Παρακλητικός Κανών εις την Αγία Πετρονίλα Θυγατέρα του Απόστολου Πέτρου
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
†Εορτάζεται στις 31 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἱερῶν θησαυρισμάτων τὸν πλοῦτον, τῶν οὐρανίων δωρεῶν τε ταμεῖον, τῶν ἀρετῶν τὸ σκήνωμα, τὸ σκεῦος Θεοῦ, λύχνον τὸν ἐκφαίνοντα, ἱλαρότητος κάλλος, πάνσεμνον εὐπρέπειαν, γυναικῶν τῶν τιμίων, Βηθσαϊδά ἐκ πόλεως τὸ φῶς, τὴν Πετρονίλαν, πιστῶς μακαρίσωμεν.
Δόξα.
Ὅμοιον.
Ἡ εὐκλεής τῶν Ἀποστόλων χορεία, τῇ ἱερᾷ σου ἐπαγάλλεται μνήμη, ὦ Πετρονίλα πέφυκας, θυγάτηρ καὶ γάρ, Πέτρου τοῦ θεόφρονος, καὶ ἐξέχοντος τούτων, ὦ συνάμα πρέσβευε, τῷ Θεῷ τῷ Ἁγίῳ, τοῦ στερεώσαι πόδας τῶν πιστῶν, ἐπί τὴν πέτραν, Αὐτοῦ τὴν ἀσάλευτον.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Ποίαις ᾠδαῖς αἰνέσω σε, ἁγία Πετρονίλα; Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πατρίς σου ἡ πόλις Βηθσαϊδά, ἐνθέως καυχᾶται, Πετρονίλα τῇ σῇ τιμῇ· Ἐδὲμ τε Μονή σου ἡ ἁγία, τῇ παρουσίᾳ τῇ σῇ ἐπαγάλλεται.
Οὐράνιον ἔσχες διαγωγήν, Ἀγγέλων τὰς τάξεις, ἐν σπουδῇ σου ἐπαινετῇ, ἐζήλωσας θεία Πετρονίλα· ὅθεν αὐτοῖς συναρίθμιος γέγονας.
Ἰδὼν Πετρονίλα σὸς ἐραστής, Χριστός τῆς ψυχῆς σου, τῆς ἁγίας τὸ εὐγενές, εὐθύτητα ἅμα τῆς σῆς γνώμης, ἐν ἀγαθοῖς τὴν πορείαν σου ηὔθυνεν.
Ἁπλότητος γέγονας χαρακτήρ, τῆς πίστεως ἅμα, Πετρονίλα θεία εἰκών, ἠθῶν τε ἀμέμπτων τελειότης, καὶ τῆς ἀγάπης Χριστοῦ ἐνδιαίτημα.
Θεοτοκίον.
Ἰδού σε ἀνθρώπων αἱ γενεαί, Παρθένε ὡς ἔφης, μακαρίζουσι Μαριάμ· Θεὸς γάρ τῶν ὅλων ὁ Δεσπότης, σοὶ μεγαλεῖα ἐποίησεν ἄῤῥητα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωφροσύνης ἐγένου, περιφανὲς ἔσοπτρον, τῆς δικαιοσύνης σφραγὶς τε, οὐρανοχάρακτος, τῆς συμπαθείας κανών, καὶ τῆς βεβαίας ἐλπίδος, Πετρονίλα γνώρισμα, θεοειδέστατον.
Ὡς ὡραῖοι σοὶ πόδες, οἱ τὴν ὁδὸν τρέξαντες, τοῦ Εὐαγγελίου τοῦ θείου, ἐν προθυμότητι· ἑτοιμασθεῖσα καὶ γάρ, ὦ Πετρονίλα τιμία, τοῦ Χριστοῦ ἐβάδισας, τοῖς παραγγέλμασιν.
Δουλικῶς τὸ σὸν γόνυ, τῷ Βασιλεῖ ἔκλινας, θεία Πετρονίλα καὶ Τούτῳ, σέβας προσένειμας, συμπροσκυνοῦσα πιστῶς, τὸ παντοδύναμον κράτος, τῆς μιᾶς Θεότητος καὶ Κυριότητος.
