Eγκώμια εις τον εν Οσίοις Θεοφόρο Πατέρα ημών Γεώργιο Τουπικλή Καρσλίδη τον Ομολογητή

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

 

Ψαλλόμενα κατὰ τὰς Λιτανείας τῶν Αὐτοῦ Λειψάνων

 

Ὁ Κανὼν φέρει τήνδε τὴν ἀκροστιχίδα·
«Χαῖρε, Γεώργιε ὅσιε, νέον Ποντίων εὖχος, Δραμινῶν ἀντιλῆπτορ.Χ.»

ΣΤΑΣΙΣ Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, Ὀρθοδόξων χοροί, Ἀναλήψεως Μονῆς τὸν δομήτορα, ὁσιώτατε Γεώργιε, σοφέ.

Μακαρίζομέν σε Πόντου θεῖε βλαστὲ καὶ τῆς Δράμας ἀντιλῆπτορ, Γεώργιε, ἀσκητῶν νεολαμπῶν ὑπογραμμέ.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀχροστιχίδα·
«Χαῖρε, Γεώργιε ὅσιε»

Χαῖρε, Μάνδρας κτίτορ ἱερὲ καὶ σεπτέ, Ἀναλήφεως ἐν Δράμᾳ, Γεώργιε. νέον εὖχος θεοφόρων ἀσχητῶν.

Ἀντιλῆπτορ θεῖε Δραμινῶν εὐσεβῶν, μὴ ἑλλίπῃς ἐποπτεύων ἀείποτε τοὺς τιμῶντάς σε, Γεώργιε σεπτέ.

Ἰερέων γέρας νεαυγῶν καὶ φωστὴρ εὐσεβείας ἀνεδείχθης νεόφωτος, φίλε γνήσιε, Γεώργιε, Χριστοῦ.

Ῥαντισμῷ εὐχῶν σου ἁγιάζεις ἡμᾶς τοὺς ὑμνοῦντάς σε εὐθύμως Γεώργιε, καὶ λειψάνων προσκυνοῦντάς σου σορόν.

Ἐκ νεότητός σου ἐπεθύμεις Χριστῷ ἑαυτὸν ἀφιερῶσαι Γεώργιε, ὁ λαβῶν καὶ στέφος ὁμολογητῶν.

Γεωργὸς ἐδείχθης τῆς ἀρούρης ψυχῶν Δραμινῶν πιστῶν Γεώργιε, ἄριστος, ὁ ἀόκνως σπείρων σπόρον τοῦ Χριστοῦ.

Ἐκ Ποντίων χώρας ῥόδον μάκαρ, φυὲν ἄρτι, ηὔφρανας, Γεώργιε πάνσοφε, ἀρεταῖς σου εὐσεβούντων τοὺς χορούς.

Ὡς χρηστοηθείας, ἀσιγήτου εὐχῆς καὶ συνέσεως ταμεῖον, Γεώργιε, σὲ ὑμνοῦμεν αἱ χορεῖαι Δραμινῶν.

Ῥείθροις σῶν ἱδρώτων καὶ δακρύων στολὴν τῆς ψυχῆς σου κατεκάλλυνας Ὅσιε, θείου Πνεύματος Γεώργιε, ἀκτίς.

Γῆθεν σοὺς ἱκέτας πρὸς νομὰς οὐρανῶν, ἱκεσίαις σου, Γεώργιε, ἴθυνον, προσκυνοῦντάς σου λειψάνων τὴν σορόν.

Ἰον μυροβόλον ἀρετῆς ἀκραιφνοῦς, εὐωδίασας ὀδμαῖς σου Γεώργιε, Ὀρθοδόξων Μακεδόνων τὴν πληθύν.

Ἐφορῶν μὴ παύσῃ οὐρανόθεν ἡμᾶς τοὺς προφέροντας, Γεώργιε, κλῆσίν σου εὐλαβῶς τὴν παναγίαν καὶ σεπτήν.

Ὁ τοῦ Πόντου γόνος καὶ βλαστὸς εὐθαλής, ὦ Γεώργιε τῆς Ἀργυρουπόλεως, ἰαμάτων χάριν εἴληφας πολλήν.

Σοῦ λειψάνων θήκην προσκυνοῦντες πιστῶς τὴν ἐκβλύζουσαν πιστοῖς τὰ ἰάματα ἀνυμνοῦμέν σε Γεώργιε, λαμπρῶς.

