Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καμαριώτισσαν Σαμοθράκης
Ποίημα Ιερέως Γεωργίου Ι. Γιαλαμά
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοῖ, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτῄμεθα.
Δόξα…
Τοῦ ἁγίου τῆς ἡμέρας ἡ τοῦ Όσιου Πατρὸς ἡμῶν Θεοφάνους.
Ὅμοιον.
Τῶν παραδόσεων Κανῶν καὶ Ἐπόπτης, ὁ τῶν εἰκόνων τῶν Ἁγίων προστάτης, τῶν μοναζόντων καύχημα, πτωχῶν ὁ δοτὴρ ὧδε ὑπερόριος, ἐν Σαμοθρᾴκῃ τελευτᾷ πλοῦτος χαρισμάτων ὧν καὶ πηγῇ θαυμασίων, καὶ νοσημάτων ἔστι ἰατρὸς ὁ Θεοφάνης, ὁ φύλαξ τῆς πίστεως.
Καὶ νῦν.
Εἰς τὴν Καμαριώτισσαν. Ὅμοιον.
Τὴν ἐπισκέπτριαν ἡμῶν ἀνυμνοῦμεν, τὴν θαυματόβρυτον εἰκόνα τιμῶμεν, τὰς παρακλήσεις ἄκουσον, ἁγνή τῶν πιστῶν, πρόσδεξαι τὰς ἱκεσίας μου, τὰς εὐχὰς καί τὰ δάκρυα· αἰτῆσαι πρὸς Κύριον, ἀφιέναι πταίσματα καί τὴν εἰρήνην δώρησαι ἡμῖν, ἄχρις αἰῶνος, σεπτῇ Καμαριώτισσα.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα Ὁ Κανών τῆς Παναγίας τῆς Καμαριωτίσσης, οὗ ἢ Ἀκροστιχὶς·
Ὑμνῶ, μεγαλύνω, Καμαριώτισσαν, Γεώργιος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑμνῶ ἐπισκέπτριαν προσφιλῆ, τὴν ὑπὸ Ἀγγέλων, ὑμνουμένην ἐν οὐρανοῖς τὴν ἐπὶ κυμάτων ἀφιχθείσαν, τῆς Σαμοθρᾴκης τὸ θεῖον ἀγλάϊσμα.
Μαρία, ὦ Μῆτερ, χριστιανῶν, τῶν εἰκονομάχων διαφεύγεις τὸ μοχθηρόν, καλῶς κυβερνῶσα σὴν εἰκόνα, εἰς Σαμοθρᾴκην ὠθεῖς ἀσφαλέστατα.
Νοσοῦντας ἰᾶται καὶ τὰς ψυχάς, καὶ τοὺς ἐν κινδύνοις, διασῴζει καὶ ναυαγούς, σαγήνας πληροῦσα ἁλιέων, τῶν τὴν εἰκόνα τιμώντων ἐκ πίστεως.
Ωραίov τὸ ὄνομα καὶ γλυκύ, τῆς πολυευσπλάγχνου, τῆς Κυρίας τῶν οὐρανῶν, συγγνώμην παράσχου μοι Παρθένε, τῷ παναθλίου ἱκέτῃ σου, δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μεγαλύνω καὶ ψάλλω, σὸν θαυμαστὸν όνομα· καὶ τοῦ παραδόξου σου, Μῆτερ, τῆς ἐπισκέψεως, θαυμάτων ὤφθης πηγή, ὁ ἰατὴρ νοσημάτων, καὶ λιμὴν σωτήριος, οὖσα, Πανάχραντε.
Ἐκκλησίας ὁ λύχνος, ὁ φωταυγής, Ἄχραντε, τοῦ Θεοῦ καὶ Λόγου δοχεῖον, τὸ καθαρώτατον, ἡ μόνη ἐν γυναιξί, τῶν ἀρετῶν ἡ ἀκρότης, ἡ μετά τὸν Τόκον παρθένος ἀμόλυντος.