Ἀσυνέτων ὑπάρχεις, διηνεκὴς ἔλεγχος, τῶν πεπλανημένων πυξὶς τε, εἰς τὴν ἀλήθειαν, καθοδηγοῦσα ἀεί, ὦ Πετρονίλα ἁγία, τοὺς πιστῶς τιμῶντας σου, τὰ προτερήματα.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ Λυτρωτὴν τέτοκας, μόνη Παναγία Παρθένε, ἄνευ συλλήψεως, τὸν εὐσπλαχνίᾳ πολλῇ, ἡμῶν τὰ ἄστατα πάθη, εὐμενῶς ἰώμενον, σθένει θεότητος.
Στερέωσον, ἡμῶν τοὺς πόδας τῆς πίστεως ἐν τῇ πέτρᾳ, καὶ ἀπτώτως ὁμολογεῖν αὐτὴν ἡμᾶς δίδαξον, ὡς στέρξασα ταύτην, ὦ Πετρονίλα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγάπης Θεοῦ, τὸ μέγα περιήχημα, τῆς θείας σπουδῆς, τὸν λύχνον τὸν ὑπέρφωτον, τῶν ἠθῶν κειμήλιον, τῆς ἀμέπτου πράξεως γνώρισμα, τὴν Πετρονίλαν ἄσωμεν πιστοί, τοῦ Πέτρου, τὴν κόρην τὴν πανεύφημον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σελασφόροις σου λάμψεσι, τό τῆς Ἐκκλησίας εὐφραίνεις πρόσωπον, Πετρονίλα παμμακάριστε, καὶ πιστῶν φωτίζεις τὰ πληρώματα.
Ἀγγελότροπον βίον σου, θεία Πετρονίλα ἐγκωμιάζομεν, καὶ τῆς δόξης σου τὰ ἔπαθλα, ἐν ᾠδαῖς ᾀσμάτων μεγαλύνομεν.
Ἰουδαία ἀγάλλεται, καὶ Βηθσαϊδά πατρίς σου, σὺν ταύτῃ τέρπεται· τούτων πέλεις γὰρ ἀγλάϊσμα, Πετρονίλα Κόρη πολυσέβαστε.
Νουνεχῶς ἐμελέτησας, νόμον Πετρονίλα Θεοῦ τὸν ἅγιον, καὶ σοφῇ ἐπιμελείᾳ σου, τοῦτον ἔργον βίου σου ἐποίησας.
Θεοτοκίον.
Ἐν κοιλίᾳ σου Πάναγνε, ὁ Υἱὸς καὶ Λόγος Θεοῦ ἐσκήνωσε, ἵνα πάλιν εἰς σκηνώματα, Παραδείσου πάντες κατοικήσωμεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σάλον τῶν παθῶν, καὶ τὸν κλύδωνα διέφυγες, τῶν ἀμέτρων Πετρονίλα πειρασμῶν, εἰς τὴν Εἰρήνην, τὴν τελείαν καταπαύσασα.
Ὤ τῶν ὑπὲρ νοῦν, Πετρονίλα χαρισμάτων σου, ὅτι σκεῦος ἐχρημάτισας Θεοῦ, καὶ εὐωδίαν ἀναβλύζεις τὴν οὐράνιον.
Στέρξασα Θεοῦ, τὴν ἀγάπην τὴν σωτήριον, ἀπηρνήσω τὰ ἐπίγεια τερπνά, ὦ Πετρονίλα, καὶ ἐκτήσω τὰ αἰώνια.
Ἔπαρσιν ἐχθροῦ, ἀλαζόνος ἐταπείνωσας, ταπεινώσεως μαθοῦσα τὰς ἀρχάς, καὶ ταύτας ἔργῳ, Πετρονίλα ἐφαρμόσασα.
Θεοτοκίον.
Ἅρμα τοῦ Θεοῦ, σὺ ἐγένου Μητροπάρθενε, ὑπεράνω στρατιῶν ἀγγελικῶν· σαῖς γὰρ ἀγκάλαις, τὸν Θεάνθρωπον ἐβάστασας.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Γαλήνιον, εἰς λιμένα ἔφθασας, τῆς ἀγάπης τοῦ Θεοῦ Πετρονίλα· ὅθεν ψυχὰς καὶ ἡμῶν γαληνεύεις, τῶν ἐκτελούντων ἐν πίστει τὴν μνήμην σου, καὶ χαῖρε σοὶ χαρμονικῶς, μελῳδούντων καρδίας ἐν χείλεσι.