Δόξα.
Τριαδικόν.

Ἴδε οὐρανόθεν, Παναγία Τριάς, τοὺς δοξάζοντας σὸν κράτος καὶ χάριν σου πέμψον πᾶσι Γεωργίου ταῖς λιταῖς.

Καὶ νῦν.
Θεοτοκίον.

Εἰὐσπλαγχνίας βάθρον, συμπαθείας κρηπὶς καὶ ἀγάπης, Θεοτόκε, θεμέλιον, οὐρανόθεν ἐπιστήριζε ἡμᾶς.

Καὶ αὖθις τὸ πρῶτον.
Μακαρίζομέν σε, Ὀρθοδόξων χοροί, Ἀναλήψεως Μονῆς τὸν δομήτορα, ὁσιώτατε Γεώργιε, σοφέ.

ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιον ἐστι.

Ἄξιόν ἐστι μακαρίζειν σε, τὸ νέον εὖχος Πόντου καὶ περίδοξον καύχημα Δράμας, ὅσιε Γεώργιε, σοφέ.

Ἄξιόν ἐστι μακαρίζειν σε, τοῦ Παρακλήτου πρόβολον, Γεώργιε ὅσιε, Ἀναλήψεως δομήτορα Μονῆς.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα·
«Νέον Ποντίων εὖχος».

Νέε ἀσκητά, κατευθῦντορ ἁπλανὲς πρὸς πόλον Δραμινῶν σπευδόντων σῇ χάριτι, χαῖρε, ὅσιε Γεώργιε σεπτέ.

Ἔκτυπον λαμπρὸν θείας πίστεως, ὁμολογίας τῆς Χριστοῦ, Γεώργιε, κλήσεως καὶ ἀσκήσεως ἐδείχθης ἀκραιφνοῦς.

Ὅσιε Χριστοῦ, φίλε γνήσιε καὶ ποδηγέτα εὐσεβῶν, Γεώργιε, ἴθυνον τοὺς τιμῶντάς σε πρὸς δόμους οὐρανῶν.

Νύκτα τῶν παθῶν τῷ φωτὶ ἀπήλασας εὐχῶν σου καὶ σκληραγωγίας, Γεώργιε, τῆς σαρκός σου, φωτοφόρε ἀσκητά.

Πόντου εὐθαλὲς καὶ νεόφυτον εὐῶδες ῥόδον, ἐν ἐσχάτοις χρόνοις, Γεώργιε, Μακεδόνων εὐωδίασας τὴν γῆν.

Ὄλβε τιμαλφὲς Ἀναλήψεως Μονῆς ἐν Δράμᾳ, τοὺς ἀσπαζομένους, Γεώργιε, καθαγίαζε, λειψάνων σου σορόν.

Νέκρωσον ἡμῶν τὰ χαμαίζηλα σαρκίου πάθη, ὁ αὐτὰ νεκρώσας συντόνοις σου ἀγωνίσμασι, Γεώργιε σεπτέ.

Τεῖχος ἀῤῥαγὲς ἀγαθότητος, ὀρθοπραξίας καὶ ἀλκίμου ὥφθης φρονήματος, θείου Πνεύματος, Γεώργιε, πυξίς.

Ἵλεων ἡμῖν τοῖς τιμῶσί σε ἀξιοχρέως τὸν Χριστὸν ἀπέργασαι, Ὅσιε, Δραμινῶν τῆς Ἐκκλησίας θησαυρέ.

Ὥφθης νεαυγὲς Πόντου αὔγασμα καὶ μυροβόλον τῆς Ἀργυρουπόλεως βλάστημα, παναοίδιμε Γεώργιε, σοφέ.

Νάρδον τὸ ἡδὺ ἐγρηγόρσεως καὶ ἀπαθείας πεφηνώς, Γεώργιε, ἥδυνας εὐωδίᾳ σου χορείας εὐσεβῶν.

Ἔπηξας Μονὴν Ἀναλήψεως Χριστοῦ ἐν Δράμᾳ, ἥνπερ ἐργαστήριον ἔδειξας, ὦ Γεώργιε, εὐχῆς καρδιακῆς.

Ὕμνοις καὶ ᾧδαῖς καταστέφοντες σὴν θείαν μνήμην σῶν λειψάνων θήκην, Γεώργιε, προσκυνοῦμεν Δράμας θεῖε ἰατήρ.

