Εγκώμια εις την Υπεραγίαν Θεοτόκο την επικαλουμένη Ροβέλιστα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Ὁ Κανών φέρει τήνδε τήν Ἀκροστιχίδα·
Θησαυρὸς πέλεις εἰκὼν ἁγία, τῆς Ῥοβελίστης ἀειπαρϑένου, ἐν τῇ σεττῇ Μονῇ σου. Χαραλάμπους.
Στάσις α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Φέροντα την Ἀκροστιχίδα·
Θησαυρὸς πέλεις εἰκὼν ἁγία.
Θεοτόκε, Μῆτερ τῆς ἁπάντων ζωῆς, τοὺς τιμῶντάς σε ἑκάστοτε ἴϑυνον, πρὸς τὴν ἄληκτον, Πανάχραντε, ζωήν.
Ἡ σεπτὴν εἰκών σου, ἰαμάτων πηγὴ, ἀνεδείχϑη Θεοτόκε Ῥοβέλιστα, καὶ ταμεῖον πολυτρόττων δωρεῶν.
Σπεῦσον βοηϑῆσαι, ἐν καιροῖς χαλετοῖς, τοῖς ἀπταύστως ἐκζητοῦσι τὴν χάριν σοῦ, ϑαυματόβρυτε, Ῥοβέλιστα σεμνή.
Ἂντιλήπττωρ πέλεις, πανσϑενὴς τῶν πιστῶν, καὶ μεσίτρια αὐτῶν πρὸς τὸν Κύριον, μητροπάρϑενε, Ῥοβέλιστα ἁγνή.
Ὕμνοις ἐγκωμίων, ἡ σεπττὴ σου εἰκὼν, στεφανούσϑω, Παναγία Ῥοβέλιστα, ἰατρεῖον νοσημάτων λοιμικῶν.
Ῥυπαρὸν χιτῶνα, τῆς ψυχῆς μου ἁγνή, σαῖς λιταῖς πρὸς τὸν Υἱόν σου καὶ Κύριον ἀποκάϑαρον, Ῥοβέλιστα, ταχύ.
Ὄϑρος τῆς Μονῆς σου, φαεινὸς καὶ τερπνός, ἀνεδείχϑη ἡ εἰκών σου Ῥοβέλιστα, ὧς τὸν ἥλιον βαστάζουσα Χριστόν.
Σἐλαγεῖς Παρϑένε, ἀπροσίτῳ φωτί, ἐν τῇ Μάνδρα σου, Ῥοβέλιστα ἄχραντε, καὶ ψυχὰς μοναζουσῶν φωταγωγεῖς.
Ποταμοὺς θαυμάτων, ἡ εἰκών σου σεμνή, ἀναβλύζει Παναγία Ῥοβέλιστα, τοῖς προστρέχουσι τῇ Μάνδρᾳ σοῦ πιστοῖς.
Ἔχουσί σε Κόρη, οἱ Ἀρταῖοι φρουρόν, καὶ προστάτιν ἐν δεινοῖς ἀπροσμάχητον, ὦ Ῥοβέλιστα, μερόπων βασιλίς.
Λόγους οὐχ εὑρίσκω, ἐξυμνῆσαι τὴν σήν, πανακήρατον εἰκόνα Ῥοβέλιστα, τῆς Κυρίας τοῦ τῶν ὅλων Ποιητοῦ.
Ἐν τῷ σῷ Τεμένει ὧς ἀστὴρ νοητός, ἐνυπάρχει ἡ εἰκών σου Πανάχραντε, καταλάμπουσα ἐνδότερα ψυχῶν.
Ἰατρεῖον ὥφϑη, ἡ σή, Μῆτερ εἰκών, ἡ καϑαίρουσα ψυχῶν τὰ νοσήματα, καὶ σωμάτων ἀλγηδόνας ζοφεράς.
Σὺ ὑπάρχεις ὄντως, τῆς σῆς Μάνδρας ἰσχύς, καὶ κρουνὸς Ῥαδοβυζίων ἀείῤῥοος, Μοσχοβίτισσα, Παρϑένε εὐκλεές.
