Παρακλητικός Κανών εις την Θείαν και Ένδοξον Μεταμόρφωσιν του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού
Ποίημα Ιακώβου μοναχού
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καί τὰ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ τοῦ Σωτῆρος νῦν τεμένει προσδράμωμεν, Μεταμορφώσεως αὐτοῦ καὶ προσπέσομεν, μετ’ εὐλαβείας κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποτα βοήθησον, σπλαχνισθείς τοῖς σοῖς δούλοις, φόβῳ σοὶ προσπίπτουσι, καὶ πταισμάτων τὴν λύσιν, καὶ σωτηρίαν βραβεῦσον ψυχῶν, τῶν σοῦ τιμώντων, φρικτὴν Μεταμόρφωσιν.
Δόξα.
Ὅμοιον.
Οἱ ὑπὸ πλείστων ὀδυνῶν πιεζόμενοι, καὶ πειρασμῶν ἀλλεπαλλήλων θλιβόμενοι, δεῦτε Ναῷ προσπέσωμεν πιστῶς ἀδελφοί, τῆς Μεταμορφώσεως, τοῦ Σωτῆρος βοῶντες· Σῶτερ ἐξελοῦ ἡμᾶς, ἐκ παντοίων κινδύνων, ταῖς ἱκεσίαις σου τῶν Προφητῶν, καὶ τῶν πανσόφων Χριστὲ Ἀποστόλων σου.
Καὶ νῦν.
Θεοτοκίον.
Τῆς μετανοίας Θεοτόκε τὴν τρίβον, ἡμᾶς ἐνίσχυσον ὁδεύειν προθύμως, τοὺς τὴν σεπτὴν εἰκόνα σου τιμῶντας σεπτώς, Δέσποινα καὶ λύτρωσαι, ἐκ δεινῶν συμπτωμάτων, πάσης τε κακώσεως, δυσμενῶν ἀοράτων, καὶ ὁρατῶν παντοίων Ἀγαθὴ πρός σε γὰρ πάντες, ἀεὶ καταφεύγομεν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν οὐ ἡ ἀκροστιχὶς κατ΄ Ἀλφάβητον,
ἐν δὲ τοῖς Θεοτοκίοις· Ἰακώβου.
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνύψωσας φύσιν τὴν τῶν βροτῶν, ἀναβὰς ἐν ὄρει, Θαβωρίῳ θεοπρεπώς διὸ τοὺς εἰς βάθη ἐμπεσόντας, ἁμαρτιῶν ἡμᾶς Σῶτερ ἀνάστησον.
Βαράθρων τοῦ ᾄδου ἡμᾶς Σωτήρ, ἀνήγαγες ὄρει, Θαβωρίῳ πρὸ τοῦ Σταυροῦ, μεταμορφωθείς τῇ ἀλλοιώσει, τῆς σῆς μορφῆς καὶ θεώσας τὸ πρόσλημμα.
Γῆθεν ἀνυψώσας τοὺς Μαθητάς, ἔδειξας οἰκτῖρμον, τὸ ἀρχέτυπον τῆς μορφῆς, κάλλος ὁ ἀπώλεσεν ἡ φύσις, παρακοὴ διὸ νῦν ἡμᾶς οἴκτειρον.
Θεοτοκίον.
Ἱλέωσαι Δέσποινα τὸν ἐκ σοῦ, Σωτῆρα τεχθέντα, ἡμῖν δοῦναι ἁμαρτιῶν, τὴν ἄφεσιν Κόρη σαῖς πρεσβείαις, καὶ σωτηρίας τυχεῖν ἡμᾶς ποίησον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Διαφύλαξον πάντας, τοὺς τὴν φρικτὴν Δέσποτα, πόθῳ εὐφημοῦντας ἁγίαν, σου Μεταμόρφωσιν, εἰς ἀπολύτρωσιν, ἁμαρτιῶν καὶ πταισμάτων, καὶ νοσοῦντας ἴασαι, μόνε Φιλάνθρωπε.
Ἐφυμνίοις ᾠδάς σοι, πόθῳ πολλῷ Δέσποτα, σου Μεταμορφώσει τῇ θείᾳ, ᾄδοντες μέλπομεν, παθὼν εἰς ἴασιν, καὶ νοσημάτων Οἰκτίρμων, καὶ πταισμάτων ἄφεσιν, μόνε Θεάνθρωπε.
