Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Κουδουμιανή Ιεράς Μονής Κουδουμάς

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ θαυματόβρυτον εἰκόνα σου πάντες κατασπαζόμενοι πιστῶς, ἣν εὗρον οἱ ὅσιοι αὐτάδελφοι, Παρθένε ἁγνή πάνσοφος Παρθένιος καὶ Εὐμένιος θεῖος, χαρμονῆς πληρούμεθα καὶ χαρίτων σου ὕδωρ τὸ θεϊκῶν ἀντλοῦμεν δαψιλώς, παθῶν δι’ ὥσπερ τὴν φλόγα σβεννύομεν.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Kαὶ ὁ Κανών.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ὑπεραγία Θεοτόκε Κουδουμιανή σῶσον ἡμᾶς.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Και νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ Μητέρα Πάναγνε τὴν σεπτήν, εἰκόνα σου πάντες, ἐν τῇ μάνδρᾳ τοῦ Κουδουμᾷ, πιστῶς ἀσπαζόμενοι τὰς θείας, πρὸς τὸν Υἱόν σου λιταῖς ἐξαιτούμεθα.

Ἐπόμβρισον πᾶσιν ὡς συμπαθής, ἐλέους ῥανίδας, Μῆτερ κλέισμα Κουδουμά, τοῦ θείου σου τόκου καὶ καρδίας, ἡμῶν ξηρὰς πλείστοις πάθεσι πίανον.

Οἱ λάμψαντες βίῳ μοναδικῷ, Παρθένιος θεῖος, καὶ Εὐμένιος ὁ κλεινός, ἐν ταύτῃ τῇ μάνδρᾳ Θεοτόκε, σὺν σοὶ Χριστῶ ὑπὲρ πάντων πρεσβεύουσι.

Τὴν θείαν εἰκόνα σου Μαριάμ, πλουτοῦν ὥσπερ ὄλβον, τὸ σεμνεῖον τοῦ Κουδουμά, αὐτῇ καταφεύγει ἐν κινδύνοις, καὶ ζοφεραῖς περιστάσεσι πάντοτε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁμαιμόνων τὸ ζεῦγος τοῦ Κουδουμᾶ κτίτορες, τῆς μονῆς Παρθένιος, θεῖος, καὶ ὁ Εὐμένιος, Θεογεννῆτορ σὺν σοὶ εἰρήνην πᾶσιν αἰτοῦσι, τοῖς ἀσπαζομένοις σου νῦν τὸ ἐκτύπωμα.

Κουδουμᾶ εὖχος μέγα οἱ τῶν πιστῶν σύλλογοι, τὴν σεπτήν σου ὄντως εἰκόνα, κατασπαζόμενοι, ἀντλοῦμεν ῥῶσιν ψυχῶν, καὶ τῶν σωμάτων ὑγίειαν, ὅθεν ἀνυμνοῦμέν σε Θεοχαρίτωτε.

Εὐρωστίαν μοι δίδου καὶ τῆς σαρκὸς ξήρανον, πάθη τὰ χαμαίζηλα Κόρη, ἵνα γεραίρω σε, ὡς Κουδουμᾶ τῆς Μονῆς, εὐλογημένη Μαρία, κλέος καὶ θεμέλιον ἀδιατάρακτον.

Τῶν πταισμάτων μου αἴτει θαυματουργέ ἄφεσιν, καὶ πολυειδῶν συμπτωμάτων, τὴν ἀπολύτρωσιν, παρὰ τοῦ πάντων Θεοῦ, τιμιωτέρᾳ Ἀγγέλων, Κουδουμά ὡράισμα καὶ θεῖον σέμνωμα.