Ἰδέτωσαν, Πετρονίλα πάνσεμνε, τὴν σὴν δόξαν γυναικῶν αἱ χορεῖαι, καὶ ἐν χαρᾷ εὐφρανθήτωσαν πᾶσαι, τοῖς δὲ σεπτοῖς σου ἑπόμεναι ἴχνεσιν, γενέσθωσαν ταῖς σαῖς εὐχαῖς, καθαρά τοῦ Φωτὸς οἰκητήρια.
Ἀνέσεως, ἐν σκηναῖς κατῴκησας, Πετρονίλα σὺν Παρθένοις φρονίμοις, ὅτι στενὴν ἐν τῷ βίῳ σου τρίβον, καὶ τεθλιμένην διέβης ἣν Κύριος, ὑπέδειξε εἰς ἀγαθά, ὁδηγοῦσα τὰ μὴ σαλευόμενα.
Πολίτευμα, Πετρονίλα ἤσκησας, τῶν Ἀγγέλων ἐν σαρκὶ ἔτι οὖσα· τὰς ἡδονὰς ἐλωγίσω ὡς ὄναρ, καὶ ὡς σκιὰν καὶ χοὸς εὐτελέστερα· διὸ ἐμίσησας αὐτάς, καὶ προθύμως Θεῷ ἠκολούθησας.
Θεοτοκίον.
Ἐλεύθερος, ὁ Ἀδὰμ γεγένηται, διά σοῦ Παρθενομῆτορ Μαρία· ἐκ γὰρ δεσμῶν τῶν χρονίων ἐλύθη, καί τὴν ζωήν τὴν αἰώνιον εὕρατο, Θεοῦ ἀφάτῳ δωρεᾷ, σαρκωθέντος ἐκ σοῦ ὑπὲρ ἔννοιαν.
Στερέωσον, ἡμῶν τοὺς πόδας τῆς πίστεως ἐν τῇ πέτρᾳ, καὶ ἀπτώτως ὁμολογεῖν αὐτὴν ἡμᾶς δίδαξον, ὡς στέρξασα ταύτην, ὦ Πετρονίλα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πετρονίλαν ἁγιοπρεπῶς μακαρίσωμεν, ἀριστείας τὰς διὰ Χριστὸν ταύτης στέψωμεν, πολιτείαν ἀγγελικὴν γὰρ ἔφθασε ἐν γῇ· αὐτὴν ἄσμασιν αἰνετικοῖς, ἐγκωμιάσωμεν πιστοί, εὐλαβῶς ἀνακράζοντες· πρέσβευε τῷ Κυρίῳ, συνάμα πατρί σου Πέτρῳ, τῷ Ἀποστόλῳ ἐκτενῶς, ἡμῖν δοῦναι τὰ σωτήρια.
Προκείμενον.
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχος. Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. κε΄ 1-13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς σῆς Ἁγίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πόλις ἐπαγάλλεται, Βηθσαϊδά Πετρονίλα, μητρικὴν σοι αἴνεσιν, καὶ χαρὰν ἑόρτιον, σοὶ προσφέρουσα· σὸς πατὴρ ἅμα τε, ὁ θεόφρων Πέτρος, Ἀποστόλων ὁ ἐξαίρετος, ὁμοῦ ἀγάλλεται, καὶ πανηγυρίζει τῷ πνεύματι· Κυρίῳ γὰρ προσήγαγε, σὲ ὡς θυγατέρα καλλίπαιδα, τούτῳ οὖν συνάμα, πρεσβεύσατε ἀεὶ ὑπὲρ ἡμῶν, τοῦ διαμεῖναι ἀσάλευτοι, εἰς πέτραν τῆς πίστεως.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν ταλάντων σου πλοῦτον, μετὰ ζήλου ἐνθεοῦ ὑπερεπλήθυνας, ἁγία Πετρονίλα, διὸ καὶ τοὺς ἐπαίνους, ἐπαξίως ἐκέρδισας, ὡς ἀγαθὴ καὶ σεπτή, θεράπαινα Κυρίου.
Ῥοδοβόλον παρέχεις, εὐωδίαν τῷ κόσμῳ, ἐν ἁγιότητι, τῆς σῆς σωφρονεστάτης, καὶ θείας πολιτείας, Πετρονίλα ἀοίδημε, εἰς τῆς Ἐδὲμ τὰς σκηνάς, σεμνῶς ἀνθηφοροῦσα.