Γηθοσύνως ὑμνῶ σε θεοστεφές, Δέσποινα· καὶ τὴν ἱεράν σου εἰκόνα, πίστει ἀσπάζομαι, ἐν τῇ ἀγάπῃ τῇ σῇ, ἁμαρτιῶν μου τὰ πλήθῃ, καὶ πταισμάτων ἄφεσιν, δίδου τῷ δούλῳ σου.
Ἀποδημίαν οἰδᾷς, τῶν οὐρανῶν Ἄνασσα, καὶ τῶν ἀποδήμων ὁ φύλαξ, σὺ ἀναδέδειξαι τῶν ἐν θαλάσσῃ καὶ γῆ, τοὺς στεναγμοὺς ἁπαλύνεις, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄.
Τὴν θείαν μορφήν σου, τὴν ἱερὰν καὶ παρήγορον ἐδώρησας, Ἄχραντε, τὴν Καμαριώτισσαν, ἦν προσκυνοῦντες βοῷμέν σοι Δέσποινα, λύτρωσαι ἡμᾶς, καὶ ἐκ κινδύνων παντοίων καὶ λοιμῶν, τοὺς δούλους σου διαφύλαττε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Λαμπροφόρος ἢ ἔλευσις, τῆς σεπτῆς εἰκόνος σου, Καμαριώτισσα· ἀνυμνοῦντές σε δοξάζομεν, καὶ ἀσμένως, τὸ χαῖρε βοῷμέν σοι.
Ὑποστᾶσα τὴν δίωξιν, Παναγία Πάνσεπτε Καμαριώτισσα· ἐν τῇ νήσω ἐπεδήμησας, καὶ προσήνεγκες θεῖον σου Ὄνομα.
Νόες μέλπουσι, Πάναγνε, τῆς φρικτῆς κυήσεως τὸ μυστήριον, προσκυνῶν δε τὴν εἰκόνα σου, παρθενίας ὑμνῶ τὴν ὡραιότητα.
Ὧ Πανύμνητε Δέσποινα, ταπεινῆς αἰτήσεως μου, εἰσάκουσον ἐκδυσώπησον τὸν Κύριον, τοῦ πυρός τῆς γεέννης, ῥυσθῆναί με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κύματα δεινά, τὴν ψυχήν μου περιελοῦσαν, δι’ ὧ Παρθένε Μῆτερ, παρακαλώ, τὴν σὴν γαλήνην, παράσχου μοι, τῷ ἱκέτῃ σου.
Ἅγιον Θεοῦ, καὶ ὡραῖον περιβόλαιον, καὶ παραδείσου κῆπος ὁ ἐν Έδέμ, τὰς εὐλογίας παρέχεις, τοῖς δεομένοις σου.
Μήτηρ τοῦ Χριστοῦ, καὶ Παρθένος ἀναδέδειξαι, συγκυβερνήτις ἄξιος θαλασσῶν καὶ σωτηρίας ὁ φάρος, σὺ Καμαριώτισσα.
Ἄξιόν ἐστιν, ἀνυμνεῖν τε καὶ δοξάζειν σὲ, καὶ πανοικτίρμονα Υἱὸν καὶ Θεόν, τοῦ παρασχεῖν μοι, τῶν πταισμάτων τὴν συγχώρησιν.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεώ.
Ῥανίδα μοι, τοῦ ἐλέους χάρισαι, τῶν πταισμάτων παριδοῦσα Παρθένε, τὸ βδελυρόν τῆς ζωῆς μου γινώσκω, καὶ τῆς ψυχῆς τὰ δυσώδη οἰδήματα, καὶ δέομαι τῆς ἀγαθῆς, τοῦ βορβόρου τῶν ἔργων μου, ῥῦσαί με.
Ἱκέτευε, ἐκτενῶς πρὸς Κύριον, καὶ Αὐτόν παρακαλοῦσα μὴ παύσῃ, ὅτι Μητρὸς παρακλήσεις ἀκούει, καὶ τῶν παθῶν ἀπαλλάττει τοὺς πταίσαντας, καὶ κράτησόν μου τῆς χειρός, τοῦ ῥυσθῆναι με φθορᾶς τὸν δείλαιον.
