Παρακλητικός Κανών εις τους Αγίους Μεγαλομάρτυρες Τιμοθέον και Μαύρας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζονται στις 3 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς Ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος, θαυματουργεῖτε παραδόξως ἐν κόσμῳ, καὶ πειρασμῶν τὸν ζόφον διαλύετε· ὅθεν τοὺς προστρέχοντας, τῇ σεπτὴ ὑμῶν σκέπη, Ἅγιε Τιμόθεε, καὶ θεόληπτε Μαῦρα, τῶν ἐν τῷ βίῳ ῥύσασθε δεινῶν καὶ πολυτρόπων σκανδάλων καὶ θλίψεων.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀθλητῶν δυὰς ἡμᾶς φρουρεῖτε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγίων Μαρτύρων ἡ ξυνωρίς, Τριάδα τὴν θείαν, ἱκετεύσατε ἐκτενῶς, Τιμόθεε μάκαρ σύν τῇ Μαῦρα, πάσης ῥυσθῆναι ἡμᾶς περιστάσεως.
Θαυμάτων, πηγάζοντας δωρεᾶς, Τιμόθεε μάκαρ, καὶ ἡ Μαῦρα ἡ εὐκλεής, ψυχῶν καὶ σωμάτων ἀσθενείας, τῇ ἐπισκέψει ὑμῶν θεραπεύετε.
Λαμπόμενοι αἴγλη τῇ θεϊκή, παθῶν τὴν ὁμίχλην, διαλύετε ὁλικῶς, τῶν πίστει καὶ πόθῳ προσιόντων, ἐν τῷ ναῶ ὑμῶν Ἅγιοι Μάρτυρες.
Θεοτοκίον.
Ἡλίου τῆς δόξης ἀνατολή, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, τὴν ἐσκοτισμένην μου καρδίαν, τῷ φωτισμῷ τῆς σῆς χάριτος λάμπρυνον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν διαμονῶν τὰ θράση, τὰ καθ’ ἡμῶν θραύσατε, καὶ τῶν πειρασμῶν τὰς ἐφόδους, ἐναποκρούσασθε Μάρτυς Τιμόθεε, καὶ Θεοδόξαστε Μαῦρα καὶ ζωὴν ἀτάραχον ἡμῖν βραβεύσατε.
Ὡς λαβόντες τὴν χάριν, παρὰ Χριστοῦ Ἅγιοι, πάντοτε πληροῦν τὰς αἰτήσεις, πιστῶν ταχύτατα, ἡμῶν προΐστασθε, πάσῃ τοῦ βίου ἀνάγκη πειρασμῶν ἐξαίροντες, τοὺς κινδυνεύοντας.
Νοσημάτων τὴν φλόγαν, καί τῶν παθῶν καύσωνα, δρόσῳ τῆς θερμῆς σου πρεσβείας, καὶ ἀντιλήψεως σβέσον δεόμεθα, Μαῦρα Χριστοῦ Ἀθλοφόρε, ἐκ τῶν προσιόντων σοὶ ψυχῆς θερμότητι.
Θεοτοκίον.
Διὰ σπλάχνα ἐλέους, σωματωθεῖς Ἄχραντε, ὁ τὸ εἶναι πᾶσι παρέχων, δί’ ἀγαθότητα ἐκ τῶν αἱμάτων σου, καταφυγὴν σὲ καὶ σκέπην κόσμου ἀπειργάσατο, μόνη Πανύμνητε.
Διάσωσον, τῶν Ἀθλητῶν συζυγία δεδοξασμένη, παντὸς κινδύνου καὶ πάσης βλάβης καὶ θλίψεως, τοὺς εὐλαβῶς προσιόντας ὑμῶν τῇ σκέπη.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν καὶ φύλακες καὶ ἔφοροι, καὶ πρέσβεις θερμοί, πρὸς Κύριον ὑπάρχοντες, Μαῦρα θεομακάριστε, καὶ Τιμόθεε Μάρτυς ἀήττητε, μὴ παύσησθε ἀεὶ δυσωπεῖν διδόναι ἡμῖν χάριν καὶ ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπὲρ πάντων πρεσβεύσατε, τῶν καταφευγόντων ὑμῖν ἐκ πίστεως, Μάρτυς Μαῦρα καὶ Τιμόθεε, ῥύεσθαι παντοίων περιστάσεων.
Ἀσθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις τὴν ἀνακούφισιν, Μάρτυς Μαῦρα καὶ Τιμόθεε, τῇ ὑμῶν πρεσβεία χορηγήσατε.
Σωτηρίαν εὑρίσκομεν, τὴν κατὰ ψυχὴν καὶ σῶμα ἑκάστοτε, τῷ ναῶ ὑμῶν προστρέχοντες, Μαῦρα καὶ Τιμόθεε ἀήττητοι.
Θεοτοκίον.
Ἡ Θεόν τὸν φιλάνθρωπον, ἐξ ἁγνῆς νηδύος σου σωματώσασα Θεοτόκε, Ἀειπάρθενε, τῆς σῆς εὐσπλαχνίας μὲ ἀξίωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μάρτυρες Χριστοῦ, Ὀρθόδοξων ἀντιλήπτορες, τοὺς ζητοῦντας τὴν βοήθειαν ὑμῶν, ἀντιλήψεως ἁγίας ἀξιώσατε.
Ἄλυπον ἡμῶν , τὴν ζωὴν καὶ ἀστασίαστον, ὧ Τιμόθεε καὶ Μαῦρα εὐκλεής, διασῴζετε ὑμῶν τῇ θείᾳ χάριτι.
Σκέπην ἀσφαλῆ, ὑμᾶς ἔχον ἐπαγγάλεται, Ἡλιούπολης ἡ πόλις ἀληθῶς, ὧ Τιμόθεε καὶ Μαῦρα συμπαθέστατοι.
Θεοτοκίον.
Φύλαττε ἡμᾶς ἀσινεῖς Παρθένε Ἄχραντε, ἐκ ποικίλων προσβολῶν τοῦ πονηροῦ, τὴν ζωὴν ἡμῶν ἐνθέως κατευθύνουσα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥυσθῆναι, κακοπραγίας ἁπάσης, καὶ δεινῶν πειρατηρίων τοῦ βίου, τὸν ἀγαθὸν ἱκετεύσατε Λόγον, τοὺς τῷ ναῶ ὑμῶν πίστει προστρέχοντας, Τιμόθεε Μάρτυς Χριστοῦ, καὶ θεόληπτε Μαῦρα πανεύφημε.
Οἱ νόσοις, καὶ συμφοραῖς καὶ ἀνάγκαις καὶ πικραῖς στενοχωρίαις τοῦ βίου, στενοχωρούμενοι μέχρι θανάτου, τὸν σὸν φωνοῦσιν ἐκ πίστεως ὄνομα, Μαῦρα Μαρτύρων καλλονή, καὶ ταχέως λυτροῦνται τῶν θλίψεων.
Ὑμνοῦμεν, ὑμῶν τοὺς θείους ἀγῶνας, καὶ κηρύττομεν θαυμάτων τὴν χάριν, καὶ τὴν θερμὴν προστασίαν καὶ σκέπην, Μαῦρα θεόφρον καὶ θεῖε Τιμόθεε· ὅτι προστάται εὐμενεῖς, ἀληθῶς ἡμῖν ὤφθητε Ἅγιοι.
Θεοτοκίον.
Ῥανίσι, τῆς εὐσπλαχνίας σου Κόρη τὴν δεινῶς μεμολυσμένην ψυχήν μου, τοῖς μολυσμοῖς τῶν ἀτόπων μου ἔργων, ὡς συμπαθὴς Θεοτόκε ἀπόπλυνον, καὶ δεῖξον μὲ δοῦλον Χριστοῦ, πειθαρχοῦντα τοῖς θείοις θελήμασι.
