Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα και Θαυματουργό Μαύρα

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 3 Μαίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Παρὰ Χριστοῦ ϑεοπρεπῶς δοξασϑεῖσα, ὡς Ἀϑληφόρος εὐκλεὴς μάρτυς Μαύρα, τῶν ἰαμάτων βρύεις χάριν ἄφϑονον· ὅϑεν τοὺς προστρέχοντας, τῇ ϑερμῇ σου πρεσβείᾳ, ῥῦσαι πάσης ϑλίψεως καὶ παϑῶν ἀκαϑάρτων, καὶ μαγικῶν σεμνὴ ἐπιφορῶν, τῇ δεδομένη, πλουσίᾳ σοι χάριτι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ῥύου ἡμᾶς κινδύνων ὦ Μαύρα. Γερασίμου.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ῥυσϑῆναί με πάσης ἐπιβουλῆς, ἱκέτευε Μαύρα, τὸν τῶν ὅλων Δημιουργόν, καὶ δοῦναι πταισμάτων μοι τὴν λύσιν, τῷ προσιόντι πιστῶς τῇ πρεσβείᾳ σου.

Ὑπάρχουσα πλήρης ϑείου φωτός, διάλυσον Μαύρα, τῶν παϑῶν μου τὸν σκοτασμόν, ταῖς σαῖς φωτοφόροις ἱκεσίαις καὶ ἐπηρείας δαιμόνων με λύτρωσαι.

Οἱ λύχνοι τῆς ϑείας μαρμαρυγῆς, Τιμόϑεε μάκαρ, καὶ ἡ Μαύρα ἡ εὐκλεής, ἀεὶ δυσωπεῖτε τὴν Τριάδα, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.

Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον παμφαές, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, ρῦσαι συνοχῆς τῆς τοῦ βελίαρ, τὴν ῥυπωϑεῖσαν ψυχήν μου καὶ σῶσόν με.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ δοϑεῖσά σοι χάρις, παρὰ Χριστοῦ πάνσεμνε, γένοιτο ἡμῖν προστασία,  ἀκαταμάχητος, Μαύρα πανένδοξε, δαιμονικὰς ἐπηρείας, ἀφ᾽ ἠμῶν ἑκάστοτε, ἀποδιώκουσα.

Μαγικῆς ἐξαπάτης, καὶ χαλεπῶν ϑλίψεων, καὶ γοητειῶν ὀλεϑρίων, ἡμᾶς ἀπάλλατε, Μαύρα δεόμεϑα, τοὺς τῷ Ἁγίῳ ναῷ σου, πίστει καταφεύγοντας, καὶ σὲ γεραίροντας.

Ἀϑλοφόροι Κυρίου, οἱ τοῦ ἐχϑροῦ λύσαντες, πᾶσαν τὴν κακίαν ἀγῶσι, ϑείας ἀϑλήσεως, μάκαρ Τιμόϑεε, καὶ παναοίδιμε Μαύρα, τῆς αὐτοῦ λυτρώσασϑε, ἡμᾶς, κακώσεως.

Θεοτοκίον.
Σαρκωϑεὶς ἀποῤῥήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, δι’ ἀγαϑότητα, κόσμον ἐῤῥύσατο, ἐκ τῆς ἀρχαίας κατάρας· ὅϑεν σὲ δοξάζομεν, Κόρη πανύμνητε.

Διάσωσον, μεγαλομάρτυς Μαύρα ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἐκζητοῦντας τὴν ϑείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῆ.

Ἀϑλήσει στεῤῥᾷ, Χριστὸν Μαύρα δοξάσασα, ϑαυμάτων πολλῶν, ἐδέξω τὴν ἐνέργειαν διὸ πιστῶς βοῶμέν σοι· ἀπὸ πάσης ἀνάγκης καὶ ϑλίψεως, καὶ τῶν ἐν βίῳ δεινῶν συμφορῶν, ἀτρώτους ἡμᾶς Μάρτυς διάσωζε.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Καϑελοῦσα τὸν δράκοντα, τῇ στεῤῥᾷ ἀϑλήσει σου Μαύρᾳ ἔνδοξε, τῆς αὐτοῦ μανίας λύτρωσαι, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ παϑῶν παντοίων τὴν ἀπολύτρωσιν, τοῖς προστρέχουσιν ἑκάστοτε, τῷ σεπτῷ ναῷ σου Μαύρα ἔνδοξε.

