Εγκώμια εις την Παναγία την Καμαριώτισσα Σαμοθράκης
Ἦχος γ΄.
Αἰ γενεαί πάσαι, Παρθενομῆτορ Κόρη, προσφέρουσι τοὺς ὕμνους.
Ἄγγελοι ὑμνοῦσι, καὶ ἄνθρωποι, Παρθένε τὸν ἄφραστόν σου Τόκον.
Ἀνάμνησιν ποιοῦμεν, τῆς ἐπισκέψεώς σου, πανάχραντε Παρθένε.
Ἀποδημίαν οἶδεν, ἡ πάνσεπτος εἰκών σου, Καμαριωτίσσης, Μήτερ.
Βουλὴν εἰκονομάχων, καὶ θλάσιν τῆς μορφῆς σου, Παρθένε, οὐκ ἠνέχθης
Γονυκλινώς οἱ πρώην, θεράποντες, Παρθένε τὸν χωρισμὸν ἐθρήνουν
Γοερῶς ἐθρήνουν, τὸν ἀποχωρισμόν σου, Παρθενομῆτορ Κόρη.
Δακρυῤῥοοῦντες, Μήτερ, καὶ ψυχικῶς ἀλγοῦντες, θέτουσιν ἐν θαλάσσῃ.
Δακρυῤῥοοῦντες πάνυ, πρὸς τὴν ἀσφάλειάν σου, σὴν πρόνοιαν αἰτοῦσιν.
Δέσποινα, τοῦ κόσμου, ἐλπὶς καὶ προστασία, ἐν πίστει σὲ ὑμνοῦμεν.(Δίς).
Ἐν τῇ θαλάσσῃ θέντες, τὴν ἰερὰν εικόνα τὴν θλάσιν ματαιώνουν.
Ἐπὶ κυμάτων φεύγει, ὡς ναῦς ποντοποροῦσα, ἡ πάνσεπτος εἰκών σου.
Ζητοῦντές δε οὐχ εὕρον, τὴν ἰερὰν μορφήν σου, εἰκονομάχοι τότε.
Ζητοῦντες σὴν εικόνα, πρὸς θλάσιν ὦ Παρθένε, φυγοῦσα διασώζεις.
Ἡ μόνη ὡς τὸ πάλαι, διέσωσας σὸν Τόκον, Ἠρώδου τῆς μανίας.
Ἠρώδου τῆς μανίας, σὺ μόνη ἐκφυγοῦσα, οὕτω καὶ νῦν, Παρθένε.
Θαλάσσιον πορείαν, ἡ ἰερὰ εἰκών σου, ποιείται παραδόξως.
Θαυμάσιους, Μήτερ, ὡς ναῦς ποντοποροῦσα, τοὺς πόντους διαπλέεις.
Θαύμα ὄντως μέγα, τὴν ἄφιξίν σου, Μήτερ, οἱ ἀλιεὶς νοοῦσιν.
Ἰδόντες ἐν πελάγει, ὁλόλαμπρον σημείον, οἱ ἀλιεὶς ἠπόρουν.
Ἰερὰ εἰκών σου, περίλαμπρος ὀράται, ἐγγίζουσα πρὸς ὄρμον.
Καταγαγόντες λέμβους, οἱ ἀλιεὶς τῆς νήσου, ὑπάντησιν ποιοῦσι.
Καταπλαγέντες, Μήτερ, ὡς εἶδαν τὴν μορφήν σου, χαῖρέ σε προσφωνοῦσι.
Λαμπροφόρος ὤφθη, Λαμπρῆς ἡμέραν Πέμπτην, λαμπρύνουσα την νήσον.
Λαμπροστεφῆς ὀφθείσα, προστάτις ἀνεδείχθης, σὸν ὄνομα διδοῦσα.
Μήτερ Παναγία, πανάχραντε παρθένε, ἐλπὶς καὶ προστασία.
Μαρία Θεοτόκε, δέξου ἱκεσίας, τῶν σοὶ πιστῶς βοώντων.
Νήσον κατακοσμοῦσα, ἡ ἰερὰ εἰκών σου, ἀγλάισμα καὶ κλέος.
Νυχθημερὸν ὑμνείσαι, ὀμοῦ με τον Υἱόν σου, ὡς μόνη Θεοτόκος.
Ξύλον τὸ τοῦ Υἱοῦ σου, καὶ σοῦ σεπτὴν εἰκόνα Παρθένε, προσκυνοῦμεν.
Ξενοπρεπῶς λοχεύεις, τίκτεις ἀποῤῥήτως, καὶ θαυμαστῶς ἀφίχθης.
Ὁδονομία θεία, ἐπίσκεψην ποιείται, ἡ πάνσεπτος εἰκών σου.
Ὄνομα προσφέρεις, Καμαριωτίσσης θεῖον, καὶ δόξαν τε καὶ κλέος.
Ὄνομα, ὦ Μήτερ, γλυκύτατον Παρθένε, ἐλπὶς παρηγορία.
Ὁ σὸς ναός, Παρθένε, ὁ τῆς Καμαριωτίσσης, ἰάματα προσφέρει.
Πόνους ἀπαλύνει, τοὺς στεναγμοὺς κουφίζει, καὶ τὴν ἐλπίδα δίδει.
