Εγκώμια εις τον Όσιο Γεράσιμο εν Κεφαλληνία

ΣΤΑΣΙΣ Α΄. Ἡ ζωή ἐν τάφῳ.
Μακαρίζομέν σε, μοναστῶν τὴν τερπνήν, καλλονὴν ὦ θεοφόρε Γεράσιμε, καταστέφοντες τὴν μνήμην σου ᾠδαῖς.

Μακαρίζομέν σε, ἀσκητῶν τὴν λαμπράν, καὶ ὁλόφωτον στολὴν χρηματίσαντα, σοῦ δοξάζοντες τὰς θείας ἀρετά.

Μακαρίζομέν σε, Ἱερέων φαιδρόν, καὶ θεόσδοτον τοῖς πέρασι καύχημα, τοὺς ἀγῶνάς σου γεραίροντες πιστῶς.

Μακαρίζομέν σε, Ἐκκλησίας Χριστοῦ, τὸν φωστῆρα τὸν νεόλεκτον Ὅσιε, καὶ νεόσδοτον θησαύρισμα πιστῶν.

Παιδιόθεν μάκαρ, ἀνετέθης Θεῷ, καὶ τὸ τάλαντον αὐξήσας τῆς χάριτος, ἐδοξάσθης παρ’ Αὐτοῦ πανευκλεῶς.

Τὰ σεπτά σου Πάτερ, καὶ λαμπρὰ ὥσπερ φῶς, κατορθώματα πιστοῖς ἐπιστώθησαν, ἐν σπηλαίοις καὶ ἐρήμοις ἀληθῶς.

Παῤῥησίαν ἔχων, πρὸς Θεὸν ἀληθῶς, μὴ ἐλλείπῃς ἱκετεύειν Γεράσιμε, λυτρωθῆναι συμφορῶν τῶν νῦν ἡμᾶς

Πολιτείας ὤφθης, ἰσαγγέλου φωστήρ, ἀπαθείας τὴν στολὴν ἐνδυσάμενος, ὡς γὰρ ἄσαρκος ἐβίωσας ἐν γῇ.

Καὶ νηστείας μάκαρ, καὶ παννύχοις εὐχαῖς, καὶ ἁγνείᾳ καὶ καρδίας εὐθύτητι, εὐηρέστησας πανσόφως τῷ Θεῷ.

Τῆς ψυχῆς κοσμήσας, τὴν λαμπάδα φαιδρῶς, ταῖς ἐνθέοις ἀρεταῖς κατηξίωσαι, τοῦ Νυμφίου τῆς χαρᾶς ἀπολαβεῖν.

Εἰ καὶ τάφῳ μάκαρ, κατετέθη τὸ σόν, ἀκραιφνέστατον καὶ ἅγιον σῶμά σου, ἀλλὰ ζῇ καὶ τὰς ἰάσεις χορηγεῖ.

Τῶν Ἀγγέλων ὄντως, μιμητὴς γεγονώς, σὺν αὐτοῖς νῦν ἐπαγάλλῃ γηθόμενος, θείαν δόξαν ἐποπτεύων τηλαυγῶς.

Εὐφροσύνης πάσης, ἔμπλησον τοὺς πιστῶς, προσιόντας τῇ σορῷ σου Γεράσιμε, καὶ τιμῶντάς σου τὴν ἔνδοξον ταφήν.

Ὡς ἐῤῥύσω μάκαρ, τὴν σὴν νῆσον ᾀεί, συμφορῶν καὶ πειρασμῶν καὶ ἐκ θλίωεων, οὕτω πρόφθασον ἐν τάχει καὶ τὰ νῦν.

Ὁλοτρόπως Πάτερ, ἀνετέθης Χριστῷ, καὶ Ἀγγέλων πολιτείαν ἐν σώματι, σὺ μετῆλθες ὦ Γεράσιμε σοφέ.

Σὺν Ἀγγέλοις μάκαρ, νῦν αὐλίζῃ σαφῶς, καὶ Ὁσίων καὶ Δικαίων τοῖς τάγμασιν, ὡς ἐκεῖνοι γὰρ ἐβίωσας ἐν γῇ.

