Δύο Παρακλητικοί Κανόνες εις την Παναγία την Μυροβλύτισσα
Παρακλητικός Κανών εις την Υπερευλογημένην Θεοτόκον ης η Αγία Εικών κέκληται Μυροβλύτισσαν
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ σῇ ἁγίᾳ Θεοτόκε Εἰκόνι, ἐξ ἧς τὸ πάλαι θεῖον ἔβλυσε μύρον, πανευλαβῶς προσπίπτοντες βοῶμέν Σοι· πάσης ἡμᾶς λύτρωσαι, τῶν παθῶν δυσωδίας, δίδου δὲ βοήθειαν, καθ’ ἑκάστην καὶ χάριν, τοῖς προσιοῦσι Δέσποινα πιστῶς, τῇ ὀξυτάτῃ, καὶ θείᾳ πρέσβειᾳ Σου.
Δόξα.
Ὡς προστασία καὶ ἀντίληψις Κόρη, τῶν προσιόντων τῇ θερμῇ ἀρωγῇ Σου, μὴ διαλίπῃς προστατεύειν πάντοτε, ταύτης Μυροβλύτισσα, τῆς ἁγίας Σου Μάνδρας, Γεωργίου Ἄχραντε, ταῖς θερμαῖς ἱκεσίαις, καὶ τοῦ Ὁσίου Παύλου ταῖς λιταῖς, ὡς ἂν ἐκ πάσης, ῥυώμεθα θλίψεως.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὑπὲρ μύρον ἡ χάρις σου Κόρη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑπὲρ τὰ ἀρώματα τὰ φθαρτά, ἡ χάρις σου Κόρη, διαπνέει πᾶσιν ἡμῖν, τῶν σῶν ἀντιλήψεων τὸν πλοῦτον, τὴν τῶν παθῶν δυσωδίαν ἐλαύνουσα.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, τῆς σῆς προμηθείας, βλῦσον πᾶσι τὰς δωρεάς, τοῖς τῇ σῇ προσπίπτουσιν Εἰκόνι, ἐν εὐλαβείᾳ πολλῇ Μυροβλύτισσα.
Ἐκ Βύζαντος πάλαι ἡ σῇ Εἰκών, μετήνεκται Κόρη, ὡς ἁγίασμα νοητόν, καὶ καθαγιάζει τὰς αἰσθήσεις, τῶν προσκυνούντων αὐτὴν μετὰ πίστεως.
Ῥοαῖς τῶν ἀΰλων σου δωρεῶν, κατάρδευσον Κόρη, τὰς καρδίας πάντων ἡμῶν, ὡς ἂν ἀρετῶν τὴν εὐκαρπίαν, δι’ ἐναρέτου ζωῆς γεωργήσωμεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μύρον ἔβλυσε πάλαι, ἡ σῇ Εἰκὼν Ἄχραντε, τῇ ἐπισκιάσει τῆς δόξης, τῆς Σῆς χρηστότητος· ὅθεν ὠνόμασται, ἐκ τῶν πραγμάτων προσφόρως, Κόρη Μυροβλύτισσα, ἡμᾶς εὐφραίνουσα.
Ὑπὲρ ἔννοιαν πέλει, ὡς ἀληθῶς Ἄχραντε, ὁ τῆς προμηθείας σου πλοῦτος, περὶ τὴν ποίμνην σου· θᾶττον προφθάνεις γάρ, καὶ συνοχῆς πάσης ῥύῃ, καὶ παντοίων θλίψεων, ἡμᾶς ἑκάστοτε.
Ῥῶσιν δίδου καὶ χάριν, καταπατεῖν Ἄχραντε, τὰς τοῦ πονηροῦ ἐπινοίας, καὶ τὰ βουλεύματα, δι’ ὧν ὁρμᾷ καθ’ ἡμῶν, καὶ ἐν εἰρήνῃ τελείᾳ, ἡμᾶς διαφύλαττε, τῇ προστασίᾳ σου.
Ὁδηγεῖν μὴ ἐλλίπῃς πρὸς τὰς ὁδοὺς Δέσποινα, τὰς τῶν ἐνταλμάτων Κυρίου, ἡμᾶς δεόμεθα, ὡς Ὁδηγήτρια, καὶ Μυροβλύτισσα ἅμα· ὅτι τῇ Εἰκόνι σου, πίστει προσπίπτομεν.
Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως καὶ ὀδύνης, τὴν σὴν ποίμνην ὡς συμπαθὴς Μυροβλύτισσα, τὴν προσκυνοῦσαν Εἰκόνα σου τὴν ἁγίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα τὴν σὴν ὡς πλοῦτον ἁγιάσματος, καὶ γέρας σεπτόν, Παρθένε Ὁδηγήτρια, Ὁσίου Παύλου κέκτηται· ἡ Μονὴ ἐξ αὐτῆς γὰρ ἀνέβλυσας, τῆς σῆς δωρεᾶς μύρον Ἁγνή, εὐφραῖνον καὶ τέρπον τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαττε, τῶν κατὰ ψυχὴν καὶ σῶμα δεόμεθα, Θεοτόκε Μυροβλύτισσα, τοὺς τὰ μεγαλεῖά σου δοξάζοντας.
Ἡ Εἰκών σου ἡ πάνσεπτος, ἐκ τῆς Βυζαντίδος ἡμῖν δεδώρηται, τῆς πολλῆς σου ἀγαθότητος, Κόρη ὑπεμφαίνουσα τὰς χάριτας.
Χαίρει κόλποις κατέχουσα, ἡ Ὁσίου Παύλου Μονὴ Πανύμνητε, τὴν ὑπέρτιμον Εἰκόνα σου, τὴν τὸν θεῖον μύρον ἀναβλύσασαν.
Ἄνω ὕψωσον Δέσποινα, ἡμῶν τὰς καρδίας καὶ τὰ νοήματα, πρὸς τὸ κάλλος τὸ ἀμήχανον, τοὺς ὑπὸ τὴν σκέπην Σου προστρέχοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύσιον παθῶν, τὸ ἐκβλύσαν μύρον Ἄχραντε, ἐκ τῆς θείας Σου Εἰκόνος θαυμαστῶς, ἀνεδείχθη τοῖς πιστῶς αὐτὸ λαμβάνουσι.
Ἴδε συμπαθῶς, τοὺς ἑστῶτας Μυροβλύτισσα, τῇ ἁγίᾳ Σου Εἰκόνι εὐλαβῶς, καὶ παράσχου τὰ αἰτήματα τοῖς χρήζουσι.
Σκέπη ἀσφαλής, καὶ προπύργιον καὶ στήριγμα, ἔσο ταύτῃ τῇ Μονῇ διὰ παντός, τῇ ἀεὶ καταφευγούσῃ τῇ σῇ χάριτι.
Σύντριψον Ἁγνή, τοῦ βελίαρ τὰ δουλεύματα, δι’ ὧν Δέσποινα ἐπέρχεται ἡμῖν, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν διέπουσα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὁλόφωτε, τοῦ Δεσπότου καθέδρα, ἡ τὴν θείαν Σου Εἰκόνα Παρθένε, ἐκ τῆς Μονῆς Μυρελαίου δοθῆναι, ἐπευδοκήσασα ταύτῃ τῇ Μάνδρᾳ Σου, ῥῦσαι ἡμᾶς πάσης φθορᾶς, τῇ τοῦ μύρου αὐτῆς θείᾳ χάριτι.
Ὑφέρπων, ὁ δολερώτατος ὄφις, ὑπεισέρχεται τῇ ποίμνῃ Σου ταύτῃ, καὶ ἐπισπείρει τὰ σκάνδαλα Κόρη, ἀλλὰ κατάβαλε τούτου τὸ φρύαγμα, τῇ πρὸς ἡμᾶς σου ἀρωγῇ, ὡς προστάτις ἡμῶν καὶ ἀντίληψις.
Κυμάτων, τῶν ἐν τῷ βίῳ Παρθένε, ἀκλυδώνιστον καὶ ἄκλυστον τήρει, τὴν εὐαγῆ ταύτην Μάνδραν σου Κόρη, τὴν κεκτημένην λιμένα ἀχείμαστον, Εἰκόνα σου τὴν ἱεράν, τὴν πηγάζουσαν χάριν καὶ ἔλεος.
Ὁσίως, ἐν καθαρᾷ πολιτείᾳ, πολιτεύεσθαι ἐνίσχυσον Κόρη, τοὺς ἐνοικοῦντας ἐν ταύτῃ τῇ Μάνδρᾳ, ταῖς Γεωργίου πρεσβείαις τοῦ Μάρτυρος, καὶ τοῦ δομήτορος ἡμῶν, θείου Παύλου θερμαῖς παρακλήσεσι.
Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως καὶ ὀδύνης, τὴν σὴν ποίμνην ὡς συμπαθὴς Μυροβλύτισσα, τὴν προσκυνοῦσαν Εἰκόνα Σου τὴν ἁγίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ὡς μυροθήκη σεπτοῦ ἁγιάσματος, μυροβλυτῆσαι ηὐδόκησας Ἄχραντε, τὴν πάντιμον πάλαι Εἰκόνα σου, ἣν εὐλαβῶς προσκυνοῦντες λαμβάνομεν, ἐκ ταύτης ὀσμὴν θείας χάριτος.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ
Στίχος. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Τῆς Μυροβλυτίσσης πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τἀ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Όλην αποθέμενοι.
Μύρον τὸ οὐράνιον, ἐν σοὶ οἰκῆσαν Παρθένε, ἔμψυχον ἀλάβαστρον, δωρεῶν τοῦ Πνεύματος Σὲ εἰργάσατο· διὸ νῦν Ἄχραντε, τῆς σῆς ἐμφερείας, τὸ ἐκτύπωμα ηὐδόκησας, βλύσαι τοῖς δούλοις σοῦ, μύρον τὴν ὀσμὴν τῆς εὐνοίας σου, ἐκδήλως τεκμαιρόμενον, τοῖς εἰλικρινῶς σὲ δοξάζουσιν· ἀλλ’ ὦ Θεοτόκε, δυσώδους τῶν παθῶν ἀποφορᾶς, ῥῦσαι ἡμῶν τὴν διάνοιαν, ταῖς σαῖς ἀντιλήψεσι.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν ἄφθονον νέμει, καὶ παράκλησιν θείαν καὶ φῶς οὐράνιον, Εἰκών σου ἡ ἁγία, τῇ εὐαγεῖ σου ποίμνῃ, Μυροβλύτισσα Δέσποινα, καὶ διαλύει ἀεί, τὴν τῶν παθῶν ὁμίχλην.
Ἡ ἁγία σου Μάνδρα, συνελθοῦσα προσπίπτει θερμοῖς ἐν δάκρυσι, τῇ θείᾳ σου Εἰκόνι, καὶ πίστει σοι κραυγάζει, Μυροβλύτισσα Δέσποινα· ἐκ συνοχῆς πομηρᾶς, ἀπάλλαξόν με Κόρη.
Γεωργεῖν Θεοτόκε, ἐγκρατείας τὰ ἄνθη ἡμᾶς ἀξίωσον, ἐν πίστει καὶ ἀγάπῃ, τοὺς ταύτῃ σου τῇ Μάνδρᾳ, ἐνοικοῦντας τῷ πόθῳ σου, καὶ ἀποκρούειν ἐχθροῦ, ἐννοίας ἀκαθάρτους.
Ἐκ σκανδάλων ποικίλων, καὶ ἐρίδων Παρθένε καὶ πάσης μήνιδος, καὶ λύπης καὶ ἀνίας, ἀλώβητον συντήρει, Θεοτόκε τὴν ποίμνην σου, ἀνακειμένην ἀεί, τῇ σῇ ἐπιστασίᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοαῖς ἀΰλοις, τῶν μητρικῶν οἰκτιρμῶν σου, σβέσον Ἄχραντε παθῶν ἡμῶν τὴν φλόγα, καὶ τὴν τοῦ βελίαρ, κατάφλεξον μανίαν.
Ἁγίου Παύλου, ἡ εὐαγὴς χαίρει Μάνδρα, Μυροβλύτισσα τὴν θείαν σου Εἰκόνα, ὥσπερ ἀφθαρσίας, διάδημα πλουτοῦσα.
Σύνεσιν δίδου, ἐν τῷ νοΐ ἡμῶν Κόρη, καὶ κατάνυξιν ἀεὶ ἐν τῇ καρδίᾳ, ὡς ἂν τῷ Κυρίῳ, δουλεύσωμεν ὁσίως.
Ἱλέωσαί μοι, ὦ Μυροβλύτισσα Κόρη, τὸν φιλάνθρωπον Υἱόν σου καὶ Δεσπότην, οὗ τὴν εὐσπλαγχνίαν, ἐλύπησα ὁ τάλας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς ῥόδον, ἡ σεπτὴ Εἰκών σου, ἀρωματίζει τῆς σῆς ἀντιλήψεως, ἐν τῇ Μονῇ ταύτῃ Κόρη τὰς θείας χάριτας.
Ὀσμὴν τῆς σῆς εὐνοίας, ταύτῃ σου τῇ Μάνδρᾳ, δίδου ἀεὶ Μυροβλύτισσα Δέσποινα, ταῖς Γεωργίου καὶ Παύλου θείαις δεήσεσι.
