Ευχὴ προς τον Άγιον Τιμόθεον Επίσκοπον Ευρίπου τον εν Βραυρώνι Ασκήσαντα καὶ εξαναγκασθέντα αυτὴν εγκαταλίπειν ένεκα της των κατοίκων αυτής κακίας υπὲρ συγχωρήσεως των αυτὸν παραπικρανάντων.
Ἅγιε, ταπεινὲ τῷ φρονήματι καὶ μεγάλε τῇ ἀρετῇ Ἐπίσκοπε Εὐρίπου, Τιμόθεε, ὁ ὥσπερ θὴρ ἐν σπηλαίῳ σμικρῷ τῆς Βραυρῶνος ἀσκήσας καὶ ἐφάμιλλος τῆς ἀρετῆς τῶν πάλαι τῆς ἐρήμου ἀσκητῶν γενόμενος, ὁ τὴν ἡσυχίαν φιλήσας καὶ τὴν ἀγαθωσύνην τοῦ θεανθρώπου Κυρίου ζηλώσας, ὁ τοῖς σὲ παραπικράνασι λόγους καὶ πράξεις συγχωρήσας, ὁ τοῦ πρωτομάρτυρος Στεφάνου τῇ ἀνεξικακίᾳ μιμησάμενος καὶ τοῦ Κυρίου δεηθεὶς ὑπὲρ τῶν διωκτῶν καὶ μισούντων σε, ὁ τὴν φυγὴν προκρίνας τῆς εἰς Βραυρῶνα παραμονῆς σου χάριν τῆς σῆς ψυχικῆς γαλήνης καὶ σωτηρίας, τοῦ ὁσίου Μαρτινιανοῦ τοῖς τρόποις μιμούμενος, αὐτός, ὅσιε ἱεράρχα Τιμόθεε, ὁ εἰς τύπον καὶ τόπον τεθεὶς τοῦ Ἀρχιποίμενος Ἰησοῦ, συγχώρησον πάσας τὰς γενεὰς τῶν ἐκγόνων τῶν ἐν περιοικίδι τῆς Βραυρῶνος οἰκούντων καὶ τῆς σῆς χαρᾶς καὶ ἐν πόλῳ ἀγαλλιάσεως ἀξίωσον τοὺς νῦν ἐκδεχομένους τὸν ὑετὸν τῆς σῆς συγχωρήσεως πρὸς κατάπαυσιν τοῦ καύματος τῶν καρδιῶν καὶ τῶν σωμάτων αὐτῶν ἐκ τῆς πρὸς σὲ γενομένης ἀδικίας, ἰσάγγελε ἄνθρωπε καὶ ἐπίγειε τοῦ Ὑψίστου Ἄγγελε. Ναί, ὅσιε ἱεράρχα Τιμόθεε, ὁ διασώσας δι’ εὐχῆς σου τὸν παῖδα τῆς Ὀθωμανίδος γαιοκτήμονος ἐκ τῶν χειρῶν πειρατῶν τῶν κακίστων καὶ φθονηθεὶς ὑπερβαλλόντως διὰ τὴν σὴν ἀγαθότητα ὑπὸ τῶν χωρικῶν τῆς περιοικίδος τοῦ σοῦ σπηλαίου, ὁ ἀγογγύστως ὑπομείνας τῆς ἁλιευτικῆς σου λέμβου τὴν κατάκαυσιν ὑπὸ τῶν ἀντὶ εὐγνωμοσύνης ἐπιδειξάντων σοι ἀχαριστίαν, συγχώρησον τοῖς προκεκοιμημένοις δούλοις σου τὴν φθονερὰν αὐτῶν πρὸς σὲ ἐνέργειαν καὶ πάντας τοὺς αὐτῶν ἐπιγόνους, τοὺς νῦν ἐν εὐλαβείᾳ καὶ κατανύξει προσπίπτοντάς σοι καὶ συγγνώμην τὴν σὴν ἐξαιτουμένοις. Μὴ παρίδῃς ἡμῶν τὸν ἐνδόμυχον πόθον καταπέμψαι ἐπ’ αὐτοῖς συγχωρήσεως δρόσον τοῖς τιμῶσι τὴν ἀεισέβαστον μνήμην σου καὶ δοξάζουσι περιτράνως τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ πανευϊλάτου Θεοῦ ἡμῶν, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δρος Χαραλάμπους Μ. Μπούσια