Χαιρετισμοί εις την Υπεραγία Θεοτόκο την Μυροβλύτισσα την εν Άνδρω

Ποίημα Θεοτέκνης Μοναχής Αγιοστεφανιτίσσης

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Ἡ μυρόβρυτος κρήνη, τῆς Εἰκόνος σου Ἄχραντε, ἡ ἐν Νικολάου τῇ Μάνδρᾳ, ἐν τῇ Ἄνδρῳ ὐπάρχουσᾳ, ἰάματα ἐκβλύζει τοῖς πιστοῖς, καὶ μύρον εὐωδίας θαυμαστής· ὄθεν ταύτην προσκυνοῦμεν πανευλαβῶς, καὶ πόθῳ ἀνακράζομεν· χαῖροις ἡ «Ῥίζα Ἰεσσαί», χαῖροις πηγὴ μυρόῤῤυτε, χαῖροις ἰάτειρα σεπτή, μυρόπνοε Δέσποινα.

Xαῖρε Θεοτόκε Μυροβλύτισσα.

Κοντάκιον.
Ὦ Μυροβλύτισσα Παρθένε ἠλιοστάλεκτε, τῆς Ἄνδρου καύχημα, Μήτερ θεόνυμφε, τῶν Βλαχερνῶν ὁ ὔμνος ὁ ἀκάθιστος χαῖρε «ῥοδάνθιστη» Μαρία, κρίνον εὔοσμον, Ἁγίου Νικολάου κρήνη ἡ πανθαύμαστος. Χαίροις, Νεφέλη ὀλόφωτε, μύρον τὸ ἀκένωτον.

ᾌσμάτων ᾆσμα, ἁγιωτέρα Ἀγγέλων, μυρίπνοον κρίνον, σὺ εἶ Μυροβλῦτισσα Δέσποινα (εκ γ΄) πὰς ὁ προστρέχων ἐν Ἄνδρῳ τῇ μονῇ σου, τοῖς χριομένοις τῷ μύρῳ σου τῷ ἀγίῳ τὰ θαύματά σου κηρύττει, Θεοτόκε. Διὸ καὶ ἠμεῖς ἀναβοῶμεν ταῦτα·

Χαῖρε, Πάρθενε πάνσεμνε, τῆς ἀγνείας ἄνθος εὔοσμον·
Χαῖρε, τῆς νήσου Ἄνδρου μύρον τὸ ἀκένωτον.
Χαῖρε, μυρόῤῥαντε Παναγία, Παρθένε·
Χαῖρε, χρυσὲ ῥοδοστάλακτε κρίνε.
Χαῖρε, νεφέλη ὀλόφωτε, εἰκῶν τῆς χάριτος τοῦ Δεσπότου ἡ μορφή σου·
Χαῖρε, εὐωδία ἄῤῥητος καὶ ὀσμὴ τοῦ Παραδείσου.
Χαῖρε, δρόσος ὴ οὐράνιος, ἰαμάτων κρήνη ἡ μυρόβλυτος·
Χαῖρε, τοῦ ἁγίου Νικολάου πρεσβεία ἡ ἀδιάλειπτος.
Χαῖρε, κρίνον ἀνθηρόν, πολύτιμον μύρον ἐκ «ῥίζης Ἰεσσαί»·
Χαῖρε, τοῦ Λυτρωτοῦ και Υἱοῦ σου, εὐσπλαχνίας χορηγέ.
Χαῖρε, λουτήρ οὐρανίων ἀνθέων, ἡ ἐκπλύνουσα συνείδησιν·
Χαῖρε, γλυκυτάτη ἄμπελε, ἰκετεύουσα ἀμαρτιῶν συγχῶρησιν.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Βεβαρυμένος τῷ δεινῷ τῆς ἁμαρτίας φορτίῳ, σῶμα, ψυχήν τε καὶ πνεῦμα, λογισμοῖς τε καὶ πράξεσιν ἐμόλυνα. Τῷ μύρῳ σου, Παντάνασσα, ἀπόπλυνόν μου τὸν ῥύπον καὶ ἀξίωσόν με τὸν ἀνάξιον, ὄπως τῷ Κριτῇ παραστήσωμαι, κράζων φωναῖς αἰσίαις·

Αλληλούια.

Γνώρισόν μοι, Παρθένε, βίου διόρθωσιν, προσπίπτοντι τῇ είκόνι σου, καὶ ὅλη πάναγνος, Ὑπεραγία καὶ εὔσπλαχνος, νέφη διασκέδασον, Ἁγνή, τῶν θλίψεων, ἡ τὸ φῶς τεκοῦσα, τὸ θείον καὶ ἀνέσπερον. Διὸ Πανάχραντε ἐν ὔμνοις ψάλλω σοι ταῦτα·