Ὀξυτάτη ὑπάρχει, Πετρονίλα ἁγία, ἡ σῇ ἀντίληψις, τοῖς θλίψεσι τοῦ βίου, καὶ πάθεσι παντοίοις, κλονουμένοις ἑκάστοτε· ἡ δὲ πρεσβείᾳ ἡ σῇ, πρὸς Κύριον μεγάλη.
Νουνεχῶς ἐκαρτέρεις, ἐν Γραφῶν ταῖς μελέταις, καὶ ταῖς δεήσεσι, ἀεὶ ἐπεντρυφῶσα, ἁγία Πετρονίλα, τοῦ Θεοῦ ἐν ὀνόματι, τοῦ ἐν Ἁγίοις Αὐτοῦ, θαυμάσια ποιοῦντος.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου, ἱερὸν τε καὶ μέγα ὑπάρχεις Δέσποινα, Παρθένε Παναγία· Θεῷ γάρ τοὺς ἀνθρώπους, τῷ σῷ τόκῳ κατήλλαξας, καὶ εὐμενείας Αὐτοῦ, ἐλάβομεν τὴν χάριν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λίαν εὐφραίνεις, τοὺς εὐσεβῶς σε τιμῶντας, καὶ πιστῶς τὴν σὴν μνήμην τελοῦντας, ὕμνοις ἑορτίοις, θεόφρον Πετρονίλα.
Ἀστράπτεις κόσμῳ, φωτοειδῶς Πετρονίλα, τῆς μεγάλης σου δόξης τῷ κάλει, καὶ τῆς Ἐκκλησίας, τὸ πρόσωπον φαιδρύνεις.
Ἱερωτάτης, καὶ σεβασμίας ζωῆς σου, Πετρονίλα πῶς ᾄσω τὴν χάριν, ᾖ τὰ μεγαλεῖα, τὰ σὰ πῶς μὴ θαυμάσω;
Σκεῦος ἐδείχθης, τῆς τοῦ Θεοῦ εὐλογίας, τὴν τοῦ Πνεύματος ἔχουσα χάριν, καὶ τὴν ὑπὲρ λόγον, εἰρήνην Πετρονίλα.
Θεοτοκίον.
Ἰδοὺ σὲ πάσαι, αἱ γενεαί τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη Παρθένε· μόνη γὰρ ἐγένου, Θεοῦ Ἁγίου Μήτηρ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Διψῶσα ὥσπερ ἄλλη, ἔλαφος προσῆλθες, εἰς τῶν ἐνθέων ὑδάτων τὴν ζῶσαν, πηγὴν ὦ Πετρονίλα, καὶ δίψαν, ψυχῆς σου ἔσβεσας.
Ὡραῖον σου τὸ κάλλος, πέλει Πετρονίλα, καὶ τῆς τιμῆς σου ἡ δόξα, ὑπάρχει πολλή, ἐν εὐπρεπείᾳ χαρίτων, ὑπεραστράπτουσα.
Ῥᾳδίως Πετρονίλα, τοῦ Εὐαγγελίου, τὴν τεθλιμμένην διῆλθες, ἐν βίῳ ὁδόν· εἰς τὸν Παράδεισον ὅθεν, χαίρουσα ἔφθασας.
Ἀγάλλεται προφρόνως, χώρα Ἰουδαίας, Βηθσαϊδά τε πατρίς σου, συμφώνως σκιρτᾷ, ὦ Πετρονίλα τιμία, τῇ πανηγύρει σου.
Θεοτοκίον.
Στερέωμα καὶ τεῖχος, φύλαξ τε καὶ σκέπη, καὶ φοβερὰ προστασία, τοῦ κόσμου παντός, τῶν ἐν ταῖς ζάλαις λιμὴν τε, σὺ εἶ Πανάχραντε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχίς·
Χαῖρε Πέτρου θύγατερ.
Χαίροις εὐσεβείας ὑπογραμμός· χαίροις τῆς ἐλπίδος καὶ τῆς πίστεως ἡ εἰκών· χαίροις τῆς ἀγάπης ἡ ἔνθεος ἀκρότης, ἁγία Πετρονίλα θεομακάριστε.
Ἄσμασι αἰνέσωμεν ἱεροῖς, μνήμην τὴν ἁγίαν, Πετρονίλας τῆς θυγατρός, Πέτρου τοῦ μεγάλου ἐν θείοις Ἀποστόλοις, αὐτῆς τὰ μεγαλεῖα ἐγκωμιάζοντες.
