Οκτώηχοι Τριαδικοί Κανόνες εν τῷ Μεσονυκτικῷ
Ἦχος α΄
Ποίημα Μητροφάνους Σμύρνης.
Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·
Μίαν σε μέλπω τὴν τρισήλιον Φύσιν.
ᾨδὴ α’. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος.
Μίαν τρισυπόστατον ἀρχήν, τὰ Σεραφεὶμ ἀσιγήτως δοξάζουσιν, ἄναρχον ἀΐδιον, ποιητικὴν ἁπάντων ἀκατάληπτον· ἣν καὶ πᾶσα γλῶσσα, πιστῶς γεραίρει τοῖς ᾄσμασιν.
Ἵνα τοῖς ἀνθρώποις ἑνικήν, τὴν τριλαμπῆ σου δηλώσῃς Θεότητα, πλάσας πρὶν τὸν ἄνθρωπον, κατὰ τὴν σὴν εἰκόνα διεμόρφωσας, νοῦν αὐτῷ καὶ λόγον, καὶ πνεῦμα δούς, ὡς φιλάνθρωπος.
Ἄνωθεν δεικνὺς μοναδικόν, θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσι, κράτος, Πάτερ ἔφησας, τῷ ἰσουργῷ Υἱῷ σου, καὶ τῷ Πνεύματι· Δεῦτε καταβάντες, αὐτῶν τὰς γλώσσας συγχέωμεν.
Θεοτοκίον.
Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, εἰκονικῶς τοῖς σοφοῖς προηγόρευται· Λόγος δὲ συνάναρχος, ὁ συμφυὴς Υἱός, καὶ Πνεῦμα Ἅγιον, τὸ ἐν τῇ Παρθένῳ, τοῦ Λόγου κτίσαν τὴν σάρκωσιν.
ᾨδὴ γ΄. Ἦχος α΄. Ὁ μόνος εἰδώς.
Σὺ πάλαι σαφῶς τῷ Ἀβραάμ, ὡς ὤφθης τρισυπόστατος, μοναδικός τε φύσει Θεότητος, θεολογίας τὸ ἀκραιφνέστατον, τυπικῶς ἐνέφηνας· καὶ πιστῶς ὑμνοῦμέν σε, τόν μονάρχην Θεόν, καὶ τρισήλιον.
Ἐκ σοῦ γεννηθεὶς θεοπρεπῶς, ἀῤῥεύστως Πάτερ ἔλαμψε, φῶς ἐκ φωτός, Υἱὸς ἀπαράλλακτος, καὶ Πνεῦμα θεῖον, φῶς ἐκπεπόρευται· καὶ μιᾶς Θεότητος, αἴγλην τρισυπόστατον, προσκυνοῦμεν πιστῶς καὶ δοξάζομεν.
Μονὰς ἡ Τριὰς ὑπερφυῶς, ἀῤῥήτως ὑπὲρ ἔννοιαν, ταῖς νοεραῖς οὐσίαις δοξάζεται, ταῖς τρισαγίαις φωναῖς, ἀσίγητον, ἐκβοώσαις αἴνεσιν· αἷς συμφώνως ὑμνεῖται, καὶ ἡμῖν τρισυπόστατος Κύριος.
Θεοτοκίον.
Ἐκ σοῦ χρονικῶς ἄνευ σπορᾶς, προῆλθεν ὁ ὑπέρχρονος, ὁμοιωθεὶς ἡμῖν ὁ ἀνείδεος, καὶ μίαν φύσιν καὶ κυριότητα, τοῦ Πατρὸς ἐδίδαξε, καὶ Υἱοῦ καὶ Πνεύματος, Θεοτόκε· διό σε δοξάζομεν.
Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτὴρ.
Πατέρα καὶ Υἱόν, προσκυνήσωμεν πάντες, καὶ Πνεῦμα τὸ εὐθές, καὶ ἰσότιμον δόξῃ, Τριάδα τὴν ἄκτιστον, καὶ ὑπέρθεον δύναμιν, ἣν δοξάζουσι, τῶν Ἀσωμάτων αἱ τάξεις· ταύτην σήμερον, καὶ γηγενεῖς μετὰ φόβου, πιστῶς εὐφημήσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
ᾨδὴ δ΄. Ἦχος α΄. Ὄρος σε τῇ χάριτι.
Λάμψον μοι Θεαρχία τρισήλιε λάμψεσι, σῶν θεουργῶν μαρμαρυγῶν, τοῖς τῆς καρδίας ὀφθαλμοῖς, τὸ κάλλος φαντάζεσθαι, τῆς ὑπὲρ νοῦν θεαρχικῆς σου λαμπρότητος, καὶ φωτουργοῦ, καὶ γλυκείας μεθέξεως.
Πρότερον οὐρανοὺς ἐστερέωσας Κύριε, καὶ πᾶσαν δύναμιν αὐτῶν, τῷ Λόγῳ σου τῷ παντουργῷ, καὶ Πνεύματι στόματος τῷ συμφυεῖ, μεθ’ ὧν δεσπόζεις τοῦ σύμπαντος, ἐν τριλαμπεῖ μοναρχίᾳ Θεότητος.
Ὡς ἔπλασας κατ’ εἰκόνα με σὴν καὶ ὁμοίωσιν, θεαρχικὴ παντουργική, Τριὰς ἀσύγχυτε μονάς, συνέτισον φώτισον, πρὸς τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον, τὸ ἀγαθόν ἐν ἰσχύϊ καὶ τέλειον.
Θεοτοκίον.
Τέτοκας τῆς Τριάδος τὸν ἕνα Πανάχραντε, θεαρχικώτατον Υἱόν, σωματωθέντα δι’ ἡμᾶς, ἐκ σοῦ, καὶ αὐγάζοντα τοὺς γηγενεῖς, τῆς τρισηλίου Θεότητος, τῷ ἀνεσπέρῳ φωτὶ καὶ ταῖς λάμψεσιν.
ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἡ τὸν πρῶτον τῶν Ἀγγέλων ἀμέσως διάκοσμον, ἀπροσίτοις τοῦ σοῦ κάλλους ἀκτῖσιν ἐλλάμπουσα, ταῖς σαῖς αἴγλαις φώτισον, Τριὰς ἡ μοναρχικωτάτη, τοὺς ὀρθοδόξως σε μέλποντας.
Νῦν ἡ φύσις, ἑνικὴ Θεαρχία τρισήλιε, ἀνυμνεῖ σε, ἣν οὐσίωσας δι’ ἀγαθότητα, τῶν πταισμάτων λύτρωσιν, καὶ πειρασμῶν ἐξαιτουμένη, καὶ τῶν δεινῶν καὶ τῶν θλίψεων.
Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, μίαν φύσιν, καὶ Θεότητα, πίστει δοξάζομεν, μεριστὴν ἀμέριστον, ἕνα Θεὸν τῆς ἀοράτου, καὶ ὁρωμένης τε κτίσεως.
Θεοτοκίον.
Ῥήσεις πᾶσαι Προφητῶν, προδιέγραψαν Ἄχραντε, τὸν σὸν τόκον, τὸν ἀπόρρητον καὶ ἀνερμήνευτον· ὃν ἡμεῖς ἐγνώκαμεν, μυσταγωγὸν τῆς ἑνιαίας, καὶ τρισηλίου Θεότητος.
ᾨδὴ ς΄. Ἐκύκλωσεν ἡμᾶς.
Ἰσόῤῥοπον τὴν δύναμιν ὡς ἔχουσα, Τριὰς ἡ ὑπερούσιος, ἐν ταυτότητι βουλήσεως, Μονὰς πέφυκας, ἁπλῆ καὶ ἀδιαίρετος. Σὺ οὖν ἡμᾶς, ἐν τῇ δυνάμει σου περιφρούρησον. (Δίς)
Σὺ πάντας τοὺς αἰῶνας τῇ βουλήσει σου, ὡς ἀγαθὴ ὑπέστησας, ἐξ οὐκ ὄντων, ἀκατάληπτε Τριάς· εἶτα καὶ τὸν ἄνθρωπον διέπλασας. Ἀλλὰ καὶ νῦν, ἐκ πάσης ῥῦσαί με περιστάσεως.
Θεοτοκίον.
Ἡλίου τοῦ ἀδύτου οἶκος γέγονας, τοῦ κτίσαντος καὶ τάξαντος, τοὺς φωστῆρας τοὺς μεγάλους πανσθενῶς, ἄρχαντε Παρθένε θεονύμφευτε. Ἀλλὰ καὶ νῦν, τῆς τῶν παθῶν με ῥῦσαι ζοφώσεως.
Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τριάδα τὴν σεπτήν, καὶ ἀμέριστον φύσιν, προσώποις ἐν τρισί, τεμνομένην ἀτμήτως, καὶ μένουσαν ἀμέριστον, κατ’ οὐσίαν Θεότητος, προσκυνήσωμεν, οἱ γηγενεῖς μετὰ φόβου, καὶ δοξάσωμεν, ὡς Ποιητὴν καὶ Δεσπότην, Θεὸν ὑπεράγαθον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.
ᾨδὴ ζ΄. Σὲ νοητὴν Θεοτόκε.
Λόγε Θεοῦ, συμφυὲς ἀπαύγασμα, τοῦ παντοκράτορος Θεοῦ, ὡς ὑπέσχου τὴν παρὰ σοῦ θεουργὸν ἐνοίκησιν, ποίησον ὡς εὔσπλαγχνος, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι, καὶ φοβερόν, τοῖς δαίμοσί με δεῖξον καὶ πάθεσιν. (Δίς)
Ἵνα τῆς σῆς, εὐσπλαγχνίας Δέσποτα, δείξῃς τὸ πέλαγος ἡμῖν, τὸν Υιόν σου πρὸς τὴν ἡμῶν, πέμψας ταπεινότητα αὖθις ἀνεμόρφωσας πρὸς τὴν ἀρχαίαν λαμπρότητα. Ἀλλὰ καὶ νῦν, τῷ θείῳ με συνέτισον Πνεύματι.
Θεοτοκίον.
Ὁ Χερουβείμ, θρόνῳ ἐποχούμενος καὶ τῶν ἁπάντων Βασιλεύς, ἐν γαστρί σου παρθενικῇ, ᾤκησε Πανάχραντε, πάντας ἐκλυτρούμενος, ἐκ τῆς φθορᾶς ὡς φιλάνθρωπος. Ἀλλὰ καὶ νῦν, ταῖς σαῖς πρεσβείαις με περιφρούρησον.
ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.
Νεύματι θεουργικῷ Κύριε πάντων, τρισυπόστατε καὶ παντοκράτορ, οὐρανοὺς ἐξέτεινας ὡσεὶ δέῤῥιν· εἶτα καὶ γῆς, ἀπῃώρησας τὸ βάθος, πανσθενεῖ σου δρακί. Διὸ καὶ τοὺς δούλους σου κραταίωσον, τῇ ἀγάπῃ καὶ πίστει τῇ σῇ φιλάνθρωπε, ἵνα σε δοξάζωμεν πόθῳ εἰς αἰῶνας. (Δίς)
Φώτισον θεαρχικὸν φῶς τοὺς ὑμνοῦντας, τὸ Τρισήλιον φῶς τοῖς προσώποις, ἑνιαῖον αὖθις δὲ τῇ οὐσίᾳ καὶ πρὸς τὰς σάς, φωτοδότιδας ἀκτῖνας ἐπιβλέπειν ἀεί· δι’ ὧν χορτασθήσομαι τὴν δόξαν σου, τὴν γλυκεῖαν καὶ φωτουργὸν καὶ πανόλβιον, καὶ ὑπερυψῶ σε πιστῶς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὕψωσεν εἰς οὐρανοὺς τὴν τῶν ἀνθρώπων, προσλαβόμενος φύσιν ἀτρέπτως, ὁ Υἱός σου πάναγνε Θεοτόκε, ὑπερβολῇ ἀγαθότητος, ῥυσάμενος τῆς πάλαι φθορᾶς· ᾧ καὶ εὐχαρίστως ἀναμέλπωμεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτῳ εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς.
Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺς δούλους σου, τῆς τῶν δυσμενῶν ἐπιβουλῆς καὶ κακώσεως, παναγία Τριὰς ὁμοούσιε, καὶ φρούρει τὴν σὴν ποίμνην, διαπαντὸς ἀνεπιβούλευτον. (Δίς)
Ἵνα τὸν βυθὸν τὸν ἄπειρον, τῆς οὐσιώδους δείξῃς σου ἀγαθότητος, δέδωκας ἡμῖν ἐπαγγελίας τρισήλιε, καὶ μονάρχα Θεὲ παντοδύναμε, σωστικὰς τοῖς σοῖς δούλοις, ἃς ἐκπληρῶσαι καταξίωσον.
Θεοτοκίον.