Ὑδάτων ἀφθαρσίας, βλῦσον ἡμῖν ῥεῖθρα, ταῖς Γερασίμου λιταῖς Μυροβλύτισσα, καὶ Παχωμίου πρεσβείαις ἡμᾶς ἀρδεύοντα.
Ὑψόθεν μὴ ἐλλίπῃς, Κόρη ἐποπτεύειν, καὶ προνοεῖσθαι τῆς ποίμνης σου πάντοτε, τῆς ἀῤῥαγῶς πεποιθυῖας τῇ προστασίᾳ σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖρει ἡ Ὁσίου Παύλου Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐξ ἧς θεῖον μύρον, ἔβλυσε πάλαι Κόρη· διὸ καὶ Μυροβλύτισσαν ταύτην κέκληκε.
Δίδου εὐωδίαν τὴν νοητήν, τῆς σῆς προστασίας, Θεοτόκε ὡς ἀγαθή, τοῖς ἐν εὐλαβείᾳ, τῇ θείᾳ σου Εἰκόνι, ἀπαύστως προσιοῦσι, καὶ σὲ δοξάζουσι.
Ἐκ τῆς Μυρελαίου πάλαι Μονῆς, τῆς ἐν Βυζαντίῳ, ἡ Εἰκών σου ἡ θαυμαστή, τῇ Ὁσίου Παύλου, Παρθένε ἷκται Μάνδρᾳ, καὶ μύρον παραδόξως, ἐν ταύτῃ ἔβλυσε.
Ῥῦσαι δυσωδίας τῆς τῶν παθῶν, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, καὶ παντοίων νόσων, καὶ ψυχοφθόρων πόνων, τοὺς πίστει τὰ σὰ θαύματα, μεγαλύνοντας.
Παύλου τοῦ Ὁσίου Κόρη λιταῖς, καὶ τοῦ Γεωργίου, τοῦ μεγίστου ἐν Ἀθληταῖς, ταύτην τὴν Μονήν σου, ἀλώβητον συντήρει, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.
Δέχου τὰς δεήσεις καὶ τὰς φωνάς, τὰς ἱκετηρίους, Μυροβλύτισσα Μαριάμ, ἃς ἐν εὐλαβείᾳ, προσάγομέν σοι Κόρη, καὶ ῥύου πάσης βλάβης, ἡμᾶς καὶ θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πίστει, προσιόντες καὶ σπουδῇ, τῇ σῇ Θεοτόκε Εἰκόνι, ἣν Μυροβλύτισσαν, οἷαν μύρον βλύσασαν, καλοῦμεν Δέσποινα, ἐξ αὐτῆς τῆς προνοίας σου, ὀσμὴν τὴν ἁγίαν, μυστικῶς καρπούμεθα, ἀναβοῶντές σοι· σκέπε, τὴν ἁγίαν Μονήν σου, ἐξ ἐπινοιῶν τοῦ βελίαρ, καὶ δυσχερειῶν παντοίων Ἄχραντε.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
ΕΚΔΟΣΙΣ ΙΕΡΑΣ ΚΟΙΝΟΒΙΑΚΗΣ ΜΟΝΗΣ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΑΓΙΟΝ ΟΡΟΣ – 1993
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν την εν Άνδρω
Ποίημα Θεοτέκνης Μοναχής Αγιοστεφανιτίσσης
Ἦς ἡ θεία Εἰκών εὕρηται ἐν τῇ Ἱερά Μονή Ἀγίου Νικολάου τοῦ ἐν Μύροις εἰς τὰς Ὤρας.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῇς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὑπεριδοῦσα τὰς ἡμῶν αμαρτίας· τὰς πληθυνθείσας ἐπ’ ἐσχάτων τῶν χρόνων, ἐν τῇ στοργή σου Δέσποινα, φρουρεῖς τὸν λαόν, ἐν πολλοῖς σκηνώμασι, τὴν σὴν αὔξουσα χάριν, ἐν τῇ νήσω Ἀνδρῶ δε, ἐξαιρέτως ἁπλοῦσα, σὴν παναγίαν σκέπην καὶ τερπνόν, ῥέουσα μύρον, Ἁγνὴ Μυροστάλακτε.
Δόξα. Καὶ νῦν.
Μυροβλυτίσσης τῇ πανσέπτῳ Εἰκόνι, ἐν Νικολάῳ τοῦ ἐν Μύροις Σεμνείῳ, ἐν εὐλαβείᾳ σπεύσωμεν ἐν Ἀνδρῶ πιστοῖ, καὶ γονυπετήσωμεν πρὸ αὐτῆς κατανύξει· βρύει γὰρ ἰάματα, καὶ πολύτιμον μύρον, ὁ εὐωδίαν ἔχει θαυμαστήν, καὶ Παραδείσου, τὴν πρόγευσιν δίδωσιν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανῶν, οὐ ἡ ἀκροστιχὶς·
Μυροτόκε εὔφρανον σὴν δούλην μύροις.