Ἵλεων ἀπέργασαι τὸν Κριτήν, σοῦ ταῖς ἱκεσίαις Πετρονίλα ταῖς ἱεραῖς, ὅπως τοῦ ἐλέους τὴν θείαν προσδοκίαν, χρηστῇ ἐν χορηγίᾳ ἐπαπολαύσωμεν.
Ῥόδον Πετρονίλα ὡς ἱερόν, ἤνθησεν ἡ γῆ σε, τῆς ἐνδόξου Βηθσαϊδά, σοῦ δέ τῇ καλλίστῃ καὶ θείᾳ εὐωδίᾳ, σεμνύνεται ἡ κτίσις καὶ ἐπαγάλλεται.
Ἔπαρσιν κατέῤῥαξας τοῦ ἐχθροῦ, θεία Πετρονίλα, σοῦ τοῖς τρόποις τοῖς ταπεινοῖς, καὶ τῇ ἀναβάσει τῆς θείας σου πορείας, κατέλαβες τὰ ὕψη τὰ ἐπουράνια.
Πέτρος ὁ Ἀπόστολος τοῦ Χριστοῦ, χαίρει ὡς πατήρ σου καὶ ἀγάλλεται ἐν χαρᾷ, σοῦ τῇ ἀναδείξει τιμία Πετρονίλα, καλῶν εἰς πανδαισίαν πάντας εὐφρόσυνον.
Ἕδρασμα τῆς πίστεως ἀῤῥαγές, τεῖχος εὐσεβείας, Πετρονίλα καὶ ὀχυρόν, βάσις σὺ ὑπάρχεις καὶ πύργος Ἐκκλησίας, τὰ βέλη τοῦ δολίου ἀποδιώκουσα.
Τὶς τὰς ἀρετάς σου τὰς θαυμαστάς, δύναται αἰνέσαι, ἧ χαρίτων σου τὰ καλά, τὶς ἐγκωμιάσαι ἀρκέσει Πετρονίλα; Σὺ γὰρ Χριστοῦ ὑπάρχεις κάλλος ἀπόθετον.
Ῥέει ὡς πολύολβος θησαυρός, ἐκ τῆς σῆς εἰκόνος Πετρονίλα τῆς ἱερᾶς, χάρις τοῦ ἐλέους καὶ δῶρον εὐλογίας, ἣν τάχιστα λαμβάνει πᾶς ὁ προστρέχων σοι.
Ὄμματα καρδίας σου πρὸς Θεόν, ἦρας Πετρονίλα, προσευχῆς σου ἐν τῷ καιρῷ· ὅθεν τοῖς Ἀγγέλοις συμμέτοχος ἐγένου, ἀμέσως καθορῶσα κάλλος τὸ ἄκτιστον.
Ὕπνον ῥαθυμίας τῆς ἀμελοῦς, σοῦ τῇ ἐγρηγόρσει καί τῇ νήψει τῇ τοῦ νόος, θεία Πετρονίλα ἀπέῤῥιψας μακράν σου, Παρθένων τῶν φρονίμων τρόπον ζηλώσασα.
Θέλημα ἐνέκρωσας τῆς σαρκός, Πνεύματος δυνάμεις ἀνεζώωσας προσηνῶς, τὰς ἐπαναστάσεις παθῶν σου δὲ καθεῖλες, Κυρίου Πετρονίλα ταῖς ἀντιλήψεσιν.
Ὑπήκοος γέγονας τοῦ Χριστοῦ, θεία Πετρονίλα, τοῦ εἰπόντος ἐν ταῖς Γραφαῖς· ὅστις ἀγαπᾷ με ἐμοὶ ἀκολουθείτω, ὡς ἂν συγκληρονόμος δόξης μου γένηται.
Γνῶσιν Πετρονίλα τῶν ἐντολῶν, ἔμαθες τῶν θείων ὡς μαθήτρια τοῦ Χριστοῦ· ἔργων δὲ τιμίων καλαῖς σου ἀριστείαις, τὸ στέφος οὐρανίου εὗρες λαμπρότητος.
Ἄγγελος καθάπερ ἐπί τῆς γῆς, ἔζησας ἀμέμπτῳ πολιτείᾳ σου καὶ χρηστῇ· ὅθεν Πετρονίλα ἰσάγγελον ἐκτήσω, τὴν δόξαν Παραδείσου εἰς τὰ σκηνώματα.