Ζωής νῦν καὶ θανάτου, Κύριος ὦν Δέσποτα, τὸν τε Μωυσήν καὶ Ἠλίαν, ὄρει παρέστησας, μεταμορφούμενος, πρὸ τοῦ Σταυροῦ σου δεικνύων, Μαθηταῖς σου ἔγερσιν, μόνε Ὑπέρθεε.
Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη, ὁλολαμπὴς Ἄνασσα, σὺν τοῖς Ἀποστόλοις δυσώπει, ὃν ἐσωμάτωσας, νόσων καὶ θλίψεων, καὶ πάσης ἄλλης ἀνάγκης, σώσαι τοὺς ὑμνοῦντάς σε, Θεοχαρίτωτε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Φωτοδότα, ὅτι πάντες Χριστὲ πρὸς σε ἀεὶ καταφεύγομεν, τὸν μεταμορφωθέντα Σωτῆρα.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Σκοτίᾳ πολλή, κυκλούμενοι οἱ δοῦλοι σου, καὶ ὑπὸ πνευμάτων τοῦ σκότους ἀπειλούμενοι, πρὸς σὲ καταφεύγομεν, Φωτοδότα κράζοντες οἴκτειρον, καὶ τῷ φωτί σου φώτισον ἡμᾶς, φωτὶ ὁ ἀστράψας τῆς θεότητος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Πρεσβείᾳ θερμῇ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῷμέν σοι· Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ φρικτῇ Μεταμόρφωσις, σοῦ τοὺς Ἀποστόλους χαρὰς ἐνέπλησε, Θεὸν εἷναι σὲ γνωρίσαντες, οὐρανοῦ καὶ γῆς τε κυριεύοντα.
Θαυμαστῇ ὄντως πέφυκεν, ἡ σεπτῇ καὶ θείᾳ σου Μεταμόρφωσις· ὑπὲρ ἥλιον γὰρ ἔλαμψεν, ἡ μορφή σου Λόγε ἐξαστράπτουσα.
Ἰδοὺ Σῶτερ ἐβόησαν, Μωυσῆς Ἠλίας τε Ἀποστόλοις σου, ὃν δωσώπει ὡς Πανάγαθον, τοῦ σωθῆναι πάντας τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Καθαρὸν ἐνδιαίτημα, μόνη σὺ ἐφάνης Κόρη τοῦ Κτίστου σου, ὃν δυσώπει ὡς Πανάγαθον, τοῦ σωθῆναι πάντας τοὺς τιμῶντάς σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κράτος καὶ ἰσχύν, Κραταιὲ ἡμᾶς περίζωσον, ὁ κρατῶν χειρὶ τὸ σύμπαν τοὺς τὸν σόν, κράτος ὑμνοῦντας, καί σοι γόνυ ὑποκλίνοντας.
Λάμψον καὶ ἡμῖν, Φωτοκράτορ φῶς ὑπέρφωτον, ὁ ποιῶν λόγῳ ἄστρα καὶ ἀστραπάς, καὶ γεννηθήτω, τὸ φῶς εἰπὼν καὶ ἐγένετο.
Μέγα καὶ φρικτόν, ἐθεάσαντο μυστήριον, σοῦ οἱ Ἀπόστολοι ἐν ὄρει Θαβώρ, Πατρὸς φωνῆς τε, νεφέλης ἐν μέσῳ ἤκουον.
Θεοτοκίον.
Ὤρα τὴν φρικτήν, ἐνθυμοῦμαι τοῦ σου βήματος, καὶ συσχεθείς ἐν φόβῳ σοὶ ἐκβοῷ φεῖσαί μου Σῶτερ, δεήσεσι τῆς τεκούσης σε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νόμου σου τοὺς, προεξάρχοντας Κύριε, Μωυσήν Ἠλίαν καὶ τοὺς προκρίτους, τῶν μαθητῶν, σου Θαβώρ ἐν τῷ ὄρει, αἴγλη προσώπου ἐξέστησας ἅπαντας, καὶ ἤκουον ἐκ τοῦ Πατρός, βεβαιοῦντος Χριστὲ τὴν Ὑιότητα.
Ξενίζονται, τῶν Ἀγγέλων ἅπασαι, στρατιαὶ καὶ τῶν ἀνθρώπων τὰ πλήθη, Χριστὲ Σωτήρ σου τὸ ξένον ὁρῶσαι, τὸ τῆς μορφῆς ὁ ἐν Ὄρει ὑπέδειξας, πιστούμενος σοὺς μαθητάς, ὅτι σὺ εἶ τοῦ Πατρός τὸ ἀπαύγασμα.
