὁ δῆμος, ὑπὸ θείων νεφελῶν τῷ σῶ οἴκῳ, Γεσθημανή δὲ ἐν τάφῳ Παρθένε, τὸ σὸν ἀκηράτων σῶμα ἐκήδευσαν ὢν ταῖς δεήσεσιν ἡμᾶς, φωτισμοῦ οὐρανίου ἀξίωσον.
Πηγάζει, ἁγιασμὸν ὁ σὸς τάφος, καταθέσει τοῦ ἀχράντου σου σκήνους, καὶ ἁγιάζει ἀεὶ Θεοτόκε, τοὺς προσιόντας αὐτῷ μετὰ πίστεως, διὸ ἁγίασον κᾀμοῦ, καὶ ψυχὴν καὶ καρδίαν σῇ χάριτι.
Ὁ Λόγος, ὁ τοῦ Πατρὸς ὥσπερ οἵδε, σαρκωθείς ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ἀπὸ τῆς γῆς πρὸς οὐράνιον δόξαν, σε Θεομῆτορ ἐνδόξως μετέστησεν, ὃν καθικέτευε ἀεί, τῶν πταισμάτων διδόναι μοι ἄφεσιν.
Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως Θεοτόκε, τοὺς ὑμνοῦντας τὴν παναγίαν σου Κοίμησιν, πᾶσι παρέχουσα Κόρη παθών τὴν λύσιν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτος ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίᾳ.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ ἀθανάτῳ Κοιμήσει σου Ἄχραντε, ὁ οὐρανὸς καὶ ἡ γῆ συναγάλλονται διὸ καὶ ἡμᾶς νῦν ἀπάλλαξον, ἐξ’ ἀθυμίας καὶ πάσης στενώσεως, ὡς πέλαγος θείας χρηστότητος.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ, β΄. Ὅλην ἀποθέμενοι.
Γῆθεν ἀνελήλυθας, πρὸς τὴν οὐράνιον δόξαν, ὡς πάντων βασίλισσα, καὶ δεξιὰ ἕστηκας τοῦ Παντάνακτος, φωτισμὸν νέμουσα, καὶ χαρὰν καὶ λύσιν, τοῖς τὴν θείαν σου Μετάστασιν, ὕμνοις γεραίρουσι, καὶ πανευλαβῶς ἐκβοῶσί σοι παρθένε Παναμώμητε, μὴ ἐλλίπῃς πάντοτε σκέπουσα, καὶ περιφρουροῦσα, ἐκ πάσης λυπηρᾶς ἐπαγωγῆς, καὶ νοσημάτων καὶ θλίψεων, τοὺς σε μεγαλύνοντας.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱλασμὸν ἡμῖν αἴτει, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, τοῖς πίστει ἀνυμνοῦσι, τὴν Κοίμησιν σου Κόρη, καὶ θερμῶς ἀνακράζουσι· χαῖρε παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Συναγάλλονται Κόρη, οὐρανὸς καὶ γῆ πᾶσα ἐν τῇ Κοιμήσει σου, ἐν ἡ κᾀμοῦ τὴν θλῖψιν, διάλυσον Παρθένε, τῆς ψυχῆς ἵνα ψάλλω σοι· χαῖρε Ἀγγέλων χαρά, καὶ τῶν ἀνθρώπων σκέπη.
Γῆθεν ἤρθης ἐν δόξῃ, δεξιόθεν δὲ ἔστης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, διὸ κἀμὲ Παρθένε, τοῖς δεξιοῖς προβάτοις, συναρίθμησον δέομαι· ἐν ὤρα τῇ φοβερᾶ, τῆς ἀδεκάστου δίκης.
Ἐκ γαστρός σου ἐτέχθη, ὁ τὸ πᾶν οὐσιώσα Λόγος τὸ πρότερον, αὐτὸν οὖν ἐκδυσώπει, οἰκτείραι Θεοτόκε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ῥῶσιν παράσχου, κατὰ ψυχὴ τε καὶ σῶμα, τοῖς προσπίπτουσι τῇ ἱερᾶ Εἰκόνι, τῆς Κοιμήσεως σου, Παρθένε Θεοτόκε.
Ἀπὸ περάτων, Χριστοῦ οἱ μύσται συνῆλθον, τοῦ κηδευσαί σου τὸ σῶμα Θεοτόκε, μεθ’ ὢν ἀνυμνοῦμεν, τὴν θείαν Κοίμησιν σου.
