Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρον Πατέρα ημών Νικόλαον τον Καβάσιλα

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 20 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῆς αἰωνίου μετασχῶν εὐφροσύνης, ὑπὲρ ἡμῶν διὰ παντὸς ἐκδυσώπει, τῶν σὲ τιμώντων ὅσιε Νικόλαε, ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ πάσης στενώσεως, καὶ δεινῶν συμπτωμάτων, καὶ πληρωθῶμεν θείου φωτισμοῦ, οἱ τῇ θερμῇ σου, πρεσβεία προστρέχοντες.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νίκην Νικόλαε ἡμῖν δίδου. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ναμάτων πληρούμενος θεϊκῶν, ταῖς σαῖς ἱκεσίαις, ἡμῖν ὄμβρησον νοητῶς, σταγόνας τῆς θείας εὐσπλαγχνίας, τοῖς σὲ τιμῶσι Νικόλαε ὅσιε.

Ἰσχὺν ἡμῖν αἴτει παρὰ Θεοῦ, ὡς ἄν τῆς ἰσχύος, κατισχύσωμεν τοῦ ἐχθροῦ, Νικόλαε πάτερ καὶ ἀμέμπτως, ἐπὶ τῆς γῆς τὴν ζωὴν διανύσωμεν.

Κακίας με λύτρωσαι τῶν παθῶν, καὶ πρὸς ἀπαθείας, καθοδήγει με τὴν ὁδόν, καὶ δίδου σοφίαν τῷ νοΐ μου, ὡς τῆς σοφίας Νικόλαε ὄργανον.

Θεοτοκίον.
Ἡλίου τῆς δόξης θεία λαμπάς, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, λῦσον τῶν παθῶν μου τὴν ὀμίχλην, καὶ φωτισμῷ νοητῷ με καταύγασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νόμῳ θείω ἰθύνας, τὴν σὴν ζωὴν Ἅγιε, πάσης ἀνομίας καὶ πλάνης, ἡμᾶς ἀπάλλαξον, καὶ νόμοις πίστεως, καὶ ἐντολαῖς τοῦ Σωτῆρος, ἡμᾶς πολιτεύεσθαι, Πάτερ ἐνίσχυσον.

Νοῦν θεόφρονα δίδου, ἀποπληροῦν πάντοτε, τοῦ Θεοῦ τὸ θέλημα μάκαρ, ψυχῆς θερμότητι, καὶ ἀποτρέπεσθαι, τὰς καθ’  ἡμῶν ἐπηρείας, ἅγιε Νικόλαε, τοῦ πολεμήτορος.

Ἱλασμὸν ἡμῖν αἴτει, παρὰ Θεοῦ Ἅγιε, καὶ τῶν καθ’  ἑκάστην πταισμάτων, τὴν ἀπολύτρωσιν, ὡς ἂν Νικόλαε, δἰ’ εὐσεβείας ἀπᾴσῃς, τοῦ Θεοῦ τὸ ἔλεος, ἐπισπασώμεθα.

Θεοτοκίον.
Καταφύγιον μέγα, Χριστιανῶν πέφηνας, ἡ τὸν Θεὸν Λόγον ἀφράστως, κυοφορήσασα, Παρθένε ἄχραντε· ὅθεν κᾀμὲ πεφευγότα, τῇ σῇ σκέπῃ ῥῦσαί με, πάσης κακώσεως.

Διάσωσον ταῖς σαῖς πρεσβείαις Νικόλαε θεοφόρε, πάσης βλάβης, καὶ πολυτρόπων κακώσεων, τοὺς προσιόντας τῇ θείᾳ σου προστασία.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ, ἐδείχθης ἐνδιαίτημα, ἀμέμπτῳ ζωή, Νικόλαε μακάριε· διὸ ἡμᾶς ἀπάλλαξον, σοφιστείας ἀπάσῃς τοῦ ὄφεως, ὡς ἂν σεμνῶς ἐν συνέσει πολλῇ, βαδίζωμεν τρίβον τὴν σωτήριον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ θεράπων ὁ γνήσιος, ἅγιε Νικόλαε τοῦ Παντάνακτος, καθικέτευε δεόμεθα, πάσης λυτρωθῆναι ἡμᾶς θλίψεως.

Λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ φιλοσοφία μάκαρ τῆς πίστεως, καταυγάζεις τὰς ψυχὰς ἡμῶν, πρὸς γνῶσιν τὴν κρείττονα Νικόλαε.

Ἀρετῶν σκεῦος γέγονας, ἐν αἷς καθοδηγεῖ ἡμᾶς Νικόλαε, ἵνα μέτοχοι γενώμεθα, τῆς τοῦ Παρακλήτου ἐπιλάμψεως.