Χαῖρε, πορφύρα Θεότευκτος, νικῶσα τὸν ᾅδη Ἁγίω μύρω·
Χαῖρε, νεφέλη ὐπέρλαμπρε, ὁδὸν δεικνῦσα φωτί σου θείω.
Χαῖρε, ἡ ὀσμὴ τῶν μύρων σου, πρόγευσις τοῦ Παραδείσου·
Χαῖρε, Μυροβλύτισσα πανάσπιλε, ἄχραντε Μήτερ τοῦ Ὑψίστου.
Χαῖρε, Παναγία Βλαχέρνα, τοῦ Ἀκαθίστου ὔμνου ψαλμὸς Χερουβικός·
Χαῖρε, κόσμον εὐωδιάσασα, τοῦ Θείου τόκου σου ὔμνος ὁ μητρικός.
Χαῖρε, γλυκύτατη χελιδῶν, τῶν Σεραφεὶμ ᾠδὴ καὶ εὐλογία·
Χαῖρε, Θεία Σκέπη, Ἁγίας Σοφίας οὐράνιος μελωδία.
Χαῖρε, σεπτὸν καλλῶπισμα, τῆς Ἄνδρου τὸ θείον καύχημα καὶ φῶς·
Χαῖρε, Μυροστάλακτε θρόνε, τῶν πιστῶν ὁ γλυκασμός.
Χαῖρε, τῶν πεπτωκότων ἐπανόρθωσις, κολυμβήθρα Σιλωάμ, νύμφη Πανάχραντε·
Χαῖρε, ἀμαρτωλῶν ἀνακαίνισις, Ἁγγέλων ἀγαλλίαμα, κόρη Πανάσπιλε.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Διάσωσον, ὦ Μυροβλύτισσα, κόρη Θεογεννῆτορ, τὸν πρὸς σὲ θαῤῥοῦντα καὶ καταφεύγοντα, φεῖσαί με ἀπὸ πταισμάτων καὶ παθῶν, πύλας ἡ ἀνοίξασα τᾶς τοῦ Παραδείσου, ὄπως ἀσμένως δοξάζω σε.

Αλληλούια.

Ἔχοντες τὴν Μονήν σου τὴν ἰεράν, ἀκένωτον πηγὴν ἰαμάτων, περισωζόμεθα τῇ σκέπῃ σου καὶ ἡ εὐωδία τοῦ σοῦ λειψάνου, ἅγιε Νικόλαε, ὡς μύρου πηγὴ βρύει ἰάματα·

Χαῖρε, ἡ πολύαστρος Νύμφη, τοῦ πολεμήτορος τὸ βέλος καὶ τὸ τραύμα·
Χαῖρε, πορφυρῖς Βασιλικὴ ἀγλαόχρυσε, τοῦ μυστικοῦ Δείπνου πρόσφορον καὶ νάμα.
Χαῖρε, ἐλπὶς τοῦ κόσμου, ὦ Πάναγνε, τῆς ῥάβδου Ἀαρὼν ὴ θεία ἐκπλήρωσις·
Χαῖρε, πάντων Ἄνασσα, τὴς ἀφλέκτου βάτου πιστὴ ἐκτύπωσις.
Χαῖρε, Νύμφη ἀνύμφευτε, ἀγνὴ Παρθενομῆτορ·
Χαῖρε, «Ῥόδον τὸ Ἀμάραντον» κόρη Θεοκυῆτορ.
Χαῖρε, ἀνατολή τοῦ Ἡλίου, Δέσποινα, θυμίαμα εὔοσμον, εὔπρόσδεκτον Κυρίῳ·
Χαῖρε, γαλήνη νοητή, τῆς τῶν ἀνθρῶπων λυτρῶσεως συμμέτοχος τῷ μυστηρίῳ.
Χαῖρε, τῶν χαρίτων ὁ κήπος ὁ εὔχαρις, κρίνον ὀλόλευκον ἐν μέσῳ ἄκανθων·
Χαῖρε, τῆς Ἄνδρου ἀηδῶν αἰολόφωνος καὶ παράκλησις πιστῶν.
Χαῖρε, λευκὴ περιστερά, κομίζουσα τὸ ῥόδον·
Χαῖρε, θείας ίλαρότητος μορφή, πηγὴ ἀφ’ ᾗς ῥέει τὸ μυρέλαιον δῶρον.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Ζύμη τῆς βροτείας φύσεως, ἡ ἀμόλυντος καὶ ἅγια Πηγή μυριπνόου ῥείθρου, μυροθήκη εὐώδης τῆς χάριτος, φῶτισόν με καὶ ὁδήγησόν με, τῆν ὁδὸν ζωῆς ἡ κυήσασα, τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν.

Αλληλούια.