Νοσημάτων λυτρώσασϑε, καὶ ἐπερχομένων δεινῶν συμπτώσεων, μάρτυς Μαύρα καὶ Τιμόϑεε, τοὺς ὑμῶν γεραίροντας τὴν ἄϑλησιν.

Θεοτοκίον.
Δυναστείας τοῦ χείρονος, τὴν κεκακωμένην ψυχὴν μου λύτρωσαι, καὶ ἀπάϑειάν μοι δώρησαι, ἵνα σὲ δοξάζω Μητροπάρϑενε.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὕδατι σεμνή, τῶν ϑερμῶν σου παρακλήσεων, ἐναπύσθεσον τὴν φλόγα τῶν παϑῶν, τὴν πικρῶς μὲ μάρτυς Μαύρα κατατήκουσαν.

Νέκρωσον σεμνή, μαγικὴν πᾶσαν ἐπήρειαν, καὶ τῆς τούτων χαλεπῆς ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς φύλαττε δεόμεϑα.

Ὤφθητε στεῤῥοί, Ἀϑλοφόροι τοῦ Παντάνακτος, ὦ Τιμόϑεε καὶ Μαύρα ϑαυμαστή, ὃν ἀπαύστως δυσωπεῖτε ἡμᾶς σώζεσθαι.

Θεοτοκίον.
Νόσου ψυχικῆς, ἴασαί με Μητροπάρϑενε. καὶ καταύγασον τὸν νοῦν μου τῷ φωτί, τῆς γνησίας μετανοίας ἱκετεύω σε.

ᾨδή ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ὠράϑης, ἐν τῇ ἀϑλήσει σου Μαύρᾳ, καταῤῥάσσουσα ἐχϑροῦ τὰς δυνάμεις, οὗ τῆς κακίας ἀπήμονας τήρει, τοὺς προσιόντας τῇ ϑείᾳ πρεσβείᾳ σου, καὶ δίδου δύναμιν ἡμῖν, κατὰ πάσης αὐτοῦ ἐπιϑέσεως.

Μεγίστης, ἀξιωϑεῖσα εὐκλείας, ὡς μεγάλους διανύσασα ἄϑλους, μεγαλομάρτυς ἀοίδιμε Μαύρα, μεγάλὼν πόνων ἡμᾶς ῥύου πάντοτε, καὶ τεχνασμάτων μαγικῶν, τῇ ϑερμῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου.

Ἀφϑάρτων, ἀξιωϑέντες στεφάνων, μάρτυς Μαύρα καὶ Τιμόϑεε θεῖε, φϑοροποιῶν νοσημάτων καὶ πόνῶν, καὶ πειρασμῶν καὶ δεινῶν περιστάσεων, ῥύσασϑε ἅπαντες ἡμᾶς, τοὺς τιμῶντας ὑμῶν τὰ παλαίσματα.

Θεοτοκίον.
Ὑδάτων, τῆς ἀπωλείας με ῥῦσαι, ἡ τὸ ὕδωρ τῆς ζωῆς ἐν τῷ κόσμῳ, οἷα ζωήῤῥυτος βλύσασα κρήνη, θεοχαρίτωτε Κόρη πανάμωμε, καὶ κάϑαρόν μου τὴν ψυχήν, χαλεποῖς ῥυπωϑεῖσαν παϑήμασι.