Ὁδήγησον πρὸς σωτηρίας λιμένα τοὺς σὲ ὑμνοῦντας, Θεοτόκε, τοῦ Κουδουμᾶ πατέρων ὡράισμα κλεινοῦ Παρθενίου καὶ Εὐμενίου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστασίαν θερμὴν καὶ ῥύστην σε ἐκτήσατο, ἐξ ἄλγους δεινοῦ, Παρθένε, ἡ περίκλυστος Μονή, ἡ τὸ ἔκτυπον ἐν κόλποις ἔχει τὸ θεῖον σοῦ τοῦ Κουδουμᾶ· διὸ καὶ εὐλαβῶς εἰς σὲ καταφεύγεις, Μῆτερ, πάντοτε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀλοθύμως εἰκόνος σου ᾄδω τὰ θαυμάσια Θεονύμφευτε, ἂ τελεῖς πιστοῖς τοῖς σπεύδουσιν, εἰς τοῦ Κουδουμᾶ μονὴν τὴν πάνσεπτον.

Ὑποχείριον δαίμονος μή με δείξῃς Δέσποινα ἀνακράζω σοι, προσκυνῶν τὸ σὸν ἐκτύπωμα, Κουδουμιανὴ τὸ θαυματόβρυτον.

Δαψιλῶς τοῖς προστρέχουσι προσκυνήσαι Πάναγνε τὴν εἰκόνα σου, Κουδουμᾶ εἰς τὴν παράλιον Μάνδραν βρύεις νάματα ἰάσεων.

Ὁδηγὸς ἀσφαλέστατος ἴσθι ἐν τῷ βίω ἡμῶν Μητρόθεε, εὐλαβῶς ἀσπαζομένων σου τὴν ἐκ Κουδουμᾶ εἰκόνα ἄσμενοι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις μελιχροῖς, καταστέφομεν σε πάντοτε, Θεοτόκε κύδος Μάνδρας Κουδουμᾶ, καὶ προστρέχομεν ἐν θλίψεσι σῇ χάριτι.

Μέμνησο ἡμῶν, ἐν τῇ ὥρᾳ τῆς ἐτάσεως, τῶν σπευδόντων εἰς Μονὴν τοῦ Κουδουμᾶ, Θεοτόκε προσκυνήσαι τὴν εἰκόνα σου.

Ἵνα δωρεάς, ἐξυμνήσω τὰς ἀμέτρους σου, δός μοι λόγον Κουδουμᾶ Μονῆς πυρσέ, Θεοτόκε τῶν μερόπων καταφύγιον.

Ἄκαρπον συκῆν, ἀναμένουσα τοῦ τόκου σου, τὴν δρεπάνην μή με δείξῃς Κουδουμᾶ, τοῦ σεμνείου εὖχος ἄσπιλε Παντάνασσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεόφυτα ἀρετῆς λευκάνθεμα ἀνεβλάστησαν ἐν τόπῷ Παρθένε, ἐν ὦ Μονή σου σεπτῇ ἀνηγέρθη, σὺν Εὐμενίῳ ὁ θεῖος Παρθένιος, οὕς ἀνυμνοῦντες μετά σου, εὐωδίας ἀφράστου πληρούμεθα.

Ἡ πάνσεπτος νῦν καὶ θαυματόβρυτος ἱερὰ Θεοκυήτορ εἰκών σου, ἐν Κουδουμᾶ τῷ σεμνείῳ κειμένῃ χαρὰς πληροῖ τοὺς ἀσθμαίνοντας πάντοτε, ἐκ τοῦ δυσβάτου τῆς ὁδοῦ Ἐρχομενοὺς αὐτὴν κατασπάσασθαι.

Βεβύθισμαι οἷμοι ὁ πολύστηνος ἐν τῇ δίνῃ τῶν ἀνόμων μου ἔργων, πλὴν σοὶ θαῤῥῶν ἀνακράζω σοι τεῖνον, τὰς σὰς παλάμας καὶ σῶσόν με Δέσποινα, κυρία Κουδουμιανή, ποντουμένων σανὶς καὶ βοήθεια.