ᾨδὴ α΄. Ἦχος δ΄. Ὑγρὰν διοδεύσας.
Μνήμην σου ἁγίαν ἐπιτελεῖν, καὶ τὴν σὴν Ἐσθῆτα, λιτανεύειν χαρμονικώς, ἐν Μάνδρα τοῦ θείου Νικολάου, ἀξιωθείημεν Κόρη πανύμνητε.
Ὕβριν ἀθεΐας θεομισῆ, σοῖς ἁγίοις μύροις, κατανίκησον Ἀγαθῇ, καὶ πίστιν χορήγει ταῖς καρδίαις, τῶν προσκυνούντων σὸν θεῖον ἐκτύπωμα.
Ῥίζης Θεοτόκε ἐξ Ἰεσσαῖ, τὸν Σωτῆρα κόσμου, ἐξεβλάστησας Ἰησοῦν, ὂν ὡς μήτηρ εὔστοργος δυσώπει, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν.
Ὅλος ἠλλοιώθην ἐν θαυμασμῷ, σὴν σεπτὴν Εἰκόνα, Μυροβλύτισσα καθορῶν, ἐν Ἀνδρῶ προχέουσαν τὰ μύρα, καὶ εὐωδίας πληροῦσαν τὰ σύμπαντα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τείχισον μου τὰς φρένας, καί τὴν ψυχὴν Δέσποινα, ἐξ ἐπηρειῶν ὀλεθρίων, τοῦ πολεμήτορος, καὶ δὸς κατάνυξιν, ἐν τῇ ψυχή μου καὶ νῆψιν, ὅπως πόθῳ ᾄδω σοι, κόρη Πανύμνητε.
Ὀλοφύρομαι πένθει, κατανοῶν πταίσματα, καὶ ἁμαρτιῶν μου τὰ πλήθη, Νύμφη πανάσπιλε, ἀλλὰ προσέρχομαι, τῇ σῇ πολλῇ εὐσπλαγχνία, καὶ λιτάζω Ἄνασσα, ἐλεηθῆναί με.
Κολυμβήθρα ὡς ὄντως, τοῦ Σιλωάμ πέφυκας, ῥύουσα ἐκ νόσων παντοίων, καὶ περιστάσεων, τοὺς μυροπόλους σου, προσκυνητὰς ἐν τῇ Ἀνδρῶ, τοὺς πιστῶς σοι σπεύδοντας, Θεοχαρίτωτε.
Εὐμενεῖ διαθέσει, καὶ προσηνεῖ βλέμματι, τῷ σῷ ἀναξίῳ οἰκέτῃ, Μῆτερ ἐπίβλεψον, καὶ δὸς τὴν ἔλλαμψιν, πνευματικῆς θεωρίας, καὶ τῆς κατανύξεως, χάριν παράσχου μοι.
Ἐπίσκεψαι, ἐν εὐλογίαις τοὺς δούλους σοῦ, Μυροτόκε, τοὺς ἐν εὐλαβείᾳ τῇ σῇ Εἰκόνι προσπίπτοντας, καὶ χριομένους τοῖς θείοις σου μύροις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμῇ.
Κρουνὸς δαψιλῆς, τῆς χάριτος ὑπάρχουσα, καὶ θεία στοργῇ, τὰ σύμπαντα ἐγγίζουσα, δωρεὰν προχέεις μοι, πανευώδη μύρα Πανάχραντε, καὶ σῴζεις ἐκ νόσων χαλεπῶν, τοὺς σοὺς ὑμνητάς, Πηγῇ Μυρόεσσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπαξίως ὑμνῆσαί σε, μηδὲ οἱ Ἀρχάγγελοι Μῆτερ δύνανται, πὼς ἐγὼ δε ὁ πανάθλιος, τὴν σεπτὴν εἰκόνα σου, ἀσπάσομαι.
Ὑετόν τῶν χαρίτων σου, νήσω ἐν τῇ Ἀνδρῶ Σεμνὴ ὀμβρίζουσα, μυροβόλον κρήνην ἔδειξας, «Ῥίζης Ἰεσσαῖ», σεπτὸν ἐκτύπωμα.
Φυγαδεύσειας Ἄχραντε, ἐπιχρίσει μύρου τοῦ παναγίου σου, τῶν δαιμόνων τὰ στρατεύματα, λογισμοῖς βεβήλοις τυραννοῦντά με.