Θεοτοκίον.
Ἐξ ἀχράντων αἱμάτων σου, σαρκωθεὶς ὁ Λόγος Κόρη δἰ’ ἔλεος, ἀλογίας πάσης ῥύεται, τοὺς σὲ Θεοτόκον καταγγέλοντας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤνυσας καλῶς, τὴν ζωὴν μάκαρ Νικόλαε· διὰ τοῦτο ἐνδυνάμωσον ἡμᾶς, ἐναρέτως ἐν τῷ κόσμῳ ἀναστρέφεσθαι.

Μύστης γεγονώς, τοῦ Θεοῦ τῆς ἀγαθότητος, μυσταγώγησον ἡμᾶς ταῖς σαῖς λιταῖς, ἅπαν εἶδος θείων πράξεων Νικόλαε.

Ἵλεων ἡμῖν, ταῖς πρεσβείαις σου ἀπέργασαι, τὸν Σωτῆρα καὶ φιλάνθρωπον Θεόν, ὡς τῆς δόξης θεωρὸς αὐτοῦ Νικόλαε.

Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου ἅπαν φρόνημα, ἡ τεκοῦσα τὴν ζωήν τὴν ἀληθῆ, καὶ πρὸς τρίβους μετανοίας με ὁδήγησον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Δοχεῖον, τοῦ Παρακλήτου ἐδείχθης, τῇ λαμπρότητι τῆς σῇς πολιτείας· ὅθεν ταῖς σαῖς πρὸς Θεὸν μεσιτείαις, σκεύη ἡμᾶς τῆς αὑτοῦ ἀγαθότητος, ἀνάδειξον δἰ’  ἀρετῆς, θεομάκαρ Νικόλαε ὅσιε.

Ἰθύνας, πρὸς ἀρετὴν τὴν ζωήν μου, πηδαλίῳ τῆς πρεσβείας σου Πάτερ, πρὸς ἀσφαλῆ με κυβέρνησον ὅρμον, τῆς σωτηρίας Νικόλαε ἅγιε, ἵνα συμμέτοχος ὀφθῶ, μετὰ τέλος τῆς ἄνω λαμπρότητος.

Δραγμάτων, τῆς μυστικῆς γεωργίας, κομιζόμενος τὸν πλοῦτον θεόφρον, σὺν τοῖς χοροῖς τῶν Ἁγίων ἁπάντων, τῆς τῶν παθῶν με πτωχείας ἀπάλλαξον, Νικόλαε πάτερ σοφέ, καὶ τροφῇ νοητῇ με διάθρεψον.

Θεοτοκίον.
Ὁ θρόνος, τοῦ Βασιλέως τῆς δόξης, ἡ καθέδρα ἡ λαμπρὰ τοῦ Δεσπότου, εὐλογημένη παρθένε Μαρία, ἀπὸ κοπρίας παθῶν με ἀνάστησον, καὶ νεὐρωσόν μου τὴν ψυχήν, πρὸς ζωῆς ἐναρέτου ἐπίδοσιν.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νικόλαε θεοφόρε, πάσης βλάβης καὶ πολυτρόπων κακώσεων, τοὺς προσιόντας τῇ θείᾳ σου προστασία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῆς σοφίας θεράπων Νικόλαε, καὶ μυστογράφος τῆς χάριτος ἔνθεος, ἡμῖν θείαν αἴτησαι σύνεσιν, τοῦ συνιέναι Κυρίου τὸ θέλημα, ὡς ἂν θείας δόξης μετάσωμεν.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὠσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄27 -30).
Εἶπεν ὁ Κύριος· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκεῦος καθαρώτατον, τῆς θεϊκῆς ἐπιπνοίας, ἐναρέτων πράξεων, θείαις ἐπιδόσεσιν ὤφθης Ἅγιε, καὶ λαμπτὴρ πάμφωτος, τῆς Ὀρθοδοξίας· διὰ τοῦτο σου δεόμεθα· ἡμᾶς εδραίωσον, ταύτης ταῖς σεπταῖς παραδόσεσι, καὶ ἅπαν δόγμα ἔκφυλον, πόῤῥω ἀποῤῥίπτειν ἑκάστοτε, καὶ Χριστὸν ἀπαύστως, ἱκέτευε Νικόλαε σοφέ, ἵνα τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑψηλὴ διανοίᾳ, τὴν τοῦ Πνεύματος χάριν ὑποδεξάμενος, χαρίτωσον τὰς φρένας, Νικόλαε παμμάκαρ, τῶν βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἑνώσει θεία ἐκλάμπων, καὶ σοφία ποικίλη πάτερ Νικόλαε, ἐκ πάσης ἀφροσύνης, καὶ γνώμης σφαλλομένης, τοὺς βοῶντας ἀπάλλαττε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐναρέτως βιώσας, τῶν Ἁγίων συνόμιλος ὤφθης Ὅσιε, μεθ’  ὧν Χριστὸν δυσώπει, ῥυσθῆναι πάσης βλάβης, τοὺς βοῶντας Νικόλαε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ῥυπωθείς τὴν καρδίαν, πλημμελείαις ἀμέτροις καὶ παραβάσεσι, βοῶ σοι Θεοτόκε, τοῦ ῥύπου τῆς κακίας, κάθαρόν με καὶ σῶσόν με, ἵνα ὑμνῶ σε ἀεί, Ὑπερευλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἄνωθεν ἴδε, ἡμῶν τὸν πόθον καὶ πλήρου, τὰ αἰτήματα Νικόλαε παμμάκαρ, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Σοφίας αἴγλη, οἵα σοφὸς καὶ ἀγχίνους, καταπύρσευσον ἡμῶν τὰς διανοίας, Νικόλαε πάτερ, πρὸς θείαν εὐδοκίαν.