Διάσωσον, τῶν Ἀθλητῶν συζυγία δεδοξασμένη, παντὸς κινδύνου καὶ πάσης βλάβης καὶ θλίψεως, τοὺς εὐλαβῶς προσιόντας ὑμῶν τῇ σκέπη.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασία ἡμῶν καταφεύγοντες, Μαῦρα θεόφρον καὶ θεῖε Τιμόθεε, ῥυόμεθα πόνων καὶ θλίψεων, καὶ χαλεπῶν προσβολῶν τοῦ ἀλάστορος· πιστῶν γὰρ ἐστὲ ἀντιλήπτορες.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. 21΄ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τῶν Ἀθληφόρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ζεῦγος Θεοτίμητον, τῶν εὐκλεῶν Ἀθλοφόρων, Ἅγιε Τιμόθεε, καὶ Μαῦρα θεόσοφε καὶ πανεύφημε, τὴν ἡμῶν δέησιν, εὐμενῶς δέξασθε, καὶ ἁπάντων τὰ αἰτήματα, ἡμῶν πληρώσατε, ταῖς ὑμῶν ἁγίαις δεήσεσι, παραπτωμάτων ἄφεσιν, καὶ ὑγιείαν πᾶσι παρέχοντες, καὶ πάσης ὀδύνης, καὶ μάστιγος καὶ λύπης καὶ ὀργῆς, ἀπαλλαγὴν ἐξαιτούμενοι, οἶα συμπαθέστατοι.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐπραγίαν ἐν βίῳ, καὶ εἰρήνην τελείαν, καὶ θεῖον ἔλεος, Τιμόθεε τρισμάκαρ, καὶ Μαῦρα πανόλβια, τοῖς βοῶσιν αἰτήσασθε, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἰαμάτων τὴν χάριν, Θεοδόξαστε Μαῦρα ἁπλοῦσα πάντοτε, δαιμόνον ἐπηρείας, τοὺς πάσχοντας λυτροῦσαι, καὶ ὑγιείαν τοῖς χρῄζουσι, τῇ σῇ θερμὴ ἀρωγή, παρέχεις παραδόξως.
Τοὺς δεινῶς τρυχομένους, χαλεπαῖς δυσχερείαις καὶ ἀῤῥωστήμασι, λυτρώσασθε ταχέως, ὑμῶν τῇ ἀντιλήψει, παναοίδιμοι Μάρτυρες, τῶν συνεχόντων κακῶν, ὡς τῶν πιστῶν προστάται.
Θεοτοκίον.
Ἐξ ἀχράντου σου μήτρας, προελθὼν ἀποῤῥήτως Χριστὸς ὁ Κύριος, προστάτιν σὲ ἁπάντων, ἀνέδειξε Παρθένε, τῶν πιστῶς ἐκβοώντων σοί· χαῖρε ἡ σκέπη ἡμῶν, Ἁγνὴ Θεογεννῆτορ.
ᾨδὴ γ΄. Τὸν βασιλέα.
Ἡλιούπολης, ὑμᾶς ἡ κώμη γεραίρει, ἀντιλήψεως ὑμῶν τὰς χορηγίας, πίστει καρπουμένη, Τιμόθεε καὶ Μαῦρα.
Ἐξ ἐπηρείας, τῶν ἀκαθάρτων πνευμάτων, ἀπαλλάξασθε ὑμῶν τῇ προστασία, τοὺς ὑμᾶς τιμῶντας Τιμόθεε καὶ Μαῦρα.
Ῥῶσιν τελείαν, οἱ εὐλαβῶς προσιόντες, τῷ ναῶ ὑμῶν καρπούμενοι ὑμνοῦσιν, ἱμῶν τοὺς ἀγῶνας, Τιμόθεε καὶ Μαῦρα.
Θεοτοκίον.