Σπεῦσον νῦν παμμάκαρ, μὴ ἐκλείπῃς ἡμᾶς, σοὺς ἱκέτας, ἀλλὰ τάχος Γεράσιμε, σὺ ἐξάρπασον ἡμᾶς τῆς νῦν φθορᾶς.

Ἡ σὴ νῆσος Πάτερ, σοὶ προστρέχει τὰ νῦν, δεομένη καὶ θερμῶς ἱκετεύει σε, λυτρωθῆναι διὰ σοῦ τῶν συμφορῶν.

Δέησιν Κυρίῳ, ἐπικάμφθητι νῦν, τοῦ προσάξαι δι’ ἡμᾶς ὦ Γεράσιμε, ὅπως ῥύσηται ἡμᾶς τῶν νῦν κακῶν.

Πρόφθασον καὶ σῶσον, καταιγίδος ἡμᾶς, τῆς νῦν ἀπειλούσης Γεράσιμε, τοὺς προσφεύγοντας τῇ σκέπῃ σου θερμῶς.

Γερασίμου δέχου, τὰς λιτὰς ὁ Θεός, καὶ ἐλέησον τὸν κόσμον σου ἅπαντα, τὴν εἰρήνην παρεχόμενος πιστοῖς.

Οἱ Κεφαλληναῖοι, σὲ προστάτην θερμόν, προβαλλόμεθα πρὸς Κύριον Ὅσιε, ῥῦσαι ἅπαντας κινδύνων σαῖς λιταῖς.

Δόξα. Τριαδικόν.
Δόξα Σοι Θεέ μου, Παναγία Τριάς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς σὺν τῷ Πνεύματι, σῷζε πάντας τοὺς ἐλπίζοντας εἰς Σέ.

Καὶ νῦν. Θεοτοκίον.
Μεγαλύνομέν Σε, μοναστῶν τὴν τερπνήν, καλλονὴν ὦ Πανύμνητε Δέσποινα, καταστέφοντές Σε ἐν ὕμνοις καί ᾠδαῖς.

Καὶ πάλιν τὸ πρῶτον·
Μακαρίζομέν σε, μοναστῶν τὴν τερπνήν, καλλονὴν ὦ θεοφόρε Γεράσιμε, καταστέφοντες τὴν μνήμην σου ᾠδαῖς.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ. Ἄξιον ἐστι.
Ἄξιον ἐστί, τὸν φωστῆρά σε τῆς Ἐκκλησίας, τὸν νεοφανέντα τοῖς ᾄσμασι, καταστέφειν ὦ Γεράσιμε σεπτῶς.

Ἄξιον ἐστί, μακαρίζειν σε τὸν θεοφόρον, τῶν πιστῶν τὸ νέον θησαύρισμα, καὶ πανάριστον Ποιμένα μοναστῶν.

Ἄξιον ἐστί, σὲ Γεράσιμε ὕμνοις γεραίρειν, πάσης τῆς Ἑλλάδος τὸ καύχημα, καὶ τὸ σκεῦος ἐκλογῆς τὸ θαυμαστόν.

Ἄξιον ἐστί, ὦ θεόληπτε ὑμνολογεῖν σε, τῆς Κεφαλληνίας τὸ καύχημα, φιλανθρώπως ἐκ Θεοῦ αὐτῇ δοθέν.

Δέχου τὰς λιτάς, ὦ Γεράσιμε τῶν σὲ τιμώντων, καὶ Θεὸν παμμάκαρ ἱκέτευσον, ὑπὲρ πάντων τῶν τιμώντων σε πιστῶν.

Ὥσπερ Ἀβραάμ, Ἰωσὴφ καὶ Ἐλισσαῖος μάκαρ, εὐλογίας πρόξενος γέγονας, καὶ ἐπλούτησας ἡμᾶς σαῖς δωρεαῖς.

Ἔφησε ποτέ, θείῳ πνεύματι ὁ Προφητάναξ, δίκαιος ὡς φοίνιξ ἀνθήσεται, ἐν τῷ οἴκῳ φυτευθεὶς τῷ τοῦ Θεοῦ.