Οἱ τρεῖς σου, τῶν Ἀποστόλων βλέποντας, Μωυσήν τε καὶ Ἠλίαν ὀφθέντας, καί σου Χριστέ, τὰς ἐξόδους λαλοῦντας, πρηνεῖς πεσόντες ἐν φόβῳ συνείχοντο, ἀκούοντες ἐκ τοῦ Πατρός, μαρτυροῦντος σου Λόγε τὸ γνήσιον.
Θεοτοκίον.
Βασίλισσαν ὁ Δαυΐδ σε Δέσποινα, προηγόρευσε τεκοῦσαν τὸν Λόγον, Δημιουργόν, Βασιλέα καὶ Κτίστην, καὶ Ποιητήν τῶν αἰώνων καὶ Κύριον, σοῦ δέομαι δεῖξον κᾀμέ, βασιλέα παθῶν τῶν τιμῶντά σε.
Ἀνάστησον, ἐξ ἔργων σκότους καὶ βάθους ἁγνείας Σῶτερ, καὶ ἐπὶ τὸ κρεῖττον τοὺς δούλους σου μεταμόρφωσον, εἰς ἀρετῶν ὄρος ἀναβιβάζων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων, τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ κοντάκιον.
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς Θεὸν καὶ Σωτῆρα σε ἔχοντες μέγιστον, καὶ ἐν πᾶσι δεινοῖς βοηθῶν ἡμῶν ἕτοιμον, ἱκετεύομεν σε θερμῶς Ζωοδότα Ἰησοῦ, σοῦ τὴν πρόνοιαν τὴν ἀγαθήν, καὶ εὐσπλαγχνίᾳ σου πολλήν, εφ’ ἡμᾶς ἐνδειξάμενος, σῶσον ἐκ τῶν κινδύνων, δεινῶν τε πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.
Προκείμενον.
Θαβώρ καὶ Ἑρμῶν ἐν τῷ ὀνόματι σου αγαλλιάσονται.
Στίχος. Σοὶ εἰσὶν οἱ οὐρανοὶ καὶ σὴ ἐστὶν ἡ γῆ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. θ’. 28-36)
Ἐγένετο δε μετά τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβών τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτόν τὸ εἶδος τοῦ προσώπου αὑτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὑτοῦ λευκὸς ἐξαστράπτων καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὑτῷ, οἵτινες ἦσαν Μωυσῆς καὶ Ἠλίας, οἱ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὑτοῦ ἢν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ὁ δε Πέτρος καὶ οἱ σῦν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ διαγρηγορήσαντες δε εἶδον τὴν δόξαν αὑτοῦ καί τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὑτῷ. καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτούς απ΄ αὑτοῦ εἶπεν ὁ Πέτρος πρός τὸν Ἰησοῦν ἐπιστάτα, καλὸν ἐστιν ἡμᾶς ὧδε εἷναι καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοι καὶ μίαν Μωυσεῖ καὶ μίαν Ἠλία, μὴ εἰδὼς ὁ λέγει ταύτᾳ δε αὑτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αυτούς· ἐφοβήθησαν δε ἐν τῷ εἰσελθεῖν ἐκείνους εἰς τὴν νεφέλην· καὶ φωνῇ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτος ἐστὶν ὁ Υἱός μου ὁ αγαπητός· αὑτοῦ ἀκούετε καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη ὁ Ἰησοῦς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὢν ἑωράκασιν.