Ἐκτενῶς δυσώπει, τὸν Υἱόν σου σεμνή, λυτρωϑῆναι ἐκ δεινῶν περιστάσεων, τοὺς προστρέχοντας τῇ σῇ ἐπισκοπῇ.
Ἱκετεύομέν σε, τῶν βελῶν τοῦ ἐχϑροῦ, ἀπειράστους τήρει πάντας Ῥοβέλιστα, τοὺς αἰτοῦντας τὴν ϑερμήν σου ἀρωγήν.
Καϑ᾽ ἑκάστην μύρον, ἀνεκφράστου ὀσμῆς, οὐρανίου ἡ εἰκών σου Ῥοβέλιστα, ἀναβλύζει καὶ πληροῖ τὸν σὸν Ναόν.
Ὡς κατεῖδον πάλαι, οἱ ποιμένες τὸ φῶς, τὸ αὐγάζον τὴν μορφήν σου ἐν ἄλσεσιν, ἐπληρώϑησαν ἐκ ϑάμβους ἱεροῦ.
Νῦν ὁσίαι Κόρη, χεῖρες μοναζουσῶν, προσετάγησαν εἰς σὴν περιποίησιν, Μοσχοβίτισσα, Θεόνυμφε κλεινή.
Ἀμβροσίου πάλαι, γηραιοῦ μοναχοῦ, ἀγλαόμορφε κυρία Ῥοβελίστα, πολυτίμητος ὑπῆρχες ϑησαυρός.
Γῆθεν πρὸς λειμῶνας, παναῤῥήτου ὀσμῆς, Μυροβλίτισσα ἀκήρατε ἕλκυσον, τοὺς αἰτοῦντας σαῖς ἀπαύστοις προσευχαῖς.
Δόξα.
Τριαδικόν.
Ἱμερόφρων οὖσα, Παναγία Τριάς, τὰς καρδίας τῶν ὑμνούντων σε ἕλκυσον, πρὸς ζωὴν τὴν ποϑεινὴν ἐν οὐρανοῖς.
Καὶ νῦν.
Θεοτοκίον.
Ἀκενώτου μύρου, ἐνυπάρχεις τιηγή, ᾧ εἰκὼν τῆς Ῥοβελίστης βλυστάνουσα, εὐῳδίαν ὑπὲρ φύσιν μυστικήν.
Στάσις β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Φέροντα την Ἀκροστιχίδα·
Τῆς Ῥοβελίστης ἀειπαρϑένου.
Τὴν σεπτὴν μορφήν, τῆς πανάγνου Ῥοβελίστης Κόρης, δεῦτε, οἱ πιστοί, εὐφημήσωμεν, μεγαλύνοντες αὐτὴν δαβιτικῶς.
Ηὔφρανάς ποτε, τοὺς ποιμένας ἐν τῇ σῇ εὑρέσει, ὦ τῆς Ῥοβελίστης ἐκτύπωσις, τῆς Μητρὸς τοῦ Ἰησοῦ μου καὶ Θεοῦ.
Στῦλος ἀκλινής, τῆς Μονῆς σου ἀνεδείχϑη Μῆτερ, καὶ μοναζουσῶν νῦν προσφύγιον, ἐν ταῖς θλίψεσι, Ῥοβέλιστα κλεινή.
Ῥόϑιον ἐχϑρόν, τὸν ζητοῦντά με κατασπταράξαι, καὶ ἐν τῷ βυϑῷ καταῤῥίψαί με, ἀποδίωξον, Ῥοβέλιστα σεμνή.
Ὄνειαρ πιστῶν, ἐν ταῖς δίναις ταῖς τοῦ βίου πέλεις, καὶ ἀκέστωρ τούτων Παντάνασσα, ταχυτάτη ἐν καιρῷ ἐπιφορῶν.
Βάϑρῳ ἠϑικῶν, ἀξιῶν σοὺς δούλους ἀναβῆναι, Μῆτερ τοῦ Κυρίου ἀξίωσον, τοὺς προστρέχοντας σῇ χάριτι πιστῶς.