Λαμπρότητος θεϊκῆς ἀξίωσον τοὺς οἰκέτας σου τυχεῖν, Θεοτόκε, μεγαλοφώνως τοὺς πόθῳ ὑμνοῦντάς σε εἰς αἰῶνας ὡς κόσμου μεσίτριαν καὶ τῆς Μονῆς τοῦ Κουδουμᾶ τὸ ἀσύλητον ὄντως θησαύρισμα.

Ὁδήγησον πρὸς σωτηρίας λιμένα τοὺς σὲ ὑμνοῦντας, Θεοτόκε, τοῦ Κουδουμᾶ πατέρων ὡράισμα κλεινοῦ Παρθενίου καὶ Εὐμενίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου σπεύδοντες Δέσποινα, τῶν δαψιλῶν σου χαρίτων πληρούμεθα, Μονῆς Κουδουμᾶ ἐγκαλλώπισμα· διὸ φαιδρῶς σε ἀεὶ μακαρίζοντες εἰκόνα τὴν σὴν ἀσπαζόμεθα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοι Κύριε δόξα σοι·

Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δέσποινα πανάχραντε, τοῦ Κουδουμᾶ ὡραιότης, τὴν σεπτὴν εἰκόνα σου ἥνπερ ὁ Παρθένιος καὶ Εὐμένιος εὗρον νῦν χαίροντες οἱ λαοὶ χάριν σου προσκυνοῦντες ἀρυόμεθα, ἣν βρύει ἅπασι τοῖς αὐτῇ πιστῶς προσπελάζουσι· διὸ καὶ μεγαλύνοντες σε εἰς τοὺς αἰῶνας κραυγάζομεν· δίδου τὴν κατ’ ἄμφω ὑγίειαν τοῖς ψάλλουσι θερμῶς σοι καὶ εἰρήνην Μητρόθεε, πᾶσιν ἀστασίαστον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀρωγὲ Παρθενίου καὶ χαρὰ Εὐμενίου Θεογεννήτρια, τῶν θείων αὐταδέλφων καὶ μάνδρας σου κτιτόρων Κουδουμᾶ, τήν παράκλησιν τῶν προσφευγόντων εἰς σε, Παρθένε μὴ παρίδῃς.

Βρύσις ἄφθονος πέλει θαυμασίων παντοίων τὸ σὸν ἐκτύπωμα ἐν Κουδουμᾶ τῇ μάνδρᾷ τὸ τεθησαυρισμένον, ὑπερύμνητε Δέσποινα, καὶ ἰαμάτων κρουνός, Παρθένε πολυχεύμων.

Ἡλιόφωτε Κόρη, Κουδουμᾶ παρακλῆτορ καὶ περιτείχισμα, ἡ τῆς δικαιοσύνης τὸν Ἥλιον τεκοῦσα ἀνηρότως τὴν ζόφωσιν τῆς ἀδικίας ταχὺ ἀπέλασον εὐχαῖς σου.

Σωτηρίας πυξίδα ἐν νυκτὶ ὀμιχλώδει ἀνόμων πράξεων γιγνώσκομεν σε Μῆτερ, καὶ πόθῳ προσκυνούμεν τὴν ἁγίαν εἰκόνα σου, ἐν τῇ Κουδουμᾷ ὦ Κεχαριτωμένῃ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαι κινδύνων καὶ νοσημάτων παντοίων, Κουδουμᾶ πανσθενὲς ἀντιλῆπτορ, τοὺς καταφιλοῦντας τὴν θείαν σου εἰκόνα.

Ὕψωσον Μῆτερ, ἐκ τοῦ βυθοῦ ἀπωλείας τὴν πεσοῦσαν ψυχήν μου λιταῖς σου καὶ κατευθυνόν με πρὸς θείας ἀναβάσεις.

Σαρκὸς κινήσεις τὰς ψυχοφθόρους Παρθένε, Θεοτόκε κατάστειλον τάχος, ἵνα σωτηρίας ὡς πρόξενον ὑμνῶ σε.

