Δύο Παρακλητικοί Κανόνες εις την Οσία Μαρία την Αιγυπτίαν
Παρακλητικός Κανών εις την Οσίαν Μητέρα Ημών Μαρία την Αιγυπτία
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 1 Απριλίου
και τη Ε Κυριακή των Νηστειών
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ἀπαμαυρώσασα συντόνω ἀσκήσει τοῦ παναλάστορος, ὁσία Μαρία, τὸ πρόσωπον ἀνέδραμες συνεῖναι Χριστῷ· ἐν τοῖς θείοις δώμασι καὶ Αὐτὸν ἱκετεύειν δοῦναι τοῖς ἱκέταις σου εἰρηναῖον τὸν βίον καὶ νοσημάτων τάραχον δεινὸν ἡμῶν κοπάσαι, Αἰγύπτου ὀσφράδιον.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Μετανοίας δεῖξον μοι τρίβους, Μαρία. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρία ὁσία, Χριστοῦ λαμπάς, πυρφόρε εἰκόνας, τῶν παθῶν μου ἐκ τῆς ἐμῆς, ψυχῆς ταῖς ἁπαύστοις σου πρεσβείαις, πρὸς ὃν ἠγάπησας τάχος ἐξάλειψον.
Ἐν κόλποις, Μαρία, τοῦ Ἀβραάμ, σκηνώσασα χάριν, εὗρες Κύριον δυσωπεῖν, ὑπὲρ ἱκετῶν σου τῶν ποθούντων, εὐαρεστήσαι Αὐτῷ ἔργοις πρέπουσι.
Τὸν βίον μου, οἴμοι, ἐν ἡδοναῖς ἀσώτως ὁ τάλας, δαπανήσας νῦν ἐκζητῶ, ὁσία Μαρία, τὰς εὐχάς σου, ἵνα σωθῶ πρὸς τὸν μόνον Φιλάνθρωπον.
Θεοτοκίον.
Ἀπόκρουσον πάσας τὰς προσβολὰς ἐχθροῦ τοῦ βεβήλου, προσευχαῖς σου ταῖς ῥυπτικαῖς, Ἁγνή, πρὸς ὃν ἔτεκες ἀφράστως, καὶ ζοφερῶν περιστάσεων ῥῦσαί με.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νῦν προσπίπτω σοι, Μῆτερ, ἀναβοῶν, πρόφθασον, Αἰγυπτίων εὖχος Μαρία, καὶ ἀνακούφισον, ἐκ κατωδύνων παθῶν, τὸν σὲ προφρόνως ὑμνοῦντα, ὡς ἐρήμου ἴασμον ἄγαν ἡδύπνευστον.
Ὁλοτρόπως θελχθεῖσα τῷ τοῦ Χριστοῦ ἔρωτι, καὶ τοῦ Παρακλήτου ῥωσθεῖσα, σθένει κατήσχυνας, Μαρία, τὸν δυσμενῆ, οὗ καὶ ἡμᾶς ἀποκρούσαι, τοὺς πιστοὺς ἀξίωσον βέλη τὰ πύρινα.
Ἰορδάνου, Μαρία, τοῖς ἱεροῖς νάμασι, βίου ἀποπλύνασα ῥύπον, ἄφθορον ἔνδυμα, περιεβλήθης λαμπρὸν τῆς σωστικῆς μετανοίας, γενομένη πρέσβειρα πάντων πρὸς Κύριον.
Θεοτοκίον.
Ἀσυγχύτως, Παρθένε, ὁ τοῦ παντὸς αἴτιος, ἐξ ἁγνῶν αἱμάτων σου σῶμα, Δέσποινα, βρότειον λαβὼν τὸ γένος ἡμῶν ἐκ τῆς ἀρχαίας κατάρας, ἔσωσε καὶ ἔδειξε κόσμου σε σώτειραν.