Δόξα σοι Κύριε δόξα σοι.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων, πρεσβείας Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείας ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Λάμψας ὑπὲρ ἥλιον, ἐπὶ τοῦ Ὄρους οἰκτῖρμον, τὴν ἀμαυρωθεῖσαν μου, φύσιν κατελάμπρυνας, καὶ ἐθέωσας· τὰ ἡμῶν πταίσματα, ὡς Δεσπότην πάντων, συγχωρήσας Ὑπεράγαθε, διὸ δεόμεθα, λάμψον φωτισμὸν ταῖς ψυχαῖς ημών· καὶ λύτρωσαι κολάσεως, τῆς αἰωνιζούσης τοὺς δούλους σου, τοὺς μετ’ εὐλαβείας, τιμῶντας τὴν λαμπράν σου καὶ φρικτήν, καὶ ἔνδοξον Μεταμόρφωσιν, μόνε Πολυέλεε.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
Κύριε ἐλέησον (ιβ΄)
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Προσκυνοῦμεν ἐκ πόθου, καὶ τιμῶμεν τὴν θείαν σου Μεταμόρφωσιν, δι’ ᾖς βροτῶν ἡ φύσις, ἐνδόξως ἀνυψώθη, εἰς τὸ πρῶτον ἀξίωμα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥητορεύουσα γλῶσσα, μεγαλεία τὰ σὰ οὐ δύναται φθέξασθαι· Μωυσήν γὰρ καὶ Ἠλίαν, συμπαρέστησας Σῶτερ, ἐν Θαβώρ μεταμορφούμενος, ἀναβοῶντας πρὸς σε, Θεὸς εἶ Παντοκράτωρ.
Συνανήλθε σοι Λόγε, Μαθητῶν ἡ ἀκρότης ἐπὶ τοῦ ὄρους Θαβώρ, οἷς τῆς Θεότητος σου, τὴν δόξαν καὶ τὸ κάλος, ἐφανέρωσας κράζουσιν· ὁ τῶν Πατέρων ἤμων Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης, ἐκ γαστρός σου προῆλθε παρθένε Ἄχραντε, καὶ ἔσωσε τὸν κόσμον, ἐκ πλάνης τῶν εἰδώλων, καὶ ἀνθρώπους ἐθέωσεν· ὃν ἐκδυσώπει Ἁγνή, τοὺς σὲ τιμῶντας σώσαι.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Τὸν ἐν Θαβώρ, μεταμορφωθέντα Σωτῆρα, ἀνυμνοῦμεν βροτοὶ κατὰ χρέος, δι’ οὗ ἀνακαινισθῇ, ἡ βρότειος οὐσία.
Ὑπερεκβλύζει, τοῖς προσιοῦσι τὴν χάριν, καὶ ὀσμὴν μυρεψικὴν ἀποπνέει, ἡ εἰκὼν Σωτήρ μου, τοῦ θείου σοῦ προσώπου.
Φαίνει ἐν κόσμῳ, καὶ δᾳδουχεῖ τὰς ἀκτίνας, ἡ Μεταμόρφωσις τοῦ Σωτῆρος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὑπερφυῶς, τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν τέτοκας Λόγον Παρθένε, ὃν σὺν Ἀσωμάτοις, ὑμνοῦμεν εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρὰς καὶ εὐφροσύνης, τὰς ἡμῶν καρδίας, πληροῖ Σωτήρ μου ἡ θείᾳ σου Μεταμόρφωσις, ἣν ἀνυμνοῦντες ἐκ πόθου, σὲ μεγαλύνομεν.
Ψαλμοῖς ᾠδαῖς καὶ ὕμνοις, μέλψωμεν ἀξίως, ὑμνολογοῦντες σεπτὴν Μεταμόρφωσιν, τὴν τοῦ Σωτῆρος ἐν φόβῳ, ὃν μεγαλύνομεν.
Ὡράθης εὐσπλαγχνίᾳ, ἄνθρωπος Σωτήρ μου, ἵνα θεώσης φθαρέντα τὸν ἄνθρωπον, διὸ Θεάνθρωπε πάντες, σὲ μεγαλύνομεν.
Θεοτοκίον.
Σωμάτων ἀλγηδόνας, καὶ ψυχῶν τὰ πάθη, ἀπὸ τῶν δούλων σου Κόρη ἀπέλασον, τῶν προστρεχόντων ἐν πίστει, τῇ θείᾳ σκέπῃ σου.
Ἄξιόν ἐστὶν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Θέλων ἐπιδείξαι τοῖς μαθηταῖς, δύναμιν ἐξ ὕψους, καὶ σοφίαν παρὰ Πατρός, ἐν ὄρει ἀνῆλθες, Χριστὲ τῷ Θαβωρίῳ, καὶ λάμψας ὡς Δεσπότης, τούτους ἐφώτισας.
Τὴν ἀμαυρωθεῖσαν φύσιν ἡμῶν, ηὔγασας ἐν ὄρει, Θαβωρίῳ τῷ θαυμαστῷ μεταμορφωθείς γάρ, ἐπὶ τῶν μαθητῶν σου, ὡς ἥλιος ἀστράψας, τούτους ἐξέστησας.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, τὴν σεπτὴν εἰκόνα, τοῦ Σωτῆρος τὴν θαυμαστήν, τοῦ τε σαρκωθέντος, καὶ μεταμορφωθέντος, ἐξ ᾖς ἡμῖν ἐκβλύζει, χάριτος νάματα.