Νεῦσον ταῖς ἡμῶν δεήσεσιν ὁ ἐν τρισὶ θεαρχικαῖς ὑποστάσεσι, μόνος εἷς Θεὸς ἀληθινός, πιστευόμενος, καὶ παράσχου σοῖς δούλοις παράκλησιν, πρεσβείαις τῆς ἀχράντου, καὶ πανυμνήτου Θεομήτορος.
Ὑπακοή
Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·
Τὸ τρισσὸν ὑμνῶ τῆς θεαρχίας σέλας.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Τὴν τριττὴν καὶ μίαν ἀρχικήν, φύσιν τῆς Θεότητος, ᾀσματικῶς ὑμνήσωμεν λέγοντες· τοῦ ἐλέους πέλαγος ἀνεξάντλητον, οὐσιῶδες ὡς ἔχουσα, σὲ τοὺς προσκυνοῦντας φρούρησον, καὶ σῶσον ὡς φιλάνθρωπος.
Ὁ πηγῇ καὶ ῥίζᾳ πεφυκώς, ὁ Πατὴρ ὡς αἴτιος, τῆς ἐν Υἱῷ καὶ Ἁγίῳ σου Πνεύματι, συμφυοῦς Θεότητος, τὸ τρισήλιον τῇ καρδίᾳ μου πήγασον σέλας, καὶ μεθέξει λάμπρυνον, σῆς θεουργοῦ ἐλλάμψεως.
Τριφεγγὴς Μονὰς θεαρχική, πᾶσαν διασκέδασον, ἁμαρτιῶν καὶ παθῶν μου τὴν ζόφωσιν, φωτεινῶν ἀκτίνων σου, γλυκυτάταις ἐν μετουσίαις, καὶ ποίησον σοῦ τῆς ἀπροσίτου, δόξης με ναόν, καὶ σκηνὴν ἄχραντον.
Θεοτοκίον.
Ῥοῦν τὸν πρὶν τῆς φύσεως ἡμῶν, πεπονθυίας ἄτοπον, καὶ πρὸς φθορὰν ὀλισθησάσης Ἄχραντε, σαρκωθεὶς ἐν μήτρᾳ σου, ὁ Θεὸς Λόγος, φιλανθρώπως ἀνέστειλε, καὶ τὴν θεαρχίαν τρίφωτον, ἡμᾶς ἐμυσταγώγησεν.
ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ἰσότητι τῆς φύσεως θεαρχία, ὁμότιμον δοξάζω σε τοῖς προσώποις· ζωὴ γὰρ ἐκ ζωῆς χορηγὸς οὖσα, ἀῤῥήτως πέφυκας, εἷς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.
Σὺ τάξεις τὰς ἀΰλους καὶ οὐρανίους, ὑπέστησας ὡς ἔσοπτρα τοῦ σοῦ κάλλους, Τριὰς ἡ ἀδιαίρετος μοναρχία, ὑμνεῖν ἀπαύστως σε, ἀλλὰ καὶ νῦν ἡμῶν, ἐκ πηλίνου στόματος, δέξαι τὴν αἴνεσιν.
Στερέωσον τῆς Πίστεως ἐν τῇ πέτρᾳ, καὶ πλάτυνον ἀγάπης σου τῷ πελάγει, καρδίαν καὶ διάνοιαν τῶν σῶν δούλων, Μονὰς τρισήλιε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐφ’ ᾧπερ ἐλπίζοντες, μὴ αἰσχυνθείημεν.
Θεοτοκίον.
Ὁ πᾶσαν πρὶν ὑπόστασιν οὐσιώσας, τῆς κτίσεως ἐν μήτρᾳ σου οὐσιώθη, ἀπείρῳ ἀγαθότητι, Θεοτόκε, καὶ φῶς τρισήλιον, πᾶσιν ἀνέτειλε, τῆς μιᾶς Θεότητος, καὶ Κυριότητος.
Κάθισμα. Ἦχος β΄
Ὅτε κατ’ ἀρχάς, τὸν Ἀδὰμ διέπλασας Κύριε, τότε τῷ λόγῳ σου τῷ ἐνυποστάτῳ, ἐβόησας εὔσπλαγχνε. Ποιήσωμεν κατὰ τὴν ἡμετέραν ὁμοίωσιν, τὸ δὲ Πνεῦμα τὸ Ἅγιον συμπαρῆν δημιουργόν· διὸ βοῶμέν σοι, Ποιητὰ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ὅτε πρὸς ἡμᾶς, ὁ Θεὸς ἐλθεῖν κατηξίωσε, τότε σου Πάναγνε, τὴν καθαρωτάτην νηδὺν ἐγκατῴκησε, καὶ ἔσωσε διὰ σοῦ τῶν ἀνθρώπων τὸ φύραμα, χαρισάμενος ἅπασι βασιλείαν οὐρανῶν· διὸ βοῶμέν σοι, Θεοτόκε ἁγνή, χαῖρε Δέσποινα.
ᾨδὴ δ΄. Ὑμνῶ σε, ἀκοῇ.
Νοεῖν σε, οὐδὲ τάξεις ἄϋλοι, ἐξισχύουσι τῶν Ἀγγέλων, τριὰς μονάς, ἄναρχε· ἀλλ’ οὖν ἡμεῖς πηλίνῃ γλώττῃ, τὴν σὴν οὐσιώδη ἀγαθότητα, καὶ ἀνυμνοῦμεν πίστει καὶ δοξάζομεν.
Ὑπάρχων, πλαστουργὸς τῆς φύσεως, Παντοκράτορ, τῆς τῶν ἀνθρώπων, πᾶσαν ἐμὴν βλέπεις νῦν, ὡς πανδερκὴς ἀδυναμίαν· διὸ κατοικτείρησον τὸν δοῦλόν σου, καὶ πρὸς ζωὴν βελτίστην ἐπανάγαγε.
Μονάδος, ἀρχικῆς ἀσύγχυτα, τρία πρόσωπα ἀνυμνοῦμεν, ὡς εἰδικῶς ἔχοντα, καὶ μεριστῶς τὰς ὑποστάσεις· ἀλλ’ οὖν ἡνωμένα, καὶ ἀμέριστα, ἔν τε βουλῇ, καὶ δόξῃ καὶ Θεότητι.
Θεοτοκίον.
Ναόν σε, καθαρὸν καὶ ἄχραντον, ἀειπάρθενε Θεοτόκε, ὁ Παντουργὸς εὕρηκε, μόνην σαφῶς ἐκ τοῦ αἰῶνος, ἐν ᾧ κατοικήσας ἀνεμόρφωσε, τὴν τῶν ἀνθρώπων φύσιν, ὡς φιλάνθρωπος.
ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ὡς ὁλικῶς, ἐπὶ πάντα τὰ ὄντα τῆς σῆς προνοίας, τὰς εἰρηνοδώρους ἁπλῶν ἀκτῖνας, καὶ σωτηρίους, Βασιλεῦ τῆς εἰρήνης, φρούρησόν με ἐν τῇ εἰρήνῃ σου· σὺ γάρ εἶ ζωή, καὶ εἰρήνη τοῦ σύμπαντος.
Τῷ Μωϋσῇ, ἐν τῇ βάτῳ ὡς ὤφθης πυρὸς ἐν εἴδει, Ἄγγελος ἐκλήθης Πατρὸς ὁ Λόγος, τὴν πρὸς ἡμᾶς σου προδηλῶν παρουσίαν, δι’ ἧς πᾶσι σαφῶς ἀνήγγειλας, κράτος θεαρχίας μιᾶς τρισυπόστατον.
Ἡ φυσικήν, συναΐδιον δόξαν προβαλλομένη, μοναρχικωτάτη Τριὰς ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξῳ σε πίστει, τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄναρχον καὶ μίαν αὐγήν τὴν τρισήλιον.
Θεοτοκίον.
Συνεκτικός, κατ’ οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί σου, Παρθενομῆτορ, συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικὸν τῆς μιᾶς Κυριότητος.
ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Θελητὰ τοῦ ἐλέους ἐλέησον, τοὺς εἰς σὲ πιστεύοντας, Θεὲ τρισήλιε, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ παθῶν καὶ κινδύνων τοὺς δούλους σου. (Δίς)
Ἐν ἀφάτῳ πελάγει χρηστότητος, τὴν ἀπερινόητον τῆς σῆς ἐλλάμψεως, καὶ τριλαμποῦς Θεότητος, φωτοδότιδα αἴγλην μοι βράβευσον.
Θεοτοκίον.
Ἀποῤῥήτως Παρθένε ὁ Ὕψιστος, ἄνθρωπος ἐγένετο ἐκ σοῦ τὸν ἄνθρωπον, ὁλικῶς ἐνδυσάμενος, καὶ φωτὶ τριλαμπεῖ με κατηύγασε.
Κάθισμα. Ἦχος β΄. Εὐσπλαγχνίας.
Εὐσπλαγχνίας τὸ πέλαγος ἡμῖν ὑφαπλώσας, ὑπόδεῖξαι ἡμᾶς Ἐλεῆμον. Βλέψον εἰς λαὸν τὸν σὲ δοξάζοντα, δέξαι τὰς ᾠδὰς τῶν αἰτουμένων σε, Τριὰς μονὰς ἄναρχε· εἰς σὲ γὰρ ἐλπίζομεν τὸν τῶν ὅλων Θεόν, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Εὐσπλαγχνίας κυήσασα πηγήν, συμπαθὴς σὺ ὑπάρχεις, ἀγαθὴ Θεοτόκε. Σὺ γὰρ τῶν πιστῶν μόνη ἀντίληψις, σὺ τῶν λυπουμένων ἡ παράκλησις· διό σοι νῦν ἅπαντες, ἐν πίστει προσπίπτομεν, εὑρεῖν λύσιν δεινῶν, οἱ πλουτοῦντες μόνην σε βοήθειαν.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ῥυθμίζεις ἀεί, τῶν Ἀγγέλων στρατιὰς πρὸς ἀτρεψίαν, μόνος ὑπάρχων ἀναλλοίωτος, ὁ τρισυπόστατος Κύριος· δεῖξον οὖν κᾀμοῦ τὴν καρδίαν, ἀπερίτρεπτον πάντοτε, πρὸς τὸ δοξάζειν σε θερμῶς, καὶ ἀνυμνεῖν εὐσεβῶς. (Δίς)
Χοροὶ νοεροί, τῶν ἀΰλων οὐσιῶν ταῖς σαῖς ἀκτῖσι, Θεὲ μονάρχα καὶ τρισήλιε, καταυγαζόμενοι, γίνονται, θέσει δευτερεύοντα φῶτα, ὧν κᾀμὲ ταῖς ἐλλάμψεσι, καὶ μετουσίαις δεῖξον φῶς, ὡς φωτουργὸς τριλαμπής.
Θεοτοκίον.
Ἰθύνειν ἡμᾶς, καὶ ὑψοῦν πρὸς οὐρανοὺς μὴ διαλείπῃς, τοὺς σὲ φιλοῦντας, ὁ δι’ ἄφατον φιλανθρωπίαν γενόμενος, ἄνθρωπος ἐν μήτρᾳ Παρθένου, καὶ θεώσας τὸν ἄνθρωπον, καὶ θρόνῳ δόξης τῷ Πατρὶ συγκαθεζόμενος.
ᾨδὴ η΄. Ἰνδάλματος χρυσοῦ.
Ἀπρόσιτε Τριάς, συναΐδιε συνάναρχε θεαρχία, ἡ ἀπαράλλακτος ἐν πᾶσι, πλὴν τῶν φωσφόρων ἰδιοτήτων, πᾶσαν πονηρὰν κατάργησον, τῶν ἀντικειμένων βουλήν, καὶ ἐνόχλησιν των δαιμόνων, ἀβλαβῆ τηρῶν με ἀεί, Κύριε πάντων. (Δίς)
Σοφῶς καὶ πανσθενῶς, ἀπερίγραπτε τρισήλιε Μοναρχία, ἡ ὑποστήσασα τὸν κόσμον, καὶ συντηροῦσα ἐν ἀλωβήτῳ τάξει παντελεῖ, ἐνοίκησον τῇ ἐμῇ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε ἀσιγήτως, σὺν χοροῖς Ἀγγέλων, εἰς πάντας τοὺς αἰῶνας.
Σοφία τοῦ Πατρός, ἀκατάληπτε ἀνέκφραστε Θεοῦ Λόγε, τὴν ἀμετάβλητόν σου φύσιν οὐκ ἀλλοιώσας, τὴν τῶν ἀνθρώπων φύσιν συμπαθῶς ἀνέλαβες, καὶ τὴν ἑνιαίαν Τριάδα, ἐδίδαξας πάντας σέβειν, ὡς κυριαρχίαν, ἁπάντων τῶν αἰώνων.
ᾨδὴ θ΄. Ἡ τὸν πρὸ ἡλίου φωστῆρα.