Σκέπασον Κόρη, ἐκ τῶν βελῶν τοῦ δολίου, τοὺς προστρέχοντας τῇ θαυμαστῇ σου σκεπῇ, καὶ δοξολογούντας, τὴν θείαν Κοίμησιν σου.
Ἰσχὺν μοι δίδου, κατὰ παθὼν ὀλεθρίων, καὶ ἀπάλλαξον πικράς με συνηθείας, Κεχαριτωμένη, τὸν σὸν οἰκτρὸν ἱκέτην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μετέστης πρὸς τὰ ἄνω, ὡς Μήτηρ Κυρίου, καὶ ἀνυψοῖς πρὸς οὐράνιον ἔρωτα, τοὺς ἀνυμνοῦντας Παρθένε, τὴν σὴν Μετάστασιν.
Ὁλόφωτε λυχνία, Κεχαριτωμένη, τοὺς τὴν σεπτήν σου γεραίροντας Κοίμησιν, τῷ φωτισμῷ τῆς σῆς χάριτος καταλάμπρυνον.
Ὑμνοῦμεν σὺν Ἀγγέλοις, Κεχαριτωμένη, τὴν ἱεράν σου καὶ θείαν Μετάστασιν, ἐπιβοώμενοι Κόρη, τὴν σὴν βοήθειαν.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τῇ σῇ χάριτι, καὶ τῆς μανίας με λύτρωσαι, τοῦ ἀλάστορος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Γῆθεν μετετέθης πρὸς οὐρανόν, Κεχαριτωμένη, ὡς βασίλισσα τοῦ παντός, καὶ δεξιὰ ἔστης, τοῦ σοῦ Υἱοῦ Παρθένε, παρέχουσα τῷ κόσμῳ, τὴν εὐλογίαν σου.
Ἀπὸ τῶν περάτων πάσης τῆς γῆς, συνῆλθον Παρθένε, οἱ Ἀπόστολοι τοῦ Χριστοῦ, Πνεύματος δυνάμει, ὑπὸ νεφῶν ἀῤῥήτως, καὶ τὸ σεπτόν σου σῶμα, τάφῳ παρέδωκαν.
Ἄγγελοι καὶ ἄνθρωποι ἐν ᾠδαῖς, τὴν Μετάστασιν σου, ἀνυμνοῦσι Μῆτερ Θεοῦ σὺ γὰρ τῷ σῷ τόκῳ, συνῆψας παραδόξως, τὴν γῆν καὶ τὰ οὐράνια, Παναμώμητε.
Ἐν χωρίῳ κόρη Γεσθημανή, τὸ ζωαρχικόν σου, μετεκόμισαν ἐν χαρά, σῶμα Θεοτόκε, οἱ Μαθηταὶ Κυρίου, καὶ εὐλαβῶς τῷ τάφῳ, τοῦτο κατέθεντο.
Τὴν σὴν προστασίαν δίδου ἀεί, τοῖς ὑμνολογοῦσι, τὴν σὴν Κοίμησιν τὴν σεπτήν, Κεχαριτωμένη, παρθένε Θεοτόκε, πταισμάτων αἰτούμενη, ἡμῖν συγχώρησιν.
Ὡς τῆς συμπαθείας θεῖος κρουνός, ἐπίβλεψον Κόρη, οὐρανόθεν νῦν ἐφ’ ἡμᾶς, καὶ εἰρήνην αἴτει, ἡμῖν καὶ σωτηρίαν, τοῖς ἀνυμνολογούσι, τὴν σὴν Μετάστασιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς ὑμνοῦντας εὐλαβῶς, τὴν σὴν Παναγία παρθένε, θείαν Μετάστασιν, σῷζε καὶ ἀπάλλαττε, ἐκ πάσης θλίψεως, καὶ πταισμάτων συγχώρησιν, καὶ ἔλεος θεῖον, οἶα Μήτηρ αἴτησαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, πᾶσι τοῖς ἀεὶ ἀφορῶσι, πρὸς τὴν θερμοτάτην πρεσβείαν, τῆς σῆς ἀγαθότητος Πανύμνητε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Φέρων τῇ Κοιμήσει σου δέησιν Κόρη.