Διάσωσον, ἐξ ἐπηρείας τοῦ δαίμονος σοὺς ἱκέτας, μετανοίας πυρσὲ λαμπρέ, Μαρία πανεύφημε, τοὺς σπεύδοντας πόθῳ ταῖς σαῖς πρεσβείαις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρία σεπτή, Αἰγύπτου θεῖον βλάστημα, ἐρήμου φωστὴρ τοῦ Ἰορδάνου πάμφωτε, μετανοίας πύλας μοι σωτηρίους τάχος ὑπάνοιξον καὶ τῷ Σωτῆρι πρέσβευε Χριστῷ διδόναι ἐμῶν πταισμάτων ἄφεσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σκοτισθείσαν τοῖς πάθεσι τὴν ψυχὴν μου, δέομαι, φωταγώγησον ταῖς ἀκτῖσι τῶν καμάτων σου τῶν ὑπερφυῶν, Μαρία ἔνδοξε.
Δακρυβρέκτους ἀγῶνάς σου τοὺς ἐν τῇ ἐρήμῳ ἰδὼν ὁ Κύριος σε Μαρία, ἐκραταίωσε καὶ τῆς μετανοίας βάθρον ἔδειξεν.
Ἐγκρατείας κατέταμες ξίφει τῆς σαρκός σου, ὀρέξεις πάνσεπτε, ἡ σαρκὸς ἡμῶν σκιρτήματα σαῖς λιταῖς, Μαρία, καταστέλλουσα.
Θεοτοκίον.
Ἱλασμός, Μητροπάρθενε, γένους τῶν μερόπων καὶ ἀπολύτρωσις πέλεις ὅθεν δυσωποῦμεν σε ἐκ φθορὰς τοὺς δούλους σου ἀνάγαγε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ξένωσον τὸν νοῦν, τοῦ ἱκέτου σου συγχύσεως, κοσμικῆς, Μαρία, μῆτερ θαυμαστή, ξενοτρόπως ἐν ἐρήμῳ ἡ ἀσκήσασᾳ.
Ὅλη καθαρά, τῷ Νυμφίῳ σου ἀνέδραμες ὑπαντήσαι, ὦ πρεσβεύεις ἐκτενῶς ὑπὲρ πάντων, ὦ Μαρία, τῶν τιμώντων σε.
Νέκρωσον ἡμῶν, ἁμαρτάδας καὶ διέγειρον, πρὸς ἀπάθειαν, Μαρία, τοὺς πιστῶς, ὡς ζωῆς σε ἀνυμνοῦντας θείας μέτοχον.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ Παναμώμητε, ὁρμήματα τῶν παθῶν μου καταπράυνον ταχύ, καὶ τὸν νοῦν μου πρὸς ἐγρήγορσιν ἀνάστησον.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Οὐράνιον, πολιτείαν ἔνδοξε, κτησαμένη εὐσεβείας Μαρία, φωστὴρ γεγένησαι καὶ ἐποπτεύειν, κατηξιώθης τὸν θρόνον τοῦ Κτίσαντος, πρὸς ὃν καὶ πάντας τοὺς πιστῶς σε Ὁσία, γεραίροντας ἕλκυσον.
Ἱκέτευε, τὸν Χριστὸν γενέσθαι με, κοινωνὸν τῆς οὐρανῶν Βασιλείας, ἡ τῶν ἀχράντων Αὐτοῦ μυστηρίων, ἐκ τῶν χειρῶν κοινωνήσασα εὔφημε, τοῦ θεοφόρου Ζώσιμα, πρὶν ἂν ζῆν ἐκμετρήσῃς, πανεύφημε.
Τὰ ὕδατα Ἰορδάνου πάνσοφε, διεπέρασας ἀβρόχως καὶ ἦλθες, τῷ ἱερῷ Ζώσιμᾳ ὑπαντήσαι, καὶ ἱστορήσαι αὐτῷ τὴν σὴν βίωσιν, Μαρία, πάντων τῶν δεινῶς, τρυχομένων χαρὰ καὶ ἀντίληψις.
Θεοτοκίον.