Ἔχοντες στεῤῥάν, ἐν ταῖς ϑλίψεσι Θεοκυῆτορ, ἀρωγὸν τὴν ϑείαν πρεσβείαν σου, καταφεύγομεν, Ῥοβέλιστα εἰς σέ.
Λάμψασα φαιδρῶς, ἐν τοῖς ἄλσεσι Ῥαδοβυζίων, τὰς ψυχὰς ποιμένων κατηύφρανας, εἰκὼν τῆς Ῥοβελίστης εὐκλεές.
Ἰαματική, πάσης νόσου ἡ πηγὴ σου ὥφϑη, ὑπερφυῶς ἀναβλύσασα, ἐξ ἱδρῶτος τῆς εἰκόνος σου, Ἁγνή.
Στόματι χρυσῷ, ἀνυμνεῖν σε χρή, Παρϑενομῆτορ, ὅτι τῶν μερόπων τὸ σύστημα, ἀνεβίβασας εἰς ὕψος ϑεϊκόν.
Τλήμονες εἰσίν, οἱ μὴ γνόντες τὴν Ῥαδοβυζίων, Ἄνασσαν τὴν χάριτας βρύουσαν, περιώνυμον Ῥοβέλισταν κλυτήν.
Ηὔγασας φωτί, ἀνεσπέρῳ τὴν Ῥαδοβυζίων, χϑόνα ἣν καὶ ϑαύμασιν ἔπλησας, ὦ εἰκὼν τῆς Ῥοβελίστης ἀγλαή.
Σκέπε εὐσεβεῖς, ἀϑροισϑέντας ἐν τῷ σῷ Τεμένει, καὶ ἀσπαζομένους τὴν θείαν σου, χαριτόβρυτον, Ῥοβέλιστα μορφήν.
Ἄλση καὶ βουνοί, ἐν οἷς ᾧκησεν, ὦ ξένον ϑαῦμα, ἡ σεπτὴ εἰκών σου Ῥοβέλιστα, εὐφροσύνην περιζώννυνται φαιδράν.
Ἔνϑα ἡ εἰκών, ἡ περίπυστος πάλαι εὑρέϑη, νῦν ναὸς ὑψοῦται ὑπέρκαλλος, καὶ περίκλυστος, Ῥοβέλιστα, Μονή.
Ἴϑυνον ἡμᾶς, πρὸς λιμένα ἄκλυστον καὶ δίδου, εὔπλοιαν ἐν βίῳ Ῥοβέλιστα, τοῖς τιμῶσί σε ἐν ὕμνοις εὐπρεπῶς.
Πύλῃ τοῦ Φωτός, τοῦ ζωαρχικοῦ, ὑπάνοιξόν μοι, πύλας μετανοίας, Ῥοβέλιστα, ὁδηγούσας εἰς τὴν ἄληκτον ζωήν.
Ἀλαλάξωμεν, ἐν χαρᾷ δαβιτικῶς Παρϑένε, ὅτι σὴν εἰκόνα τὴν ἄχραντον, προσκυνῆσαι ἠξιώϑημεν πιστῶς.
Ῥαίνουσιν ᾧδαῖς, καϑ᾽ ἑκάστην τὴν σεπτὴν μορφήν σου, αἱ ἐν τῇ σῇ Μάνδρᾳ μονάζουσαι, καὶ ὡς γέρας σε κατέχουσαι τερπνόν.
Θαύματα τὰ σά, ἀριϑμήσασϑαι οὐ δύναταί τις, ὧς τὴν τῶν ἀστέρων ὁλότητα, ὑπερβαίνοντα, Ῥοβέλιστα ἁγνή.
Ἔδωκας ἡμῖν, κραταιὰν προστάτιν σὴν εἰκόνα, τὴν σεπτήν Ῥοβέλιστα Πάναγνε, ὁ χορὸς μοναζουσῶν σοι ἐκβοᾷ.
Νέκρωσον ἐχϑροῦ, μισοκάλου καϑ᾽ ἡμῶν μανίαν, ὦ εὐλογημένη, Ῥοβέλιστα, καὶ εἰρήνευσον τὴν βίωσιν ἡμῶν.
Δόξα.
Τριαδικόν.