Ἐκ φωτὸς ἀνάρχου, συνάναρχος Υἱὸς φῶς ἐξανέτειλε, καὶ συμφυὲς φῶς πνεῦμα ἐκπορεύεται, ἀποῤῥήτως θεοπρεπῶς, ἀρρεύστου τῆς γεννήσεως, πιστευομένης ἅμα δέ, καὶ τῆς ἀφράστου ἐκπορεύσεως.
Λάμψον τὰς καρδίας, τρισήλιε Θεότης τῶν ὑμνούντων σε, τῷ τριλαμπεῖ φωτί σου, καὶ δὸς σύνεσιν, τοῦ ἐν πᾶσι κατανοεῖν, καὶ πράττειν τὸ σὸν θέλημα, τὸ ἀγαθόν καὶ τέλειον, καὶ μεγαλύνειν καὶ δοξάζειν σε.
Ἄπειρος τῇ φύσει, ὑπάρχων ὡς Θεός, ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν, ὡς ἔχων κατῳκτείρησας, Τριὰς πρώτην, οὕτω καὶ νῦν, οἰκτείρησον τοὺς δούλους σου, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ πειρασμῶν καὶ περιστάσεων.
Θεοτοκίον.
Σῶσόν με Θεέ μου, παντοίας ἐπηρείας καὶ κακώσεως, ὁ ἐν τρισὶ προσώποις ἀνυμνούμενος, ἀνεκφράστως μοναδικός, Θεὸς καὶ παντοδύναμος, καὶ τὴν σὴν ποίμνην φύλαττε, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.
Ὑπακοή.
Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Κανὼν Τριαδικός.
ᾨδὴ α΄. Ἦχος γ. Ὁ τὰ ὕδατα.
Ἀκατάληπτε μόνη Κυριαρχία, καὶ μία τριαδικὴ θεαρχία, τριλαμποῦς αἴγλης με τῆς σῆς ἀξίωσον νῦν, ὅπως ἀνυμνήσω σε, τὴν ὑμνουμένην ἀπαύστως, τρισαγίοις ᾄσμασιν, Ἀγγέλων στόμασιν.
Ἱερῶς τῶν ἀΰλων πᾶσαι, αἱ τάξεις ὑμνοῦσι, ποιητικὴν ὡς αἰτίαν, ἑνικὴν τρίφωτον, ἀρχικωτάτην σαφῶς, αἷς συμφώνως μέλψωμεν, καὶ τῶν ἀνθρώπων τὰ πλήθη, καὶ πιστῶς δοξάσωμεν, πηλίνοις στόμασι.
Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, οἱ θεολόγοι προσφόρως, συμβολικῶς σε καλοῦσιν, ἀπαθῆ γέννησιν, ἐξ ἀγεννήτου Πατρός, τοῦ Υἱοῦ σημαίνοντες, Θεὲ μονάρχα τῶν ὅλων, ἅμα καὶ τοῦ Πνεύματος, θείαν ἐκπόρευσιν.
Θεοτοκίον.
Ὡς φιλάνθρωπος φύσει, τὴν τῶν ἀνθρώπων οὐσίαν, προσειληφὼς Θεοῦ Λόγε, τὸ τρισσὸν ἔλαμψας, μοναρχικώτατον φῶς, τῆς μιᾶς Θεότητος, δεδοξασμένην τοῖς πᾶσι, δείξας τὴν τεκοῦσάν σε, Παρθένον ἄχραντον.
ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων τὰ πάντα.
Τρισσεῦσαι πάλαι τὸ ὕδωρ προστεταχώς, Ἠλίας ταῖς σχίδαξι, τυπικῶς παρενέφηνε, τὴν τριττὴν ὑπόστασιν τῆς ἑνιαίας Θεοῦ Κυριαρχίας.
Ζοώδης φύσις ὑμνεῖ σε τῶν γηγενῶν, τὸν ἕνα καὶ τρίφωτον, Πλαστουργόν, ἀναλλοίωτον, καὶ βοᾷ σοι· Δέσποτα, παντοδαπῆς με τροπῆς ῥῦσαι, καὶ σῶσόν με.
Ἰσηγοροῦντες τοῖς Λόγοις τῶν Προφητῶν, κλεινῶν Ἀποστόλων τε, καὶ κηρύκων τῆς Πίστεως, ἰσουργὸν Τριάδα σε, δοξολογοῦμεν πιστοί, Θεὲ τῶν ὅλων.
Θεοτοκίον.
Ἀπὸ τοῦ θρόνου κατῆλθε τοῦ ὑψηλοῦ, ὁ Χριστὸς τὸν ἄνθρωπον, ἀνυψῶν ὡς φιλάνθρωπος, διὰ σοῦ Πανάχραντε, καὶ τὸ τρισήλιον φῶς ἔλαμψε πᾶσι.
Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὁ ὑπερούσιος, καὶ μόνος Κύριος, Χριστὸς ἀπαύγασμα, τοῦ προανάρχου Πατρός, καὶ Πνεῦμα τὸ θειότατον, ἐλέησον τοὺς δούλους σου· πάντες γὰρ ἡμάρτομεν· ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, Τρισυπόστατε Κύριε, ὡς ἔχων ἐξουσίαν, τὸ πλάσμα σου, σῶσον ἐκ πάσης περιστάσεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ὁ ὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι’ ἀγαθότητα, τὸ καθ’ ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.
ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Στέλεχος διττόν, ἐκ Πατρὸς ὡς ῥίζης ἐβλάστησεν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ εὐθές, οἱ συμφυεῖς βλαστοὶ καὶ θεόφυτοι, καὶ ἄνθη συνάναρχα, ὡς τρία εἶναι φῶτα τῆς Θεότητος. (Δίς)
Στίφη νοερῶν, οὐσιῶν ἀπαύστως ὑμνοῦσί σε, τὸν ἀπερινόητον Θεόν, μεθ’ ὧν ἡμεῖς δοξάζομεν λέγοντες· Τριὰς ὑπερούσιε, τοὺς σοὺς οἰκέτας σῶσον ὡς φιλάνθρωπος.
Θεοτοκίον.
Ἔθελξας ἡμᾶς, εἰς ἀγάπην σήν, πολυέλεε, Λόγε τοῦ Θεοῦ, ὁ δι’ ἡμᾶς σωματωθεὶς ἀτρέπτως, καὶ τρίφωτον τὴν μίαν Θεότητα, μυσταγωγήσας· ὅθεν σε δοξάζομεν.
ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας.
Τὸν ἕνα Κυριάρχην εἰκονικῶς, ὡς εἶδεν Ἡσαΐας Θεόν, ἐν τρισὶ προσώποις δοξολογούμενον, ἀχράντοις φωναῖς Σεραφείμ, ἀπεστάλη τοῦ κηρῦξαι παρευθύς, τρίφωτον οὐσίαν, καὶ Μονάδα τρισήλιον. (Δίς)
Ἁπάντων ἀοράτων καὶ ὁρατῶν, τὴν φύσιν ἐξ οὐκ ὄντων τὸ πρίν, ὑποστησαμένη, Μονὰς τρισήλιε, τοὺς ἕνα Θεόν σε πιστῶς, εὐφημοῦντας, ἐκ παντοίων πειρασμῶν, ἐκλυτρωσαμένη, τῆς σῆς δόξης ἀξίωσον.
Θεοτοκίον.
Νυμφῶνα φωτοφόρον καὶ καθαρόν, Παρθένε γεγονυῖαν Θεοῦ, σὲ ὑμνοῦμεν πόθῳ καὶ μακαρίζομεν· ἐκ σοῦ γὰρ ἐτέχθη Χριστός, ἐν οὐσίαις καὶ θελήσεσι διτταῖς, ὁ εἷς τῆς Τριάδος, καὶ τῆς δόξης ὢν Κύριος.
ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Μέτοικος ὑπάρχων ὁ Ἀβραάμ, κατηξιώθη τυπικῶς ὑποδέξασθαι, ἑνικὸν μὲν Κύριον, ἐν τρισὶν ὑποστάσεσιν, ὑπερούσιον, ἀνδρικαῖς δὲ μορφώσεσιν. (Δίς)
Ἴθυνον καρδίας σῶν οἰκετῶν, πρὸς φῶς τὸ ἀπρόσιτον, ὦ τρισήλιε Κύριε, καὶ σῆς δόξης ἔλλαμψιν, παράσχου ταῖς ψυχαῖς ἡμῶν, τοῦ φαντάζεσθαι, τὸ σὸν κάλλος τὸ ἄῤῥητον.
Θεοτοκίον.
Ἄνοιξον τὰς πύλας μοι τοῦ φωτός, τοῦ κυηθέντος ἐκ νηδύος σου, Ἄχραντε, ἵνα βλέπω τρίφωτον, ἀκτῖνα τῆς Θεότητος, καὶ δοξάζω σε, τὴν ὁλόφωτον Δέσποιναν.
Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείας φύσεως ὁμοουσίου, τὸ τρισήλιον ὑμνοῦμεν κράτος, καὶ τρισαγίαις φωναῖς ἐκβοήσωμεν· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ προάναρχος, Ἅγιος εἶ, ὁ Υἱὸς ὁ συνάναρχος, Πνεῦμα Ἅγιον, ὁ εἷς ἀμερὴς Θεὸς ἡμῶν, καὶ πάντων ποιητὴς καὶ φιλάνθρωπος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν, ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.
ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Ναόν με δεῖξον τῆς σῆς, Θεότητος Δέσποτα, τῆς τριλαμποῦς, ὅλον φωτεινόν, ἁμαρτητικῆς ἀμαυρώσεως δεινῆς, καὶ παθῶν ἀνώτερον, ταῖς φωτουργαῖς σου λάμψεσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεότητος τὴν μορφήν, μίαν καταγγέλλομεν, ἐν τρισὶν ὑποστατικαῖς, καὶ διαιρεταῖς ἰδιότησι, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος· εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Ἐφάνη τῷ Ἀβραάμ, Θεὸς τρισυπόστατος, ἐν τῇ δρυῒ πάλαι τῇ Μαμβρῇ, τῆς φιλοξενίας μισθόν, τὸν Ἰσαὰκ ἀντιδοὺς δι’ ἔλεον, ὅν περ νῦν δοξάζομεν, ὡς Θεὸν τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἐφάνη ἐπὶ τῆς γῆς, γενόμενος ἄνθρωπος, ὁ Παντουργὸς ἀγαθοπρεπῶς, ἐκ παρθενικῆς καὶ ἀχράντου σου γαστρός, καὶ ἡμᾶς ἐθέωσεν, εὐλογημένη Πάναγνε, Θεοτόκε πανάχραντε.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρὶ ἑνωθέντες.
Ἀνάρχου Πατρὸς ὡς ἐκ ῥίζης, Λόγος καὶ τὸ Πνεῦμα συνανάρχως πεφυκότες, ὡς βλαστοὶ τῆς ὑπερουσίου θεαρχίας, ἔδειξαν τῆς Τριάδος, δόξαν μίαν τε καὶ δύναμιν, ἣν ὑμνοῦμεν πάντες, πιστοὶ εἰς τοὺς αἰῶνας. (Δίς)
Ῥυθμίζεις ταῖς σαῖς φρυκτωρίαις, Τάξεις οὐρανίους, ἀναμέλπειν ἀσιγήτως, τρισαγίοις, ᾄσμασι θείοις, Πάτερ Λόγε σύμμορφε, καὶ τὸ Πνεῦμα τρίφωτον, κράτος καὶ ἰσόῤῥοπον· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Χρησμοὶ Προφητῶν τὸν σὸν τόκον, πόρρωθεν ἰδόντες, Θεοτόκε ἀνευφήμουν, ὡς ἀσπόρως καὶ ὑπερφυῶς, γεννηθέντα Δέσποινα, καὶ συμφώνως τοῦτον ὑμνοῦμεν, ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Καινὸν τὸ θαῦμα.
Ἰδεῖν τὴν δόξαν τὴν τρισσολαμπῆ, αἱ θεοειδεῖς τῶν Ἀσωμάτων τάξεις, σαφῶς ἀνιέναι, πτέρυξιν ἐφίενται ἄνω, ἀλλ’ εὐλαβοῦνται σφόδρα, τὸ ἀπρόσιτον φῶς, καὶ ὕμνον ἀπαύστως ἐκβοῶσι, ταύταις συμφώνως, μοναδικὴ Τριάς, σὲ δοξάζομεν. (Δίς)
Ἀπλέτῳ πόθῳ καὶ οἱ ἐπὶ γῆς, νοερὰν ψυχὴν ἐκ σοῦ λαβόντες καὶ λογικήν, σὲ ὑμνοῦμεν Δέσποτα Θεὲ τῶν ἁπάντων, τὴν ἑνιαίαν φύσιν ἀληθῶς, καὶ τριττὴν προσώποις, ἐξ ὅλης τῆς καρδίας· διὸ Οἰκτίρμον, ὡς πολυέλεος ἡμᾶς οἴκτειρον.
Θεοτοκίον.