Τὴν σὴν ἐξαιτοῦμαι Γεράσιμος χάριν.
Χαιρετισμοί εις την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας
Εγκώμια εις την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας
Παρακλητικός Κανών είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας
Ποίημα Αγίου Μάρκου του Ευγενικού
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ἀνυμνοῦντάς σου τὴν ἄνοδον Κόρη, δι’ ἧς παρέστης ὡς Βασίλισσα πάντων, ἐν δεξιοῖς τοῦ σοῦ Υἱοῦ καὶ Δεσπότου· φρούρει τε καὶ σκέπασον, ἐκ παντοίων κινδύνων, χάριν δὲ καὶ ἔλεος, καὶ τὴν λύσιν πταισμάτων, ἐξαιτουμένη Πάναγνε ἡμῖν, τοῖς προσκυνοῦσι, τὴν θείαν σου Κοίμησιν
Δόξα. Καὶ νῦν.
Ἐκ τῶν περάτων οἱ σοφοὶ θιασῶται, παραγενόμενοι Σεμνὴ ἐν νεφέλαις, καὶ τὴν Σιὼν κατέλαβον τιμῶντές σε· ὅθεν καὶ προέπεμπον, τὸ σὸν ἄχραντον σκῆνος, ὕμνουν δὲ τὴν ἄνοδον, πρὸς τὸν θεῖον Υἱόν σου· ὃν ἐκδυσώπει πάντοτε Ἁγνή, δοῦναι τῷ κόσμῳ, ζωὴν τὴν αἰώνιον.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἐκ τῶν περάτων θεαρχίῳ νεύματι, συναθροισθέντες εἰς ἕν, οἱ τοῦ Χριστοῦ μῦσται, οἱ πνευματοῤῥήτορες, χορείαν θεοκρότητον, συστησάμενοι ἅμα, τῇ Θεομήτορι ᾄδουσι, μέλος λιγυρὸν ἐναρμόνιον.
Κήρυκες θεῖοι καὶ μύσται τῆς χάριτος, σοφοὶ Ἀπόστολοι, τὰ χρυσαυγῆ σκεύη, τῆς ἀπείρου γνώσεως, σοφίας τε τὰ ὄργανα, Μήτηρ πάντων Κυρίου, ὕμνον ἐξόδιον ᾄσατε, καὶ σεπτῶς Αὐτῇ μεγαλύνατε.
Συναπτικὴ τῶν διεστῶτων ἕνωσις χαῖρε Θεόνυμφε· χαῖρε Θεοῦ Μήτηρ, ᾄδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις· χαῖρε λύσις τῆς λύπης, ποῦ νῦν ἀπαίρεις Ὑπέρτιμε, πόλις τοῦ Θεοῦ ἐπουράνιε.
Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις καὶ εὐλογίας πηγή· χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως· χαῖρε Χριστοῦ παλάτιον· χαῖρε πύρινε θρόνε, πρὸς οὐρανὸν νῦν ἀπαίρουσα, μὴ λίπῃς ἡμᾶς ἐποπτεύουσα.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τῇ φωτοφόρῳ τοῦ Θεοῦ, καθέδρᾳ τιμιωτάτη, Γαβριὴλ ὁ Ἀρχιστράτηγος πάλιν, οὐρανόθεν καταβάς, τὸ χαῖρέ σοι προσφθέγγεται· Εὐλογημένη χαῖρε, πρὸς θείαν λῆξιν ἀπαίρουσα.
Σὲ τὴν καλὴν Περιστεράν, καὶ Νύμφην ὄντως τελείαν, ὁ Νυμφίος τῶν ψυχῶν ὁ ὡραῖος, ὑπεδέξατο χερσί, πρὸς οὐρανὸν ἀπαίρουσαν, καὶ πρὸς τὰς αἰωνίους, Μονὰς ἐσκήνωσε χαίρουσα.
Ὕμνοις ἐξ ὕμνων οἱ σεπτοί, τῶν οὐρανίων Ταγμάτων, ἀρχηγοὶ τὴν τοῦ Κυρίου Μητέρα, παραπέμποντες φαιδρῶς, ἕως ἐκεῖ κατέπαυσεν, ὅπου ὁ θεῖος θρόνος, καὶ ἡ Τριὰς ἡ Ὑπέρθεος.
