Παρακλητικός Κανών εις τον εν Οσίοις Θεοφόρο Πατέρα ημών Γεώργιο Τουπίκλην Καρσλίδη τον Ομολογητή

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 4 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῆς κατανύξεως εὐχῆς ἀσιγήτου, σκληραγωγίας τῆς σαρκός, ἀπαθείας, ἁπλότητος καὶ νήψεως φανὸν νεαυγή, μέλψωμεν Γεώργιον Ἀναλήψεως μάνδρας, ἀσκητὴν καὶ κτίτορα ἐνθεώτατον ὕμνοις, καὶ τὰς αὐτοῦ πρὸς Κύριον λιτὰς οἱ ἐν ἀνάγκαις, ταχὺ αἰτησώμεθα.

Δόξα.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Θείας χάριτος ῥεῖθρον, θεοφόρον Γεώργιον, καὶ κρουνὸν θαυμάτων παντοίων, εὐφημήσωμεν κράζοντες· δομῆτορ Ἀναλήψεως μονῆς, καὶ Δράμας ἀντιλῆπτορ καὶ φρουρέ, μὴ ἐλλίπῃς ἱκετεύων τὸν μεγαλύναντά σε Πάτερ ὅσιε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ νεαυγῶν σὲ ἀσκητῶν πυξίον δείξαντι.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Γεώργιε ὅσιε, εὐλόγει ἡμᾶς οὐρανόθεν. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γεώργιε, ἄστρον νεολαμπὲς Χριστοῦ Ἐκκλησίας, Ἀναλήψεως τῆς Mονῆς, δομῆτορ ἐν Δράμᾳ, οὐρανόθεν, τοὺς εὐλαβῶς σε τιμῶντας ἐπόπτευε.

Εὐλόγει, Γεώργιε θαυμαστέ, τοὺς σὲ ἀνυμνοῦντας, ὡς Ὁσίων νεοφανῶν, φωστῆρα τὸν λάμψαντα ἐν κόσμῳ, σκληραγωγίας ἀκτῖσι καὶ νήψεως.

Ὠράισον πλήθει τῶν ἀρετῶν, ἡμῶν τὰς καρδίας, τῶν σπευδόντων ταῖς σαῖς λιταῖς, ἐν πτώσει βίου ψυχοκτόνοις, καὶ συμφοραῖς καὶ ἀνάγκαις, Γεώργιε.

Θεοτοκίον.
Ῥανίδας δακρύων μου τῶν πολλῶν, ἀπόσμηξον τάχος, μανδηλίῳ σῶν προσευχῶν, πρὸς Κύριον τὸν μονογενῆ σου, Υἱὸν καὶ Λόγον Θεοῦ, Μητροπάρθενε.

ᾨδὴ γ΄. Οὐράνιας ἁψῖδος.
Γεωργήσας πλουσίως τῆς ἀρετῆς ἄσταχυν, συντονία Πάτερ ἀγώνων, σκληραγωγία σου, καὶ ἀενάῳ εὐχή, εὗρες Γεώργιε χάριν, τὸν καρπὸν σὴς χάριτος, πέμπειν σοῖς πρόσφυξιν.

Ἰαμάτων χειμάῤῥους ἡ σῇ σορός, Ὅσιε, ὤφθη τῶν τιμίων λειψάνων, ἣν ἀπεκάλυψαν, ἄρτι λαγῶνες τῆς γῆς, ἐγκρατευτὰ θεοφόρε, ἀσκητὰ Γεώργιε, Πόντου ἐκβλάστημα.

Εἰρηνεύεις τὸν βίον, σῇ δαψιλεῖ χάριτι, τῶν πολεμουμένων τρισμάκαρ, ὁ τὸν εἰρήναρχον, ὁμολογήσας Χριστὸν καὶ δι’ Αὐτὸν ὑπομείνας, φυλακὴν καὶ βάσανο, πάτερ Γεώργιε.

Θεοτοκίον.
Οὐρανῶν ὑπερτέρα, σῶν οἰκετῶν φρόνημα, κεχαριτωμένη Κυρίου, Μῆτερ, οὐράνωσον, τῶν ἀνυμνούντων λαμπρῶς, τὰς ἀρετὰς Γεωργίου, Δράμας τοῦ κοσμήτορος καὶ ἀντιλήπτορος.