Ὡς ἄριστος, πλοηγός Πανάχραντε, σὴν εἰκόνα κυβερνῶσα ὡράθης, ὡς λαμπηδὼν καταυγάζουσα πόντους, καὶ ὡσεὶ ναῦς ἐν τῷ ὅρμῳ προσήγγισας, καὶ γέγονας τοῖς πλοηγοῖς, συνοδός, ἀποδήμων τὸ στήριγμα.
Τὴν δέησιν, τῶν πιστῶν σου ἄκουσον, καὶ γαλήνευσον θαλάσσης τὸν σάλον, σὺ τὰς εὐδίας, Παρθένε χαρίζεις, καὶ τοῦ πελάγους τὸν οὔριον ἄνεμον , ἱστίον οἴαξ πλοηγῶν, σὺ πυξίς, σὺ καὶ τρόπις καὶ ἄγκυρα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἀῤῥηκταν τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Μνημόνευσις ὡς εἴθισται. Καὶ ψάλλεται τὸ Κοντάκιον
Ἦχος β΄. Αὐτόμελον.
Τὴν θείαν μορφήν σου, πανευλαβῶς ἀσπαζόμεθα καί τὸν κρατοῦντα Υἱόν σου, ἐν πίστει δοξάζομεν. Μεσίτευσον, Μῆτερ, ὑπὲρ ἡμῶν πρός τὸν Κύριον καὶ ταῖς πρεσβείαις, μὴ διαλίπῃς δεόμενα. Σὲ μόνην, μετὰ Θεόν, προστασίαν κεκτῄμεθα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθῃ, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθῃ, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχὸς πλ. β΄. Ὀλὴν ἀποθέμενοι.
Χαῖρε, Ἀειπάρθενε, τῆς Σαμοθρᾴκης τὸ κλέος, προστασία ἄμαχε θησαυρὲ ἀτίμητε Καμαριώτισσα, τοῖς βροτοῖς πάντοτε, δωρεὰς παρέχεις, τοῖς νοσοῦσι τὰ ἰάματα, πηγῇ ἀκένωτος, καὶ πρὸς τὸν Υἱόν σου μεσίτρια, Ἀγγέλων ὑπερέχουσα, καὶ τῶν οὐρανῶν ἡ βασίλισσα. Θεία εὐλογία, τῶν πίστει προστρεχόντων σοι Ἁγνή, ἐν παῤῥησία ὃν πρέσβευε, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεός, τὸν λαὸν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱεράν σου εἰκόνα, ἢν Μῆτερ, ἐδωρήσω, κατασπαζόμεθα, Προστάτιν γάρ τῆς νήσου, ταύτην ἔχοντες πάντες, τῷ Υἰῷ σου κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
Σεβασμίαν εἰκόνα, προσκυνήσωμεν πάντες, τὴν θαυματόβρυτον, ἐν πίστει καὶ ἐλπίδι, καὶ τὴν ἐνδοξοτέραν, ἀνυμνήσωμεν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
Σωτηρίας Μεσσίαν, ὃν ἐκύησας, Μῆτερ ἁγνή, δυσώπησον, τὸν Ἔνα τῆς Τριάδος, Δημιουργὸν καὶ Λόγον, ὃν προσκυνοῦντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
Ἀποῤῥήτως ἀφίκου, ὡς ἠθέλησας, Μῆτερ Θεοχαρίτωτε, καὶ γέγονας Προστάτις, τῆς νήσου διὸ πάντες, τῷ Υἱῷ σου νῦν ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
Ναμάτων θαυμασίων, καταρδεύεις τὴν vησov Θεογεννήτρια, τοὺς πόνους ἁπαλύνεις, τὸν Κύριον πρεσβεύεις, ὃν ὑμνοῦμεν καὶ ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν βασιλέα τῶν οὐρανῶν.
Γῆς βασιλέα, καὶ οὐρανῶν τὸν Υἱόν σου, ἀνυμνῶ μετ’ Ἀγγέλων Παρθένε, καὶ δοξολογώ σε, τὴν Κεχαριτωμένην.