Ὄλβιον ζωήν, τρισυπόστατε μία Θεότης, Πάτερ σὺν Υἱῷ καὶ τῷ Πνεύματι, καταξίωσον σοὺς δούλους διελϑεῖν.
Καὶ νῦν.
Θεοτοκίον.
Υἰϊκῶς Ἁγνή, τὴν πρεσβείαν σου ἐπικαλοῦμαι, πρὸς τὸν σὸν Υἱόν τε καὶ Κύριον, Μῆτερ ἄφϑορε, τοῦ κόσμου χαρμονή.
Στάσις γ΄. Ἦχος πλ. α΄. Αἱ γενεαὶ πᾶσαι.
Φέροντα την Ἀκροστιχίδα·
Ἐν τῇ σεττῇ Μονῇ σου. Χαραλάμπους.
Ἐνϑέως προσελϑόντες, τῷ ϑείῳ σου Τεμένει, ὑμνοῦμέν σε, Παρϑένε.
Νῦν καὶ εἰς τοὺς αἰῶνας, ἀπαύστως σε τιμῶμεν, Ῥοβέλιστα Κυρία.
Τῶν ἀρετῶν βαϑμίδας, ἀνέρχεσϑαι βοήϑει, Ῥοβέλιστα, σοὺς δούλους.
Ἡ σὴ εἰκὼν ἐδείχϑη, λιμὴν χειμαζομένων, κλεινὴ Θεογεννῆτορ.
Συνέτισόν με Μῆτερ, καὶ πτώσεων θανάτου, Ῥοβέλιστα, μὲ ῥῦσαι.
Ἐμφρόνως προσδραμόντες, τῷ ἱερῷ σου οἴκῳ, ῥυόμεϑα κινδύνων.
Προπύργιον ὑπάρχεις, μοναζουσῶν Κυρία, Ῥοβέλιστα παρϑένε.
Τυχεῖν τῆς τοῦ Υἱοῦ σου, ἐπουρανίου δόξῃς, ἀξίωσον σοὺς δούλου.
Ἡ σὴ εἰκὼν Παρϑένε, ἐκχέειν μύρον πᾶσιν, ἀῤῥήτου εὐῳδίας.
Μονῆς σου πέλεις φύλαξ, ἀνύστακτος, Παρϑένε, ὦ Κεχαριτωμένη.
Οὐ θέλω σιωπῆσαι, Ῥοβέλιστα, τὸ πλῆϑος, ὅπερ τελεῖς θαυμάτων.
Νεοπηγὴς Ναός σου, φαιδρύνεται ἐν κόλποις, κατέχων σὴν εἰκόνα.
Ἡμῶν τῶν σὴν εἰκόνα, Ῥοβέλιστα κυκλούντων, γενοῦ παραμυϑία.
Στενώσεως σοὺς δούλους, ὦ Μῆτερ ἀπαλλάξαι, τὸν σὸν Υἱὸν δυσῴπει.
Οἰ τῶν Ἀρταίων δῆμοι, λαμβάνουσυ πλουσίαν, Ῥοβέλιστα, σὴν χάριν.
Ὕπτῆρχες Ἀμβροσίου, τοῦ πάλαι ἐρημίτου, πολύτιμος ἀδάμας.
Χαρίτωσόν με, Κόρῃ, καὶ πλήρωσόν με σϑένους, δυνάμει τοῦ Υἱοῦ σου.
Ἀστὴρ ϑαυμάτων ὥφϑη, ἀειλαμπής, ὦ Μῆτερ, ἡ ἱερὰ εἰκών σου.
Ῥοβέλιστα Παρϑένε, εἰκὼν ϑαυματοβρῦτις, σοὺς δούλους μὴ παρίδῃ.
Ἀπέλασον ὁμίχλην, τῶν πειρασμῶν, Κυρία, Ῥοβέλιστα, λιταῖς σου.
Λιμὴν σύ, Θεομῆτορ, πανεύδιος ὑπάρχεις, ἐν τρικυμίαις βίου.
Ἀνέβλυσε τὸ πάλαι, πηγὴ, ἐκ τοῦ ἱδρῶτος, τῆς ἱλαρᾶς μορφῆς σου.