Ῥάντισον με Μυρόῤῥαντε, ἄνωθεν τῷ μύρω τῆς εὐσπλαγχνίας σου, καὶ ἀγῶνας πρὸς ἀμείνονας, μυρελαίω θείω με ὑπάλειψον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄσμασι τερπνοῖς, καθ’ ἑκάστην καταξίωσον, ἀνυμνεῖν σε Μυροβλύτισσα Ἁγνή, καὶ θυμίαμα προσφέρειν τῇ Εἰκόνι σου.
Νόσους τῶν πιστῶν, καὶ ψυχῶν δεινὰ ὀχλήματα, τῷ σῷ μύρῳ Ἀνδριώτισσα Κυρά, τῇ εὐστόργῳ ἀντιλήψει σου θεράπευσον.
Οἶκον ποθητόν, ἁγιάσματος ἀνέδειξας, τὴν ἐν Ἀνδρῶ ἱερὰν καταφυγήν, Παραδείσου ὡς ἐπέκτασιν Μυρόπνοε.
Νᾶμα τὸ ἡδύ, εὐφροσύνης σου Μυρόβλυτε, ἀναπέμπεις ταῖς καρδίαις τῶν πιστῶν, θυμηδίαν τε παρέχεις τοῖς οἰκέταις σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωσίβιον σωτηρίας πέφυκε, σῇ μυρόῤῥαντος σινδόνη Παρθένε, τῇ ἐκ πνιγμοῦ ἐκλιπούσῃ παιδίσκη, καὶ ἐπαφή τῆς σῆς χάριτος Δέσποινα, ἐλθούσῃ πάλιν εἰς ζωήν, Ζωοδόχε Πηγὴ Μυροβλύτισσα.
Ἠλλοίωσας τὴν ψυχήν μου Ἄνασσα, τῇ τερπνή σου εὐωδία ἢν χέεις, ἐκ τῆς ἁγίας Εἰκόνος σου Μῆτερ, καὶ ἐξιστάς τῶν Ἀγγέλων τὰ τάγματα, καί τῶν ἀνθρώπων τὴν πληθύν, πλησμονὴ σῆς ἀφάτου χρηστότητος.
Ναυάγια ψυχικὰ καὶ τραύματα, τὸν ἡμέτερον ταράττουσι βίον, ἀλλὰ σὺ Μῆτερ ὡς Ἔφορος οὖσα, διὰ τῆς Ζώνης τῆς θείας σου ἕλκυσον, εἰς σωτηρίας γαληνούς, καὶ εὐδίους λιμένας τοὺς δούλους σου.
Δευτέρωσον, ὦ ἀστὴρ Μυροφεγγές, τὰ ἐλέη σου, τὰ πρῶτα σῶ τέκνῳ, καὶ τὴν ἀρχὴν μετανοίας συντόνου, βαλεῖν Κυρία ταχὺ μοι βοήθησον, ὡς ἂν δοξάζω σε θερμῶς, καθ’ ἡμέραν Ἁγνὴ Μυροβλύτισσα.
Ἐπίσκεψαι, ἐν εὐλογίαις τοὺς δούλους σου, Μυροτόκε, τοὺς ἐν εὐλαβείᾳ τῇ σῇ Εἰκόνι προσπίπτοντας, καὶ χριομένους τοῖς θείοις σου μύροις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῶν ἀγγέλων ὁ αἶνος ὁ ἄφθιτος, καὶ ἰσαγγέλων τρυφὴ ἡ ἀτίμητος, Παναγία Κυρὰ Ἀνδριώτισσα τὰ σὰ τέκνα εὔσπλάχνως χαρίτωσον, ἀεὶ προσβλέπειν εἰς Ἄνω σκηνώματα.