Ναόν με δεῖξον τῆς μοναρχικῆς, καὶ τριφεγγοῦς σου θεαρχίας φωτοειδῆ, καθαρῶς λατρεύειν σοι τῷ Κτίστῃ τῶν ὅλων, καὶ τῆς ἀφράστου δόξης νοερὸν θεωρόν, πρεσβείαις τῆς μόνης Θεοτόκου, ἣν ἐπαξίως, ὡς ὑπερένδοξον μεγαλύνομεν.
Ὑπακοή.
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Ἦχος δ΄.
Ποίημα Μητροφάνους Σμύρνης.
Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·
Τέταρτος ὕμνος τῷ Θεῷ,
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Τριάδα θεαρχικὴν δοξάσωμεν, ταῖς ὑποστάσεσι, μοναδικὴν δὲ φύσιν τῶν τριῶν, συναΐδιον σύνθρονον, ἣν δυσωποῦντες λέγομεν· σῶσον τοὺς πίστει σε δοξάζοντας.
Ἐχρίσθης ὑπὸ Πατρὸς τῷ Πνεύματι, ἀγαλλιάσεως, θεουργικῷ ἐλαίῳ ὁ Υἱός, καὶ βροτὸς ἐχρημάτισας, καὶ τῆς μιᾶς Θεότητος, τὸ τρισυπόστατον ἐδίδαξας.
Τὸ κάλλος τῆς ἀπροσίτου δόξης σου, Μονὰς τρισήλιε, τὰ Σεραφεὶμ οὐ φέροντα ὁρᾷν, συγκαλύπτονται πτέρυξι, καὶ τρισαγίοις ᾄσμασιν, ἀκαταπαύστως σε δοξάζουσι.
Θεοτοκίον.
Ἀφράστως τὸν ποιητὴν γεγέννηκας, τῶν ὅλων Πάναγνε, τῆς παλαιᾶς λυτρούμενον ἀρᾶς, τοὺς βροτοὺς καὶ θανάτου φθορᾶς, καὶ διὰ σοῦ ἐπέγνωμεν, ἕνα Θεὸν τὸν τρισυπόστατον.
ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Ῥώμην ἐξ ὕψους, τοῖς ἁγίοις τὸ πρὶν Ἀποστόλοις σου, ὡς ἀπέστειλας Χριστέ, παρὰ Πατρὸς τὸν Παράκλητον, τὴν μίαν ἐνέφηνας, φύσιν τρισήλιον.
Τῷ Πατριάρχῃ, Ἀβραὰμ ὅτε ὤφθης, ἐν σχήματι, ἀνδρικῷ, τριττὴ μονάς, τὸ ἀπαράλλακτον ἔδειξας, τῆς σῆς ἀγαθότητος, καὶ κυριότητος.
Ὁ χαρακτῆρσιν, ἐν τρισὶν εἷς Θεὸς πιστευόμενος, ἀπερίγραπτος σαφῶς, ἀπερινόητος ἅπασι, ῥῦσαι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης θλίψεως.
Θεοτοκίον.
Στοιχειωθέντες, τοῦ Υἱοῦ σου σοφαῖς εἰσηγήσεσιν, ἑνικὴν καὶ τριλαμπῆ, τὴν θεαρχίαν δοξάζομεν, καὶ σὲ μακαρίζομεν, τὴν Ἀειπάρθενον.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τρισήλιε ἄκτιστε, καὶ ὁμοούσιε, Μονὰς τρισυπόστατε, καὶ ἀκατάληπτε, τοὺς δούλους σου οἴκτειρον, σῶσον ἐκ τῶν κινδύνων, ὡς Θεὸς ἐλεήμων· σὲ γὰρ Κύριε μόνον, λυτρωτὴν καὶ δεσπότην, κεκτήμεθα βοῶντες· γενοῦ ἡμῖν ἵλεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Πολλαῖς περιστάσεσι, καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι, καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· σῶσον τοὺς δούλους σου.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑπερούσιον Τριάδα, ἐν μονάδι Θεότητος, καὶ κυριαρχίαν, σὺν τοῖς Σεραφείμ σε δοξάζομεν, ὡς ἀδιαίρετον φύσιν, ὡς ἀσύγχυτον, ὡς ἰσόρροπον, δόξῃ Θεὲ ἀκατάληπτε.
Μεριστὴν οὖσαν ἀφράστως, τοῖς προσώποις Θεότητα, καὶ ταυτιζομένην, ἅμα τῇ μιᾷ κυριότητι, ἀπεριόριστον, μόνην, ἀπερίγραπτον, ἀνυμνοῦμέν σε, τὸν ποιητὴν πάσης κτίσεως.
Νοῦς ὁ ἄναρχος τὸν Λόγον, ἀπορρήτως γεγέννηκε, καὶ τὸ θεῖον Πνεῦμα, τὸ ἰσοσθενὲς ἐκπεπόρευκε· καὶ διὰ τοῦτο Τριάδα ὁμοούσιον, τὸν Δεσπότην τῶν ὅλων, Θεόν καταγγέλλομεν.
Θεοτοκίον.
Ὀπτανόμενος τοῖς πάλαι, τυπικῶς προκατήγγειλε, τὴν ἐκ σοῦ Παρθένε, σάρκωσιν ὁ Λόγος, ἀλλ’ ὕστερον, ἐπιφανεὶς τοῖς ἀνθρώποις κατ’ ἀλήθειαν, τρισυπόστατον, μίαν ἀρχὴν ἐφανέρωσε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Συνέντες ἐκ πίστεως, τῆς παντουργοῦ Θεότητος, μίαν μὲν ἀπρόσιτον οὐσίαν, τρεῖς δ’ ὑποστάσεις, ζωαρχικὰς συμφυεῖς, σέβομεν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ Ἅγιον, συναΐδιον ὕπαρξιν.
Τὸ σέλας τρισήλιον, τῆς οὐσιώδους αἴγλης σου, λάμψον ἑνιαία μοι Θεότης, ἄκτιστε φύσις, καὶ φωτουργαία πηγή, πάσης φωτοδότιδος αὐγῆς, ἵνα κατοπτρίζωμαι, σοῦ τὸ κάλλος τὸ ἄῤῥητον.
Ὡς μόνον ὑπάρχοντα, δημιουργὸν τοῦ σύμπαντος, καὶ συνεκτικὸν καὶ κυβερνήτην, πάνσοφον ὄντως, καὶ τῆς ζωῆς χορηγόν, γνόντες σε βοῶμέν σοι πιστῶς. Δέσποτα τρισήλιε, τοὺς ὑμνοῦντάς σε φρούρησον.
Θεοτοκίον.
Θεῶσαι βουλόμενος, τὸν πρὶν φθαρέντα ἄνθρωπον, ὁ δι’ ἀγαθότητα Παρθένε, πλάσας καὶ δείξας, εἰκόνα θείας μορφῆς, ἄνθρωπος ἐγένετο ἐκ σοῦ, καὶ μίαν τρισάριθμον, θεαρχίαν κατήγγειλεν.
ᾨδὴ ς΄. Ἐβόησε, προτυπῶν.
Ἐνέφηνεν, ὁ Πατὴρ ἐκλαλῶν τὴν υἱότητα, καὶ τὸ Πνεῦμα, τῷ Χριστῷ βαπτισθέντι ὁρώμενον· διὰ τοῦτο μίαν, καὶ τριττὴν θεαρχίαν δοξάζομεν.
Ὡς εἶδέ σε, τρισαγίαις φωναῖς ἀνυμνούμενον, Ἡσαΐας, ὑψηλοῦ ἐπὶ θρόνου καθήμενον, τὴν τριττὴν ἐπέγνω, τῆς μιᾶς θεαρχίας ὑπόστασιν.
Μετάρσιον, ὑψηλὲ Βασιλεῦ τρισυπόστατε, τὴν καρδίαν, καὶ ἡμῶν τῶν σῶν δούλων ἀνάδειξον, ἵνα τῆς σῆς δόξης, θεωρῶμεν λαμπρῶς τὴν φαιδρότητα.
Θεοτοκίον.
Ἠξίωσε, μορφωθῆναι σαφῶς τὸ ἡμέτερον, ἐκ Παρθένου, ὁ Υἱὸς τοῦ Θεοῦ ὡς φιλάνθρωπος, καὶ τῆς θείας δόξης, κοινωνοὺς τοὺς ἀνθρώπους ἐποίησε.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πατέρα ἀγέννητον, τὸν δὲ Υἱὸν γεννητόν, καὶ Πνεῦμα τὸ Ἅγιον, ἐκπορευτὸν ἐκ Πατρός, φρονοῦντες κηρύττομεν, ἄναρχον Βασιλείαν, καὶ Θεότητα μίαν, ἥν περ δοξολογοῦντες, ὁμοφρόνως βοῶμεν, τριὰς ὁμοούσιε, σῶσον ἡμᾶς ὁ Θεός.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τὸν χρόνων ἐπέκεινα, καὶ πρὸ αἰώνων Θεόν, ἐν χρόνῳ ἐκύησας, ὑπερφυῶς ἐν σαρκί, θεάνθρωπον Ἄχραντε· ὅθεν σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς σοι βοῶμεν· τῆς δόξης τῆς αἰωνίου, πάντας ἀξίωσον.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Τὰς τεταγμένας, ἐπουρανίους φύσεις καὶ νοεράς, τάξεις ὀρθοδόξως πάντες οἱ γηγενεῖς, ἐκμιμούμενοι δοξάζομεν, μίαν Θεότητα, ἐν τρισὶν ἰσουργοῖς ὑποστάσεσι.
Ῥήσεις ἁγίων, Ὑποφητῶν σε πάλαι συμβολικῶς, ἕνα τῶν αἰώνων πάντων δημιουργόν, προεδήλωσαν ἀνέκφραστον, Θεὸν καὶ Κύριον, θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσιν.
Θεοτοκίον.
Ὁ κατ’ οὐσίαν, ἀθεώρητος Λόγος καὶ Παντουργός, ὤφθης τοῖς ἀνθρώποις ἄνθρωπος, ἐξ ἁγνῆς Θεομήτορος, τὸν ἄνθρωπον ἀνακαλούμενος, πρὸς μετουσίαν τῆς Θεότητος.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Φῶς μοναρχικὸν καὶ τριλαμπές, Οὐσία, ἄναρχε, κάλλος ἀμήχανον, ἐν τῇ καρδίᾳ μου οἴκησον, καὶ ναὸν τῆς σῆς Θεότητος, φωτοειδῆ καὶ καθαρόν, δεῖξόν με κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἀπὸ τῶν ποικίλων με παθῶν, Τριὰς ἀμέριστε, Μονὰς ἀσύγχυτε, καὶ τῆς ζοφώσεως λύτρωσαι, τῶν πταισμάτων καὶ καταύγασον, μαρμαρυγαῖς σου θεϊκαῖς, ἵνα φαντάζωμαι τὴν σήν δόξαν, καὶ ἀνυμνῶ σε τῆς δόξης τὸν Κύριον.
Θεοτοκίον.
Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, καὶ Λόγος σύμμορφος, καὶ Πνεῦμα σύνθρονον, οὐσία δύναμις ὕπαρξις, ὑπερούσιε ἀνέκφραστε, μεγαλουργὲ Τριὰς Μονάς, φρούρει τήν ποίμνην σου, ταῖς πρεσβείαις, τῆς Θεοτόκου, ὡς φύσει φιλάνθρωπος.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὅλην νῦν πρὸς σέ, κινῶ τὴν καρδίαν μου καὶ τὴν διάνοιαν, καὶ τὰς διαθέσεις δέ, ψυχῆς ἀπάσας, καὶ τὰς τοῦ σώματος, τὸν πλαστουργὸν καὶ ῥύστην μου, Μονάρχα τρίφωτε, καὶ βοῶ σοι· σώσόν με τὸν δοῦλόν σου, πειρασμῶν ἐκ παντοίων καὶ θλίψεων. (Δίς)
Ὕψωσον ἡμῶν, καὶ νοῦν καὶ διάνοιαν, πρὸς σὲ τὸν Ὕψιστον, φώτισον ταῖς λάμψεσιν, ἀχράντοις, Πάτερ, Λόγε, Παράκλητε, ὁ φῶς οἰκῶν ἀπρόσιτον, τῆς δόξης Ἥλιε, φωτοκράτορ, πάντοτε δοξάζειν σε, τὸν μονάρχην Θεὸν τρισυπόστατον.
Θεοτοκίον.
Σῶσον τοὺς εἰς σέ, πιστεύοντας Κύριε, καὶ καταγγέλλοντας, ἄναρχον ἀΐδιον, οὐσίαν μίαν, τρία δὲ Πρόσωπα, θεαρχικὰ καὶ σύμμορφα, τῆς κυριότητος, καὶ τῆς θείας, δόξης σου ἀξίωσον, ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος.
Ὑπακοή.
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος πλ. α΄.
Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·
Κανὼν ὁ πέμπτος Φωτὶ τῷ τρισηλίῳ.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Κράτος τῆς ἑνιαίας, καὶ τρισηλίου μορφῆς, ἀνυμνοῦντες βοῶμεν· τὸν νοῦν ἡμῶν καταύγασον, Θεὲ παντοδύναμε, καὶ πρὸς τὴν σὴν Δέσποτα, μετεώρισον δόξαν ἄφραστον.
Ἄνω σε τῶν Ἀγγέλων, διάκοσμοι νοεροί, ἀσιγήτως ὑμνοῦσιν, ἐν τρισαγίοις ᾄσμασι, μονάδα τρισάριθμον, καὶ Τριάδα σύμμορφον, ὑπερούσιον παντοδύναμον.
Νέκταρ τῆς σῆς ἀγάπης, γλυκύτατον φωτουργόν, τῇ ψυχῇ μου παράσχου, Τριὰς Μονὰς ἀρχίφωτε, καὶ θείαν κατάνυξιν, καθαρτικὴν Δέσποτα, πολυέλεε πάσης κτίσεως.
Θεοτοκίον.
Ὥσπερ ἐπὶ τὸν πόκον, κατῆλθεν ἀψοφητί, οὐρανόθεν Παρθένε, ὁ ὑετὸς ἐν μήτρᾳ σου, ὁ θεῖος καὶ ἔσωσε, ξηρανθεῖσαν ἅπασαν, τῶν ἀνθρώπων τὴν φύσιν Ἄχραντε.
ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Νοήσας τὰς νοερὰς οὐσίας ὑπέστησας, ὑμνῳδοὺς ἀπαύστους τῆς σῆς Θεότητος, τρίφωτε Θεὲ καὶ παντουργέ, ἀλλὰ καὶ τῶν πηλίνων, καὶ γηγενῶν δέξαι τὴν δέησιν, καὶ τὴν ἱκεσίαν ὡς εὔσπλαγχνος.
Ὁ πάσης κατὰ φύσιν τροπῆς ἀπαράδεκτος, τοῖς ἀλλοιουμένοις ἡμῖν καὶ μέλπουσι, τὴν ἀνεξιχνίαστον πηγήν, τῆς σῆς ἀγαθωσύνης, πλημμελημάτων δὸς συγχώρησιν, καὶ τὴν σωτηρίαν ὡς εὔσπλαγχνος.
Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα δοξάζομεν, ἐν ἀπαραλλάκτῳ μορφῇ Θεότητος, σὲ τὸν ἑνικὸν καὶ τριλαμπῆ, Κύριον τῶν ἁπάντων, ὡς οἱ Προφῆται καὶ Ἀπόστολοι, παρὰ σοῦ σαφῶς ἐδιδάχθησαν.
Θεοτοκίον.
Ἐφάνης τῷ Μωϋσῇ ἐν βάτῳ ὡς Ἄγγελος, βουλῆς τῆς μεγάλης τοῦ Παντοκράτορος, σοῦ τὴν ἐκ Παρθένου προδηλῶν, σάρκωσιν Θεοῦ Λόγε, δι’ ἧς ἡμᾶς μετεστοιχείωσας, καὶ πρὸς οὐρανοὺς ἀνεβίβασας.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐλεήμων ὑπάρχεις Τριὰς ἀμέριστε· ἐλεεῖς γὰρ τοὺς πάντας ὡς παντοδύναμος, καὶ πανοικτίρμων, συμπαθὴς καὶ πολυέλεος· διὸ προσφεύγομεν πρὸς σέ, οἱ ἁμαρτήμασι πολλοῖς, βαρούμενοι κεκραγότες· ἱλάσθητι τοῖς σοῖς δούλοις, καὶ ῥῦσαι πάντας πάσης κολάσεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.
ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Μυεῖται τῆς μιᾶς Κυριότητος, τὸ τριφαὲς ὁ Δανιήλ, Χριστὸν κριτὴν θεασάμενος, πρὸς τὸν Πατέρα ἰόντα, καὶ Πνεῦμα τὸ προφαῖνον τὴν ὅρασιν. (Δίς)
Πηλίνοις τοὺς ὑμνοῦντάς σε στόμασι, τὸν ὑπερούσιον Θεόν, τριαδικὸν ὑποστάσεσι, μοναδικόν τε τῇ φύσει, τῆς δόξης τῶν Ἀγγέλων ἀξίωσον.
Θεοτοκίον.
Τὸ ὄρος δασὺ καὶ κατάσκιον, ὃ εἶδε πρὶν ὁ Ἀββακούμ, ἐξ οὗ προῆλθεν ὁ Ἅγιος, τὸν δυσθεώρητον Τόκον ἐδήλου, σῆς Παρθένε συλλήψεως.
ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Ὁ δι’ ἀγαθότητα κτίσας τὸν ἄνθρωπον, καὶ κατ’ εἰκόνα τὴν σὴν ποιήσας, ἐν ἐμοὶ κατοίκησον, τρίφωτε Θεέ μου, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος.
Σύ με καθοδήγησον Μονὰς τρισήλιε, πρὸς τρίβους θείας τῆς σωτηρίας, καὶ τῆς σῆς ἐλλάμψεως πλήρωσον, ὡς φύσει Θεὸς ἀπειροδύναμος.
Φῶς τὸ ἀδιαίρετον τῆς μιᾶς φύσεως, μεμερισμένον τοῖς χαρακτῆρσι, τριλαμπὲς ἀνέσπερον, τὴν ἐμὴν καρδίαν, καταύγασον ταῖς αἴγλαις σου.
Θεοτοκίον.
Ὡς κατεῖδε πάλαι σε, Ἁγνὴ πανάχραντε, ὁ Ὑποφήτης βλέπουσαν πύλην, πρὸς τὸ φῶς τὸ ἄδυτον, εὐθύς σε ἐπέγνω, Θεοῦ κατοικητήριον.
ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Τριφαὴς ὑπάρχουσα, θεαρχία ὑποστατικῶς, ἑνιαία πέφυκας, ὡς σύμμορφος καὶ ἰσουργός, καὶ κατ’ οὐσίαν καὶ βούλησιν. (Δίς)
Ἱκανῶς ἐδήλωσεν, ὁ Προφήτης ᾄδων τῷ Πατρί, σῷ φωτὶ ὀψόμεθα, τῷ Πνεύματι φῶς τὸν Υἱόν, ἕνα Θεὸν τὸν τρισήλιον.
Θεοτοκίον.
Τῶν πταισμάτων λύτρωσιν, καὶ κινδύνων Δέσποτα Θεέ, ἑνικὲ καὶ τρίφωτε, κατάπεμψον σοῖς ὑμνηταῖς, πρεσβείαις τῆς Θεομήτορος.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸ τρισήλιον σέλας δοξολογήσωμεν, καὶ ἁπλὴν τὴν Τριάδα νῦν προσκυνήσωμεν, ὅτι ἐφώτισεν ἡμᾶς, καὶ ἠλέησε, καὶ ἐρρύσατο φθορᾶς, τὸ γένος ἄπαν τῶν βροτῶν, λυτρώσασα ἐκ τῆς πλάνης, εἰδώλων πάντα τὸν κόσμον, καὶ Βασιλείαν ἡμῖν παρέσχετο.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ἀπορήσας ἐκ πάντων πρὸς σὲ κατέφυγον, τὴν ἐλπίδα ἁπάντων καὶ τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ ταπεινῶν, κράζων τό· Ἥμαρτον, ἀλλ’ ἐπιμένω τοῖς χείροσιν, ἀναισθητῶν ὁ ἄθλιος, ἐλέησόν με πρὸ τέλους, ἐπίστρεψόν με καὶ ῥῦσαι, πάσης κολάσεως τὸν ἀνάξιον.
ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Ὡς ἐλέους ἄβυσσον, κεκτημένος Κύριε, καὶ πέλαγος ἄπειρον, οἰκτίρμον ἐλέησον, τοὺς ἕνα σε ὑμνοῦντας, τριλαμπῆ Θεὸν τῶν ὅλων. (Δίς)
Τὸν ἀπερινόητον, ἑνικὸν καὶ τρίφωτον, Θεόν σε καὶ Κύριον, ὑμνοῦντες βοῶμέν σοι· παράσχου τοῖς σοῖς δούλοις, ἱλασμὸν ἁμαρτημάτων.
Θεοτοκίον.
Ῥάδαμνον ἐβλάστησας, τῷ Πατρὶ συνάναρχον, ἄνθος τῆς Θεότητος, βλαστὸν συναΐδιον, Παρθένε τὸν διδοῦντα, τὴν ζωὴν πᾶσιν ἀνθρώποις.
ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ἵνα τῆς μιᾶς, ἀνακαλύψῃς πάλαι, σαφῶς Κυριότητος, τριττὴν ὑπόστασιν, ὤφθης Θεέ μου, ἐν σχήματι ἀνθρώπων, Ἀβραὰμ ὑμνοῦντι, σὸν κράτος ἑνιαῖον.
Σύ με πρὸς τὰς σάς, θεουργικὰς ἀκτῖνας, δέρκειν καταξίωσον, φῶς τὸ ἀπρόσιτον, Πάτερ οἰκτίρμον, καὶ Λόγε καὶ τὸ Πνεῦμα, τοῦ εὐαρεστεῖν σοι, ἀεὶ Κύριε πάντων.
Θεοτοκίον.
Ἤστραψας ἡμῖν, τῆς τρισηλίου δόξης, τὸν ἕνα Πανύμνητε, Χριστὸν τὸν Κύριον, πάντας μυοῦντα τὴν μίαν θεαρχίαν, ἐν τρισὶ προσώποις, ὑμνεῖν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Λαλιαί σε βρότειαι, κατ’ ἀξίαν Ἄναρχε μονάς, οὐ σθένουσιν ὑμνεῖν, πλὴν ὡς ἐφικτόν, τολμῶντες ἐκ πίστεως, θεαρχικὴ σύνθρονε Τριάς, δόξαν προσφέρομεν, τῷ σῶ κράτει καὶ τὴν αἴνεσιν. (Δίς)
Ἰσορρόπῳ δόξῃ σε, τὸν μονάρχην τρίφωτον Θεόν, δοξάζει τὰ Χερουβείμ, καὶ τὰ Σεραφείμ, ἀχράντοις ἐν στόμασι, μεθ’ ὧν ἡμᾶς τοὺς ἁμαρτωλούς, πρόσδεξαι Κύριε, τὸ σὸν κράτος μεγαλύνοντας.
Θεοτοκίον.
Ὡς ἁγνὴ καὶ ἄμωμος, καὶ παρθένος τέτοκας Υἱόν, λυτρούμενον ἡμᾶς, ἀπὸ πειρασμῶν, Θεὸν ἀναλλοίωτον, ἀλλὰ καὶ νῦν ἄφεσιν ἡμῖν, τῶν παραπτώσεων, τοῦτον δοῦναι καθικέτευε.
Ὑπακοή.
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος πλ. β΄.
Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·
Τὸν ἕκτον ὕμνον προσφέρω σοι, θειότης.
ᾨδὴ α΄. Ἦχος πλ. β. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Τρεῖς ὑποστάσεις ὑμνοῦμεν θεαρχικάς, ἑνιαίας φύσεως, ἀπαράλλακτον μορφήν, ἀγαθὸν φιλανθρωπον Θεόν, τῶν πταισμάτων ἱλασμὸν ἡμῖν δωρούμενον.
Ὁ ὑπερούσιος μόνος καὶ τριλαμπής, χαρακτῆρσι Κύριος, ἐν Θεότητι μιᾷ, πεφυκὼς συνέτισον ἡμᾶς, καὶ ἀξίωσον τῆς σῆς θείας ἐλλάμψεως.
Νυμφοστολήσας ὁ Παῦλος τὴν ἐξ ἐθνῶν, Ἐκκλησίαν ἕνα σε, τρισυπόστατον Θεόν, προσκυνεῖν ἐδίδαξεν, ἐξ οὗ καὶ δι’ οὗ περ, καὶ ἐν ᾧ τὰ πάντα γέγονεν.
Θεοτοκίον.
Ἐκ τῆς γαστρός σου προῆλθεν ὁ νοητός, Θεοτόκε Ἥλιος, καὶ κατηύγασεν ἡμᾶς, τριφαοῦς Θεότητος αὐγαῖς, ὃν ὑμνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.
Κοσμήσας τρίφωτε Θεέ, Τάξεις τὰς οὐρανίους, κατεσκεύασας μέλπειν, τρισαγίαις σε φωναῖς, δέξαι μεθ’ ὧν καὶ ἡμᾶς, ἀνυμνοῦντας σοῦ τὴν ἀγαθότητα.
Τὴν μόνην ἄτρεπτον τριττήν, σύμμορφον ἑνιαίαν, θεαρχίαν ὑμνοῦντες, λιτάζομέν σε θερμῶς, ἁμαρτημάτων πολλῶν, καταπέμψαι νῦν ἡμῖν συγχώρησιν.