Χαῖρε, ἀσκητὰ νέε, πίστεως καὶ εὐλαβείας σκήνωμα Γεώργιε, κράζοντες ἐκδεχόμεθα ἐνθέρμους σου λιτάς.

Δόξα.
Τριαδικόν.

Οἱ τῶν εὐσεβῶν σὲ δοξάζουσι χοροὶ ἀσμένως, σὺν Πατρὶ καὶ Λόγῳ Παράκλητε, ὁμοούσιε καὶ σύνθρονε Τριάς.

Καὶ νῦν.
Θεοτοκίον.

Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ σου, Θεογεννῆτορ, ἀρωγῆς θερμῆς καὶ προνοίας σου ὡς ἡ ὄρνις τὰ νοσσία ἑαυτῆς.

Καὶ αὖθις τὸ πρῶτον.
Ἄξιόν ἐστι μακαρίζειν σε, τὸ νέον εὖχος Πόντου καὶ περίδοξον καύχημα Δράμας, ὅσιε Γεώργιε, σοφέ.

ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, Γεώργιε θεόφρον, τιμῶμέν σε ἐκθύμως.

Αἱ γενεαί σε πᾶσαι, Γεώργιε, τιμῶμεν, Ὁσίων νέον γέρας.

Καὶ τὰ ἑπόμενα φέρονται ἀχροστιχίδα·
«Δραμινῶν ἀντιλήπτορ. Χ.»

Διήνυσας τὸν δρόμον τοῦ σοῦ παρόντος βίου, Γεώργιε ὁσίως.

Ῥανίσι σου ἱδρώτων κατήρδευσας τὴν χθόνα, Γεώργιε τῆς Δράμας.

Ἀσκήσει σοὺ συντόνῳ προσείλκυσας τὴν χάριν, Γεώργιε, τὴν θείαν.

Μὴ παύσῃ ἐποπτεύων, Γεώργιε, τοὺς πίστει σὲ ἀνυμνολογοῦντας.

Ἱκέτευε τὸν Κτίστην ὑπὲρ τῶν εὐφημούντων, Γεώργιε, σοὺς πόνους.

Νικῆσαι τὸν βελίαρ, ἀξίωσον ἱκέτας, Γεώργιε, θερμούς σου.

Ὡς ἴον σε τοῦ Πόντου νεόφυτον τιμῶμεν, Γεώργιε, προθύμως.

Ναοὺς χρηστοηθείας, Γεώργιε, λιταῖς σου τοὺς σοὺς ἱκέτας δεῖξον.

Ἀστείρευτος χειμάῤῥους, Γεώργιε, ἐδείχθη τῶν σῶν λειψάνων θήκη.

Νῦν δραμινῶν χορεῖαι, Γεώργιε, ὑμνοῦσι θαυμάτων σου τὸ πλῆθος.

Ταμεῖον ἰαμάτων, Γεώργιε, ὑπάρχεις καὶ ξένων παραδόξων.

Ἰάσεις ἀναβλύζει παντοδαπὰς ἡ θήκη πανσέπτων σου λειψάνων.

Λαμπὰς ὁμολογίας φωτόλαμπρος Κυρίου, Γεώργιε, ὑπάρχεις.

Ἡμεῖς ἐπιτελοῦντες, Γεώργιε, σὴν μνήμην πληρούμεθα χαρίτων.

Ποντίων νέον εὖχος, Γεώργιε, μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύων.

Τὴν χάριν σου τὴν θείαν, Γεώργιε, ζητοῦμεν οἱ μακαρίζοντές σε.

Ὤφθεις τοῦ Παρακλήτου δοχεῖον, πᾶσι πέμψον, Γεώργιε, σὴν χάριν.

Δόξα.
Τριαδικόν.

Ῥοάς μου τῶν δακρύων μὴ ἀποποιήσῃς, Τριὰς Ὑπεραγία.

Καὶ νῦν.
Θεοτοκίον.

Χαρᾶς ἡμῶν τὸν βίον ἔμπλησον, Παρθένε, σεμνὴ Θεογεννῆτορ.

Καὶ αὖθις τὸ πρῶτον.
Αἱ γενεαὶ πᾶσαι, Γεώργιε θεόφρον, τιμῶμέν σε ἐκθύμως.

Δίστιχον·
Γεώργιον ἐγκωμίοις κατέστεψε
Παύλου ἐνθέρμῳ προτροπῇ Χαραλάμπης.