Ἁγίασον, πιστῶν χορείας τιμώντων σε κατὰ χρέος, εὐγεώργητον ὡς ἀγρόν, Γεώργιε νήψεως, εὐχῆς ἀσιγήτου καὶ ἀπαθείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμὴ
Πατέρων σεπτῶν τῆς πίστεως θησαύρισμα, ψυχῶν ἀπλανὲς οἰακοστρόφε, σκήνωμα εὐπρεπὲς τῆς χάριτος καὶ νεόδμητε πύργε συνέσεως, Χριστὸν τὸν φιλάνθρωπον, Γεώργιε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σωφροσύνης κειμήλιον, καὶ λαμπρὸν παλάτιον ὁσιότητος, σωφρονεῖν ἡμᾶς ἀξίωσον, ἐπικαλουμένους σε Γεώργιε.

Ἰσχυροὺς τὸν ἀλάστορα, πολεμῆσαι πάντας ἡμᾶς ἀνάδειξον, ὁ αὐτοῦ τὰ πανουργεύματα, λύσας σαῖς ἀσκήσεσι, Γεώργιε.

Εὐσυμπάθητον Κύριον, δυσωπεῖν μὴ παύσῃ ἀεὶ Γεώργιε, ὑπὲρ πάντων τῶν ὑμνούντων σε, ὡς Ὁσίων νέων σεμνολόγημα.

Θεοτοκίον.
Ἐκ τοῦ ὕψους τῆς δόξης σου, πάντας περιφρούρει τοὺς ἀνυμνοῦντάς σε, καὶ περίσκεπε καὶ φύλαττε, πρόσφυγας τοὺς σοὺς Θεογεννήτρια.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις σε φαιδροῖς, καταστέφοντες λειψάνων σου, προσκυνοῦμεν χαριτόβρυτον σορὸν ἐν Μονῇ τῆς Ἀναλήψεως, Γεώργιε.

Λύπης τὴν ἀχλὺν καὶ σκοτόμαιναν τῶν θλίψεων διασκέδασον αὐγαῖς σῶν προσευχῶν, σέλας νέων ἀσκητῶν, σεμνὲ Γεώργιε.

Ὅσιε Χριστοῦ, θαυματόβρυτε Γεώργιε, καταπράυνον παθῶν ἡμῶν ὁρμὰς χαμαιζήλων τῶν ἐκθύμως μελῳδούντων σε.

Θεοτοκίον.
Γῆθεν πρὸς νομὰς οὐρανοῦ ἡμᾶς ἀνάγαγε, τοὺς προστρέχοντας τῇ σῇ ἐπισκοπῇ καὶ πρεσβείᾳ, ἀγλαὴ Θεογεννήτρια.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον, ἱκετῶν Γεώργιε, τῶν θερμῶν σου καὶ παράσχου σὴν χάριν, ἐνὶ ἑκάστῳ τῶν ἀσπαζομένων, τὴν τῶν λειψάνων σου θήκην τὴν πάνσεπτον, ἐν Ἀναλήψεως Μονῇ, ἣν ἐκ βάθρων ἀνήγειρας, Ὅσιε.

Ἰάσεων, κρήνη ὤφθης ἄφθονος, ἐν ζωῇ καὶ μετὰ πότμον θεόφρον, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ σωμάτων, τῶν Δραμινῶν ἀσθενούντων Γεώργιε, καὶ τῶν σπευδόντων εὐσεβῶν, πανταχόθεν τῇ θείᾳ σου χάριτι.

Ἡ θήκη σου, τῶν ὀστέων πέφηνε, μυροθήκη πανευώδης θαυμάτων, καὶ ἁγιάσματος κρήνη τοῖς πόθῳ, καὶ κατανύξει ψυχῆς προσπελάζουσιν, αὐτὴ ὁσίων καλλονῇ καὶ Ποντίων περίβλεπτον καύχημα.

Θεοτοκίον.
Μνημόνευε, τῶν μακαριζόντων, Θεοτόκε εἰς αἰῶνας αἰώνων, καὶ Γεωργίου ὁσίου τὴν μνήμην, ἐπιτελούντων τοῦ Δράμας ἀκέστορος, καὶ Ἀναλήψεως Μονῆς, ταχινοῦ ἀρωγοῦ καὶ συλλήπτορος.

Ἁγίασον, πιστῶν χορείας τιμώντων σε κατὰ χρέος, εὐγεώργητον ὡς ἀγρόν, Γεώργιε, νήψεως, εὐχῆς ἀσιγήτου καὶ ἀπαθείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. τοῖς τῶν αἱμάτων σου.
Ἀργυρουπόλεως ἔνθεον βλάστημα, καὶ Γεωργίας σεπτὸν ἐνδιαίτημα, ὁ ἐν τῇ Δράμᾳ ἀσκήσας ὡς ἄσαρκος καὶ ἁγιάσας Μονὴν Ἀναλήψεως, ἡμῶν ἴσθι φύλαξ, Γεώργιε.

 Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δὶς)
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαίου.
(Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβε πολυτίμητε, τοῦ πανσθενοῦς Παρακλήτου, ἀσκητὰ Γεώργιε, Δράμας φύλαξ ἄγρυπνε ὁ ἐν ἔτεσι λόγοις καὶ πράξεσι λάμψας τοῖς ἐσχάτοις, ὡς ἀειλαμπέστατος, καὶ ἀμαρύγμασι τῶν ἀσκητικῶν παλαισμάτων σου, φωτίσας τῶν προσφύγων σου, τὰς ψυχᾶς παθῶν πόῤῥω δίωξον, ζόφωσιν φωσφόρε, δομῆτορ Ἀναλήψεως Μονῆς, ὁ πᾶσι νέμων ἰάματα, τοῖς ἀνευφημοῦσί σε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
Κύριε, ἐλέησον (12 φορές)
Ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσκητὰ ἐλεῆμον, προσφορᾶς ἐκμαγεῖον πρὸς χρείας ἔχοντας, Γεώργιε ἀγάπης, καὶ συμπαθείας κέρας, σοὺς ἱκέτας ἀξίωσον, κατανοεῖν ἐνδεῶν, ἀνάγκας καὶ πενήτων.

Σωφροσύνης ταμεῖον καὶ συνέσεως βάθρον, σεπτὲ Γεώργιε, ὑπέμεινας βασάνους, πολλὰς ἐν Γεωργίᾳ δι’ ἀγάπην τοῦ Κτίσαντος, ὧ καὶ πρεσβεύεις θερμῶς, ὑπὲρ τῶν ἱκετῶν σου.

Ὁδηγὸς πλανωμένων, σταθηρὸς καὶ ἰθύντωρ πιστῶν πρὸς θέωσιν, ὀφθεὶς ἐχειραγώγεις, λαὸν πρὸς σωτηρίαν, ὑπὲρ οὗ νῦν τὸν Κύριον, ἐκδυσωπεῖς ἐκτενῶς, Γεώργιε παμμάκαρ.

Θεοτοκίον.
Ὑπερόπτας προσύλων, τοὺς οἰκέτας σου δεῖξον, Θεογεννήτρια, καὶ ζηλωτὰς ἀῤῥεύστων, Γεώργιος ὁ θεῖος, ἅπερ ἄρτι ἐζήλωσε, ὁ ἀσκητὴς ὁ σοφός, Ταξιαρχῶν τῆς Δράμας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοαῖς ἱδρώτων, καὶ ἀειρύτων δακρύων, ὁ ἐκπλύνας στολὴν τῆς ψυχῆς σου, πλῦνον μου καρδίας, Γεώργιε, τὸν ῥύπον.

Ἀσθενειῶν μου, ταχὺ ἀπέλασον ἄλγος, ταχινὲ ἰατρὲ ἀσθενούντων, σοὶ καταφευγόντων, Γεώργιε, ἐν νόσοις.

Ναὲ χαρίτων, τοῦ Παρακλήτου τὰ βάθη, καρδίων ὁ γινώσκων κοπρίας, κάθαρον παθῶν με, Γεώργιε, βοῶ σοι.

Θεοτοκίον.
Οὐρανοδρόμον, ὑπόδειξόν μοι πορείαν, Θεότοκε, τῷ σὲ ἀνυμνοῦντι, ὡς πιστῶν ἁπάντων, ἰθύντειραν πρὸς πόλον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θαυμάτων μυροθήκη, πέλει σῶν λειψάνων, ἡ χαριτόβρυτος θήκη Γεώργιε, ἣν εὐλαβῶς προσκυνοῦντές σε μακαρίζομεν.

Εὐχαῖς σου ἀσιγήτοις, σκέπε σοὺς ἱκέτας, οὖς οὐρανόθεν ἀεὶ ἐπισκίαζε, σημειοφόρε, Ὁσίων φανέ, Γεώργιε.

Ναὲ ἠγιασμένε, ἀρετῆς νηστείας, σκληραγωγία, εὐχῆς καὶ χρηστότητος, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστόν, Γεώργιε.

Θεοτοκίον.
Χαρᾶς ἡμῶν καρδίας, πλῆσον Θεοτόκε, νῦν Γεωργίου τιμώντων τὰ σκάμματα, καὶ ὁλοθύμως, Παρθένε, μακαριζόντων σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ταπεινώσεως λαμπηδών, χαίροις, ἐναρέτου πολιτείας ὁ ἀκρεμών, χαίροις, τῶν Ὁσίων πατέρων κοσμιότης, τῶν ἄρτι ἐκλαμψάντων, μάκαρ Γεώργιε.