Τὴν ἀδιόδευτον βροτοῖς, καὶ ἐπουράνιον πύλην, τοῦ Θεοῦ τὴν φωτοφόρον καθέδραν, τὴν λυχνίαν τὴν χρυσῆν, τὸ ὄρος τὸ κατάσκιον, τὴν θεοδόχον κλίνην, τὴν Θεοτόκον ὑμνήσωμεν.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοτόκε, τοὺς ἀνυμνοῦντας ἐκ πόθου τὴν θείαν Σου Κοίμησιν, παρέχουσα πᾶσι δὲ χάριν ἄφθονον.
Ἐπίβλεψον, ἐπὶ τοὺς δούλους Σου ἄχραντε Θεοτόκε, τοὺς ἀνυμνοῦντας καὶ προσκυνοῦντάς Σου τὴν Κοίμησιν, καὶ ἴασαι ψυχάς τε καὶ σώματα.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀνῆλθες ἐκ γῆς, πρὸς δόξαν τὴν οὐράνιον, ὡς Μήτηρ Θεοῦ, καὶ τοῦ κόσμου Βασίλισσα, παναμώμητε Δέσποινα· διὰ τοῦτο πάντες πρὸς σὲ βοῶμεν· τὸν Σὸν Υἱὸν ἀπαύστως δυσώπει, ὑπὲρ τῶν τιμώντων σου τὴν κοίμησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἡμέρα προσήγγισε, τῆς πρὸς Θεὸν ἀνόδου σου Πανύμνητε· χαῖρε πύλη ἀδιόδευτε, καὶ πεφυλαγμένη θείῳ Πνεύματι.
Ἴδει γὰρ καὶ συγχαίρει σοι, στίφος τῶν πιστῶν Παρθένε Πανύμνητε, καὶ προσφέρει σοι τὸν ὕμνον, ἐξιτήριον καὶ προεόρτιον.
Σὺν Ἀποστόλοις Ἄγγελοι, μέλος θεοκρότητον ἑτοιμάζουσι, σὺ τῇ Μητρὶ τοῦ Κυρίου, μεθισταμένη νῦν πρὸς τὰ οὐράνια.
Τάφος πῶς ὑπεδέξατο, σῶμά σου τὸ ἅγιον Ἀειπάρθενε, καὶ γὰρ τὴν θείαν ψυχήν σου, ὁ Υἱὸς καὶ Θεός σου ἐδέξατο.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἡ τοῦ κόσμου Κυρία, πρὸς τὴν ὑπερκόσμιον ζωὴν μεθίσταται· ὁ ναὸς ὁ θεῖος, πρὸς ναὸν ἐπουράνιον αἴρεται, ἡ χρυσῆ λυχνία, ἡ κιβωτὸς τῆς Διαθήκης, ἐν Ἁγίων Ἁγίοις οἰκίζεται.
Ὁ Θεοῦ Θεὸς Λόγος, ἐπὶ σὲ νῦν Παρθένε κατέρχετε, ἔχων ἀκολούθους, τῶν Ἀγγέλων τὰ τάγματα ἅπαντα, ὅπως σὲ ἐνδόξως, ὡς ἑαυτοῦ ἁγνὴν Μητέρα, ἐπουράνιον ἐνδείξει Ἄνασσαν.
Ὁ χορὸς Ἀποστόλων, ἀνυμνῶν προέπεμπεν Κόρη Θεόνυμφε, τὸ ἀκήρατόν σου σῶμα, σὺν δάκρυσιν ὕμνοις τε, ποῦ Μῆτερ ἀπαίρεις βοᾶν· ἡμᾶς ἐγκαταλείπῃς, ἐπὶ γῆς ὀρφανοὺς ἀπροστάτευτους.
Ἀλλὰ καὶ αἱ τάξεις, τῶν Ἀγγέλων ἅπασαι Μῆτερ ἀπείρανδρε, μέλος ἐμελώδουν, θεοκρότητον καὶ ἐναρμόνιον, σὺ τῇ Παντανάσσῃ, καὶ ὡς Θεοῦ ἁγνὴ Μητέρα, Σὲ προέπεμπον καὶ ἐμακάριζον.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁ Υἱός σου ὁ καὶ Θεός, τῷ Γαβριὴλ πέμπει Δέσποινα, μηνῦσαί σοι εὐλαβῶς, τὴν θείαν μετάστασιν· ὅθεν ἐκβοῶμέν σοι, ἄφεσιν πταισμάτων, καὶ σωτηρίαν ἡμῖν αἴτησαι.