Ἐνδοξοτέρα, ἐν οὐρανοῖς ἀνεδείχθης, καὶ αὐτῶν τῶν Ἀγγέλων ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, τὴν μόνην Θεοτόκον.
Ὡραιοτέρα, σὺ ἐκ Θεοῦ ἐκλεγεῖσα, ὡς Μητέρα παρθένον ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, σὲ Κόρη εἰς αἰῶνας.
Ῥεῤῤυπωμένην, μου τὴν στολήν τῆς ψυχῆς σύ, ἐκκαθαίρεις Παρθένε ὑμνῶ σε, καὶ δοξολογώ σε, τὴν ἄσπιλον Μητέρα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γεραίρω προσκυνῶ σε, καὶ καθικετεύω, καὶ παρακλήσεις ποιοῦμαι σοι Μῆτερ ἁγνή, δοξολογών Παναγία καὶ μεγαλύνων σε.
Ἰδοῦσα τὰς ὀδύνας, καὶ τὰς ἱκεσίας, μὴ διακόψῃς πρεσβείας πρὸς Κύριον, καταφυγῇ καὶ ἐλπίς μου, Θεοχαρίτωτε.
Ὀρθρίζομεν Παρθένε, καὶ παρακαλοῦμεν, οἱ Σαμοθρᾴκην οἰκοῦντες Πανάχραντε, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Σωτῆρα ἐν κινδύνοις, σὲ ὁμολογοῦσιν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, τὴν σὴν εἰκόνα τιμῶντες καὶ μεγαλύνοντες.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποινα τοῦ κόσμου, ὕμνοις τιμήσωμεν
Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχὴ πρὸς σε καταφεύγω τὴν Κεχαριτωμένη ἐλπὶς ἀπηλπισμένων, σὺ μοι βοήθησον.
Τῆς Καμαριωτίσσης·
Ὑμνῶ’Ἐπισκέπτην τὴν προσφιλῆ, τὴν ὑπὸ Ἀγγέλων ὑμνουμένην ἐν οὐρανοίς, τὴν ἐπὶ κυμάτων θαλάσσης ἀφιχθεῖσαν, τὴν Δέσποιναν τοῦ κόσμου, τὴν Καμαριώτισσαν.
Ἄσπιλε, ἀμόλυντε καὶ άγνή, θείαν σου εἰκόνα, ἐπισκέπτιν τὴν προσφιλή, τὴν διασωθεῖσαν ἐκ τῶν εἰκονομάχων, ἐν πίστει προσκυνοῦντες, σε μεγαλύνομεν.
Ἔχομεν ὑπέρμαχον κραταιάν, τῆς Καμαριωτίσσης, τὴν εἰκόνα τὴν ἱεράν τὴν θαυματουργοῦσαν σημείοις ἀενάως, καὶ φύλακα τῆς νήσου, κλέος λαμπρότατον.
Εἰς τὴν ἐπίσκεψιν τῶν Ἀποστόλων.
Χαίρετε, Ἀπόστολοι, τοῦ Χριστοῦ, οἱ πνευματοφόροι καὶ διδάσκαλοι τῶν ἐθνῶν οἱ τὴν Σαμοθρᾴκην ἐν ταῖς ὁδοιπορίαις, ποσὶν ἡμῶν ἁγίοις, ἐπισκεψάμενοι.
Εἰς τὸν Ὅσιον Θεοφάνην.
Χαίροις ὁ ὑπέρμαχος ἀθλητής, τῶν εἰκονομάχων, αὐστηρότατος ελεγκτής, σύ τὴν Σαμοθρᾴκην πληροῖς ἐν εὐλογίαις, Θεόφανες, πλουσίους, ἐν τῇ κοιμήσει σου.
Εἰς τοὺς πέντε Νεομάρτυρας (ὑπὸ Μοναχοῦ Ἰακώβου, 1843).
Σαμοθρᾴκης νήσου γόνους λαμπρούς, καὶ τῆς χώρας Μάκρης, μέγα κλέος τε καὶ φρουροὺς καί τῶν ἀσθενούντων ἰατροὺς τε καὶ ῥύστας, τοὺς πέντε μεγαλάθλους, ἀνευφημήσωμεν.