Ῥανίδας μου, τῶν δακρύων δέομαι, Παναμώμητε ἀπόσμηξον Κόρη, τῷ μανδηλίῳ θερμῶν πρεσβειῶν σου, πρὸς τῆς χαρᾶς ἀενάου τὸν Κύριον, ὀμίχλην λύπης ἀπ’ ἐμοῦ, ζοφερὰς ἀπελαύνουσα τάχιστα.
Διάσωσον, ἐξ ἐπηρείας τοῦ δαίμονος σοὺς ἱκέτας, μετανοίας πυρσὲ λαμπρέ, Μαρία πανεύφημε, τοὺς σπεύδοντας πόθῳ ταῖς σαῖς πρεσβείαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Τοῖς τῶν αἱμάτων σου.
Ἡ δαπανήσασα βίον τὸ πρότερον ταῖς ἁμαρτίαις, Χριστοῦ νύμφη πάγκαλος λαμπροῖς κατορθώμασιν ὕστερον, Μαρία, ὤφθης, διὸ χάριν εἴληφας πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 1-13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. Ὁμοιωθῇ ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β´. Ὀλὴν ἀποθέμενοι.
Πόνοις χαλινώσασα, ἀσκητικοῖς τῆς σαρκός σου, φοβερὰ σκιρτήματα τῆς ψυχῆς σου φρόνημα τὸ ἀδάμαστον, ἅπασιν ἔδειξας, τοῖς πιστοῖς Μαρία, Ἰορδάνου ἐνδιαίτημα, Ὁσίων καύχημα, καὶ ἀσκητριῶν ἐγκαλλώπισμα· διὸ καὶ ταῖς πρεσβείαις σου, πάθη καταστέλλειν χαμαίζηλα, σὲ τῶν ἀνυμνούντων, καὶ πόθῳ γεραιρόντων τὴν σεπτὴν καὶ πανσεβάσμιον μνήμην σου, οὐρανόθεν εἴληφας.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἴσχυσας ἀνδρικῶς παλαίσαι παριδοῦσα τῆς σῆς φύσεως τὸ χαῦνον κατὰ τοῦ πονηροῦ, Μαρία, καὶ βραβεία λαβεῖν τῆς ἄνω κλήσεως, φῶς λαμπρὸν ἐσκοτισμένων.
Βίου σου τὰς ἀτασθαλίας, θεοφρούρητε, ἀπέλασον, Μαρία, ἡ ἀχλὺν τῶν παθῶν διώξασα δυνάμει τῆς χάριτος καὶ Ἄγγελος ἐπὶ γῆς λαμπρὸς ὀφθεῖσα.
Ὄντως ψυχῆς σου τὸ ἑδραῖον ἀπεθαύμασεν ὁ Ζωσιμάς, Μαρία, ὁ γνωστὸν εἰς ἡμᾶς ποιήσας τὸν σὸν βίον τὸν θαυμαστόν, ἀρχέτυπον ψυχοτρόφου μετανοίας.
Θεοτοκίον.
Ὕμνους προσάγω σοι ἀπαύστως, τῇ Μητρὶ τοῦ Λυτρωτοῦ μου καὶ Θεοῦ μου ἱκετεύων πιστῶς εἰρήνην δώρησαί μοι κατ’ ἄμφω καὶ ὁμόνοιαν, μητροπάρθενε Μαρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σταυρὸν τὸν θεῖον, ὃν ἐν Σιὼν ἡμποδίσθης, θαυμαστῶς προσκυνῆσαι προστάτην, ἔσχες εἶτα μῆτερ, Μαρία ἐν ἐρήμῳ.
Μαρία, κούφως, τῷ ποταμῷ Ἰορδάνῃ, χάριν εὗρες πολλὴν ἐπιβαίνειν, καὶ ἀεὶ πρεσβεύειν, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ἁγιωσύνης ἀδιατάρακτε στῦλε, καθαγίασον πάντας Μαρία, σε ὑμνολογοῦντας, ὡς βάθρον μετανοίας.
Θεοτοκίον.