Ἀκούσασα ἡ ἁγνή, παρὰ Ἀγγέλου τὸ μήνυμα, ἐν ὄρει τῶν Ἐλαιῶν, ἀπῆλθες προσεύξασθαι, ἔκυψαν δὲ Πάναγνε, τὰ φυτὰ καὶ δένδρα, καὶ ὡς εἰκὼς σὲ προσεκύνησαν.
Ἀλλὰ καὶ πάντες ἡμεῖς, κλίνομεν γόνυ σοι Δέσποινα, καὶ εὐλαβῶς ὡς εἰκώς, προσκυνοῦμεν Ἄχραντε, τὴν θείαν Εἰκόνα σου, τῶν πταισμάτων λύσιν, παρὰ σοῦ εὑρεῖν ἐλπίζοντες.
Ὤφθη Θεὸς ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις ὡμίλησεν, διὰ σοῦ θεοπρεπῶς, καὶ κόσμον ἡγίασεν· ὅθεν ἐκβοῶμέν σοι· χαῖρε Θεοτόκε, σωτηρίας ἡμῖν πρόξενε.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοτόκε, τοὺς ἀνυμνοῦντας ἐκ πόθου τὴν θείαν σου Κοίμησιν, παρέχουσα πᾶσι δὲ χάριν ἄφθονον.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν κινδύνοις σὲ κεκτήμεθα, καὶ μεσίτριαν τῷ σῷ Υἱῷ προβαλλόμεθα, οἱ τιμῶντες τὴν σὴν ἄνοδον Πάναγνε· καὶ νῦν Αὐτῷ παρισταμένη, τὴν σὴν βοήθειαν δίδου, τοῖς πιστῶς ἀνακράζουσι· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι πάσης ἀνάγκης, ἡ μεταστάσα ἐκ τῆς γῆς, πρὸς ζωὴν τὴν αἰώνιον.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαίρουσα ἀνέδραμες, πρὸς οὐρανίους σκηνώσεις, τοῦ κόσμου Βασίλισσα, ἐν δεξιᾷ ἔστης τοῦ ἐκ σοῦ τεχθέντος, χάριν παρέχουσα, καὶ φωτισμὸν πᾶσι, τοῖς τὴν σεπτήν σου μετάστασιν, ὕμνοις γεραίρουσι, καὶ χαρμονικῶς ἐκβοῶσί σοι· θεοχαρίτωτε Κόρη, μὴ ἐλλίπῃς πάντοτε σκέπουσα, ὡς Μήτηρ Κυρίου, ἐκ πάσης ἐπηρείας τοῦ κακοῦ, καὶ νοσημάτων καὶ θλίψεων, τοὺς σὲ μακαρίζοντας.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Παρθένοι νεάνιδες, μετ’ εὐφροσύνης δεῦτε ἀθροίσθητε, καὶ τῇ ὄντως Παρθένῳ καὶ Βασίλισσα δι’ ὕμνον προσάξατε, ἀνερχομένη πρὸς τὰ ὑπερκόσμια, χαῖρε βοῶσαι χαρά, τῶν ἐλπιζόντων εἰς σέ.
Τὴν θείαν σου ἄνοδον, πάλαι προδιετύπου σαφῶς ἡμῖν, ὁ Προφήτης Ἠλίας, εἰς οὐρανοὺς ἐπαρθεὶς ἐν ἅρματι, σὺ δὲ ἐνδόξως ἐπήρθης πανάμωμε, πρὸς οὐρανίους σκηνάς, ὡς Μήτηρ ὄντως Θεοῦ.
Ἁπάντων δεσπόζουσα, τῶν ποιημάτων τῷ εὐσεβεῖ σου λαῷ, τὰ τῆς νίκης παράσχου, κατὰ δαιμόνων τρόπαια, καὶ τὴν σὴν ποίμνην φύλαττε ἀλώβητον, ἐνδόξως πρὸς τὸν σὸν Υἱόν, ἀπαίρουσα νῦν Ἁγνή.
