Εγκώμια εις τον Άγιο και Ένδοξο Ιερομάρτυρα Ιγνάτιο τον Θεοφόρο Επίσκοπο Αντιόχειας

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

ΣΤΑΣΙΣ Α΄. ῏Ηχος πλ.α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Ἡ ζωὴ ἁπάντων, σὲ ὡς βρέφος ἁγνόν, κατεβάστασεν ἀγκάλαις Ἰγνάτιε, ὃς ἐκλήθης Θεοφόρος ἐφ᾿ ἑξῆς.

Ἁγιάσας πάτερ, ὁλικῶς σεαυτόν, ἐν τοῖς στέρνοις τὸν Χριστὸν ἐνεθρόνισας, βασιλέα ἐπιγνοὺς Αὐτὸν ζωῆς.

Βρῶσιν ἔχων θείαν, τὴν ἀγάπην Χριστοῦ, καὶ ποτόν σου τὴν εὐχὴν τὴν ἀέναον, συνηρμόσθης ἀχωρίστως μετ᾿ Αὐτοῦ.

Γνοὺς ἀπάτην βίου, τοῦ παρόντος Χριστῷ, ἐκολλήθης Θεοφόρε Ἰγνάτιε, αἰωνίων τὴν στεῤῥότητα ποθῶν.

Δοὺς σαὐτὸν Κυρίῳ, ὡς ἐργάτης πιστός, τὴν υἱότητα ἐδέξω ὡς χάρισμα, καὶ μισθὸν τὴν Βασιλείαν οὐρανῶν.

Ἐρασθεὶς ἀύλως, αἰωνίαν ζωήν, κατεφρόνησας γηΐνων Ἰγνάτιε, καὶ ὡς ἄγγελος ἐβίωσας Θεοῦ.

Ζῶν Κυρίῳ ἔζης, τῇ ζωῇ τοῦ παντός, διὸ δέδειξαι Ἰγνάτιε ἔνδοξε, θεία βρύσις ἐκπηγάζουσα ζωήν.

Ἠλλοιώθης ὅλος, δι᾿ ἀγάπην Χριστοῦ, καὶ χριστόγραφος ἐγένου Ἰγνάτιε, τόμος θείας ἀγαπήσεως πολλῆς.

Θεὶς αὐχένα πάτερ, τῷ ζυγῷ τοῦ Χριστοῦ, κατενέωσας ψυχῆς σου τὴν ἄρουραν, καὶ καρπὸν πολὺν ἀπέδωκας ἡμῖν.

Ἱεράρχης θεῖος, κατεστάθης σοφέ, καὶ ποιμὴν Ἀντιοχείας περίδοξος, λειτουργῶν χερουβικῶς τῷ Ἰησοῦ.

Κλίνων γόνυ πάτερ, εἰς εὐχὴν ἐκτενῆ, οὐρανόθεν ὑετοὺς κατεβίβαζες, τῇ σῇ ποίμνῃ καὶ λαῷ σου τῷ πιστῷ.

Λύσας πᾶσαν σχέσιν, μετὰ κόσμου φθαρτοῦ, προσηλώθης τῷ σταυρῷ τοῦ Δεσπότου σου, τὸ μαρτύριον Αὐτοῦ ποθῶν σφοδρῶς.

Μετὰ Πολυκάρπου, ἱεροῦ ἱερέ, Ἀποστόλων συνεργοὶ ἐγεγόνατε, καὶ μιμήματα ἐπάξια αὐτῶν.

Νύκτα καὶ ἡμέραν, ἐπισύστασις ἦν, Ἐκκλησίας ἡ φροντίς σοι ᾿Ιγνάτιε, ὡς ποιμένι τοῦ Χριστοῦ ἀληθινῷ.

Ξένων μυστηρίων, ἑρμηνεὺς ἀληθής, ἐκ τῆς πείρας ὤφθης πάτερ ᾿Ιγνάτιε, καὶ ζωῆς τῆς ἐν Χριστῷ μυσταγωγός.

Οὔτε κόσμου δόξα, οὔτε πλοῦτος πολύς, ἐνεπόδισαν σὸν ζῆλον Ἰγνάτιε, θησαυρὸν ἐπιζητοῦντα οὐρανῶν.

Πέτρου κορυφαίου, ἀκουστὴς γεγονώς, ἐπὶ πέτραν τὴν ἀσάλευτον ὤρθωσας, ὦ Ἰγνάτιε τὸν πύργον σῆς ζωῆς.