Εἰς τοὺς ἀνωνύμους Νεομάρτυρας.
Μνήμην ἑορτάζομεν ἀθλητῶν, φάλαγγα γενναίων, τῶν ἀξίως ὑπὲρ Χριστοῦ, αἵμασι φοινίξαντες τῇ νήσω Σαμοθρᾴκῃ, τὴν πίστιν δε Πατέρων, μὴ ἀρνησάμενοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Άποστόλων ἡ δωδεκὰς οἰ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα τὸ Τροπάριον τοῦ Ἁγίου τῆς ἡμέρας καί τῆς Παναγίας τῆς Καμαριοτίσσης.
Ἦχος δ΄. Πρός τὸ Κανόνα πίστεως…
Λιμένα εὔδιον, καὶ λειμῶνα σωτήριον, ἰατρεῖον ἀδάπανον ἀνέδειξας τὴν εἰκόνα σου, τῶν ἁλιέων τὸ εὕρημα διὰ τοῦτο ὑμνῶ σε, μετ’ ἐγκωμίων τε καὶ ᾠδῶν, καὶ θερμῶν παρακλήσεων Μῆτερ τῶν πιστῶν, Καμαριώτισσα, πρέσβευε τῷ σῶ Υἱῷ καὶ Θεῶ, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Σεβασμίαν εἰκόνα τῆς Θεομήτορος, τὴν ἐν θαλάσσῃ ὀφθεῖσαν, ὡς έπισκέπτιν ήμών, προσκυνοῦμεν εὐλαβῶς καὶ ἀσπαζόμεθα ὅτι ηὐδόκησεν ἐλθεῖν. άπαλλάξαι τῶν δεινῶν καὶ λΰτρωσιν ἡμῖν δοῦναι καὶ παρέχειν τὴν προστασίαν, καὶ ἐκ κινδύνων διασῴζειν ἡμᾶς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις, Ἀγαθῇ, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν, ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.
Πάντων θλιβομένων ἡ χαρὰ καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφῇ, ξένων τε παράκλησις καὶ βακτηρία τυφλῶν, ἀσθενοῦντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις Ἄχραντε, σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.
Τῆς Καμαριωτίσσης. Ὅμοια.
Ὅτε, τῶν εἰκόνων διωγμὸς καὶ εἰκονοκλάσται ἠπείλουν, τὴν Ἱεράν σου μορφήν, τότε εἰς τὴν θάλασσαν ταύτην ἀπέθεντο, πόντους δε διαπλεύσασα, καταλάμπουσα ᾖκεν, αὕτη καὶ προσώρμητο νήσῳ ἐν τῆδε ἡμῶν, ὅθεν ἐκπληττόμενοι πάντες, χαίροντες ἀνῦμνουν τὸ θαῦμα, τῆς σεπτῆς ἐφόδου σου, Πανάμωμε.
Ὤφθη, ἐν θαλάσσῃ φωτεινῇ, καὶ ποντοποροῦσα αἰσίως, ἡ ἱερά σου εἰκών, Μῆτερ ἀειπάρθενε ὡς ναῦς πλησίστιος, καὶ τὴν νῆσον κατέλαβες, καὶ φύλαξ ἐγένου, σκέπη καὶ κραταίωμα, ὦ Καμαριώτισσα, ὅθεν ἀγαλλόμενοι πάντες, πίστει σοι προσᾴδομεν, χαῖρε, τῇ φιλοφρονήσει σου Πανάχραντε.
Χαῖρε, Καμαριώτισσα σεπτῇ, χαῖρε ἐπισκέπτης ἡ θεῖα, χαῖρε ἐλπίς τῶν πιστῶν, χαῖρε θαυματόβρυτος πηγῇ ἀκένωτος, σοῖς ἐκπλύνουσα νάμασι, ψυχῶν τε τοὺς ῥύπους, καὶ σωμάτων τραύματα ἐξυγιαίνουσα, ὅθεν εὐσεβάστως βοῶ σοι, χαῖρε τὰς ἐλπίδας μου πάσας, ὅτι σοι ἀνέθηκα Πανάμωμε.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.