Καὶ εὐθύς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Ἄκουσον θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὕς σου καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. α΄ 39-49 , 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ελισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ελισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλία αυτής· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ελισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ είπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἶνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο, ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλία μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ηγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῶ τῷ σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδοὺ γάρ, ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί, ὅτι ἐποίησε μοι μεγαλεία ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σὺν αὑτῇ, ὡσεὶ μήνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νεφέλη Μυρόβροχε, καὶ Μυροστάλακτε Θρόνε, ἡ ψυχή μου χάριτι, ἐκολλήθη Ἄχραντε τῇ Εἰκόνι σου· πόθος συνέχει με, φέρειν οὐ δύναμαι, τῆς ὀσμῆς σου τὰ κελεύσματα, ἆ καθ’ ἡμέραν μοι, πέμπεις μοι Κυρία Θεόνυμφε, ὡς δῶρον σου βασίλειον, τῷ πτωχῷ καὶ τάλανι τέκνῳ σου. Ὅθεν μοι παράσχου, πολλάκις σὴν Εἰκόνα προσκυνεῖν, καὶ κατασπάζεσθαι Δέσποινα, τὴν σεπτὴν Ἐσθῆτα σου.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὅμβρισόν μοι Παρθένε, Μυροβλύτισσα φίλον, ἐμὸν προσφύγιον, ἐν σώματι τὴν ῥῶσιν, χαρὰν δε τῇ καρδία, ὡς ἂν κράζω τῇ Σκέπη σου· χαῖρε Μαρία σεμνῇ, καὶ Κεχαριτωμένη.
Ὑπὲρ πάντας τυγχάνω, ἐνδεής τῶν χαρίτων, καὶ πένης Ἄνασσα, ἀλλὰ τῷ σῷ ἐλέει, σῆς θείας εὐωδίας, ἀπολαύων κραυγάζω σοι· χαῖρε Μαρία σεμνῇ, καὶ Κεχαριτωμένη.
Λυτρωθείην ὁ τάλας, ἐν καιρῶ τῆς ἐξόδου τῇ μεσιτεία σου, δαιμόνων κακουργίας, ταρτάρου τε δυσώδους, ἐκφωνῶν σοι Πανύμνητε· χαῖρε Μαρία σεμνή, καὶ Κεχαριτωμένη.
Ἡ τιμία σου Ζώνη, καὶ Ἐσθὴς Θεοτόκε, ἡ παναγία σου, παρέχουσιν ἰάσεις, καὶ ῥύονται δαιμόνων, ἐκ μανίας τοὺς ψάλλοντας· χαῖρε Μαρία σεμνῇ, καὶ Κεχαριτωμένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νέμεις τὴν χάριν, ἁμαρτωλοῖς καὶ δικαίοις, ὡς ὁ ἥλιος Μῆτερ τῷ κόσμῳ, θέλουσα τοὺς πάντας, ἐλθεῖν εἰς σωτηρίαν.
Μυροσταγῆ σε Θεοτόκε Κόρη, πηγὴν θείαν ἐν Ἀνδρῶ γινώσκω, στάζουσαν ἀφθόνως, τῆς χάριτος τὰ ῥεῖθρα.
Ὑπερπηδᾶν με, τάς τοῦ δολίου παγίδας, καὶ τὰς θλίψεις βαστάζειν τοῦ βίου, Δέσποινα τοῦ κόσμου, ἐνίσχυσον σὸν δοῦλον.
Ῥόδων καὶ κρίνων, ἡ ἐκλεκτὴ εὐωδία, οὐκ ἰσχύει Παντάνασσα Κόρη, μύρου σου καλύψαι, ὀσμήν τὴν οὐρανίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὀρέξειας σὴν χεῖρα, Ἄσπιλε παρθένε, τοῖς ἐν πολέμοις, καὶ θλίψεσι τέκνοις σου, τοῖς ἐκβοῶσιν ἐν πίστει, σὸν θεῖον ὄνομα.
Ἰάτειρα τοῦ κόσμου, τοὺς ἐγχριομένους, σῶ ξένῳ μύρω, ἐν τάχει θεράπευσον, καί τὴν χαρὰν εὐτεκνίας, σοῖς δούλοις δώρησαι.
Σεισμοῦ τοῦ πανωλέθρου, καὶ πυρὸς μανίας, τοὺς προσιόντας σοι Μῆτερ διάσωσον· σὺ γὰρ ὑπάρχεις προστάτις ἡμῶν καὶ ἔφορος.
Θεὸν ἡ τεκοῦσα, Πάναγνε Κυρία, τὴν πεπτωκυῖαν ψυχήν μου ανάστησον· εἰς γὰρ ὀσμήν τῶν σῶν μύρων, ὁ τάλας ἔδραμον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν πεποικιλμένην ἐν κροσσωτοῖς, δόξης οὐρανίου, ἀνυμνήσωμεν οἱ πιστοί, ἀειπαρθενίας, τὸ τρίαστρον τὴν μόνην, ἐν κόσμῳ κεκτημένην, ὡς Μητροπάρθενον.
Χαίροις Νικολάου θεία Μονή, ἡ ἐν τοῖς λειψάνοις, σεμνωμένη τῇ πλησμονή, καὶ ἐν τοῖς ἐσχάτοις, ἀξιωθεῖσα ἔχειν, Θεόπαιδος Μαρίας, ἐπισκεπτήρια.
Μυροθήκη ὄντως ἐκ θαυμαστοῦ, μύρου ἡ Εἰκών σου, ἡ ἐν Ἀνδρῶ πέλει ἡμῖν, καὶ πληροῖ Παρθένε, ἀρώματος εὐώδους, προσκυνητῶν σου πλήθη, χεόντων δάκρυα.
Ὥσπερ ἐν τῇ μνήμη σου Μαριάμ, κρίνοι ἐξανθοῦσι, θαυμασίως ἐν τῷ Ναῶ, οὕτω τῇ ψυχή μου, ἐξηραμμένη οὔσῃ, κατάπεμψον τὴν χάριν, ἀναβλαστήσεως.
Μυρόῤῥυτος κρήνη ἡ σῇ Εἰκών, πέλει Θεοτόκε, Μυροβλύτισσα θαυμαστή, πᾶσι χορηγοῦσα, τὴν οὐρανίαν δρόσον, καὶ ἐν Ὀρθοδοξία κατασφαλίζουσα.
Δάκρυα προχέουσαν συμπαθώς, ὁρᾶν σε Παρθένε, οὐ βαστάζω ὁ ταπεινός· σὺ γὰρ ὑπὲρ πάντων, στενάζεις καὶ δακρύεις, Παραμυθία κόσμου, καὶ πάντων Πρέσβειρα.
Ἡγουμένῳ Μῆτερ θεοφιλεῖ, καὶ σοῖς ὑμνηπολοῖς, νεωκόροις τε μοναχοῖς, δώρησαι ὑγείαν καὶ ῥῶσιν οὐρανόθεν, ὡς ἂν συντόνως οἴκῳ τῷ σῶ δουλεύωσιν.
Ἰάσεις καρκίνου ἐκ χαλεποῦ, καὶ πάσης λοιμώδους, ἀνηκέστου ἐπιφοράς, τὸ σὸν μύρον Κόρη, ἐπιτελεῖ ἐν τάχει, καὶ τὰς ψυχὰς λυτροῦται, πάσης στενώσεως.
Χαίροις νῆσος Ἀνδρὸς ἡ εὐαγής, ἡ θείους Πατέρας, ἀναδείξασα τῇ σῇ γῆ, νῦν δε ἐξαιρέτως, τὴν χάριν κεκτημένη, ὡς σκέπην ἐξαισίαν, τῆς Μυροβλύτιδος.
Τῇ σῇ ευστοργία τῇ μητρική, Δέσποινα τοῦ κόσμου, καταφεύγομεν οἱ πιστοί, καὶ διὰ τοῦ μύρου, χριόμενοι ἐν πόθῳ, συγχώρησιν πταισμάτων, Μῆτερ αἰτούμεθα.
Φύλαττε ἐκ πάσης ἐπιβουλῆς, Μυροβόλε Κόρη, συνοδίαν τῆς σῆς Μονῆς, καὶ καταξιώσαις, ἕως τῆς συντελείας, τὴν Μάνδραν σου προσμείναι,θεῖον προπύργιον.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἡ μυρόβρυτος κρήνη, τῆς Εἰκόνος σου Ἄχραντε, ἡ ἐν Νικολάου τῇ Μάνδρα, ἐν τῇ Ἀνδρῶ ὑπάρχουσα, ἰάματα ἐκβλύζει τοῖς πιστοῖς, καὶ μύρον εὐωδίας θαυμαστής· ὅθεν ταύτην προσκυνοῦμεν πανευλαβώς, καὶ πόθῳ ανακράζομεν· χαίροις ἡ «Ῥίζα Ἱεσσαί», χαίροις πηγὴ μυρόῤῥυτε, χαίροις ἰάτειρα σεπτή, Μυρόπνοε Δέσποινα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Πάντων προστατεύεις.
Δεῦτε, φιλοθέων οἱ χοροί, Μάνδρα τῇ ἁγία ἐν Ἀνδρῶ, μετ’ εὐλαβείας πολλῆς, σπεύσωμεν ὑπόπτεροι, καὶ ἀσπασθῶμεν θερμῶς, τὴν Εἰκόνα τὴν πάντιμον, ἡ ῥέει τὰ μύρα, ὡς Παντοβασίλισσα καὶ μυροφόρος πηγή, μύρω δε ἁγίῳ χρισθέντες, πλήρωσιν αἰτήσεων σχῶμεν, ἐκ τῆς κυησάσης τὸν Φιλάνθρωπον.