Ῥητορεῖαι κόσμου, ὡς παιδίων μικρῶν, τὰ ψελλίσματα ἐφάνησαν ἅγιε, σοὶ πιόντι ῥεῖθρα λόγου τοῦ Θεοῦ.

Σοὶ ἀπεκαλύφθη, ὡς Μωσῇ ἐν Σινᾷ, τὸ μυστήριον Ἰγνάτιε Χάριτος, ἧς διάκονος ἐγένου θαυμαστός.

Τετρωμένος πόθῳ, τῆς ἀγάπης Χριστοῦ, ψαλμικῶς ἐφώνεις πάτερ Ἰγνάτιε· πότε ὄψομαι τὸ πρόσωπον Αὐτοῦ;

῞Υδωρ ἐπεζήτεις, ἁλλομένης ζωῆς, οὐκ φρέατος πηγάζοντος ἅγιε, ἀλλ᾿ ἐκ πέτρας τοῦ ἀφθάρτου Ἰησοῦ.

Φῶς ἐφάνης μέγα, ἐφελκύον Χριστῷ, τοὺς ὁρῶντάς σε καὶ μόνον Ἰγνάτιε, διὰ βίου πεπλησμένου ἐκ φωτός.

Χαρισμάτων θείων, ὡς ταμίας σοφός, Ἐκκλησίᾳ ταῦτα πάτερ ἀνέθηκας, εἰς ἐπαύξησιν τοῦ οἴκου τοῦ Θεοῦ.

Ψυχικὴν εἰρήνην, δὸς τοῖς ψάλλουσι σοί, καὶ ἐν βίῳ προκοπὴν θεοχάριστον, ὡς φιλότεκνος Ἰγνάτιε πατήρ.

Ὡραιώθη κάλλος, ἀρετῆς σου σοφέ, μαρτυρίῳ δι᾿ ἀγάπην Κυρίου σου, ᾦ ἑστὼς μνήσθητι πάτερ καὶ ἡμῶν.

Δόξα. Τριαδικόν.
Πάτερ Λόγε Πνεῦμα, Παναγία Τριάς, Ἰγνατίου ἱκεσίαις διάσῳζε, τοὺς ὑμνοῦντάς σε ἐκ πάσης ἀπειλῆς.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Κόρη, ἱεράρχην κλεινόν, συμπαράλαβε εὐχέτην πρὸς Κύριον, ὅπως ῥύσηται κινδύνων τοὺς πιστούς.

ΣΤΑΣΙΣ Β΄. ῏Ηχος πλ. α΄. Ἄξιόν ἐστιν.
Ἄξιον μισθόν, τῶν ἀγώνων σου δέχου ὦ πάτερ, οὓς ὑπὲρ Κυρίου ἐνήθλησας, ὕμνους τούτους οὓς προσφέρομέν σοι νῦν.

Ἄγγελοι τὴν σήν, κατεθαύμασαν διακονίαν, ὅτι ὡς ἀσώματος ἅγιε, ἐλειτούργησας Κυρίῳ Σαβαώθ.

Βέλος τὸ γλυκύ, ἀγαπήσεως Κυρίου πάτερ, σὴν ψυχὴν καιρίως κατέτρωσε, καὶ ἠλλοίωσε ζωήν σου θαυμαστῶς.

Γρήγορον τὸν νοῦν, εἰς κατάληψιν τῶν μυστηρίων, ἔχων ὦ ᾿Ιγνάτιε γέγονας, τηλεσκόπιον τῆς χάριτος Χριστοῦ.

Δρόμον σου καλῶς, τελειώσας τῆς ἱεραρχίας, στέφος μαρτυρίου ἀπείληφας, ἐν τῇ Ῥώμῃ σπαραχθεὶς ὑπὸ θηρῶν.

Ἔδραμες ὁδόν, ὡσεὶ γίγας τοῦ Κυρίου πάτερ, πᾶσιν ἐπιστέλλων καὶ πατρικῶς, στερεῶν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ.

Ζῶν ἐν τῷ Χριστῷ, Θεοφόρε καθηγιασμένε, οὐκ ἠνέσχου ὅλως τὸ μὴ θανεῖν, πτερωθεὶς τῇ καταφλέξει τοῦ Χριστοῦ.

Ἥψατο Χριστός, σοῦ τῆς κεφαλῆς πάτερ ὡς βρέφους, καὶ ἀγκαλισθεὶς μετενήνοχεν, τῇ καρδίᾳ σου τὴν φλόγα τοῦ Θεοῦ.