Διάσωσον, μεγαλομάρτυς Μαύρα ταῖς σαῖς πρεσβεῖαις, ἀπὸ πᾶσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἐκζητοῦντας τὴν ϑείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὴν τῶν ϑαυμάτων ἁπλοῦσα ἐνέργειαν, πᾶσι παρέχεις ταχεῖαν βοήϑειαν, καὶ λύεις μαγείας τὸν σύνδεσμον, ἐκ τῶν πιστῶς προσιόντων τῇ σκέπῃ σου, ὦ Μαύρα Μαρτύρων ἀγλάισμα.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ.
Στίχος.
Τοῖς Ἀγίοις τοῖς ἐν γῇ αὐτοῦ ἐθαυμάστωσαν πάντα τα θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. κα΄ 12 – 19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῆς Ἀϑληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μαύρα παναοίδιμε, τῶν Ἀϑλητῶν ὡραιότης, καὶ ἡμῶν προσφύγιον, καὶ στήριγμα ἄσειστον ἐν ταῖς ϑλίψεσι, τῷ Χριστῷ πρέσβευε, ἄφεσιν πταισμάτων, καὶ κινδύνων ἀπολύτρωσιν, διδόναι πάντοτε, τοῖς εἰλικρινῶς σε γεραίρουσι, πρὸς σὲ γὰρ καταφεύγομεν, καὶ τὴν σὴν αἰτοῦμεν ἀντίληψιν· πάσης οὖν ἀνάγκης, καὶ θλίψεως ἀπάλλαττε ἡμᾶς, ταῖς ϑεοδέκτοις πρεσβείαις σου, ὅπως εὐφημῶμέν σε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν αἴτησαι πᾶσι, καὶ ὑγίειαν ϑεόφρον ψυχῆς καὶ σώματος, τοῖς πίστει, προσιοῦσι, τῇ ϑείᾳ σου Εἰκόνι, μάρτυς Μαύρα καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀκαϑάρτων πνευμάτων, καϑ᾽ ἡμῶν τὴν κακίαν Μαύρα ἀπότρεπε, καὶ πάσης μαγγανείας, καὶ δόλου καὶ μαγείας, ἀσινῆ καὶ ἀπρόσβλητον, τήρει ἡμῶν τὴν ζωήν, ταῖς σαῖς ἱκετηρίαις.

Γενναιότητι γνώμης, τὸν ἀγῶνα τὸν μέγα διετελέσατε, Τιμόϑεε καὶ Μαύρα, ἡγιασμένον ζεῦγος, τῷ Σωτῆρι κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐπακούσασα Κόρη, τῆς δεήσεως ταύτης καὶ ἱκεσίας μου, ταχὺ ἀπάλλαξόν με, ἐχϑροῦ τῆς τυραννίδος, καὶ διάσωσον ψάλλοντα· χαῖρε Παρϑένε ἁγνή,  τοῦ κόσμου σωτηρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥύπου με πλῦνον, τῆς χαλεπῆς ἁμαρτίας, τῆς πρεσβείας σου τοῖς ρείϑροις μάρτυς Μαύρα, καὶ ἵλεων δίδου, Χριστόν μοι τὸν Σωτῆρα.

Ἀῤῥωστημάτων, ὀδυνηρῶν μάρτυς Μαύρα, ϑᾶττον ἴασαι τοὺς πίστει προσιόντας, τῇ σῇ ἀντιλήψει, ψυχῇ συντετριμμένῃ.

Σὺν Ἀσωμάτοις, Χριστῷ ἀεὶ παρεστῶτες, ὦ Τιμόϑεε καὶ Μαύρα φωτοφόρε, αὐτὸν δυσωπεῖτε, ἔλεος ἡμῖν δοῦναι.

Θεοτοκίον.
Ἰσχύν μοι δίδου, κατὰ παϑῶν ὀλεϑρίων, ἀειπάρϑενε Μαρία Θεοτόκε, καὶ τῶν ἐπταισμένων, τὴν ἄφεσιν εὐχαῖς σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων ταῖς χορείαις, συναγαλλομένη, Μαύρα ϑεόφρον ἀπαύστως ἱκέτευε, ἡμῖν διδόναι ἐξ ὕψους τὸ ϑεῖον ἔλεος.