Ῥερυπωμένον, τῇ κοινωνίᾳ τοῦ σκότους, ἀποκάθαρον Θεογεννῆτορ, καὶ πρὸς τοῦ Υἱοῦ σου, ὁδήγησόν με φέγγος.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἁμαρτίας, κάθαρον δυσώδους, κεκαθαρμένη Μαρία σοὺς πρόσφυγας, ταῖς πρὸς Θεόν σου πρεσβείαις, Αἰγύπτου σέμνωμα.
Ἀκοίμητον λαμπάδα, θείας μετανοίας, κατέγνωμέν σε Μαρία διόπερ σε, ἀνευφημοῦντες πρεσβείας, τὰς σὰς αἰτούμεθα.
Χριστοῦ μυροδοχεῖον, εὔχρηστον Μαρία, τὴν δυσωδίαν παθῶν μου ἐξάλειψον, καὶ πρὸς λειμῶνας ἀῤῥήτου ὀσμῆς με ἴθυνον.
Θεοτοκίον.
Μανίας Θεοτόκε, τοῦ ἐχθροῦ συντήρει, ἡμᾶς ἀτρώτους ἐξ ὕψους παρέχουσα, δεδοξασμένη ἀπαύστως, τὴν εὐλογίαν σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, μετανοίας ὑπογραμμός, χαίροις, ἀπαθείας καὶ νηστείας τερπνὸς λειμών, χαίροις, Ἰορδάνου, ἐρήμου ὄρνις θεία, Μαρία, Αἰγυπτίων κύδος περίλαμπρον.
Τὴν μεμεστωμένην ταῖς ἡδοναῖς, τῆς πορνείας πρῶτον, μελῳδήσωμεν ἐκτενῶς, τὴν φανεῖσαν εἶτα πυξίον μετανοίας, Μαρίαν, καὶ Κυρίου νύμφην πανένδοξον.
Τὴν παθῶν κηλῖσι καὶ ἡδονῶν, βεβορβορωμένην, τὴν καθάρασαν ἑαυτὴν ὕδατι νηστείας καὶ θείας μετανοίας, Μαρίαν τὴν ὁσίαν ἐγκωμιάσωμεν.
Τῆς Αἰγύπτου εὖχος περιφανές, χεύμασι δακρύων, καὶ ἱδρώτων σου ταῖς ῥοαῖς, χθόνα τῆς ἐρήμου κατήρδευσας Μαρία, καὶ μετανοίας ἄνθη εὔοσμα ἤνθησας.
Εἶδε καὶ ἐθαύμασε Ζωσιμάς, ὁ θεόφρων μῆτερ, σὴν ἰσάγγελον βιοτὴν καὶ τὴν σοὶ οἰκοῦσαν, Μαρία, θείαν χάριν, δι’ ἧς κατηξιώθης βλέπειν τὰ μέλλοντα.
Παῦσον ἱκεσίαις σου πρὸς Θεόν, τὰς ἐπαναστάσεις, τοῦ σαρκίου τὰς ζοφερὰς, καὶ τὸν νοῦν Μαρία, εἰρήνευσον τῶν πίστει, ὑμνούντων ὡς Ὁσίων σε ὑποτύπωσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν ποδήρη χιτῶνα τῆς ψυχῆς σου τὸν γέμοντα, ῥύπου βδελυροῦ τοῖς δακρύων, ὀχετοῖς σου ἀπέπλυνας, Μαρία, ἐνδιαίτημα σεπτὸν ἐρήμου καὶ αὐτὸν ἐπιμελῶς, μετανοίας μαργαρίταις καὶ προσευχῆς, σαπφείροις κατεκόσμησας· δόξα τῷ σὲ κρατύναντι Χριστῷ, δόξα τῷ σὲ σωφρονήσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ ἡμῖν τὰ κρείττονα.
Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν ῥυπώδη ψυχῆς σου ἀποκαθάρασα, χιτῶνα ῥείθροις δακρύων, τῆς μετανοίας στολὴν ἐνεδύθης θεία χάριτι περίλαμπρον, καὶ Βασιλείας οὐρανῶν, ἠξιώθης θαυμαστὴ Μαρία, Αἰγύπτου θρέμμα, ἧς καὶ ἡμᾶς ἀπολαύσαι, τοὺς σὲ τιμῶντας καταξίωσον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου τὰς αἰτήσεις εὐμενῶς, τῶν σοὶ προστρεχόντων Μαρία, καὶ δίδου πᾶσιν ἀεί, τοῖς πιστῶς προφέρουσι σὸν θεῖον ὄνομα, εὐλογίαν ὡς ἔχουσα, πολλὴν παῤῥησίαν, πρὸς Χριστὸν τὸν Κύριον, ὅνπερ λυπήσασα, πρῶτον ἁμαρτίαις ποικίλαις, εἶτα κατεφαίδρυνας πόνοις, τοῖς ἀσκητικοῖς σου καὶ τοῖς δάκρυσι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Μετανοίας βάθρον ἀνάδειξον, Μαρία,
Χαραλάμπη πρεσβείας σὰς ἐκζητοῦντα.
Παρακλητικός Κανών εις την Οσία Μαρία την Αιγυπτίαν
Ποίημα Γεωργίου Γαλανοπούλου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ σεβασμίᾳ τῆς Μαρίας εἰκόνι, τῆς Αἰγυπτίας καὶ Χριστοῦ πανοσίας, δακρυῤῥόως προσπέσωμεν τιμῶντες αὐτῆς, μνήμην καὶ ἀσπαζόμενοι, ἀρετὰς τὰς θεοειδεῖς, ἆθλα τὰ ἀσκητικά, μιμησώμεθα βίον· καὶ γὰρ πρεσβεύει ἅπασι Χριστῷ, ἡ μακαρία, ἡμῖν δοῦναι ἔλεος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μαρίας Αἰγυπτίας μέλπω ἆθλα. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρία Ὁσία μῆτερ Θεοῦ, ἡ ἄσωτος πόρνη, ἐκφυγοῦσα τὴν γῆν παθῶν, Σταυρὸν τοῦ Κυρίου ἁραμένη, τὸν θεῖον πόθον ἡμῖν ἐγκαρδίωσον.
Ἀσκήσει διέπρεψας θαυμαστῶς, ἀγῶσι καμάτοις, μεταγνοῦσα δι’ ὅσας πρίν, εἰργάσω αἰσχρὰς ἐπιθυμίας· διὸ μετάνοιαν σὴν ἡμῖν βράβευσον.
Ῥοαῖς δακρυῤῥόοις καὶ στεναγμοῖς, ἱλέωσας Μῆτερ, τὸν εὐίλατον Ἰησοῦν, ὃν σὺ ἱκετεύομεν δυσώπει, ὅπως παράσχη πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Ἱκέται προστρέχομεν ταπεινῶς, ὑπὸ τὴν σὴν σκέπην, θεονύμφευτε Μαριάμ, αἰτούμενοι θείαις σου πρεσβείαις, τῷ σῷ Υἱῷ λυτρωθῆναι κολάσεως.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἁμαρτίας φυγοῦσα καὶ τῆς σαρκὸς πρόνοιαν, φαύλους λογισμοὺς ἐνηδόνους, καὶ ἔργα ἄσεμνα, τῷ σῷ Νυμφίῳ πιστῶς, κατηκολούθησας Μῆτερ, οὗ ἡμᾶς ἀξίωσον, ἔπεσθαι ἴχνεσιν.
Σπιλωθέντας Ὁσία ἁμαρτωλαῖς πράξεσι, νόσων καὶ παθῶν ψυχοφθόρων, ἰῷ τοῦ δράκοντος, ἡμᾶς τοὺς δούλους Χριστοῦ, ταῖς σαῖς λιταῖς πρὸς Δεσπότην, τάχει ἐλευθέρωσον, τούτου τοῖς δήγμασιν.