Ξύλον φυτευθέν, τῶν ὑδάτων ἐν ταῖς διεξόδοις, σὺ ἐδείχθης μάκαρ Γεράσιμε, καὶ ἐβλάστησας καρποὺς ἀειθαλεῖς.

Ζῶσι τῷ Χριστῷ, ὄντως δίκαιοι εἰς τὸν αἰῶνα, ζῇς καὶ σὺ θεόφρων Γεράσιμε, αὐλιζόμενος Δικαίων τοῖς χοροῖς.

Ὕπνωσας ἐν γῇ, ἀλλ’ ἀθάνατον εὔκλειαν μάκαρ, εἴληφας Γεράσιμε πάντιμε, πρὸς Θεοῦ τοῦ ζῶντος ἐν τοῖς οὐρανοῖς.

Μακάριος ἀνήρ, ὁ Γεράσιμος ὃς οὐκ ἀπῆλθεν, ἐν βουλῇ ἀνόμων ὡς γέγραπται· ὅθεν ἤλειφε τὰ γέρα πρὸς Θεοῦ.

Γέρα πρὸς Θεοῦ, ὄντως εἴληφας Ὅσιε Πάτερ, πάντων θεραπεύειν νοσήματα, τῶν τιμῶντών σου τὴν ἔνδοξον ταφήν.

Ἡμέρας καὶ νυκτός, μελετήσας ἐντολὰς Κυρίου, ἐπορεύθης μάκαρ Γεράσιμε, θείας τρίβους τοῦ Κυρίου ἀκλινῶς.

Δεῦτε νῦν πιστῶς, καὶ προσπέσωμεν τῷ Γερασίμῳ, ὅπως καὶ τὰ νῦν προφθάσῃ καὶ ρὑσηται, ἀπειλουμένους ἡμᾶς βλάβης τοῦ ἐχθροῦ.

Ἄλλον ἐκτὸς σοῦ, οὐ δυνάμεθα εὑρεῖν προστάτην, καὶ πρὸς Θεὸν μεσίτην θερμώτερον, ἵνα φύγωμεν ἐνέδρας τοῦ πονηροῦ.

Ζάλη πειρασμῶν, ἀπειλεῖ ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἐλευθερωτὴν δὲ ἄλλον οὐκ οἴδαμεν, εἰμὴ τὴν δεξιάν σου τὴν κραταιάν.

Πέτασον ἡμῖν, σκέπην κραταιὰν τῶν σῶν πτερύγων, ὅπως δυνηθῶμεν, βέλη ἐκφυγεῖν τοῦ ἐχθροῦ, καὶ γεραίρειν σε Γεράσιμε θερμῶς.

Νέος ἀληθῶς, σὺ ἀνέτειλας τῇ Ἐκκλησίᾳ, καὶ λαμπρὸς ἀστὴρ τοὺς πάντας Γεράσιμε, καταυγάζων καὶ φωτίζων εὐσεβεῖς.

ᾌδει σὺν ἠμῖν, καὶ γεραίρει σου τὴν μνήμην μάκαρ, στίφη νοερῶν Στρατιῶν εὐφημοῦντά σε, καὶ δοξάζοντα τὸν Κύριον φαιδρῶς.

Ὅλον σεαυτόν, ὡς ἀνέθηκας τῷ Ποιητῇ σου, οὕτω καὶ Αὐτὸς μεγάλως σ’ ἐδόξασε, καὶ ἐτίμησε Γεράσιμε λαμπρῶς.

Ἄλλον Μωϋσῆν, καὶ Ἠλίαν σ’ ἔδειξε παμμάκαρ, τεσσαρακονθήμερον νηστείας στάδιον, καὶ μεγάλως ἐδοξάσθης παρὰ Θεοῦ.

Δεῦτε οἱ πιστοί, εὐφημήσωμεν ᾄσμασι θείοις, μνήμην Γερασίμου τοῦ μάκαρος, ἵνα σχῶμεν ἄφεσιν παρὰ Θεοῦ.

Δόξα. Τριαδικόν.
Ἄναρχε Τριάς, ὁμοούσιε Μονὰς Ἁγία, οὐρανίου πάντας ἀξίωσον, Βασιλείας Γερασίμου ταῖς λιταῖς.