Ἰλύος πάσης, τῆς ἐμπαθοῦς ζωῆς ῥῦσαι, ταῖς πρεσβείαις σου Νικόλαε θεόφρον, τοὺς ὑπερυψοῦντας, Χριστὸν τὸν Βασιλέα.

Θεοτοκίον.
Μῆτερ Κυρίου, καὶ ἀειπάρθενε Κόρη, τῆς καρδίας μου ἀπόπλυνον τὸν ῥύπον, τῆς σῇς εὐσπλαγχνίας, τοῖς ζωηῤῥύτοις ῥείθροις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁλόφωτος Κυρίῳ, παρεστὼς παμμάκαρ, ταῖς φωτοφόροις πρεσβείαις σου λύτρωσαι, ἐκ σκοτασμοῦ ἁμαρτίας ἡμᾶς Νικόλαε.

Ὑπέρτερον τὸν νοῦν μου, ὑλικῶν φροντίδων, ἐπιστασία σου δεῖξον Νικόλαε, καὶ ἐννοιῶν οὐρανίων πλῆσόν με δέομαι.

Μὴ παύσῃ ἱκετεύων, Νικόλαε μάκαρ, τὴν Παναγίαν Τριάδα δεόμεθα, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, μακαριζόντων σε.

Θεοτοκίον.
Μαρία Θεοτόκε, Κεχαριτωμένη, τῆς ἐπηρείας τοῦ ὄφεως λύτρωσαι, τὴν ταπεινήν μου καρδίαν ἵνα δοξάζω σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς σοφίας μύστης λαμπρός, καὶ ἀμέμπτου βίου, ὑποτύπωσις ἀληθής· χαίροις τοῦ Σωτῆρος, θεοειδὴς θεράπων, Νικόλαε παμμάκαρ, Ἁγίων σύσκηνε.

Ζήσας ἐν τῷ κόσμῳ θεοπρεπῶς, ὡς τῶν ἐνταλμάτων, τοῦ Κυρίου ἐκπληρωτής, χάριτος τῆς θείας, ἀξίως ἐπληρώθης, Νικόλαε καὶ ὤφθης, στόμα θεόσοφον.

Λόγῳ καὶ σοφία πνευματική, Πάτερ διαπρεπῶν, ὡς δοχεῖον τῶν ἀρετῶν, ὤφθης Ἐκκλησίας, Νικόλαε φαιδρότης, καὶ τῆς Ὀρθοδοξίας, ἄστρον πολύφωτον.

Ἄναξι καὶ ἄρχουσι ποθητός, Νικόλαε ὤφθης, ὡς θεράπων Χριστοῦ σοφός· ἔνθεν σου τὴν χάριν, ὑμνεῖ Θεσσαλονίκη, ἐν σοὶ σεμνυνομένῃ, Πάτερ θεόσοφε.

Στόμα πλῆρες χάριτος ἐσχηκώς, ὤφθης εὐσεβείας, ὑποφήτης περιφανής, καὶ τῶν Ὀρθοδόξων, δογμάτων θεῖος κῆρυξ, ἐν Πνεύματι Ἁγίῳ, μάκαρ Νικόλαε.

Σὺν Ἀγγέλοις Πάτερ καὶ σὺν χοροῖς, τῶν Ἁγίων πάντων, οἶα τούτων συγκοινωνός, πρέσβευε ἀπαύστως, Νικόλαε Κυρίῳ, τοῦ ῥύεσθαι κινδύνων, ἡμᾶς καὶ θλίψεων.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης ἀπολαύων θεϊκῆς, σὺν τοῖς ἀπ’  αἰῶνος Ἁγίοις, ὡς τούτων σύσκηνος, ἅγιε Νικόλαε, ἀπαύστως πρέσβευε, τῇ Τριάδι δεόμεθα, ὑπὲρ τῶν τιμώντων, τὰ σὰ προτερήματα, καὶ τοὺς καμάτους σου, ῥύεσθαι ἡμᾶς πάσης βλάβης, καὶ ἐξ ἀναγκῶν πολυτρόπων, καὶ ἐπερχομένων πικρῶν θλίψεων.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Δέξαι Νικόλαε τὴν δέησιν ταύτην
Καὶ δίδου τὴν χάριν σου τῷ Γερασίμῳ.