Τὴν μόνην ἀπείρανδρον, καὶ μετὰ τόκον Παρθένον μείνασα, τοῦ Θεοῦ τὴν Μητέρα, τῶν ἐπιγείων τὸ σεμνολόγημα, τῶν οὐρανίων Ἀγγέλων τὸ καύχημα, πνευματικαῖς οἱ πιστοί, ὑμνολογοῦμεν φωναῖς.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἐν προσευχαῖς σχολάζουσα, καὶ νηστείαις Πανάμωμε, ταύτας τὰς ἡμέρας, ἐξεδέχου χαίρουσα, τὴν θείαν ἀνάλυσιν, τὴν ἀπὸ γῆς μετάστασιν, τὴν εἰς οὐρανοὺς πανευκλεῆ ἐκδημίαν· διό σοι καὶ οἱ δοῦλοι, συνηστεύομεν πάντες, καὶ συνδοξολογοῦμεν, τὸν μεγαλύναντά σε.
Νεφέλαι δεῦτε πάρητε, θεοδρόμῳ κινήματι, ἡ Δέσποινα γὰρ καὶ Βασιλὶς τοῦ παντός, πρὸς φῶς νῦν ἐπείγεται, ἀνελθεῖν τὸ ἀνέσπερον· διό, ἐπὶ πάντας, τοὺς σοφοὺς Ἀποστόλους, ἐνέγκατε πρὸς αἶνον, καὶ πρὸς δοξολογίαν, τοῦ παναγίου σκήνους, αὐτῆς τῆς Θεοδόχου.
Μέγα θαῦμα τετέλεσται, ἐν τῇ σεπτῇ κοιμήσει σου, ἐκ περάτων γὰρ νεφελοδρόμοι ἥκασι, οἱ μῦσται τῆς χάριτος, ἐξ ὕψους δὲ ὁ Κύριος, καὶ τὰ Χερουβείμ, καὶ Σεραφεὶμ τὰ πυρώδη, βροτοὶ ἐξομολόγουν, ὁμοῦ σὺν τοῖς Ἀγγέλοις, τὸ πάντιμόν σου σκῆνος, Ἁγνὴ τὸ θεοδόχον.
Σὲ τὴν κοινὴν βοήθειαν, βασιλεῖς τε καὶ ἄρχοντες, Ἱερεῖς λαὸς καὶ μοναζόντων τάγματα, πιστῶς λιτανεύομεν, εἰρηνικὴν καὶ ἄλυπον, δώρησαι ἡμῖν, τὴν ἐπὶ γῆς παροικίαν, καὶ δόξης ἀϊδίου, καὶ ζωῆς μελλούσης, καταξίωσον πάντες, ἐν τῷ μέλλοντι αἰῶνι.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Μηδεὶς ἀπολειφθήτω τῆς ἱερᾶς, τῆς Δεσποίνης ἡμῶν πανηγύρεως· πάντες ὁμοῦ, δράμωμεν θεάσασθαι νοητῶς, τὸ ὑπὲρ νοῦν μυστήριον, ψυχὴν γυναικείαν εἰς οὐρανούς, χερσὶ κομιζομένην Θεοῦ παντοδυνάμου, δήμους Ἀγγέλων παραπέμποντας.
Ἀγγέλων τε αἱ θεῖαι παρεμβολαί, Χερουβεὶμ Σεραφεὶμ Κυριότητες, Θρόνοι Ἀρχαί, Δυνάμεις Ἐξουσίαι πανευκλεεῖς, σὺν Ἀποστόλοις ᾄδουσιν, ὕμνον τὸν ἐξόδιον τῇ Μητρί, τοῦ πάντων Βασιλέως, λαμπρῶς διερχομένη, ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν.
Νεφέλαι εὐφροσύνη ῥάνατε νῦν, καὶ βουνοὶ καὶ τὰ ὄρη σταλάξατε, τὸν γλυκασμόν, καὶ ἡ Ἐκκλησία τῶν εὐσεβῶν, λαμπρύνθητι καὶ χαίρουσα, τὴν σεπτὴν μετάστασιν τῆς ἁγνῆς, ἑόρταζε Παρθένου· ἰδοὺ γὰρ πρὸς τὸ φέγγος, τὸ ὑπεράυλον μεθίσταται.