Φαίδρυνον κατάλαμψον τοὺς πιστῶς, τιμῶντάς σου Λόγε, Μεταμόρφωσιν τὴν φαιδράν, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, τῶν ζοφερῶν πνευμάτων, ὡς Παντοδύναμος.
Δεῦτε οἱ ἐν νόσοις παντοδαπαῖς, καὶ οἱ ἐν κινδύνοις, συνεχόμενοι χαλεποῖς, δράμωμεν προθύμως, ἐν τοῦτο τῷ τεμένει, Χριστοῦ Μεταμορφώσεως, καὶ σωθείημεν.
Τῆς Μεταμορφώσεως ὁ Ναός, ἀεὶ βρύει πᾶσιν, ῥῶσιν σώματος καὶ ψυχῆς, δαίμονας ἐλαύνει, καὶ φωτίζει τὰς φρένας, τῶν φόβῳ προσιόντων αὐτῷ ἐκ πίστεως.
Χάρις νῦν μεγίστη παρὰ Θεοῦ, ἐκ τοῦ Οἴκου τούτου, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, δέδοται τοῖς πόθῳ, αὐτῷ νῦν προσκυνοῦσι, πληροῦσα τὰς αἰτήσεις, καὶ πόνους παύουσα.
Φώτισον καρδίας πάντων πιστῶν, λάμψον θείαν χάριν, μεταμόρφωσον Ἰησοῦ, σῇ Μεταμορφώσει, ἡμᾶς τὰ πλάσματά σου, εἰς σοῦ τὸ κατ’ εἰκόνα, καὶ καθ’ ὁμοίωσιν.
Ὕψωσον τὸ κέρας Χριστιανῶν, βράβευσον εἰρήνην, Ἐκκλησίας σου Ἰησοῦ, φεῖσαι τοῦ λαοῦ σου, Μητρός σου μεσιτείας, τῶν θείων Προφητῶν σου, καὶ Ἀποστόλων σου.
Χαίρει Παντοκράτορος ἡ Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἥτις θεοτόκε, Γερόντισσα καλεῖται, καὶ βρύει εὐφροσύνην, καὶ ἀγαλλίασιν.
Τοὺς ἀσπαζομένους τὴν σὴν Ἁγνή, πάνσεπτον Εἰκόνα, Παντοκράτορος, ἐν Μονῇ, τεθησαυρισμένην τοῦ Ὄρους τοῦ Ἁγίου, φυλάττοις ἀπειράστους, θείᾳ Γερόντισσα.
Βλέποντες Εἰκόνα σου τὴν σεπτήν, πάναγνε Παρθένε σοὶ Γερόντισσα φοιτηταί, Μεταμορφωθέντα ἐν ὄρει Θαβωρίῳ, Χριστὸν δοξολογοῦμεν, τὸν Παντοκράτορα.
Χαίρετε Πατέρες θεοειδεῖς, πυρσοὶ φωτοφόροι, Παντοκράτορος τῆς Μονῆς, καὶ πάγκαρπα δένδρα, ζωῆς τῆς μακαρίας, καὶ πρὸς Χριστὸν μεσῖται, οἱ ἑτοιμότατοι.
Χαίροις Μυροβλύτα Πάτερ σοφέ, Θεόφιλε μάκαρ, τῶν Ὁσίων ἡ καλλονή, Ζιχναίων τὸ κλέος, Ἄθω ἡ εὐωδία, ἡμῶν δὲ τῶν σῶν δούλων, πρέσβυς θερμότατος.
Ἄστρον ἀνατέταλκεν φαεινόν, ἐκ τῆς Καππαδοκίας ὁ πολύαθλος τοῦ Χριστοῦ, Μάρτυς καὶ φωτίζει πιστῶν ἅπαν τὸ πλῆθος, Γεώργιος ὁ Μέγας ὃν νῦν γεραίρομεν.
Ἴχνεσιν ἑπόμενος ἀκλινῶς, Τρύφων ἀθλοφόρε, τοῦ γνωσθέντος ἐπὶ τῆς γῆς, τῶν Αὐτοῦ χαρίτων, δοχεῖον ἀνεδείχθης, καὶ ἱεροῖς ἀγῶσι, Μάρτυς διέπρεψας.