Οἱ πίστει προσιόντες, Μαύρα τῷ ναῷ σου, τῶν αἰτημάτων τὴν πλήρωσιν δρέπονται, καὶ χαριστήριον ὕμνον σοι ἀναμέλπουσιν.

Ὑγμνοῦμεν τοὺς ἀγῶνας, ὑμῶν καὶ βοῶμεν· σὺν Τιμοϑέῳ ὦ Μαύρα ἱκέτευε, ὑπὲρ τὸν Δεσπότην πάσης τῆς κτίσεως.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, μῆτερ τοῦ Κυρίου, τὴν ἄναγνόν μου καρδίαν καϑάγνισον, τῆς μετανοίας τοῖς ἔργοις καϑικετεύω σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ὕμνοις εὐφημοῦμεν ἀϑλητικοῖς, Μαύρα ἀϑληφόρε, τοὺς ἀγῶνάς σου τοὺς στεῤῥούς, καὶ πιστῶς βοῶμεν· ἐκ πάσης ἡμᾶς βλάβης, καὶ ἐπηρείας ῥῦσαι τοῦ πολεμήτορος.

Ἤϑλησας ἀνδρείως ὑπὲρ Χριστοῦ, φύσεως τὸ χαῦνον, ἀποῤῥίψασα νουνεχῶς, καὶ σὺν Τιμοϑέῳ, ὦ Μαύρα ἀϑληφόρε, παρὰ Χριστοῦ ἀξίως, ἐϑαυμαστώϑητε.

Τὸν Χριστὸν κηρύξασα εὐθαρσῶς, πολλὰς ἀλγηδόνας, καϑυπέμεινας ἀνδρικῶς, καὶ Σταυρῷ, ταϑεῖσα, Μαύρα ὡς Δεσπότης, τῆς τούτου βασιλείας, ὥφϑης συμμέτοχος.

Ἤσχυνας τοῦ πλάνου τὰς μηχανάς, Μαύρα ἀϑληφόρε, ἐν τῷ κράτει τοῦ Ἰησοῦ· ὅϑεν κἀμὲ ῥῦσαι, γοητειῶν ποικίλων, καὶ πάσης μαγγανείας, τῇ προστασίᾳ σου.

Χαίροις τῶν Μαρτύρων δυὰς σεπτή, μακάριο ζεῦγος, οἱ συμφώνως ὑπὲρ Χριστοῦ, σὺν τῷ Τιμοϑέῳ, ἀϑλήσαντες ὦ Μαύρα, καὶ χάριν ἐξαιτοῦντες, ἡμῖν σωτήριον.

Νόσων καὶ κινδύνων καὶ συμφορῶν, καὶ πάσης μαγείας, καὶ ἀπάτης τοῦ πονηροῦ, φύλαττε ἀτρώτους, ἡμᾶς ὦ μάρτυς Μαύρα, τοὺς πίστει προσιόντας ταῖς ἱκεσίαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μαύρα τῶν Μαρτύρων καλλονή, πάντων εὐσεβῶν προστασία, καὶ μεσιτεία ϑερμή, πρὸς τὸν Ὕπεράγαϑον, Θεὸν καὶ Κύριον, πάσης βλάβης καὶ ϑλίψεως, καὶ ἀσϑενημάτων, ἀνωτέρους φύλαττε, καὶ μαγικῶν προσβολῶν, πάντας τοὺς προσπίπτοντας πίστει, τῇ σῇ ἀντιλήψει ϑεόφρον, καὶ ἀσπαζομένους τὴν Εἰκόνα σου.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Μαύρα τὴν παράκλησιν ταύτην προσδέχου
Ἣν ἀναφέρει σοι Γεράσιμος πόθῳ.

Παρακλητικός Κανών εις τους Αγίους Μεγαλομάρτυρες Τιμοθέον και Μαύρας