Ὁ Νοῦς ὁ ἄναρχος Πατήρ, σύμμορφε Θεοῦ Λόγε, καὶ τὸ Πνεῦμα τὸ θεῖον, τὸ ἀγαθὸν καὶ εὐθές, τοὺς ἀνυμνοῦντας πιστῶς, τὸ σὸν κράτος φρούρησον ὡς εὔσπλαγχνος.
Θεοτοκίον.
Νομὴν ἀνέστειλε φθορᾶς, ἄνθρωπος κατ’ οὐσίαν, γεγονὼς ὁ Θεός μου, ἐν τῇ μήτρᾳ σου Ἁγνή, καὶ τοὺς γενάρχας τῆς πρίν, καταδίκης μόνος ἠλευθέρωσε.
Κάθισμα.
Ἦχος πλ. β΄. Τὴν ὑπὲρ ἡμῶν.
Δέσποτα Θεέ, ἐπίβλεψον οὐρανόθεν, ἴδε τὴν ἡμῶν ταπείνωσιν ὡς οἰκτίρμων, καὶ σπλαγχνίσθητι φιλάνθρωπε πανάγαθε· οὐδαμόθεν γὰρ ἐλπίζομεν, συγχωρήσεως τεύξασθαι, τῶν κακῶν ὧν ἡμάρτομεν· διὸ γενοῦ μεθ’ ἡμῶν, καὶ οὐδεὶς καθ’ ἡμῶν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Δέσποινα ἁγνή, ἐπίβλεψον οὐρανόθεν, ἴδε τῶν ἡμῶν τραυμάτων τὰς ἀλγηδόνας, καὶ σπλαγχνίσθητι πανάχραντε, καὶ ἴασαι τοῦ συνειδότος τὸν καύσωνα, τῷ σῷ ἐλέει δροσίζουσα, καὶ βοῶσα τοῖς δούλοις σου. Ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ὑψοῦ διάνοιαν, Μονὰς ἡ τρίφωτος, καὶ ψυχὴν καὶ καρδίαν σῶν ὑμνητῶν, θᾶττον ἀναβίβασον, καὶ τῆς ἐλλάμψεως τῆς σῆς, καὶ λαμπρότητος ἀξίωσον.
Μετασχημάτισον, καὶ μεταμόρφωσον, ἐκ κακίας με πάσης πρὸς ἀρετήν, μόνη ἀσχημάτιστε, καὶ ἀναλλοίωτε Τριάς, ταῖς σαῖς αἴγλαις καταλάμπρυνον.
Νοήσας πρότερον, σοφῶς ὑπέστησας, τῶν Ἀγγέλων τὰς τάξεις λειτουργικάς, σοῦ τῆς ἀγαθότητος, ἡ τρισυπόστατος Μονάς, μεθ’ ὧν δέξαι μου τὴν αἴνεσιν.
Θεοτοκίον.
Ὁ φύσει ἄκτιστος, Θεὸς ἀΐδιος, τὴν κτιστὴν τῶν ἀνθρώπων προσειληφώς, φύσιν ἀνεμόρφωσεν, ἐν τῇ ἁγίᾳ σου γαστρί, Θεοτόκε ἀειπάρθενε.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Νοοῦντες φύσιν θεαρχικήν, προνοητικὴν καὶ σωστικήν, πάντων ὑπάρχουσαν Δέσποτα, τρίφωτόν τε μίαν πρὸς σὲ ὀρθρίζομεν, συγχώρησιν αἰτοῦντες τῶν παραπτώσεων.
Πατὴρ ὁ ἄναρχος καὶ Θεός, καὶ ὁ συναΐδιος Υἱός, Πνεῦμα τὸ ἅγιον στήριξον, μοναρχικωτάτη Τριάς, τοὺς σοὺς ὑμνητάς, καὶ πάσης ἐπηρείας ῥῦσαι καὶ θλίψεως.
Ῥυθμίζων λάμψεσι θεουργοῖς, καὶ πρὸς εὐαρέστησιν τῆς σῆς, τρισυποστάτου Θεότητος, Ἥλιε τῆς δόξης καθοδηγῶν με ἀεί, τῆς ἄνω Βασιλείας μέτοχον ποίησον.
Θεοτοκίον.
Ὁ πάντα φέρων καὶ συντηρῶν, τῇ παντοδυνάμῳ σου χειρί, Λόγε Θεοῦ ἀναλλοίωτε, φρούρει, καὶ συντήρει, τοὺς σὲ δοξάζοντας, πρεσβείαις τῆς τεκούσης σε Θεομήτορος.
ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Σοφίαν καὶ σύνεσιν, θεαρχία τριφαής, τοῖς ὑμνηταῖς σου δώρησαι, καὶ τοῦ κάλλους ἀκτῖσι τοῦ φωτουργοῦ, τῆς σῆς ἀγαθότητος, καταλάμπεσθαι πάντας καταξίωσον.
Φῶς τὸ ἀδιαίρετον, κατ’ οὐσίαν τριλαμπές, παντοκρατὲς ἀπρόσιτον, τὰς καρδίας καταύγασον τῶν πιστῶς, αἰνούντων τὸ κράτος σου, καὶ πρὸς θείαν ἀγάπην ἀναπτέρωσον.
Θεοτοκίον.
Ἐν σοὶ κατεσκήνωσεν, Ἀειπάρθενε σαφῶς, ὁ συνοχεὺς καὶ Κύριος, τῶν ἁπάντων, καὶ μίαν τρισσολαμπῆ, μορφὴν τῆς Θεότητος, προσκυνεῖν τοὺς ἀνθρώπους εἰσηγήσατο.
Κάθισμα.
Ἦχος πλ. β΄. Τὴν ὑπὲρ ἡμῶν.
Πάτερ καὶ Υἱέ, σὺν Πνεύματι τῷ ἁγίῳ, βλέψον εἰς ἡμᾶς, τοὺς πίστει σε προσκυνοῦντας, καὶ δοξάζοντας τὸ κράτος σου Εὔσπλαγχνε, σὺν τοῖς πυρίνοις οἱ πήλινοι· ἄλλον γὰρ πλήν σου οὐκ οἴδαμεν, καὶ βόησον τοῖς ὑμνοῦσί σε· Ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον ὅμοιον.
Βλέψον εἰς ἡμᾶς, πανύμνητε Θεοτόκε, λάμψον φωτισμόν, καρδίαις ἐσκοτισμέναις, καὶ καταύγασον τὴν ποίμνην σου Πανάχραντε· ὅσα γὰρ θέλεις καὶ δύνασαι, ὡς Μήτηρ οὖσα τοῦ κτίστου σου, καὶ βόησον τοῖς αἰτοῦσί σε· Ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Ῥωμαλέαν μοι διάνοιαν πρυτάνευσον, τρίφωτε χαρακτῆρσι Μονάς, τοῦ φυλάττειν σου, καὶ τηρεῖν τὰς θείας ἐντολάς, καὶ πάντοτε ψάλλειν σοι πιστῶς· εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ταυτότητι τῆς φύσεως ὑμνούμενος, ἀφράστως ἑνιαῖος Θεός, τοῖς προσώποις δέ, τῆς Τριάδος φέρων ἀριθμόν, συντήρησον ἅπαντας ἡμᾶς, ἀπὸ ποικίλων πειρασμῶν, καὶ περιστάσεων.
Συμφυῆ καὶ συναΐδιον δοξάζομεν, ἕνα σε κατ’ οὐσίαν Θεόν, ἰδιότησιν ἀσυγχύτως ὑποστατικαῖς, Τριὰς τὸ διάφορον ἁπλῶς, προβαλλομένη ἐν μορφῇ, ἀπαραλλάκτῳ σαφῶς.
Θεοτοκίον.
Ὁ Θεὸς ὁ ὑπερούσιος προσείληφεν, Ἄχραντε, ἐκ γαστρός σου ἁγνῆς, τὸ ἡμέτερον φιλανθρώπως, φύραμα σαφῶς, καὶ πάντας ἐδίδαξε βοᾶν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ἱλασμὸν τῶν πταισμάτων θᾶττον παράσχου μοι, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, σύμμορφε Τριάς, καὶ Μονὰς τρισυπόστατε, ἵνα σε δοξάζω, εἰς πάντας τούς αἰῶνας.
Θελητὴς τοῦ ἐλέους καταγγελλόμενος, ὡς Θεὸς ἐλεήμων πάντας ἐλέησον, τρίφωτε Μονάς, καὶ Τριὰς ὁμοούσιε, τοὺς δοξολογοῦντας, τὴν σὴν μεγαλωσύνην.
Ἐκ φωτὸς ἀϊδίου, φῶς συναΐδιον, τοῦ Πατρὸς γεννηθέντα Λόγον σὺν Πνεύματι, τῷ ἐκπορευτῷ φωτὶ πίστει δοξάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἰατρὸν τοῖς ἀνθρώποις Ἄχραντε τέτοκας, παντοδύναμον Λόγον Χριστὸν τὸν Κύριον, τῆς προγονικῆς πληγῆς, πάντας ἰώμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τούς αἰῶνας.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.
Ὁρᾷν αἱ τάξεις Χερουβεὶμ Δέσποτα, κάλλους τοῦ σοῦ τὴν δόξαν οὐ δυνάμεναι πτέρυξι, κατακαλυπτόμεναι, ἀπαύστως τριττόν, ὕμνον ἀναβοῶσι, τὸ τρισυπόστατον, τῆς σῆς θεαρχίας ἑνικῆς κράτος δοξάζουσι.
Τὰς σὰς ἐλλάμψεις ἄδυτε Ἥλιε, σῶν οἰκετῶν παράσχου ταῖς καρδίαις, καὶ φώτισον τὰς ψυχάς, καὶ λύτρωσαι πταισμάτων πολλῶν, μόνε παντελεῆμον, καὶ τρισυπόστατε, καὶ τῆς ἀκηράτου σου ζωῆς, ἡμᾶς ἀξίωσον.
Ἡ φῶς ὁμότιμον καὶ τρισήλιον, καὶ φωτουργὸν Θεότης πεφυκυῖα καταύγασον, τοὺς πιστῶς σε μέλποντας, καὶ τῆς ζοφερᾶς, ῥῦσαι κακοπραγίας, καταξίωσον, τῶν φωτεινοτάτων σου σκηνῶν, ὡς ὑπεράγαθος.
Θεοτοκίον.
Σοφῶς τὸν ἄνθρωπον πρὶν διέπλασεν, ὁ σὸς Υἱὸς Παρθένε, καὶ φθαρέντα ἀνέπλασε, διὰ σοῦ Πανύμνητε, καὶ θείου φωτός, αἴγλης τῆς ἀνεσπέρου, πάντας ἐπλήρωσε, τοὺς σὲ Θεοτόκον ἀληθῆ, ἀεὶ δοξάζοντας.
Ὑπακοή.
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Ἦχος βαρύς.
Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·
Αἰνῶ, Τριάς, σὲ τὴν μοναρχικὴν φύσιν
ᾨδὴ α΄. Ἦχος βαρύς. Νεύσει σου πρὸς γεώδη.
Ἄνοιξόν μου τὸ στόμα, τὸ νοερὸν τῆς καρδίας, καὶ χείλη τὰ ἔνυλα, πρὸς αἴνεσίν σου τρίφωτε, μία Θεότης ἁπάντων ᾄδειν σοι ᾠδήν, φωτουργὲ χαριστήριον.
Ἵνα τὸ ὑπερβάλλον, τῆς σῆς χρηστότητος δείξῃς, διέπλασας ἄνθρωπον, Τριὰς ἀπειροδύναμε, μόνην εἰκόνα πηλίνην, σοῦ τῆς ἀρχικῆς, πλαστουργὲ κυριότητος.
Νοῦς ὁ ἄναρχος Λόγον, συναϊδίως γεννήσας, καὶ Πνεῦμα συνάναρχον, ἐκλάμψας κατηξίωσεν, ἕνα Θεὸν κατ’ οὐσίαν, σύμμορφον ἡμᾶς, προσκυνεῖν τρισυπόστατον.
Θεοτοκίον.
Ὤφθης ἐπὶ τῆς βάτου, τῷ Μωϋσῇ Θεοῦ Λόγε, ὡς πῦρ καθαρτήριον, μὴ φλέγον δὲ τὸ σύνολον, τὴν ἐκ Παρθένου προτυπῶν σου, σάρκωσιν δι’ ἧς, τους βροτοὺς ἀνεμόρφωσας.
ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς.
Τὸν ἑνικὸν καὶ τριλαμπῆ, καὶ παντουργόν σε Δεσπότην, ἀνυμνοῦντες τῶν ἁμαρτιῶν, καὶ τῶν πειρασμῶν αἰτοῦμεν λύτρωσιν, ἀπειροδύναμε Θεέ· μὴ οὖν παρίδῃς τούς πίστει, σοῦ τὴν ἀγαθότητα δοξάζοντας.