Θῆρας νοητούς, κατενίκησας ἐν τῇ ζωῇ σου, ὅθεν αἰσθητοὺς θῆρας ἅγιε, οὐ πεφόβησαι ἀθλήσας καρτερῶς.

Ἴαμα ψυχῶν, καὶ ἐπαύξησις θείας ἀγάπης, πᾶσι τοῖς πιστοῖς ὦ Ἰγνάτιε, ἡ σὴ ἄθλησις κατέστη ἐσαεί.

Κόπον σου εἰδώς, ὁ Χριστὸς ὑπὲρ τῆς Ἐκκλησίας, δέδωκέ σοι στέφος ἀθάνατον, τὸ μαρτύριον Ἰγνάτιε κλεινέ.

Λέουσι βορά, ἐν τῇ Ῥώμη πάτερ ἐπεδόθης, καὶ στηλογραφία ἐξαίσιος, θείου ἔρωτος ἐγένου τοῖς πιστοῖς.

Μάρτυς τοῦ Χριστοῦ, καὶ Τραπέζης θείας ὑπηρέτα, ἔνθα νῦν οἰκεῖς προευτρέπισον, τοῖς τιμῶσί σε τὸ δεῖπνον τὸ τερπνόν.

Νίκην πάτερ δός, τοῖς γεραίρουσι σὴν θείαν μνήμην, κατὰ τῶν παθῶν καὶ τοῦ δαίμονος, ἐν πολλῇ ὑπομονῇ καρτερικῶς.

Ξένος πάτερ ὤν, τῶν γηΐνων εἰς τοὺς οὐρανούς μετέστης, διὰ μαρτυρίου σου θαυμαστοῦ, καὶ πρεσβεύεις τῷ Δεσπότῃ ἐκτενῶς.

Ὅρους ὑπερβάς, ὦ Ἰγνάτιε φύσεως ταύτης, ἔπνεις τὸν ἀέρα τοῦ Πνεύματος, οὗ τρυφᾶς νῦν ἐκτενῶς ἐν οὐρανοῖς.

Πῦρ βαλὼν τῇ σῇ, θείου ἔρωτος καρδίᾳ πάτερ, κατὰ τὴν σὴν κλῆσιν πυρίφλεκτος, ἀπεδείχθης ὦ Ἰγνάτιε κλεινέ.

Ῥῶσιν ταῖς ψυχαῖς, δίδου Πάτερ θείαις σου πρεσβείαις, ὅπως τὸν ἀγῶνα τελέσωμεν, καὶ τοῦ στέφους ἐπιτύχωμεν ζωῆς.

Σῶμά σου φθαρτόν, μὴ φεισθεὶς πάτερ διὰ Δεσπότην, εἴληφας τὴν χάριν ἰάσεων, τοῖς προσπίπτουσι λειψάνοις σου σεπτοῖς.

Τύραννον ὠμόν, ἐμυκτήρισας θείοις σου λόγοις, καὶ εἰδωλικὴν πλάνην ἤλεγξας, ὦ Ἰγνάτιε τῷ Πνεύματι ῥωσθείς.

῞Υψωσον ἡμῶν, τὰς ψυχὰς καὶ τὰς καρδίας πάτερ, θείαις σου εὐχαῖς πρὸς τὸν Κύριον, ὃν ἠγάπησας ἐξ ὅλης σου ψυχῆς.

Φώτισον τὸν νοῦν, τῶν ὑμνούντων σε ὦ Ἱεράρχα, ὅπως ἐνορᾷν δόξαν μένουσαν, ἧς μετέχεις δαψιλῶς τοῦ Ἰησοῦ.

Χρῖσμα ἱερόν, δεδεγμένος ἀρχιερωσύνης, τοῦτο κατεπέχρωσας ἅγιε, ἐν τῇ Ῥώμῃ ἐναθλήσας θαυμαστῶς.

Ψάλλοντας ᾠδάς, ταύτας πάτερ ἐν σῇ θείᾳ μνήμῃ, πάντοτε μνημόνευε πρὸς Χριστόν, καὶ χαρίτωσον μενούσαις ἀρεταῖς.

Ὦ ἱεραρχῶν, καὶ μαρτύρων τοῦ Χριστοῦ τὸ κλέος, τὴν εἰρήνην δίδου θεοπρεπῶς, τοῖς τὴν μνήμην σου τελοῦσιν ἐκ ψυχῆς.