Καὶ νῦν. Θεοτοκίον.
Πάντες οἱ πιστοί, μακαρίσωμεν τὴν Θεοτόκον, τὴν τὸν πάντων Κτίστην κυήσασαν, καὶ λυτρώσασαν τῆς πλάνης τοὺς βροτούς.

Καὶ πάλιν τὸ πρῶτον·
Ἄξιον ἐστί, τὸν φωστῆρά σε τῆς Ἐκκλησίας, τὸν νεοφανέντα τοῖς ᾄσμασι, καταστέφειν ὦ Γεράσιμε σεπτῶς.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ. Αἱ γενεαί πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Γεράσιμε θεόφρων.

Γεράσιμε θεόφρων, ἱλέωσαι τὸν Κτίστην, ὑπὲρ τῶν σὲ τιμώντων.

Ὑπὲρ τῶν σὲ ὑμνούντων, Γεράσιμε μὴ παύσῃ, πρὸς Κύριον πρεσβεύειν.

Περίσωζε τοὺς πίστει, καὶ πόθῳ σὲ ὑμνοῦντας, Γεράσιμε τρισμάκαρ.

Γεράσιμε τρισμάκαρ, προσδέχου ἱκεσίας, τῶν σὲ ἀνευφημούντων.

Εἰρήνην δωρηθῆναι, τοῖς σὲ ἀνευφημοῦσι, Γεράσιμε δυσώπει.

Τὴν στενὴν τρισμάκαρ, ὁδὸν καὶ τεθλιμμένην, διώδευσας Κυρίου.

Ἔχοντές σε πρέσβυν, πρὸς τὸν Θεὸν παμμάκαρ, λυτρούμεθα κινδύνων.

Λυτρούμεθα κινδύνων, σαῖς πανευπροσδέκτοις, πρὸς Κύριον πρεσβείαις.

Τίς ἐξείπει μάκαρ, σοὺς σεπτοὺς ἀγῶνας, οὓς ἔτλης ἐν τῷ βίῳ;

Ἀγγέλων ἐμιμήσω, τὴν πολιτείαν μάκαρ, ἀσκήσας ὑπὲρ φύσιν.

Ἀσκητῶν οἱ δῆμοι, ἐθαύμασαν θεόφρων, σὴν θείαν πολιτείαν.

Γεράσιμε λιταῖς σου, δώρησαι σοῖς δούλοις, πλημμελημάτων λύσιν.

Ὅλῃ προθυμίᾳ, συντρέχει ἡ σὴ νῆσος, ὑμνῆσαι τὴν ταφήν σου.

Συντρέχει καὶ τὰ πλήθη, Ἀγγέλων εὐφημῆσαι, Γεράσιμε σὴν μνήμην.

Σπεῦσον ἡμᾶς σῷσαι, Γεράσιμε σοὺς δούλους, ἀνάγκης ἐνεστώσης.

Ὅλῃ προθυμίᾳ, προστρέχομεν σορῷ σου, κακῶν αἰτοῦντες λύσιν.

Οὐδεὶς ἰσχύει σῶσαι, τῆς νῦν ἡμᾶς ἀνάγκης, ἐὰν σὺ μὴ προφθάσῃς.

Πρόφθασον οὖν τάχος, καὶ λύτρωσαι σὴν ποίμνην, κινδύνου ἐνεστῶτος.

Ἐκ τῶν ἐνεδρευόντων, Γεράσιμε τρισμάκαρ, τήν δέ  σὴν ποίμνην τήρει.

Σύντριψον τὰς μύλας, ζητούντων ἀφανίσαι, Γεράσιμε σοὺς πόνους.

Δέχου ὦ Θεέ μου, Γεράσιμον Σὸν δοῦλον, ὑπὲρ λαοῦ Σου πρέσβυν.

Δόξα. Τριαδικόν.
Τριὰς Ὑπεραγία, εἰρήνευσον τὸν κόσμον, λιταῖς τοῦ Γερασίμου.