Μάρτυς ἀκατάπληκτος καὶ στεῤῥός, πέλων τῇ ἰδέα, Χριστοφόρε καὶ τῷ νοΐ, τῶν ἀντικειμένων, κατέπληξας τὰ στίφη, ἀθλήσας ὑπὲρ φύσιν, πόθῳ τοῦ Κτίστου σου.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ Ὄρει, Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα, δόξα σοι.
Κοντάκιον. Ἦχος ὁ αὐτός.
Ἐπὶ τοῦ Ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεός, ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι Σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρός τὸ ἀπαύγασμα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Καθ’ ὅλον τὸν χρόνον τὰ τροπάρια ταῦτα·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, μετὰ φόβου καὶ χαρᾶς, καὶ μετὰ πολλῆς εὐλαβείας, κατασπασώμεθεα, Εἰκόνα τὴν πάντιμον καὶ χαριτόβρυτον, τὴν τῆς Μεταμορφώσεως, Χριστοῦ τοῦ Σωτῆρος, χάριτας τὴν βρύουσαν, τοῖς προσκυνοῦσιν αὐτῇ· ἥνπερ, προσπτυσσόμενοι πόθῳ, χάριν ἀρυσόμεθα πάντες, τὸν Σωτῆρα Κύριον δοξάζοντες.
Πάλαι, ὁ λαλήσας τῷ Μωυσῆ, διὰ συμβόλων καὶ νόμων, ἐπὶ τοῦ Ὄρους Σινᾶ, λέγων· Ἐγὼ εἰμὶ ὁ Ὤν, αὐτὸς καὶ σήμερον, ἐν Θαβώρ ὄρει ἔδειξεν, εἰς τοὺς Ἀποστόλους, κάλλος τὸ ἀρχέτυπον, μεταμορφούμενος· ὅμως, οὐχὶ ὅλον δι᾽ οἶκτον, μήπως τὴν ζωὴν αὐτῶν οὗτοι, ἅμα τῇ ὁράσει ἀπολέσωσιν.
Ὅτε ἐκ νεκρῶν τὸν Μωυσῆν, καὶ ἐξ οὐρανῶν τὸν Ἠλίαν καὶ ζώντων Πέτρον ἐκ γῆς, υἱοὺς Ζεβεδαίου τε σοὶ συμπαρέστησας· τότε Κύριον ἔγνωσαν, νεκρῶν σε καὶ ζώντων, πάντων κυριεύοντα, καὶ προϋπάρχοντα· ὅθεν, τὰ ἐγκόσμια Σῶτερ, καὶ τὰ ὑπερκόσμια ᾄδει· Δόξα σου Θεῷ τῷ Παντοκρότορι.
Ἀπὸ δὲ τῆς α΄ Αὐγούστου μέχρι τῆς ε΄
ψάλλονται τὰ παρόντα Ἐξαποστειλάρια.
Ἦχος γ΄. Ἀπόστολοι εἰ περάτων.
Ἀπόστολοι καὶ Προφῆται, καὶ κλῆρος πάντων Ἁγίων, τὴν ἔνδοξον τοῦ Σωτῆρος, νῦν Μεταμόρφωσιν πάντες, σὺν τοῖς Ἀγγέλοις ἀπαύστως, δοξολογοῦντες ὑμνοῦσιν.
Τὰ τάγματα τῶν Ἀγγέλων, συναθροισθέντα ἐν ὄρει, τῷ Θαβωρίῳ βοῶσι, Χριστῷ μεταμορφουμένῳ· Θεὸς ἡμῶν οὗτος πέλει, ὁ προαινώνιος Λόγος.
Σοῦ τῇ κελεύσει ὑδάτων, πηγὰς ἐκβλύουσιν ὄρη· σοῦ ἁπτομένου ὀρέων, καὶ καπνιζόντων Σωτήρ μου, ὄρει Θαβώρ ἀνελθόντος, Θεότητα προσκυνοῦμεν.
Ὅταν φανῇς μετὰ δόξης, ἐξ οὐρανοῦ ὡς Δεσπότης τοῦ κρῖναι πάντας ἀνθρώπους, ἀξίωσον ὑπαντῆσαι, ἐν ταῖς νεφέλαις ἀέρων, σὲ τὸν Σωτῆρα καὶ Κτίστην.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.