Δόξα. Τριαδικόν.
Πάτερ καὶ Υἱέ, σὺν τῷ Πνεύματι τῷ παναγίῳ, Θεοφόρου δέχου τὰς ἱεράς, ἱκεσίας καὶ εὐχὰς ὑπὲρ ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ ἀγαθή, Παναγάθου Ἰησοῦ Δεσπότου, σὺν τῷ Ἰγνατίῳ ὑπὲρ ἡμῶν, ἐκδυσώπει παῤῥησίᾳ μητρικῇ.

ΣΤΑΣΙΣ Γ΄. ῏Ηχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πιστῶν σε, ὕμνοις ἐγκωμίων, Ἰγνάτιε τιμῶσιν.

Ἄρτος ἐψημένος, διὰ τοῦ μαρτυρίου, Χριστῷ ἐδείχθης πάτερ.

Βρῶσιν οὐρανίαν, δὸς τοῖς ὑμνηταῖς σου, Ἰγνάτιε θεόφρον.

Γέρας ἀθανάτου, ζωῆς εὗρες παμμάκαρ, διὰ τοῦ μαρτυρίου.

Δῶρον σῶν ἀγώνων, Ἰγνάτιε ἐδέξω, τὸ στέφος ἀφθαρσίας.

Ἐν Ἀντιοχείᾳ, καλῶς ἱεραρχήσας, ἐνήθλησας ἐν Ῥώμῃ.

Ζῶν ζωὴν Κυρίου, Αὐτὸν μόνον ἐπόθεις, ὡς ἔλαφος διψῶσα.

῎Ηνυσας τὸν δρόμον, διὰ τοῦ μαρτυρίου, Ἰγνάτιε θεόφρον.

Θάνατον ἐννόεις, ζωὴν ἄνευ Κυρίου, διὸ θανὼν ζῇς πάτερ.

Ἱεροῦ συλλόγου, τῶν θείων Ἀποστόλων, συνόμιλος ἐγένου.

Καῦσιν τῆς καρδίας, διὰ τοῦ μαρτυρίου, ἀπέσβεσας παμμάκαρ.

Λέουσιν ἐδόθης, εἰς βρῶσιν Θεοφόρε, Χριστὸν Λέοντα θέλων.

Μέγας ἀνεδείχθης, Ἐκκλησιῶν προστάτης, γραφαῖς σου Θεοφόρε.

Νῦν τυχὼν σοῦ πόθου, μνημόνευε ὦ πάτερ, πάντας τοὺς σὲ
τιμῶντας.

Ξύλου Παραδείσου, τρυφῶν ὦ Θεοφόρε, ἡμῶν μὴ ἐπιλάθου.

Ὅλος κατεφλέγης, τῷ θείῳ πόθῳ πάτερ, καὶ ἔρωτι ἀΰλῳ.

Πῶς σε ἐπαξίως, ὑμνήσωμεν ἐν ὕμνοις, Ἰγνάτιε χριστόφρον;

Ῥάνον θεῖα μῦρα, εὐχῶν σου οὐρανόθεν, σοῖς ὑμνηταῖς τρισμάκαρ.

Σῖτος χριστοφόρος, ἠλέσθης ἐν ταῖς μύλαις, λεόντων Θεοφόρε.

Τρῶσον τὰς καρδίας, Ὶγνάτιε τῷ πόθῳ, τοῦ ἐραστοῦ Κυρίου.

῞Υλην δίδου πάτερ, φλογὶ θείας ἀγάπης, ἡμῖν ταῖς προσευχαῖς σου.

Φρούρει Θεοφόρε, τοὺς μνήμην σου τιμῶντας, ἀπὸ κακῶν παντοίων.

Χάριν δίδου πάτερ, Ἰγνάτιε σοῖς δούλοις, Πνεύματος τοῦ Ἀγίου.

Ψώμισον ἐν ἄρτῳ, τῷ οὐρανίῳ πάτερ, ἡμᾶς πεινῶντας τοῦτον.

Ὥρᾳ τῇ ἐσχάτῃ, παράστηθι ὡς πρέσβυς, σοῖς δούλοις Θεοφόρε.

Δόξα. Τριαδικόν.
Πάτερ Λόγε Πνεῦμα, πρεσβείαις Ἰγνατίου, σῶσον ἡμᾶς ὡς οἶσθα.

Καὶ νῦν. Θεοτοκίον.
Σὺν τῷ Θεοφόρῳ, Παρθένε Ἰγνατίῳ, Χριστὸν ἡμῖν δυσώπει.