Ἡ τὸ ἄνθος τὸ θείον βλαστήσασα, ἡ ῥάβδος, χαῖρε ἡ ἀποῤῥήτως ἀνθίσασα, ῥόδον ἡ κυήσασα Χριστόν, χαῖρε Μυροβλύτισσα, εὐωδία μυστική, θεία πηγὴ τοῦ μύρου τῆς ζωῆς. Μή με παρίδης τὸν δοῦλόν σου, τὸν εἰς σὲ ἐλπίζοντα·

Χαῖρε, χελιδὼν ἠδύλαλος, Μαρία Μυροβλύτισσα·
Χαῖρε, τοῦ Παραδείσου ἡ αὐγή, Ἁγνὴ δροσοσταλίτισσα.
Χαῖρε, ὁ Εὐαγγελισμός, ἄγγελμα νέας ζωῆς·
Χαῖρε, θυμίαμα πανεύοσμον, θεία πνοὴ τῆς προσευχής.
Χαῖρε, Παράδεισος ἐν γῇ, ὐδρία πάγχρυσος φέρουσα εὐλογίας·
Χαῖρε, δοχεῖον ἄγιον Θεοῦ, εὐωδία εὐφρόσυνος Τριάδος τῆς Ἁγίας.
Χαῖρε, γλυκεία δρόσος, τῷ μετανοοῦντι ἀμαρτωλῷ τὸ μύρον σου ἐκχέουσα·
Χαῖρε, ᾀσμάτων ᾆσμα, ὄτι τὸ ἔλεος τοῦ Ὑἱοῦ σου ἀσμένως ἀρύουσα.
Χαῖρε, Παρθένε ἄνασσα, οὐράνιος εὐωδία·
Χαῖρε, Μυριόχρωμη μορφὴ Ἀγγέλων καὶ ὐμνωδία
Χαῖρε, πάναγνε Κόρη, ὴ Ζωοδόχος πηγὴ καὶ μυροστάλακτος νεφέλη·
Χαῖρε, ὄπλον ἀήττητον, καὶ ἄτρωτος ἀσπὶς ὴ ἀπελαύνουσα ἀεὶ τῶν ἐχθρῶν τὰ βέλη.

Χαῖρε θεοτόκε Μυροβλύτισσα.

Θεογεννῆτορ, σεμνή, Μυροβλύτισσα, Ὀρθοδοξίας ὁδηγέ, φῦλαξ καὶ πρόμαχε τῶν προστρεχόντων τῇ εἰκόνι σου πιστῶν, πᾶσης βλάβης, κακῶσεως καὶ δεινῶν συμφορῶν, ῥῦσαι ἠμᾶς, παῤῥησίαν μεγίστην ὡς ἔχουσα πρὸς Χριστόν, διὸ σώζεις ἐκάστοτε τοὺς εὶς σὲ καταφεύγοντας·

Ἀλληλούια.

Ἰσχύς μου πᾶσα, εὐφροσύνη μου καὶ ἐλπίς μου, φῶς, ζωὴ καὶ παράκλησις, σὺ ὐπάρχεις, Μυροβλύτισσα Θεοτόκε ἐκχεῶ, ἐν κλαυθμῷ καὶ στενεγμῷ ἑνώπιον σου τῆν δέησίν μου, καὶ τὴν θλῖψιν τῆς ψυχῆς μου ἀπαγγελῶ σοι, Ἁγνή. ἕτι δε τοῖς θαὐμασίοις ἐκπληττόμενος βοῶ σοι·

Χαῖρε, Δέσποινα Ἀνδριῶτισσα, παρθένε Παναγία·
Χαῖρε, ὑπέρφωτος λαμπάς, πύλη τῆς μετάνοιας.
Χαῖρε, ὄτι τὸ δάκρυ τοῦ ἀμαρτωλοῦ μύρον εἰς τὸν Υἱόν σου φέρεις·
Χαῖρε, ὄτι τὸν ῥύπον τῆς ψυχῆς ὔδατι ἁγίω ἀποκαθαίρεις.
Χαῖρε, Παρθένε ἄσπιλε, ῥοδάνθιστε Μαρία·
Χαῖρε, ὦ Μῆτερ εὔσπλαχνε εἰς τὸν Κύριον ἡ παῤῥησία.
Χαῖρε, θρόνος μυροστάλακτος, ἡ ἄχραντος μορφή σου·
Χαῖρε, ψυχῆς μου λύτρωσις ἡ ὁλόθερμος εὐχή σου.
Χαῖρε, πάναγνε Μαρία, χαρᾶς ταμεῖον καὶ Ἀγγέλων χαρμονή·
Χαῖρε, μύρον τὸ εὔοσμον, ἀγίασμα θείον καὶ πιστῶν καταφυγή.
Χαῖρε, κρίνον ἠδύπνοον, χαρᾶς ἡ ἀκένωτος πηγή·
Χαῖρε, Ἀγγέλων ἀγλάισμα καὶ λυχνία φωταυγής.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Κρήνη προχέουσα μύρον, ἐκ ῥίζης Ἰεσσαί, ὡς κλάδος ἀνεφύης, Θεομῆτορ Μαριάμ, ἄστρον ἄδυτον τὸν Κύριον μόνη ἐξανέτειλας. Διόπερ σοὶ βοῶμεν τοιαῦτα·

Ἀλληλούια.

Λεπρωθέντα με τὸν νοῦν καὶ τὴν ψυχήν, τῷ θείῳ σου μύρῳ, κεκαθαρμένον Δέσποινα κατάστησον, ὡς Μυροβλύτισσα Δέσποινα, καὶ ἕτι με πρόσδεξαι τολμώντα ὐμνῆσαί σε τοιοῖσδε λόγοις·

Χαