Παρακλητικός κανών εις την Υπεραγία Θεοτόκον την Κυκκώτισσα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μῆτερ Ὑψίστου ὀμβροτόκε νεφέλη, θεοχαρίτωτε Κυκκώτισσα δέξαι, δεήσεις τῶν προσφύγων σου καὶ πέμψον ταχύ, ὑετὸν Πανύμνητε ἐπὶ γῇ τῇ αὐχμώσῃ, πρὸς πλουσίαν νήσου σου Κύπρου καρποφορίαν, καὶ εὐφορίαν πάντων ψυχικήν, τῶν ἐκζητούντων σὴν ἄγρυπνον πρόνοιαν.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὄμβρον ἐλέους σου πέμψον μοι, Ἐλεοῦσα. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁμήγυρις πάντων τῶν εὐσεβῶν, Κυκκώτισσα Μῆτερ, καταφεύγουσα σῇ Μορφῇ, τῇ θείᾳ ἐν χρόνοις ἀνομβρίας, ὄμβρον αἰτεῖται ἀπείρου ἐλέους σου.
Μὴ παύσῃ πρεσβεύουσα ἐκτενῶς, Χριστὸν τὸν Υἱόν σου, ἀγαθόδωρον Ἰησοῦν, ἡμῖν καταπέμψαι οὐρανόθεν, ὄμβρον ψυχὰς τὰς αὐχμώδεις δροσίζοντα.
Βοτάνην ἐκφύειν Κυπρίαν γῆν, διψῶσαν Παρθένε, ἀνομβρίας ἐκ ζοφερᾶς, ἀξίωσον πέμπουσα ἀφθόνως, ὄμβρον ἡδὺν ἐπ’ αὐτῇ νῦν Κυκκώτισσα.
Ῥανίσιν ἀπείρων σου οἰκτιρμῶν, καὶ σῆς εὐσπλαγχνίας, ῥᾶνον πάντας τοὺς εὐλαβῶς, προσφεύγοντάς σοι ὡς εἰς νεφέλην, φιλευσπλαγχνίας Παρθένε Κυκκώτισσα.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Οὐρανόθεν ἀφθόνως ἐπὶ τῇ γῇ Δέσποινα, πέμψον τῇ διψώσει τῆς Κύπρου, ὄμβρον Κυκκώτισσα, ἵνα βλαστήσῃ καρπόν, ἡδὺν καὶ σύγκαρπον Μῆτερ, πρὸς σαρκὸς τῶν δούλων σου, τέρψιν κραυγάζομεν.
Νεκταρόβρυτον δρόσον ἐξ οὐρανοῦ τάχιστα, πέμψον ἐπὶ πᾶσαν τὴν νῆσον, ἧς πέλεις ἔφορος, καὶ ἀρωγὸς ταχινή, ἐν ἀνομβρίᾳ ζοφώδει, ἀγλαὴ Κυκκώτισσα, Θεογεννήτρια.
Ἐλεοῦσα Παρθένε τὸ σὸν σεπτὸν ἔκτυπον, ὅπερ πολυτίμητον πέλει, Κύκκου θησαύρισμα, κατασπαζόμενοι νῦν, ἀναβοῶμεν· λιταῖς Σου, ἐφ’ ἡμᾶς κατάπεμψον, ὄμβρους εὐνοίας σου.
Λῦσον τῆς ἀνομβρίας δεσμοὺς τῇ σῇ χάριτι, ὥσπερ Ἠλιοὺ ὁ Θεσβίτης, πάλαι Κυκκώτισσα, ἵνα ὑμνῶμεν ἀεί, ὡς εὐσυμπάθητον πάντες, σὲ προστάτιν νήσου σου, καὶ ἀντιλήπτορα.
Ἀπάλλαξον, ἐξ ἀνομβρίας Κυκκώτισσα κατωδύνου, νῆσον Κύπρον τὴν σοὶ πιστῶς ἑκάστοτε σπεύδουσαν, καὶ χάριν σὴν θείαν ἐκδεχομένην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐλέους πηγὴ θαυματουργὲ Κυκκώτισσα, ἡ χάρις πολλὴν Θεοῦ ὡς Μήτηρ ἔχουσα, ἐπὶ γῆν τὴν ἄνικμον, καὶ αὐχμῶσαν Κύπρου κατάπεμψον, βροχὴν τὴν νῦν διψῶσαν σαῖς λιταῖς, καρπῶν πανευχύμων πρὸς ἐκβλάστησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπομβρίαις ἐλέους σου, ἄρδευσον καρδίας τῶν προστρεχόντων σοι, Ἐλεοῦσα ὑπερθαύμαστε, καὶ ἀσπαζομένων τὴν Εἰκόνα σου.
Οὐρανὸν δοῦναι νήσῳ σου, ὑετὸν προσεύχου θερμῶς Κυκκώτισσα, τῇ διψώσῃ Μητροπάρθενε, ἵν’ αὐτῆς ἡ γῆ βλαστήσῃ κάρπωμα.
Ὑμνωδίαις ἑκάστοτε, στέφομέν σε Μῆτερ ἁγνὴ Κυκκώτισσα, τὴν βραβεύουσαν ὡς εὔσπλαγχνον, πᾶσιν ὑετὸν ἡδὺν σῆς χάριτος.
Σαῖς πρεσβείαις Κυκκώτισσα, ἀνομβρίας γνόφον δριμὺ ἀπέλασον, καὶ ἀρούρης γονιμότητος, χρυσαυγὴν ἀνάτειλον τῇ νήσῳ σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύμπας ὁ λαός, τῶν Κυπρίων καταφεύγει σοι, ἐν τοῖς χρόνοις ξηρασίας χαλεπῆς, ἐκζητῶν τὴν προστασίαν σου Κυκκώτισσα.
Ὄμβρισον ἡμῖν, ὑετὸν παραμυθίας σου, τεθλιμμένας ἵνα πλήσῃ χαρμονῆς, καὶ ξηρὰς ψυχὰς ἡμῶν ἁγνὴ Κυκκώτισσα.
Ὕμνον δωρεῶν, τῶν πολλῶν ου ἐξυφαίνοντες, ἀνακράζομεν· Κυκκώτισσα σεμνή, κλῖνον τάχος σοῖς οἰκέταις οὖς εὐήκοον.
Πίανον ἡμῶν, προστασίας σου τοῖς ῥεύμασι, τὰς καρδίας τὰς ἀνίκμους καὶ ξηράς, Ἐλεοῦσα θαυμαστὴ Τροόδους καύχημα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον, πάντων δεομένων σου, Ἐλεοῦσα τῶν πιστῶς προσκυνούντων, τὴν σὴν Κυκκώτισσα θείαν Εἰκόνα, ἥνπερ Λουκᾶς ὁ σεπτὸς ἐζωγράφησεν, εὗρες γὰρ χάριν δαψιλῆ, ἀνομβρίας σκεδάζει σκοτόμαιναν.
Μητρόθεε, νέφος θεοδώρητον, τὸ κατάγον ὕδωρ ζῶν οὐρανόθεν, τῆς ἀνομβρίας κατάπαυσον λύμην, ψυχὰς Κυπρίων δεινῶς καταθλίβουσαν, καὶ ὄμβρον δὸς πρὸς ἀμητόν, Ἐλεοῦσα πολύχουν τῇ νήσῳ σου.
Ψελλίζομεν, ἀγλαὴ Κυκκώτισσα, ὥσπερ νήπια καρδίᾳ ἀμώμῳ, τὴν σὴν πρὸς πάντας ἡμᾶς εὐσπλαγχνίαν, καὶ ταχινὴν ἀρωγὴν Μητροπάρθενε, πανθαύμαστε πρὸς τοὺς πιστῶς, ἐκζητοῦντας πρεσβείας τὰς θείας σου.
Ὀλέθριον, ἀνομβρίαν δίωξον, ἐκ τῆς νήσου τῶν Κυπρίων Παρθένε, ἧς ἐν τοῖς ἄλσεσι σκήνωμα δόξης, σοὶ ἐδομήθη περίδοξον Δέσποινα, ὑπὸ τοῦ θείου ἀσκητοῦ, Ἡσαΐου Κυκκώτισσα πάνσεπτε.
Ἀπάλλαξον, ἐξ ἀνομβρίας Κυκκώτισσα κατωδύνου, νῆσον Κύπρον τὴν σοὶ πιστῶς ἑκάστοτε σπεύδουσαν, καὶ χάριν σὴν θείαν ἐκδεχομένην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Γῇ τῇ διψώσῃ δὸς ὄμβρους Κυκκώτισσα, τῆς νήσου Κύπρου σπευδούσης σῇ χάριτι, καρποφορίαν πρὸς ἄφθονον Δέσποινα, καὶ τῶν ὑμνούντων σὴν ἄμετρον πρόνοιαν, πρὸς χορτασμόν τε καὶ βίον ἀμείνονα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Τὸ πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Ἐλεούσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριν ὡς πλουτήσασα, πολλὴν Κυρία Παρθένε, τοὺς αἰθέρας σκίασον, ὀμβροφόροις νέφεσι, καὶ κατάπεμψον, ὑετὸν ἄφθονον, γαίᾳ τῇ διψώσῃ, πρὸς πολύχουν Μῆτερ ἄσταχυν, σεμνὴ Κυκκώτισσα, προσφυγὴ Κυπρίων καὶ καύχημα, καὶ ἀρωγὲ καὶ στήριγμα, τῶν ἀσπαζομένων σὸν ἔκτυπον, ἵνα εἰς αἰῶνας, αἰώνων μεγαλύνωμεν πληθύν, τῶν θαυμασίων σου Δέσποινα, Ἐλεοῦσα πάναγνε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεφοβλήτους ῥανίδας καταπέμπεις ὑψόθεν κλεινὴ Κυκκώτισσα, ἐπὶ τὴν νῆσον Κύπρον, πρεσβείαις σου ἀόκνοις, πρὸς τὸν πάντιμον Τόκον σου, καὶ Ζωοδότην ἡμῶν, τὸν νεφεληγερέτην.
Μυροβόλον δοχεῖον θαυμασίων παντοίων καὶ ἀνθοστόλιστον, κυάθιον ἀπείρων, καὶ θείων δωρημάτων, Θεοτόκε Κυκκώτισσα, πίανον ἔργων ἡμῶν, εὐχαῖς σου ξηρασίαν.
Ὄμβρους γῇ τῇ αὐχμώσῃ καὶ ἀέρας εὐκράτους δίδου Κυκκώτισσα, τῇ σῇ Μεγαλονήσῳ, ψυχῆς κλινούσῃ γόνυ, καὶ βοώσῃ Παντάνασσα, ἐν κατανύξει πολλῇ, ἐπάκουσον φωνῆς μου.
Ἱλαστήριον κόσμου εἰς δρυμοὺς τῆς Τροόδους ἐν οἷς Κυκκώτισσα, φιλέρημος ὡς ὄρνις, ὁ θεῖος Ἡσαΐας, σοὶ σεμνεῖον ἐδόμησε, σπεύδοντες χάριν τὴν σήν, λαμβάνομεν ἀφθόνως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐλέους κρήνη, καὶ ἀκεσώδυνον φρέαρ, Ἐλεοῦσα ὑπάρχουσα βλύζεις, σοῖς οἰκέταις ὄμβρους, ἀπείρου συμπαθείας.
Λῦσον εὐχαῖς σου, τὴν ξηρασίαν τῆς νήσου, καὶ ὑέτιον ἄνεμον Μῆτερ, δὸς αὐτῇ ἐν πίστει, σῇ σκέπῃ προστρεχούσῃ.
Ἐπάκουσόν μου, φωνῆς δεήσεως τάχος, καὶ ἀφάνισον τῆς ξηρασίας, ἴχνη ἐκ τῆς νήσου, Κυκκώτισσα τῆς Κύπρου.