Ἀπημαύρωσας ἔργοις τὸ τῆς ψυχῆς κάτοπτρον, τῷ λουτρῷ δακρύων Μαρία, καὶ καθαρότητος, ἐγένου σκεῦος Χριστοῦ, χάριτι Πνεύματος θείου· ὅθεν σὴν μετάνοιαν, δὸς ἐκμιμήσασθαι.
Θεοτοκίον.
Ἱκεσίαις προσδέχου ἁμαρτωλῶν Ἄχραντε, πάντων ποθητῶς προσπιπτόντων, σεπτῇ εἰκόνι σου, ἐκδυσωποῦσα Υἱόν, ὥσπερ Μαρίας κατέστης, Κόρη ἐγγυήτρια, σωθῆναι ἅπαντας.
Διάσωσον, παντὸς κινδύνου ὁσία μῆτερ Μαρία, βλάβης νόσων τοὺς τῇ σῇ σεπτῇ εἰκόνι προστρέχοντας, ἐν πίστει δέ, ταύτῃ ἀσπαζομένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παθῶν τῆς ψυχῆς, νοός τε καὶ τοῦ σώματος, Ὁσία Θεοῦ, ἀπάλλαξον τοὺς μέλποντας, βιοτὴν καὶ ἄθλους σου, τῶν κινδύνων λύτρωσαι ἅπαντας, καὶ σαῖς πρεσβείαις πρὸς Χριστὸν ἡμᾶς, τρυφῆς αἰωνίου καταξίωσον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γαληνόμορφον ποίησον, τὴν τρικυμιώδη ψυχήν μου πάθεσιν, ὦ Μαρία σαῖς δεήσεσι, πρὸς τὸν Λυτρωτὴν καὶ πολυεύσπλαγχνον.
Ὑψηλόφρονα ἔχοντα, νοῦν τὸν ἡγεμόνα ταῖς παραγγέλμασιν, ἀγαγόντα εἰς ἀπώλειαν, Μῆτερ ταπεινώσει εὐθυγράμμισον.
Πεπτωκότα ἀνόρθωσον, τοῖς τῆς μετανοίας Μαρία τρόποις σου, καὶ δαιμόνων μηχανήματα, τῇ σῇ ἐπεμβάσει διασκόρπισον.
Θεοτοκίον.
Τὴν ψυχήν μου Θεόνυμφε, Μῆτερ τοῦ Ὑψίστου παθῶν καθάρισον, ἡ τεκοῦσα δόξης Ἥλιον, ὑπὲρ αἰσθητοῦ ἡλίου Κύριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι παθῶν, καὶ κινδύνων ῥῦσαι τάχιστα, ὦ πανοσία Μαρία τοῦ Θεοῦ, τοὺς τὴν σὴν μνήμην, μελίσμασι μεγαλύνοντας.
Ἄρασα Σταυρόν, τὸν Χριστὸν κατηκολούθησας, Μῆτερ Μαρία ἐρημίαις πιστῶς, ἐνασκηθεῖσα· διὸ ἡμᾶς ὅπλῳ τείχισον.
Σπούδασον ταχύ, καὶ Ἑλλάδος τὴν χώραν, ἣν σὲ Μαρία Αἰγυπτία τιμᾷ, ἀπαύστως φρούρει, καὶ τοὺς πιστοὺς διαφύλαττε.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, μεγαλύνομέν σε Δέσποινα, ἡ ἀχώρητον χωρήσασα γαστρί, ὃν ἐκδυσώπει ἡμᾶς, τρυφῆς ἀξιώσασθαι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθῦν ὁ σατᾶν μὲ ἐζώγρησε, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Πανοσίας εὐχαῖς Σῶτερ σῶσόν με.
Λευκόχροον, τὴν ψυχὴν ἀνάδειξον, ἀποκάθαρον παθῶν προσευχαῖς σου, νόσων δεινῶν πειρασμῶν με ὀδύνης, Μαρία ῥῦσαι κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, λυτρουμένη κακίας τοῦ ὄφεως.