Τραπέζης ἐγένου συνδαιτυμών, ἀρχῆθεν ἣν πᾶσι ἡτοιμάσατο ὁ Πατήρ, Αὐτοῦ τοῖς τηροῦσι τὸν νόμον Πετρονίλα, χαρᾶς τε οὐρανίου ὤφθης συμμέτοχος.
Ἔσοπτρον τῆς αἴγλης τῆς τριφαοῦς, δόξαν ἀπαστράπτον, τὴν μεγάλην τοῦ οὐρανοῦ, καὶ φωτοχυσίαν τοῦ Πνεύματος τοῦ θείου, ὑπάρχεις Πετρονίλα ἐν ἱλαρότητι.
Ῥάβδῳ Πετρονίλα τῇ τοῦ Σταυροῦ, θείως στηριχθεῖσα, ἐν τῷ βίῳ πανασφαλῶς, τοῦ Εὐαγγελίου ἐβάδισας τὴν τρίβον, Ἐδὲμ τε εἰς τὸ πλάτος χαίρουσα ἔφθασας.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς σεμνῆς βιοτῆς σου Πετρονίλα τὰς χάριτας, πόθῳ φιλαγίῳ τιμῶμεν, καὶ πιστῶς ἐκθειάζομεν· σαρκός σου γὰρ νεκρώσασα ὁρμάς, τοῦ Πνεύματος ἐδέξω δωρεάς, καὶ σὺν Πέτρῳ τῷ Ἀποστόλῳ τῷ σῷ πατρί, τὴν Βασιλείαν ἔλαβες. Χαίροις τῆς θείας πίστεως λαμπάς, χαίροις ἐλπίδος δώρημα, χαίροις τῆς θεωρίας ἡ βαθμίς, ἀγάπης ἡ τελείωσις.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις Πετρονίλα θαυμαστή, πίστεως ἁγίας ἡ πέτρα, ἡ ἀκραιφνὴς καὶ στεῤῥά, κάλλος ἐνθεώτατον τῆς ἀγαθότητος· τῆς ἀγάπης βεβαίωσις, ἐλπίδος ἡ στάθμη, δῶρον εὐαπόδεκτον τῆς τελειώσεως· χαίροις γυναικῶν τῶν τιμίων, θεία καὶ λαμπρὰ κοσμιότης· χαίροις Παραδείσου ἡ εὐπρέπεια.
Πέτρος ὁ Ἀπόστολος Χριστοῦ, νῦν πατροποθήτως καυχᾶται, τῇ εὐαγῇ σου τιμῇ, φέρων ἐγκωμίων σοι λαμπρὰ ἐφύμνια· καὶ συνάζει εἰς αἴνεσιν, Ἁγίων τοὺς δήμους, τάξεις τῶν Ἀγγέλων τε, πιστῶν τὸ πλήρωμα, ᾄδειν Πετρονίλα ἐν ὕμνοις, σοῦ τὴν ἱερὰν πολιτείαν, καὶ τὰ θαυμαστά σου προτερήματα.
Ἄνθος Πετρονίλα ἱερόν, ἡ Βηθσαϊδά Γαλιλαίας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, θείως σε ἐξήνθησε, ἐν τῇ ἡδύτητι· εὐωδίας ἐμπρέπουσα καὶ Πνεύματος χάριν, πᾶσι μεταδιδοῦσα τοῖς μακαρίζουσιν, κάλλος ἀρετῶν σου ἁγίων, καὶ ἀπὸ ψυχῆς ἐκφωνούντων, δόξα τῷ Θεῷ τῷ σὲ δοξάσαντι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχα Ἀκροτελεύτια·
Ἐν πίστει με στερέωσον εὐχαῖς σου Πετρονίλα,
τῶν ἐντολῶν με δίδαξον βαδίζειν ἐν τῇ τρίβῳ
καί τῶν καλῶν με ποίησον ἐργάτην ἐν συνέσει,
ὕμνων φωναῖς σε δυσωπεῖ ἡ πένης Ἰσιδώρα,
ἵνα σὺν δούλοις τοῖς πιστοῖς καὶ ἀγαθοῖς δοξάζω,
μισθαποδότην Κύριον, Θεὸν εἰς τοὺς αἰῶνας. Ἀμήν.