Ἀγίασόν με τὸν καταφεύγοντα πίστει, τῇ σεπτῇ σου εἰκόνι Κυρίᾳ, Κουδουμᾶ τῆς μάνδρας Ὑπερδεδοξασμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν τὰς τῶν δικαίων Δέσποινα σκηνώσεις ἐν οὐρανοῖς καταξίωσον ἅπαντας, τοὺς εὐλαβῶς προσκυνοῦντάς το σὸν ἐκτύπωμα.

Μετὰ τοῦ Παρθενίου καὶ τοῦ Εὐμενίου, τὸν σὸν Υἱὸν ἐκδυσώπει Παντάνασσα, τοῦ Κουδουμᾶ ὄλβε θεῖε καὶ ἀγαλλίαμα.

Χαρίτων μυροθήκῃ Εὐμενίου κλέος καὶ Παρθενίου ὁσίου τὸ καύχημα, Θεοχαρίτωτε Μῆτερ χαράς με πλήρωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, τὴν σεπτὴν εἰκόνα καὶ θαυμάτων τὴν αὐτουργόν, ἐν τῷ δυσπροσίτῳ, τοῦ Κουδουμᾶ σεμνείῳ, τῆς Κεχαριτωμένης κόσμου προστάτιδος.

Χαίροις ξυνωρίδος τῶν ἀσκητῶν, θείου Παρθενίου Εὐμενίου τε τοῦ σοφοῦ, κλέος Θεοτόκε ὐπερδεδοξασμένη καὶ Κουδουμᾶ τῆς μάνδρας εὖχος ἀτίμητον.

Τὴν σεπτὴν εἰκόνα σου Μαριάμ, οἱ τοῦ σου σεμνείου, ἀειπάρθενε θαυμαστῇ, κτίτορες ἀνεῦρον, καὶ χαίροντες εἰς θρόνον, ἀπέθεσαν Παρθένε χρυσοπλοκώτατον.

Πάντας τοὺς προστρέχοντας ἐν σπουδῇ, προσκυνήσαι Μῆτερ, ἐν τῇ μάνδρᾳ τοῦ Κουδουμᾷ, τὴν σεπτὴν μορφήν σου, ἀπάλλαττε κινδύνων, ἀεὶ καὶ δίδου τούτοις πάντα τὰ πρόσφορα.

Ἔχει ἡ μάνδρα τοῦ Κουδουμᾶ σέμνωμα Παρθένε, καὶ ἀνύστακτον ἐν δεινοῖς, φύλακα πλουτούσα, τὸ θεῖον ἔκτυπόν σου, ἀσύλητον ὡς ὄλβον καὶ κύδος πάντιμον.

Κρήνη θαυμασίων παντοδαπῶν, πέλει ἡ εἰκών σου ἐν τῇ μάνδρᾳ τοῦ Κουδουμᾷ, Κεχαριτωμένη, προχέουσα ἰάσεις, τοῖς κατασπαζομένοις ταύτην ἐκ πίστεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Κουδουμᾶ τὸ σεμνεῖον ὡς ὄλβον ἄσυλον, καὶ θαυμασίων ταμεῖον τὴν σήν ἁγίαν μορφήν, ἐν τοῖς κόλποις ἔχον Δέσποινα μητράνανδρε, γάνυται καὶ ἀναφωνεῖ· Παρθενίου χαρμονῇ καὶ κλέισμα Εὐμενίου, τῶν θεοφόρων ὁσίων ἴσθι προστάτις τῶν τιμώντων σε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς εἰς τοῦ Κουδουμᾶ τὸ σεμνεῖον καὶ τὴν εἰκόνα σου προσκυνοῦντες Δέσποινα ἣν ὁ Εὐμένιος καὶ ὁ θεῖος Παρθένιος πολύτιμον ὄλβον ἔσχον ῥῦσαι θλίψεων δεινῆς κακώσεως βλάβης ζοφερᾶς τοῦ βελίαρ καὶ συκοφαντίας ἀνθρώπων, ἵνα σε ἀπαύστως μακαρίζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.