Περίζωσον, τοὺς πιστῶς ὑμνοῦντάς σε, τῇ σῇ χάριτι ὁσία Μαρία, καὶ πρὸς ὁδὸν μετανοίας Κυρίου, σωτηριώδη ἡμᾶς μῆτερ ἴθυνον, τοὺς ἄδοντας περιχαρῶς, ἀρετάς σου καὶ θεῖα παλαίσματα.
Θεοτοκίον.
Ὦ Δέσποινα, ἐκ παθῶν με νήστευσον, καὶ δυνάμει σου ἐνίσχυσον θείᾳ· ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ δ’ ὑμνοῦμεν σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον σου.
Διάσωσον, παντὸς κινδύνου Ὁσία μῆτερ Μαρία, βλάβης νόσων τοὺς τῇ σῇ σεπτῇ εἰκόνι προστρέχοντας, ἐν πίστει δέ, ταύτῃ ἀσπαζομένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μετανοίας ὁ ὑπογραμμὸς παναοίδιμε, καὶ μεσίτις πέλεις τῶν πιστῶν πρὸς τὸν Εὔσπλαγχνον· σὺ Μαρία τὴν Ἐκκλησίαν πίστιν τε φρουρεῖς· διὸ πρόφθασον μῆτερ σεπτή, εἰς τὴν βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, ἐκλύτρωσαι δαιμονῶντας, ἡμᾶς δ’ ἐκ βλάβης ἐξελοῦ, πειρασμῶν καὶ περιστάσεων.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τῆς πανοσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μῆτερ παναοίδιμε, σαρκὸς τὸν μεμολυσμένον, καὶ ψυχῆς τὸν ἄσωτον, σὺ νῦν καταφεύγοντα μὴ ἐάσης με· δέομαι σῶσόν με, λιταῖς πρὸς Κύριον, εὐπροσδέκτοις ὦ πανθαύμαστη, ἴασιν βράβευσον, ἄμφω πειρασμῶν δ’ ἐλευθέρωσον, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως ἀνυμνῶ σου, Μαρία μετανοίας βιοτήν, καὶ μεγαλύνω ἐν ᾄσμασιν, ἄθλους καὶ καμάτους σου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσκήσει θεαρέστῳ ἐξιλέωσε Πλάστην καὶ μετανοίας ὁδῷ, ἐπέστρεψας Μαρία, σατᾶν καταβαλοῦσα, γηθοσύνως κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεραπαίνις Κυρίου καὶ συναυλιζομένη, σὺν τοῖς Ὁσίοις Χριστόν, ἱλέωσε λιταῖς σου, κολάσεως ῥυσθῆναι, ὦ Μαρία τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λαὸν Ὁσία μῆτερ, ἀνυμνοῦντά σε ὕμνοις, τῶν Ὀρθοδόξων πιστῶν, σαῖς πρὸς Χριστὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ εὐκλείας ἀξίωσον, τῆς Βασιλείας Θεοῦ, ὁδὸν ὀρθὴν δεικνῦσα.
Θεοτοκίον.
Ἁγνὴ νῦν καθορῶμεν, ἀπειρόγαμον Νύμφην σὲ ὡς κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βάτον, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασαν· διὸ τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀνῆλθες, πρὸς τὴν Σιὼν Πανοσία, τοῦ ποθεῖν ὁρᾶν Χριστὸν Νυμφίον· ὅθεν προσευχαῖς σου, κἀμῖν σὸν πόθον δίδου.
Ἐλέους θείου, καὶ δωρεῶν πλῆσον πάντας, καὶ λαὸν Ἑλλάδος γῆς τιμῶσαν, σὲ ὦ Αἰγυπτία, προστάτευε Μαρία.
Ὦ Πανοικτῖρμον, σῶσον λιταῖς σῆς Ὁσίας, τοὺς πιστῶς ἀπαύστως σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, σὸν κράτος εἰς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ Ἁγίων ἡ ἁγιωτέρα Μῆτερ, σὲ τιμῶντας, καὶ σκέπε πάσης βλάβης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, φύλαττέ μοι Σῶτερ, τῆς θεοφόρου εὐχαῖς τὸν προσφέροντα, τόνδε τὸν ὕμνον καὶ πάντας περίσωζε.
Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξη ἡμᾶς ὦ σεμνή, τοὺς σὴν πανένδοξον μνήμην πανηγυρίζοντας.
Ὀρδὰς τῶν ἀλλοπίστων, τρέψον Μῆτερ πόῤῥω, ἡμᾶς τοὺς ἐπαπειλοῦντας δουλῶσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήνων ἀεὶ τιμώντων σε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, ὑπάρχεις Παρθένε· διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τίς σου τὰ παλαίσματα ἀρετάς, τεράστια ξένα, διηγήσασθαι εὐχερῶς, δύναται Μαρία, ἃ σὺ εἰργάσω πόθῳ, καὶ μετανοίας τρόποις, πρὸς βίον ἔνθεον;
Ὦ κατορθωμάτων ἀσκητικῶν, ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, ὦ σῆς ἐγκρατείας, καὶ αὐστηρὰς νηστείας, δι’ ὧν σὸν βίον Μῆτερ, ὄντως ἐκόσμησας.
Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, Ὁσίαν μητέρα, ἐνασκήσασαν ἀνδρικῷ, φρονήματι σθένει, ἐν Ἰορδάνου τόποις, πανερημικοτάτοις, ὕμνοις γεραίροντες.
Μῆτερ πανοσία διηνεκῶς, σὲ παρακαλοῦμεν, καθικέτευε Λυτρωτήν, δοῦναι πᾶσι τρίβον, ἀνῦσαι μετανοίᾳ, καὶ πάθη ἀφιέναι, ὡς Πολυέλεος.
Λύτρωσαι κινδύνων καὶ συμφορῶν, θλίψεως ἀνάγκης, πειρασμῶν τε δαιμονικῶν, τοὺς πιστῶς τιμῶντας, τὴν μνήμην σου Μαρία, καὶ ἱερὰ εἰκόνα, ἀσπαζομένους σου.
Νόσων ἐλευθέρωσον λοιμικῶν, σεισμοῦ σφοδροτάτου, θεηλάτου ὀργῆς πιστούς, ὦ μῆτερ Μαρία, καὶ σκέπε τὴν Μονήν σου, καὶ τὰς σεπτὰς μητέρας, παθῶν ἀπήμονας.
Φρούρει ἐκ κινδύνων βλάβης πυρός, ἡμᾶς πανοσία, ἐπιθέσεων τοῦ ἐχθροῦ, ἐξ αἱρετιζόντων, μανίας σαῖς πρεσβείαις, πρὸς Λυτρωτὴν τοῖς ὕμνοις, σὲ μεγαλύνοντας.
Ὦ Μαρία μῆτερ σὺν Ζωσιμᾷ, Πατρὶ θεοφόρῳ, σὲ ἰδόντι πρὸ τελευτῆς, καὶ Τιμίοις Δώροις, προσφέροντι Σωτῆρος, ἡμᾶς πάσης ἀνάγκης, ἀπολυτρώσασθε.
Ῥῦσαι τοῦ ἀσβέστου πυρὸς ἡμᾶς, ὦ Δικαιοκρῖτα, ἱκεσίαις θερμαῖς μητρός, Μαρίας ὁσίας, καὶ ἴθυνον τὸν βίον, πρὸς μετανοίας τρίβον, ψυχοσωτήριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πρόσδεξαι Ὁσία τοῦ Θεοῦ, ὕμνον ἱερὸν ᾆσμα θεῖον, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα μῦρα δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς σὴν εἰκόνα, κατασπαζομένων σου, καὶ ἐκβοώντων τρανῶς· Μῆτερ σκέπε Ἑλλάδα χώραν, ῥῦσαι πειρασμῶν καὶ κινδύνων, καὶ λαὸν συντήρησον ἀπήμονα.