Μοναζουσῶν χορεῖαι, ἐν πόϑῳ σε ὑμνοῦσι, Ῥοβέλιστα, εὐσχήμως.
Ποιμένες τῶν Ἀρταίων, ἐξέστησαν εὑρόντες, ἐν ἄλσει σὴν εἰκόνα.
Ὁρῶντες σὴν εἰκόνα, φωτὶ κατηυγασμένην, ἠγάλλοντο, Παρϑένε.
Δόξα.
Τριαδικόν.
Ὑψίϑρονε Θεέ μου, Τριὰς ὑπεραγία, ἐλέησον σοὺς δούλους.
Καὶ νῦν.
Θεοτοκίον.
Σεμνὴ Παρϑενομῆτορ, ἀπάλλαξόν με τάχος, παντοίων νοσημάτων.
Εὐλογητάρια.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὴν Πάναγνον ὑμνῆσαι.
Τῶν Ἀγγέλων οἱ δῆμοι, σέ Παρϑένε κυκλοῦσιν, ἐν αὐλαῖς οὐρανίοις, καὶ τὴν σὴν ἐπὶ τῆς γῆς παναγίαν εἰκόνα, μύροις μυστικοῖς ῥαίνουσι, Ῥοβελίστα, μυροχεῦμον Κόρη, ἀζύγων κλέισμα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὴν Πάναγνον ὑμνῆσαι.
Μύρον βλύζει δαψιλῶς ἑκάστοτε, ἐκ τῆς σῆς σεπτῆς εἰκόνος, Θεοτόκε, εὐκλεὲς Ῥοβέλιστα, ἐν τῷ σῷ περικαλλεῖ Τεμένει, καὶ τὴν εὐσεβῶν, εὐφραίνει ὁμήγυριν τὴν ἐν πίστει προσιοῦσαν σῇ χάριτι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὴν Πάναγνον ὑμνῆσαι.
Λίαν ἁγνή, γηϑοσύνως μέλψομεν, μεγαλείων σου τὸ ϑεῖον πλῆϑος καὶ εὐσχήμοσιν ᾧδαῖς καταστέφομεν ὄντως, σὲ τὴν τοῦ παντὸς Ἄνασσαν, Ῥοβέλιστα, προσκυνοῦντες πιστῶς τὴν σεπτὴν εἰκόνα σου.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὴν Πάναγνον ὑμνῆσαι.
Μυροφόρων τὸ χρέος, αἱ μονάζουσαι, Μῆτερ, ἐν τῷ σῷ Σεμνείῳ ἐκτελοῦσι ψαλμοὺς ἱερούς, ὦ Ῥοβέλιστα Κόρη, μέλπτουσαι φαιδρῶς καὶ τὴν σὴν βοήϑειαν ἐκζητοῦσαι καὶ τὴν ϑείαν πρεσβείαν σου.
Δόξα.
Τριαδικόν.
Ταπεινῶς προσκυνοῦμεν, τὴν ἁγίαν Τριάδα, τὸν Θεὸν τῶν ἁπάντων σὺν Αὐτοῦ τῷ συνϑρόνῳ Λόγω καὶ τῷ Ἁγίῳ Πνεύματι πιστῶς κράζοντες· κατάπεμψον, Κύριε, ἐφ᾽ ἡμᾶς τὴν χάριν σου.
Καὶ νῦν.
Θεοτοκίον.
Ῥοβελίστης τῷ ϑείῳ νῦν Ναῷ προσιόντες εὐλαβῶς προσκυνοῦμεν, τὴν σεπτήν σου εἰκόνα καὶ βοῶμεν· τὸ γένος σῷζε τῶν βροτῶν, πρόξενε λυτρώσεως, Πάναγνε, καὶ Χριστοῦ παλάτιον.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Δόξα Σοι, ὁ Θεός.
ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ
ΤΩ ΜΟΝΩ ΑΛΗΘΙΝΩ ΘΕΩ ΗΜΩΝ
Ευχαριστώ θερμά την Κυρία Ιωάννα για την αποστολή των Εγκωμίων της Παναγίας