Ῥάδαμνος ὤφθης ἐκ Πατρός, ὡς ἀπὸ ῥίζης ἀνάρχου, Θεὸς Λόγος καὶ ἰσοσθενής, σὺν τῷ συμφυεῖ καὶ θείῳ Πνεύματι, καὶ διὰ τοῦτο οἱ πιστοί, τριαδικὴν τοῖς προσώποις, μίαν Κυριότητα δοξάζομεν.
Ἰσοκλεῆ καὶ συμφυῆ, τὴν τρισυπόστατον φύσιν, ἀμερίστως καὶ διαιρετῶς, καὶ μοναρχικὴν Τριάδα πάντες σε, δοξολογοῦμεν οἱ πιστοί, καὶ προσκυνοῦντες αἰτοῦμεν, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Ἀναλλοιώτως τοῖς βροτοῖς, ὁμοιωθεὶς κατὰ πάντα, Θεοῦ Λόγε Κόρης ἐξ ἁγνῆς, προῆλθες σαφῶς, καὶ πᾶσιν ἔδειξας, τὴν θεαρχίαν τριλαμπῆ, καὶ ἑνικὴν τῇ οὐσίᾳ, τῶν ἀπαραλλάκτων ὑποστάσεων.
Κάθισμα.
Ἦχος βαρύς. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Ἡμαρτηκότας ἐλέησον, Τριὰς ἁγία τοὺς δούλους σου, οὓς δέξαι μετανοοῦντάς σοι Εὔσπλαγχνε, καὶ συγχωρήσεως ἀξίωσον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον. ὅμοιον
Τὰς κακωθείσας ψυχὰς ἡμῶν, ταῖς ἁμαρτίαις ἀγάθυνον, πάναγνε Θεοτόκε, καὶ λύτρωσαι πταισμάτων, τοὺς σὲ ὑμνοῦντας Θεονύμφευτε.
ᾨδὴ δ΄. Ὁ Πατρικοὺς κόλπους.
Συνεκτικὴ τρίφωτε Μονάς, θεαρχικὴ καὶ σωστικὴ τῶν ὅλων τοὺς σοὺς ὑμνῳδοὺς νῦν περιφρούρησον, καὶ σῶσον ἐκ θλίψεων, καὶ παθῶν καὶ πάσης κακώσεως.
Σημαντικῶν λέξεων τῆς σῆς, ἀκαταλήπτου τριφαοῦς Θεότητος, ἀποροῦντες ἀνυμνοῦμέν σε, φιλάνθρωπε Κύριε, καὶ δοξάζομέν σου τὴν δύναμιν.
Ἐπὶ τῆς γῆς ὡς ἐν οὐρανοῖς, σὺν Ἀσωμάτων τοῖς χοροῖς, Μονάς, Τριάς, ἀμερίστως σε μερίζομεν, καὶ πόθῳ δοξάζομεν, ὡς τῶν ὄντων πάντων δεσπόζουσαν.
Θεοτοκίον.
Τῆς Πατρικῆς δόξης οὐκ ἐκστάς, εἰς τὴν ἡμῶν ἐσχατιὰν κατῆλθες ἑκών, σαρκωθεὶς ὁ Ὑπερούσιος, καὶ πάντας ἀνύψωσας, πρὸς τὴν θείαν δόξαν ὡς εὔσπλαγχνος.
ᾨδὴ ε΄. Οἱ ὀρθρίζοντες.
Ἡ ἀρχίφωτος φύσις, Τριὰς τοῖς χαρακτῆρσι, καὶ Μονὰς ἐν βουλήσει, καὶ δόξῃ καὶ τιμῇ, κραταίωσον ἡμᾶς, εἰς τὴν σὴν ἀγάπησιν. (Δίς)
Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, τὴν μίαν θεαρχίαν, καὶ τρισήλιον φύσιν, δοξάζοντες αἰτοῦμεν, ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων θλίψεων.
Θεοτοκίον.
Μορφωθεὶς Θεοῦ Λόγε, τὴν φύσιν τῶν ἀνθρώπων, ἐξ ἁγίας Παρθένου, Τριάδα ἐν Μονάδι ἐδίδαξας ὑμνεῖν, σύμμορφον καὶ σύνθρονον.
ᾨδὴ ς΄. Ναυτιῶν τῷ σάλῳ.
Ὁμοδόξῳ κράτει, τὴν μοναρχικὴν θεαρχίαν, τρισὶν ὑποστάσεσι πεφυκυῖαν, ἀπαραλλάκτως ἀλλήλαις δοξάζομεν, τὴν διαφορὰν ἐχούσαις μόνην, τῆς ὑπαρκτικῆς ἑκάστης ἰδιότητος. (Δίς)
Νοεραί σε τάξεις, τῶν Ἀγγελικῶν διακόσμων, αἰνοῦσι τρισήλιε Μοναρχία, μεθ’ ὧν καὶ ἡμεῖς, ἐν πηλίνοις στόμασιν, ὡς ποιητικὴν ἁπάντων μόνην, ἀνυμνολογοῦμεν καὶ πιστῶς δοξάζομεν.
Θεοτοκίον.
Ἀποῤῥήτῳ λόγῳ, Λόγος γεννηθεὶς ἐξ Ἡλίου Πατρός, ἄλλος Ἥλιος πρὸ αἰώνων, ἐκ τῆς Παρθένου ἐσχάτως ἀνέτειλε, καὶ μοναδικὸν τρισὶ προσώποις, τὸν ἀπερινόητον Θεὸν ἐδίδαξε.
Κάθισμα.
Ἦχος βαρύς. Πυρὸς φωτεινότερον.
Τριὰς ὁμοούσιε, Μονὰς τρισυπόστατε, ἐλέησον οὓς ἔπλασας Ἀθάνατε, καταφλέγουσα κακίας τῶν πταιόντων, καὶ φωτίζουσα καρδίας τῶν ὑμνούντων, τὴν εὐσπλαγχνίαν σου, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον. ὅμοιον
Πυρὸς φωτεινότερον, φωτὸς ἐναργέστερον, τὸ ἔλεος τῆς χάριτός σου Δέσποινα, καταφλέγον ἁμαρτίας τῶν ἀνθρώπων, καὶ δροσίζον διανοίας αἰνούντων, τὰ μεγαλεῖά σου, Θεοτόκε πανάμωμε.
ᾨδὴ ζ΄. Οἱ ἐν καμίνῳ τοῦ πυρός.
Ῥήσεσι θείων Προφητῶν, πειθαρχοῦντες ἕνα σε μόνον, Θεὸν τῶν ὅλων δοξάζομεν, ἐν τρισὶ χαρακτῆρσιν, οὕτω βοῶντες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. (Δίς)
Χοϊκοῖς χείλεσιν ἡμεῖς, σὺν ἀΰλοις τάξεσιν ὕμνοις, Τριὰς ἁγία σὲ μέλπομεν, ἐν μονάδι οὐσίας ἀναβοῶντες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἵνα ὁ πλάσας τὸν Ἀδάμ, ἀναπλάσῃ Πάναγνε πάλιν, ἐκ σοῦ σαφῶς ἐνηνθρώπησε, τοὺς ἀνθρώπους θεώσας, οὕτω βοῶντας· εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.
ᾨδὴ η΄. Ἀφλεκτος πυρί.
Κρατεῖς τοῦ παντός, ἡ τριττὴ καὶ ἑνιαία, Κυριαρχία ἄναρχε, καὶ διϊθύνεις οὐρανὸν καὶ τὴν γῆν· διό με φίλτρῳ τῷ σῷ, καταθελγόμενον ἀεί, φύλαξον ψάλλειν σοι. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἡλίου βολαῖς, τριλαμποῦς καταυγασθῆναι, φωτουργικαῖς ἀξίωσον, τῶν ὑμνῳδῶν σου τὰς καρδίας, καὶ νῦν ὁρᾷν τὸ κάλλος τὸ σόν, Τριὰς Μονὰς ὡς ἐφικτόν, δώρησαι πάντοτε, πᾶσι τοῖς πίστει πρεπούσῃ, τὴν σὴν μεγαλωσύνην, ἀνυμνολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ναόν με τῆς σῆς, τριφαοῦς ποίησον αἴγλης, ἀγαθουργὲ φιλάνθρωπε, καὶ μετουσίας καὶ μεθέξεως, ἀπρόσιτον τοῖς ἐχθροῖς τοῖς ἀοράτοις, καὶ σαρκὸς πάθεσι, Δέσποτα, δεῖξον μονάρχα Θεέ μου, καὶ Κύριε τῆς δόξης, τοῦ ὑμνολογεῖν σε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Φῶς θεαρχικόν, ἐκ γαστρός σου ἀνατεῖλαν, Παρθενομῆτορ ἄχραντε, πάντα τὸν κόσμον τρισηλίῳ φωτὶ κατηύγασε, καὶ τὴν γῆν, καθάπερ ἄλλον οὐρανὸν ἔδειξε ψάλλουσαν. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Μήτηρ Θεοῦ καὶ Παρθένος.
Ὑψηγορεῖν καὶ ὑμνεῖν ἀξίως σε, ὃν ἐν ὑψίστοις ἀπαύστως, Σεραφεὶμ ἀνυμνοῦσιν, οὐκ ἐξισχύομεν οἱ πήλινοι, πλὴν ὡς Δεσπότην τῶν ὅλων τολμῶντες, καὶ φιλανθρωπότατον Θεὸν μεγαλύνομεν.
Σωματικῆς ἀλγηδόνος λύτρωσαι, καὶ ψυχικῆς ἐμπαθείας, τοὺς πιστοὺς ὑμνῳδούς σου, μοναδικὴ Τριὰς ἀχώριστε, καὶ διαφυλάττεσθαι ἀτρώτους, ἐκ πάντων τῶν βιοτικῶν, πειρατηρίων ἀξίωσον.
Ἰσοσθενὴς θεαρχία τρίφωτε, προϊσχομένη τὸ κράτος, ἀπαράλλακτον κάλλος, τῆς οὐσιώδους ἀγαθότητος, δὸς τῶν πταισμάτων τὴν λύσιν σοῖς δούλοις, καὶ τῶν πειρασμῶν, καὶ παθῶν ἀπολύτρωσιν.
Θεοτοκίον.
Νοῦν καὶ ψυχὴν καὶ σαρκὸς τὸ φύραμα, προσειληφὼς Θεοτόκε, ἐκ σῆς μήτρας ἀχράντου, ὁ Θεὸς Λόγος κατ’ ἀλήθειαν, ἄνθρωπος ὤφθη, καὶ θείας οὐσίας, κοινωνόν τὸν ἄνθρωπον, σαφῶς ἐναπέφηνε.
Ὑπακοή.
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Ἦχος πλ. δ΄.
Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·
Τριὰς Μονάς, σῶσόν με τὸν σὸν οἰκέτην
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.
Τῷ τρισηλίῳ Βασιλεῖ καὶ πρύτανι, καὶ προμηθεῖ τοῦ παντός, καὶ ἀγαθῷ μόνῳ, φυσικῶς ὑπάρχοντι, καὶ ἑνιαίαν ἔχοντι, τῆς Θεότητος δόξαν, Θεῷ Μονάρχῃ προσπίπτομεν, ὕμνον τὸν τρισάγιον ᾄδοντες.
Ῥήσεις τὰς θείας, καὶ χρησμοὺς τοὺς ἄνωθεν, μεμυημένοι σαφῶς, θεαρχικὴν φύσιν, ἑνικὴν δοξάζομεν, ἀΐδιον συνάναρχον, ἐν τρισὶ τοῖς προσώποις, Πατρὶ Υἱῷ καὶ τῷ Πνεύματι, δημιουργικήν, παντοδύναμον.
Ἱερομύστης Ἀβραὰμ γενόμενος, ἱεροτύπως τὸ πρίν, τὸν Ποιητὴν πάντων καὶ Θεὸν καὶ Κύριον, τρισὶ μὲν ὑποστάσεσιν, ὑπεδέξατο χαίρων, τῶν δὲ τριῶν ὑποστάσεων, κράτος ἑνιαῖον ἐγνώρισεν.
Θεοτοκίον.
Ἀπειρογάμως τὸν Χριστὸν ἐκύησας, τὸν καθ’ ἡμᾶς δι’ ἡμᾶς, εἰληφότα φύσιν, Πάναγνε καὶ ἄτρεπτον, κατ’ ἄμφω διαμείναντα, ὃν δυσώπει ἀπαύστως, ἁμαρτιῶν μοι δωρήσασθαι, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Σὲ τὸν ἀπρόσιτον Θεόν, καὶ Βασιλέα τῆς δόξης, ἐπὶ θρόνου Ἡσαΐας κατεῖδεν, ὑψηλοῦ καὶ Χερουβείμ, καὶ Σεραφεὶμ δοξάζοντα, ἀκαταπαύστοις ὕμνοις, μοναδικόν τρισυπόστατον.