Οὐ παύω Μῆτερ, ἐπιστασίαν σὴν θείαν, ἀνυμνῶν Ἐλεοῦσα Παρθένε, καὶ κραυγάζων· χαῖρε, τῆς ἀνομβρίας παῦσις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑμνοῦμεν ὡς νεφέλην, σὲ Παρθενομῆτορ, τὴν ὑετὸν δωρουμένην Κυκκώτισσα, οὐ δυναμένῃ γῇ φέρειν καρποὺς ἐκ καύσωνος.
Σῶν πρεσβειῶν ῥανίσι, πλῦνον ξηρανθείσας, γαίας ψυχῶν σῶν προσφύγων Κυκκώτισσα, ὡς εὐσπλαγχνίας χειμάῤῥους ὄντως πολύῤῥυτος.
Ἁγιασμοῦ ὡς δῶρον, πέμψον οὐρανόθεν, ὄμβρον τῇ νήσῳ σου Κύπρῳ Κυκκώτισσα, ἐν ἀνομβρίαις σπευδούσῃ σῇ θείᾳ χάριτι.
Χαρίτων σου πλουσίων, Μῆτερ Ἐλεοῦσα, καὶ δωρημάτων πολλῶν ἀπολαύοντες, ξηρὰς σῶν δούλων καρδίας βοῶμεν πίανον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὄμβρον δροσοβόλον ἐξ οὐρανοῦ, πέμψον τῇ αὐχμώσῃ, γῆ Κυκκώτισσα θαυμαστή, νήσου τῶν Κυπρίων, τῇ νῦν χειμαζομένῃ, ἐξ ἀνομβρίας πίστει, παρακαλοῦμέν σε.
Πίανον καρδίας σῶν οἰκετῶν, τὰς ἐξηραμένας, ἐκ κακίας καὶ πονηρῶν, ἔργων Ἐλεοῦσα, Κυκκώτισσα Κυρία, πιστῶς ἀναβοῶμεν, οἱ σοὶ προστρέχοντες.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, τὴν σεπτὴν Εἰκόνα, Ἐλεούσης τῆς θαυμαστῆς, ἐν Μονῇ τοῦ Κύκκου, τὴν λύουσαν ταχέως, δεσμοὺς τῆς ἀνομβρίας, πάντες χριστώνυμοι.
Χαίροις Ἐλεοῦσα θαυματουργέ, κλέϊσμα τῆς Κύπρου, καὶ ὡράϊσμα τιμαλφές, χαίροις ὀμβροτόκε, νεφέλη ἡ ἀφθόνως, ποτίζουσα τῆς Κύπρου, γαίας τὰς αὔλακας.
Χαίροις ὁ κατάῤῥυτος ποταμός, ὁ δροσίζων πάντων, τὰς ἀνίκμους τε καὶ ξηράς, δούλων σου καρδίας, Κυκκώτισσα Κυρία, δεινῶς ἐμπεριστάτων, νῦν προσφευγόντων σοι.
Ἐλεοῦσα Μῆτερ πανευμενῶς, ἴδε τοὺς ἐν πίστει, προσκυνοῦντας τὴν σὴν μορφήν, ἐν Μονῇ τοῦ Κύκκου, καὶ ὄμβριζε ἀφθόνως, ἡμῖν τὰ σὰ ἐλέη, ὡς εὐσυμπάθητος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄφθονε πηγὴ ἁγιασμοῦ, καὶ νεφέλη δίδουσα ὄμβρον, ἀνίκμῳ γῇ καὶ ξηρᾷ, ὥσπερ δῶρον πάντιμον, καὶ πολυτίμητον, μὴ παρίδῃς δεήσεων, φωνὰς οἰκετῶν σου, ἀλλὰ πέμψον τάχιστα, σὴν θείαν εὔνοιαν, πᾶσι τοῖς πιστῶς ἐκβοῶσι· χαῖρε Ἐλεοῦσα Παρθένε, Κύπρου μέγα καύχημα, Κυκκώτισσα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

