Ευχή εις τον Άγιο Απόστολο Πέτρο και την Θυγατέρα αυτού Αγία Πετρονίλλα
Υπο Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθείτισσης
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τῆς ζωῆς χορηγὸς καὶ τῆς πίστεως ἀρχηγὸς καὶ ϑεμελιωτής· ὁ παρέχων ἡμῖν διὰ τὴν πολλήν σου φιλανθρωπίαν τὴν χάριν τοῦ ἐλέους σου· ὁ ὑποσχόμενος πᾶσι τοῖς εἰς σὲ πιστεύουσι τὸν πλοῦτον τῶν αἰωνίων σοῦ ἀγαϑῶν καὶ ἀκαταλήπτων, ἃ ὁ Πατήρ σου πρὸ καταβολῆς κόσμου ἡτοιμάσατο τοῖς ἀγαϑοῖς δούλοις Αὐτοῦ· ὁ εἰπὼν ἐν τῷ Ἁγίῳ σου Εὐαγγελίῳ· «ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποϑάνῃ ζήσεται» καὶ πάλιν ἐν τῇ αὐϑεντίᾳ τῆς σῆς ἀληϑείας εἰπών· «πάντα ὅσα ἂν αἰτήσητε πιστεύοντες ἐν τῷ ὀνόματί μου, δοϑήσητε ἡμῖν», βεβαιώσας δὲ ὅτι «πάντα δυνατὰ τοῖς πιστεύουσιν εἰς Σέ».
Αὐτὸς καὶ νῦν Δέσποτα παντοδύναμε καὶ ϑελητὰ ἐλέους ὑπερεύσπλαγχνε, εὐδόκησον τοῦ ἀκοῦσαι τῆς φωνῆς ἡμῶν, τῶν ἀναξίων ἱκετῶν σου, τῶν ἐν ταῖς ϑλίψεσι τοῦ ἀστάτου βίου δονουμένων καὶ δεομένων ἐκτενῶς τῆς σῆς ἀγαϑοδότου δωρεᾶς καὶ τῆς σῆς ἰσχύος τὴν ῥοπὴν ἐπιζητούντων.
Στερέωσον ἡμᾶς ἐν τῇ πέτρᾳ τῆς πίστεώς σου, ἐν ἧ πάντες οἱ Ἅγιοί Σου ἐστερεώϑησαν. Ἀξίωσον ἡμᾶς τοῦ στοιχεῖν ἐν τῇ ὁδῷ τῶν προσταγμάτων σου καὶ τηρεῖν τὰ σὰ σωτηριώδη καὶ ἅγια ϑελήματα. Δίδου ἡμῖν τὸ σϑένος τοῦ ὁμολογεῖν τὴν πίστιν σου, ἐνώπιον τῶν ἀνϑρώπων, καϑὼς Αὐτὸς ἡμῖν προσέταξας, εἰπών: «Ὅστις ὁμολογήσει με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσϑεν τοῦ Πατρός μοὺ τοῦ ἐν οὐρανοῖς».
Ἐνίσχυσον ἡμᾶς τοῦ ποιεῖν κατὰ τὰς ἐντολάς σου, ἵνα μή λόγοις μόνον, ἀλλ᾽ ἔργῳ καὶ ἀληϑείᾳ βεβαιῶμεν τοῖς λαοῖς τὴν πρὸς Σὲ πίστιν καὶ πεποίϑησιν, ἀσφαλεστέραν δὲ τὴν πρὸς Σὲ ἀγάπην διαφυλάξωμεν. Ποίησον ἡμᾶς σκεύη τῆς παρουσίας σοῦ, τὴν σφραγίδα σῆς μαρτυρίας διακρατοῦντα καὶ τὴν δόξαν τῆς Βασιλείας Σου φανεροῦντα, ἣν οἱ πιστοὶ πάντες κληρονομήσουσιν ἐν τῷ καινῷ αἰῶνι.
Πρεσβείαις τῆς Παναχράντου Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρϑένου Μαρίας καὶ τῶν Ἁγίων σου, Ἀποστόλων τῶν ἐν κόσμῳ κηρυξάντων Σε. Ἐξαιρέτως δὲ Πέτρου τοῦ πρωτοκορυφαίου τούτων, ὅστις μετὰ παῤῥησίας πολλῆς, ἐνώπιον τῶν μαϑητῶν Σου ὡμολόγησέ Σε «Χριστόν, Υἱὸν τοῦ Θεοῦ τοῦ Ζῶντος», ἅμα δὲ τῆς ϑυγατρός αὐτοῦ Πετρονίλης, ἥτις τῆς πετρωνύμου πίστεως τὴν κλῆσιν ἐν ἀριστείαις ἀγαϑαῖς ἐπεσφράγισε καὶ πάντων τῶν ἀπ᾽ αἰώνων Ὁμολογητῶν καὶ Μαρτύρων, τῶν ἐν πόνοις καὶ ἄϑλοις τὸ Σὸν Ὄνομα βεβαιωσάντων. Ὅτι σὺ εἶ τῆς αἰωνίου ζωῆς, τὸ κεφάλαιον καὶ σοὶ τὴν ἀληϑῆ λατρείαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.