Παρηγορία οὖσα, ἐν θλίψεσιν, ἐν πόνοις καὶ ἐν κινδύνοις ῥύστις.
Προστάτις ἀνεδείχθη, ἡ ἰερὰ εἰκών σου, θαυματουργούσα πάνυ.
Ῥωννύμενοι, Παρθένε, οἱ πάντες καθ’ ἐκάστην, λιτὰς πρὸς σὲ ποιοῦμεν.
Ῥυσθέντες ἐκ τῆς πλάνης, πιστοὶ πρὸς τὸν Υἱόν σου, ἀσμένως σὲ ὑμνοῦμεν.
Σωτῆρα τὸν Υἱόν σου, κηρύττοντες ὑμνοῦμεν καὶ σὲ παρθένον Κόρην.
Στειρώσεων τὴν λύσιν, προσφέρουσα καὶ τόκους, τοῖς σὲ θερμῶς αἰτοῦσι.
Τριγλίας πάλαι οὕσα, προστάτις Προποντίδος, νῦν δὲ τῆς Σαμοθράκης.
Τὴν μόνην Θεοτόκον, τὴν ἄσπιλον Παρθένον, πανευλαβὼς ὑμνοῦμεν.
Ὕμνους ὥσπερ μῦρα, προσφέρομεν καὶ ῥόδα, τὸ κρίνον τῆς ἀγνείας.
Ὕμνους, Παναγία, καὶ ἱκεσίας δέξου, τῶν ἀναξίων δούλων.
Ὑπερευλογημένη, καὶ δεδοξασμένη, τὰς ὑμνωδίας δέξαι.
Ὑμνοῦμεν, εὐλογοῦμεν καὶ σὲ ὑπερυψοῦμεν, ὦ Κόρη, εἰς αιώνας.
Φώτισον τὸν νοῦν μου, ψυχήν τε καὶ καρδίαν, ἵνα ὑμνῶ σε, Κόρη.
Φώτιζον, Παρθένε, ἵνα ὑμνῶ ἀξίως, θεῖα σου μεγαλεῖα.
Φύλαξ ἀποδημούντων συμπλοηγὸς πλεόντων κατέστη ἡ εἰκών σου.
Φύλαττε, ὦ Μήτερ, ἀλώβητον τὴν νήσον, εἰς δόξαν τοῦ Υἱοῦ σου.
Χαρὰ τῶν τεθλιμένων, ἐλπὶς ἀπηλπισμένων, ὑπάρχεις, Θεοτόκε.
Χαρὰν καὶ εὐλογίαν καὶ τὴν εἰρήνην, Μήτερ, παράσχου τῷ λαῷ σου.
Ψάλλοντες ἐκ βάθους, ψυχῆς τε καὶ καρδίας, πρεσβείαις μη ἐλλιπής.
Ψυχῶν τε καὶ σωμάτων, τὴν ῥῶσιν ἐξαιτοῦμεν, οἱ δούλοι σου, Παρθένε.
Ὦ πόσης εὐμενείας! ἐτύχομεν, Παρθένε, θείας οἰκονομίας.
Ὦ Παναγία Μήτερ, πρεσβείας τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν μη παύση.
ᾨδᾶς καὶ ὑμνωδίας, σοῦ ἀναξίου δούλου, πρόσδεξαι, Παναγία.
ᾨδᾶς καὶ ἱκεσίας, τῶν πίστει σοι βοώντων, πρόσδεξαι, Θεοτόκε.
Αἱ γενεαί πάσαι, πανευλαβὼς ὑμνοῦσι, παρθένον Παναγίαν.
Ἐξαπαστειλάρια. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀποδημίαν οἶδας, ἐν τῷ καιρῷ τῶν διωγμῶν σὺν Θεοφάνει τὴν νήσον, καταλαβοῦσα δὲ οἰκεῖς· καὶ προστασίαν παρέχεις, τοῖς ἀποδήμοις, Παρθένε.
Ἦχος β΄. Σαρκὶ ὐπνώσας.
Δοχὴν ποιοῦμεν εὐλαβῶς, τῆς ἰερᾶς εἰκόνος σου, πανύμνητε Θεοτόκε, χαρᾶς πληρούσαν τὰς ψυχᾶς· τῆς βοηθοῦ ἐν θλίψεσι, σκεπῆς τῶν ἀποδήμων, τῆς νήσου ἀγλάισμα.
Τροπάρια. Ἦχος πλ. α΄. Ἠσαΐα χόρευε.
Σαμοθράκη χόρευε, ἡ Παρθένος ἔσται μετὰ σοῦ, παρέχουσα δεινῶν τὴν ἀπαλλαγήν, ψυχῆς τε καὶ σώματος· καταφυγὴν πάντων τῶν πιστῶν, ὦ Καμαριώτισσα, Παναγία, μεγαλύνομεν.
Δόξα τῷ Πατρί, καὶ τω Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
Πάτερ μου καὶ Υἱέ, Παράκλητόν μου Πνεῦμα, Ὑπεραγία Μήτερ· ἱκέτου ἀναξίου, τὰς ὑμνωδίας δέξασθε.
Δοξαστικὸν τῶν Ἀποστίχων τοῦ Μικροῦ Ἐσπερινού.
Πρὸς τὸ Οἴκος τοῦ Ἐφραθά.