Ἀδιαφθόρως, τὸν Θεὸν Λόγον τεκοῦσα, τὴν φθαρεῖσαν μου ψυχήν τῇ ἁμαρτία, ἴασαι Παρθένε, τῇ σὴ ἐπιστασία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον
Σωτήριον λιμένα, τὸν ναὸν πλουτοῦντες, ὑμῶν ὧ Μαῦρα καὶ θεῖε Τιμόθεε, τρικυμιῶν τῶν τοῦ βίου ἀπολυτρούμεθα.
Ἰάσεις χορηγοῦσα, Μαῦρα Ἀθληφόρε, τοὺς ἀσθενείαις καὶ πόνοις στενάζοντας, τῆς ποθητῆς θεραπείας Μάρτυς ἀξίωσον.
Μαρτύρων συζυγία, Τιμόθεε θεῖε, καὶ θεοδόξαστε Μαῦρα τηρήσατε, τῷ τῆς ἀγάπης συνδέσμῳ ἡμᾶς καὶ πίστεως.
Οἱ πᾶσαν καθελόντες, τοῦ ἐχθροῦ τὴν πλάνην, Μαῦρα θεόφρον καὶ θεῖε Τιμόθεε, ἡμᾶς συντρίβειν τὰ κέντρα αὐτοῦ σθενώσατε.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, τὴν μιανθεῖσαν καρδίαν μου τοῖς πάθεσι, τῇ ῥυπτική σου πρεσβεία πλῦνον καὶ σῶσόν με.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ζεῦγος τῶν Μαρτύρων θεοειδές, οἱ ὁμοφροσύνη, ἐναθλήσαντες ἱερά, Τιμόθεε μάκαρ, καὶ Μαῦρα τρισόλβια, ἡμᾶς ἐν ὁμονοίᾳ διατηρήσατε.
Ἄθλησιν ἀνύσαντες ἱεράν, ἄθλοις πολυτρόποις, καὶ ἀγῶσι μαρτυρικοῖς, πίστεως ἁγίας, ἐδείξατε τὴν δόξαν, Τιμόθεε καὶ ἀξιοθαύμαστοι.
Χαίρετε Μαρτύρων ἡ καλλονή, χαίρετε θαυμάτων, οἱ πηγάζοντες δωρεᾶς, Τιμόθεε θεῖε, καὶ Μαῦρα μακαρία, καί τοὺς πιστοὺς κινδύνων πολλῶν λυτρούμενοι.
Σύμμορφοι ὠράθητε ἀληθῶς, τῶν παθῶν Κυρίου, ἠλωθέντες ἐν τῷ Σταυρῶ, Τιμόθεε θεῖε καὶ Μαῦρα τρισόλβια, διό τῆς ἀθανάτου, δόξης ἐτύχετε.
Τοὺς ἐν τῷ ἁγίῳ ὑμῶν ναῶ, πίστει προσιόντας, διασῴζετε ἀβλαβεῖς, Τιμόθεε Μάρτυς, καὶ Μαῦρα πανόλβια, ἐκ πάσης ἐπηρείας τοῦ παναλάστρορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ζεῦγος τῶν Μαρτύρων ἐκλεκτόν, ἔνδοξε Τιμόθεε θεῖε, καὶ Μαῦρα νύμφη Χριστοῦ, οἱ καταπαλαίσαντες, ἐχθρῶν τὴν δύναμιν, καὶ θαυμάτων δυνάμεσι, λαμπρῶς δοξασθέντες, ῥύσασθε δεόμεθα, ὡς συμπαθέστατοι, πάσης συμφορᾶς καὶ ἀνάγκης, καὶ ἐπηρειῶν τοῦ βελίαρ, τοὺς ὑμᾶς καλοῦντας εἰς βοήθειαν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Τιμόθεε σκέποι τὲ ὁμοῦ καὶ Μαῦρα
Γεράσιμον σπεύδοντα ὑμῶν τῇ σκέπη.