Μόνον πατρόθεν ὡς ἐκ Νοῦ, γεγεννημένον τὸν Λόγον, καὶ τὸ Πνεῦμα προελθὸν ἀποῤῥήτως, καταλλήλοις λογισμοῖς, καὶ γραφικοῖς διδάγμασι, κατειληφότες ἕνα, Θεόν τρισήλιον σέβομεν.
Ὁ ὢν ἀγέννητος Πατήρ, καὶ τῆς ἰδίας οὐσίας, τὸ ἀπαύγασμα γεννήσας ἀῤῥεύστως, τὸν Υἱὸν φῶς ἐκ φωτός, ἐκπορευτῶς προβάλλεται, συμφυὲς φῶς τὸ Πνεῦμα, τὸ παντουργὸν καὶ ὁμότιμον.
Θεοτοκίον.
Ναὸς ἐδείχθης καθαρός, Παρθενομῆτορ Μαρία, τοῦ τὰ πάντα πανσθενῶς καὶ πανσόφως, ὑποστήσαντος Χριστοῦ, καὶ τάξαντος καὶ φέροντος, ὃν ἐξιλέωσαί μοι, ταῖς μητρικαῖς σου δεήσεσι.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τῆς τρισηλίου καὶ σεπτῆς τελεταρχίας, τὰς δυναστείας οἱ πιστοὶ νῦν εὐφημοῦμεν, ὅτι νεύματι μόνῳ τὸ πᾶν συνέστησε, τὰς ἄνω χοροστασίας Ἀγγελικάς, τὰς κάτω Ἱεραρχίας Ἐκκλησιῶν, τοῦ κραυγάζειν· τὸ Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ, Θεὲ Ὑπεράγαθε, δόξα, ὕμνος τῷ κράτει σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον, ὅμοιον.
Τὸν ἀναλλοίωτον Θεὸν ἡ τετοκυῖα, ἀλλοιουμένην εἰς ἀεὶ τῇ ἁμαρτίᾳ, ταῖς προσβολαῖς τοῦ δολίου καὶ τῇ ῥαθυμίᾳ, στερέωσον τὴν καρδίαν μου Ἀγαθή, πρεσβείαις ταῖς μητρικαῖς σου, ὅπως κᾀγώ, εὐχαρίστως κραυγάζω σοι∙ Θεογεννῆτορ Μαριάμ, ἐλέησον τὴν ποίμνην σου, ἣν ἐκτήσω Πανάμωμε.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ἀνατολή, δικαισύνης φανείς Χριστός, τοῖς ἐν σκότει, πᾶσαν διεσκέδασε, τὴν ἀφεγγῆ νύκτα τῶν παθῶν, καὶ δικαιοσύνης, τὸν Ἥλιον ἐξανέτειλεν, ἁπλοῦν μὲν κατ’ οὐσίαν, τριλαμπῆ δὲ προσώποις∙ ὃ ὑμνοῦμεν ἀεὶ καὶ δοξάζομεν.
Σεραφικοῖς, στόμασι τὸν ἀνυμνούμενον, τοῖς πηλίνοις, χείλεσι δοξάζομεν, μοναδικόν, καὶ τριαδικόν, Κύριον τῆς δόξης, τῇ φύσει καὶ ὑποστάσεσι, βοῶντες∙ Ὦ Παντάναξ, τοῖς σοῖς δούλοις παράσχου, τῶν ποικίλων πταισμάτων συγχώρησιν.
Συνεκτική, πάντων τῶν ὄντων ἀόρατε, πανοικτίρμον, εὔσπλαγχνε φιλάνθρωπε, Τριὰς σεπτὴ καὶ θεαρχική, μή μου ἐπιλάθῃ, τοῦ σοῦ οἰκέτου τὸ σύνολον, μηδὲ διασκεδάσῃς ἣν διέθου σοῖς δούλοις, διαθήκην δι’ ἄφατον ἔλεος.
Θεοτοκίον.
Ὡραίαν σε, Πάναγνε μόνην εὑράμενος, ἐξ αἰῶνος, Λόγος ὁ προάναρχος, τὴν Ἰακὼβ Κόρη καλλονήν, καὶ ἐν σοὶ σκηνώσας, δι’ εὐσπλαγχνίαν ἀνέπλασε, τὴν φύσιν τῶν ἀνθρώπων, ὃν δυσώπει ἀπαύστως, ἀπὸ πάσης ῥυσθῆναί με θλίψεως.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Συναΐδια τρία, πρόσωπα δοξάζομεν, ἕνα δὲ Κύριον, σὲ τὴν θείαν φύσιν, διαιροῦντες ἁπλῶς καὶ συνάπτοντες, καὶ πιστῶς βοῶμεν∙ θεαρχικὴ Τριὰς ἁγία, τοὺς σούς δούλους ἐκ θλίψεως λύτρωσαι.
Ὀλοφύρομαι σφόδρα, διὰ τὴν ἀσθένειαν τῆς διανοίας μου, πῶς μὴ θέλων πάσχω, τὴν ἀβούλητον ὄντως ἀλλοίωσιν· διὰ τοῦτο κράζω∙ ζωαρχικὴ Τριὰς Ἁγία, τῶν καλῶν ἐν τῇ στάσει με σύνταξον.
Νυσταγμῷ βαρυνθέντα, τῷ τῆς ἁμαρτίας με καὶ συνωθούμενον, πρὸς θανάτου ὕπνον, ὡς φιλάνθρωπος καὶ ὑπεράγαθος, καὶ παντελεήμων, θεαρχικὴ Τριὰς ἁγία, κατοικτείρησον καὶ διανάστησον.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, πάναγνε, πανάμωμε, Θεοχαρίτωτε, ταῖς σαῖς ἱκεσίαις, τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, ἐξιλέωσαί μοι, καὶ τῶν παθῶν καὶ τῶν πταισμάτων, τὸν σὸν δοῦλον ἐκλύτρωσαι τάχιον.
ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐπουρανίων Νοῶν, ταξιαρχίας μιμούμενοι, μοναρχικὴ τοῦ παντός, Τριὰς ὑπερούσιε, τρισαγίοις ᾄσμασι, σὲ δοξολογοῦμεν, τοῖς πηλίνοις ἡμῶν στόμασι.
Τὸν κατ’ εἰκόνα τὴν σήν, τὸν ἄνθρωπον διαπλάσαντα, καὶ ἐξ οὐκ ὄντων τὸ πᾶν, σοφῶς ὑποστήσαντα, Θεὸν τρισυπόστατον, προσκυνῶ καὶ σέβω, καὶ ὑμνῶ καὶ μεγαλύνω σε.
Ὁ παντοκράτωρ Θεός, καὶ μόνος ἀπεριόριστος, ἐνοίκησον ἐν ἐμοί, δι’ ἄφατον ἔλεος, τρισήλιε Δέσποτα, καὶ καταύγασόν με, καὶ συνέτισον ὡς εὔσπλαγχνος.
Θεοτοκίον.
Ναὸς ἐδείχθης Θεοῦ, τοῦ ἀχωρήτου Πανάχραντε, ναὸν κᾀμὲ τῆς αὐτοῦ, δεῖξον θείας χάριτος, Παναγία Δέσποινα, ταῖς σαῖς ἱκεσίαις, καὶ συντήρησον ἀλώβητον.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Πατέρα ἄναρχον πιστοί, Υἱὸν συνάναρχον, καὶ Πνεῦμα θεῖον, ἀληθῶς ὑμνολογοῦμεν, ἀσυγχύτως, ἀτρέπτως, καὶ ἀναλλοιώτως, Τριάδα ἁπλῆν ἁγίαν καὶ συμφυῆ, βοῶντες σὺν τοῖς Ἀγγέλοις· Ἅγιος εἶ, Πάτερ Υἱὲ σὺν τῷ Πνεύματι, τῷ παναγίῳ καὶ σεπτῷ, ἐλέησον οὓς ἔπλασας, κατ’ εἰκόνα σου Δέσποτα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον, ὅμοιον.
Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν Ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως· σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Σοφίᾳ ἀρρήτῳ σου, καὶ τῷ πελάγει τῆς ἀγαθότητος, δωρεὰν τὸν σὸν δοῦλον, ἠλεημένον ἀνάδειξόν με καὶ νῦν, καθάπερ πάλαι, καὶ ῥῦσαι κακώσεως, Τριὰς Μονὰς ὁ Θεός, ἁμαρτιῶν καὶ παθῶν. (Δίς)
Ὁ νοῦς ὁ ἀγέννητος, Πατὴρ καὶ Λόγος ὁ γεννηθείς, ἐξ αὐτοῦ, καὶ τὸ Πνεῦμα τὸ θεῖον, ἀκαταλήπτως ἐκπορευτὸν πεφυκός, Θεὲ Μονάρχα τρισήλιε, ψάλλω σοι∙ Εὐλογητός ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Νενέκρωμαι Πάναγνε, τῆς ἁμαρτίας πιὼν τὸ φάρμακον, καὶ προστρέχω σοι πίστει, τῇ τετοκυίᾳ τὸν ἀρχηγὸν τῆς ζωῆς, ταῖς σαῖς πρεσβείαις, τὸν δοῦλόν σου ζώωσον, καὶ πειρασμῶν καὶ παθῶν, λύτρωσαι μόνη Ἁγνή.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὁ φῶς ὑπάρχων ἄδυτον, τριλαμπὲς καὶ τρισήλιον, καὶ μοναρχικόν, μονοκρατές, ἁπλούστατον, Θεὸς ἀκατάληπτος, καὶ μονοκράτωρ Κύριος, νῦν τὴν σκοτεινήν, καὶ ζοφεράν μου καρδίαν, καταύγασον καὶ δεῖξον, φωταυγῆ καὶ φωσφόρον, ὑμνεῖν σὲ καὶ δοξάζειν, εἰς πάντας τοὺς αἰῶνας.
Ἱερωτάταις πτέρυξι, Σεραφεὶμ οἱ θειότατοι, πρόσωπα καὶ πόδας, εὐλαβῶς καλύπτουσι, τὴν δόξαν μὴ φέροντες, τοῦ ἀμηχάνου κάλλους σου, ἀγαθαρχική, θεαρχικὴ Μοναρχία, Τριὰς ὑπεραγία, πλὴν ἡμεῖς ἀνυμνεῖν σε, τολμῶμεν καὶ δοξάζειν, πιστῶς εἰς τοὺς αἰῶνας.
Κυριαρχίαν ἄναρχον, πανσθενῆ καὶ πανάγαθον, τελεταρχικήν, ἀγαθουργὸν, ἀόριστον, αἰτίαν ἀναίτιον, ποιητικὴν ἀΐδιον, προνοητικήν, καὶ σωστικὴν τῶν ἁπάντων, Μονάδα κατ’ οὐσίαν, καὶ Τριάδα προσώποις, δοξάζω σε Θεέ μου, πιστῶς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἐπὶ τῆς γῆς ἀνέτειλεν, ὁ ἀνέσπερος Ἥλιος, διὰ τῆς ἐκ σοῦ παρθενικῆς γεννήσεως, πανάχραντε Δέσποινα, καὶ τοὺς βροτοὺς ἀπήλλαξε, τῆς εἰδωλικῆς, καὶ ζοφερᾶς σκοτομήνης∙ διὸ καὶ νῦν με μᾶλλον, τῆς αὐτοῦ θεαρχίας, καταύγασον ταῖς αἴγλαις, καὶ φρούρει τὸν σὸν δοῦλον.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Τὴν πάντων Βασιλίδα καὶ παντουργόν, ὑπεράρχιον φύσιν, ὑπέρχρονον, ζωαρχικήν, εὔσπλαγχνον, φιλάνθρωπον, ἀγαθήν, ἐναρχικὴν Τριάδα σε, νῦν δοξολογοῦντες ἁμαρτιῶν, συγχώρησιν αἰτοῦμεν, τῷ κόσμῳ τὴν εἰρήνην, καὶ Ἐκκλησίας τὴν ὁμόνοιαν. (Δίς)
Ἡ μία κυριότης καὶ τριλαμπής, ἑνικὴ θεαρχία τρισήλιε, τοὺς ὑμνητάς, πρόσδεξαι τοὺς σοὺς ἀγαθοπρεπῶς, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ τῶν πειρασμῶν καὶ τῶν δυσχερῶν, καὶ θᾶττον τὴν εἰρήνην, παράσχου φιλανθρώπως, ταῖς Ἐκκλησίαις καὶ τὴν ἕνωσιν.
Θεοτοκίον.
Νηδὺν Χριστὲ Σωτήρ μου παρθενικήν, ἐνοικήσας ἐφάνης τῷ κόσμῳ σου, θεανδρικῶς, ἄτρεπτος ἀσύγχυτος ἀληθῶς, καὶ καθυπέσχου πάντοτε, μετὰ τῶν σῶν δούλων εἶναι σαφῶς· διὸ τῆς σὲ τεκούσης, πρεσβείαις τὴν εἰρήνην, πάσῃ τῇ ποίμνῃ σου πρυτάνευσον.
Ὑπακοή.
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