Ὑπόδεξε Ἀγγέλων ἡ στρατιά, οὐρανοί τε Θεοῦ τὸ στερέωμα, ταῖς ἀρεταῖς, ὡς ἄστροις ὑπάρχουσα λαμπροειδεῖ, τὴν τοῦ Κυρίου πάναγνον, Μητέρα καὶ μόνην ἐν γυναιξίν, Παρθένον Θεοτόκον· ἰδοὺ γὰρ μετὰ δόξης, πρὸς φῶς ἀνέρχεται τὸ ἄυλον.
Ταύτας τὰς ᾠδὰς ὦ Μῆτερ Θεοῦ, προεόρτιον ὕμνον προσφέρω σοι, πρόσδεξαι οὖν, ὡς τὰ λεπτὰ τῆς χήρας ὁ σὸς Υἱός, καὶ πανοικτίρμων Κύριος, καὶ παράσχου χάριν ἥτις ἐστί, τὸ ἔλεος τὸ μέγα, τῆς σῆς φιλευσπλαγχνίας, δι’ ἀγαθότητός σου τὸ πέλαγος.
Λουτῆρι τοῦ ἐλέους τοῦ σοῦ Ἁγνή, τὰς ἐμὰς ἁμαρτίας ἐξάλειψον, καὶ παράσχου χάριν τὴν φωταυγῆ, τὰς τοῦ νοός, κόρας ἀποκαθαίρουσα, καὶ προσενισχύουσα καθορᾶν, ἀεὶ τὸ τοῦ Υἱοῦ σου, κάλλος τοῦ φιλανθρώπου, καὶ ἐλεήμονος Θεοῦ ἡμῶν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Νῦν δὲ μετετέθης πρὸς τὴν ζωήν, Κεχαριτωμένη, ὡς Βασίλισσα τοῦ παντός, στᾶσα δεξιόθεν, τοῦ σοῦ Υἱοῦ καὶ Λόγου, παρέχουσα τῷ κόσμῳ, χάριν δὲ ἄφθονον.
Πάντες τὴν μετάστασιν τὴν φρικτήν, τῆς Ἀειπαρθένου, ἀνυμνήσωμεν εὐλαβῶς, χάριν δὲ τὴν θείαν, ἡμῖν ἐξαιτουμένη, παρὰ τοῦ Ζωοδότου, ὡς Μήτηρ ἄμωμος.
Δίδου τοῖς τιμῶσί σε Ἀγαθή, τούτων τὰς αἰτήσεις, καὶ ἀξίωσον τῆς χαρᾶς, τῆς ἐπουρανίου, ἡ ἄνω μεταστᾶσα, καὶ τῷ ἐκ σοῦ τεχθέντι, νῦν παρεδρεύουσα.
Τοὺς τὴν σὴν μετάστασιν Ἀγαθή, τιμῶντας ἐκ πόθου, διαφύλαττε ἀσινεῖς, ἐκ παντὸς κινδύνου, καὶ δίδου θείαν χάριν, ψυχῶν δὲ καὶ σωμάτων, τὴν ἀπολύτρωσιν.
Ἔδραμον Παρθένε ἐκ πάσης γῆς, νῦν νεφελοδρόμοι, οἱ Ἀπόστολοι σοῦ Υἱοῦ, Πνεύματος δυνάμει, καὶ ὕμνους ἐξοδίους, τῇ σῇ σεπτῇ Κοιμήσει, πάντες προσέφερον.
Σὲ τὴν Ἀπειρόγαμον καὶ σεμνήν, Βασίλισσαν πάντων, ἱκετεύομεν οἱ πιστοί, χάριν ἡμῖν δίδου, καὶ λύσιν τῶν πταισμάτων, τοῖς ἀνυμνολογοῦσι, σοῦ τὴν Μετάστασιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τιμῶντας εὐλαβῶς, τὴν σὴν Θεοτόκε παρθένε, σεπτὴν Μετάστασιν, πλήρου τῆς σῆς χάριτος, ὡς προστασία ἡμῶν, καὶ παθῶν ἀπολύτρωσιν, καὶ πάσης ἀνάγκης, καὶ ποικίλων θλίψεων, δίδου ἑκάστοτε· σὺ γὰρ προστασία τοῦ κόσμου, καὶ τῷ σῷ Υἱῷ μεσιτεία, ἡ ἀεὶ Αὐτῷ συμβασιλεύουσα.