Καὶ νῦν. Θεοτοκίον.
Εἰρήνην ἐκκλησίαις, τῷ κόσμῳ σωτηρίαν, δώρησαι Θεοτόκε.

Καὶ πάλιν τὸ πρῶτον·
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Γεράσιμε θεόφρων.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Ὅσιόν Σου μέλψαι.
Τῶν Ἀγγέλων τὰ πλήθη, καὶ ἀνθρώπων τὰ γένη, ἐκπλαγέντα βοῶσι, τοῦ θανάτου τὴν φθορὰν ὁ Γεράσιμος βαίνει, καὶ μετὰ νεκρῶν ὁρᾶται πῶς θάπτεται, ἀλλὰ μένει καὶ ζῇ ἐνεργῶν ἰάματα.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Γεράσιμον ὑμνῆσαι.
Τί δακρύων ὀχετοὺς προχέετε, ὦ μονάζουσαι πρὸς θεοφόρον; Τί θαμβεῖσθε, τῶν ἀνθρώπων ἡ πληθύς, τὸν Γεράσιμον βλέποντες ζῶντα; Οὕτω γὰρ Θεός, δοξάζει τοὺς δούλους Του, καὶ εἰς γῆν καὶ οὐρανόν, καὶ πᾶσι τοῖς πέρασι.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Ὅσιόν Σου μέλψαι.
Λίαν θερμῶς, ὁ θεόφρων δείκνυται, πρὸς τοὺς πάσχοντας ἐν ἀσθενείαις, καὶ δαιμόνων ἀφανίζει τὴν πληθύν, εἰς τὴν ἄβυσσον αὐτοὺς ἐκπέμπων· δεῦτε καὶ ἡμεῖς συμφώνως βοήσωμεν· βοηθὸς ἡμῖν γενοῦ, Ἅγιε Γεράσιμε.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Γεράσιμον ὑμνῆσαι.
Μυροθήκη λειψάνου, ὑπὲρ νάρδον καὶ σμύρναν, σοῦ Γεράσιμε εὐωδιάζει· πρὸς αὐτὸ γὰρ ἐνεργοῦσιν Ἄγγελοι, ἐκπληττόμενοι ἀναβοῶντες· τί δε ὡς νεκρὸν τὸν ζῶντα λογίζεσθε; Οὗτος ζῇ καὶ θανών, εἰ καὶ ἄπνους φαίνεται.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Ὅσιόν Σου μέλψαι.
Ὡς οἱ σκύμνοι λεόντων, ἐνεδρεύουσι Πάτερ, τὴν Μονήν σου σπαράξαι, τοὺς καμάτους δὲ τοὺς σοὺς ἀπωλέσαι εἰς τέλος· σὺ δὲ νοερῶς τὰς βουλὰς αὐτῶν ἐξαφάνισον, καὶ τὴν μνήμην σου διατήρησον.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Γεράσιμον ὑμνῆσαι.
Τῶν Ἁγίων χορεῖαι, ὡς ἐδέχθησαν μάκαρ, οὐρανῷ σὲ προσθήκην, ἱλαρῶς τὰ νῦν καὶ σύ, τὴν προσθήκην τοῖς ὕμνοις, καὶ τὸν ἱλασμὸν πρὸς Θεοῦ Γεράσιμε, ὑμνηταῖς σου πᾶσι κατάπεμψον.

Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν ἄναρχον Λόγον, ἐξ Αὐτοῦ γεννηθέντα, καὶ τὸ Πνεῦμα τὸ θεῖον, ἐκ Πατρὸς ἐκπορευθέν, τὴν Ζωοποιὸν Τριάδα ὑμνήσωμεν, καὶ δοξάζοντες Αὐτήν, πίστει προσκυνήσωμεν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Παρθένε, τὸν Υἱὸν καὶ Θεόν Σου, ἐν γαστρὶ συλλαβοῦσα, καὶ τεκοῦσα ἀφράστως, ἐξ ἁγνῶν Σου λαγόνων, Τοῦτον ταῖς λιταῖς Γερασίμου Ἄχραντε, πρέσβευε ὅπως ἡμῖν, ἵλεως γενήσεται.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός. (γ΄).