Κτίτορ Ἀναλήψεως τῆς Μονῆς, τῆς σεπτῆς ἐν Δράμᾳ, ὁ ἀσκήσει καὶ προσευχὴ θεωθεῖς ἀρτίως, Γεώργιε, ἀξίως παντοίων ἰαμάτων χάριν ἀπείληφας.

Χαίροις, Πόντου ἔρνος νεοθαλές, χαίροις, ἴον Δράμας μυροβόλον καὶ εὐανθές, χαίροις, μυροθήκη, Γεώργιε, θαυμάτων, Χριστὸν τῶν ἀγαπώντων θεῖον κιννάμωμον.

Σκέπε τὰς χορείας μοναζουσῶν, τῆς σεπτῆς Μονῆς σου, Ἀναλήψεως τοῦ Χριστοῦ, ἀσκουμένων κλέος, Γεώργιε, τῶν νέων καὶ ῥύου σοὺς ἱκέτας πόνων καὶ θλίψεων.

Θήκην προσκυνοῦντες τὴν ἱεράν, σῶν σεπτῶν λειψάνων, τὴν ὑπάρχουσαν θαυμαστῶς, ἰαμάτων κρήνην σε ἀνυμνολογοῦμεν, Γεώργιε ὁσίων νέων καλλώπισμα.

Πάντας καταξίωσον τῆς σὺν σοί, χαρμονῆς ἐν πόλῳ, καὶ ἀφθίτου ἐν οὐρανοῖς , εὐφροσύνης πάτερ, Γεώργιε πατέρων, τῶν νεαυγῶν ἀκρότης, καὶ γέρας πάντιμον.

Χαίροις ἱερέων ἡ καλλονή, καὶ τῶν μοναζόντων, τύπος θεῖος ἐν ἀρετῇ, χαίροις ὁ τῆς Σίψας θερμότατος προστάτης, Γεώργιε παμμάκαρ, Ὁσίων σύσκηνε.

Ἐκ τοῦ ὅρους Σῶτερ τῶν ἐλαιῶν, σαρκὶ ἀνελήφθης, καθορόντων τῶν Μαθητῶν, ὅθεν σου τὴν θείαν, Ἀνάληψιν ὑμνοῦμεν, δι’ ᾗς ἡμᾶς πρὸς δόξαν, ὕψωσας ἄῤῥηκτον.

Σήμερον ἡ πάναγνος Μαριάμ, τῷ ναῷ προσάγει, ὥσπερ βρέφος τὸν Ποιητή, ὃν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεὸν αὐτὸν κηρύττει κἂν σάρκα εἴληψε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὰ Ἀπολυτίκια· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον
Ἀναλήψεως μάνδρας σεπτὸν δομήτορα, χαροποιοῦ πένθους μύστην, καρδιακῆς προσευχῆς, ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον, ὕμνοις, Γεώργιον πιστοί, ὥσπερ ὁμολογητῶν τιμήσωμεν νέον εὖχος, βοῶντες φρούρει θεόθεν, σημειοφόρε, τοὺς ἱκέτας σου.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ Πόντου ἀνέτειλας, ὥσπερ ἀστὴρ φαεινός, τὴν Δράμαν ἐφώτισας, ταῖς διδαχαῖς σου σοφέ, τῇ ἰσαγγέλῳ πολιτεία σου, ὅθεν τοῖς προσιοῦσι, τῇ ἁγίᾳ Μονῇ σου, νέμεις εἰρήνην, καὶ παντοίας ἰάσεις· ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, Γεώργιε, πατὴρ ἡμῶν Ὅσιε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Φύλαξ Ἀναλήψεως Μονῆς, ἄγρυπνε καὶ Δράμας ἀκέστορ, νεοφανὲς ἀσκητά, χάριτος Γεώργιε, λαμπτὴρ φανότατε, καὶ ἰάσεων χείμαῤῥε, τοὺς σοὶ προσιόντας, ῥῦσαι βλάβης ὄφεως, κινδύνων θλίψεων, πόνων καὶ στενώσεων ὄμβρῳ, τῶν δεήσεων σου πρὸς Κτίστην, καὶ Θεὸν ἡμῶν τὸν εὐσυμπάθητον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἱεράρχην Δράμας, Γεώργιε, Παῦλον,
σκέπε καὶ φύλαττε, βοᾷ Χαραλάμπης.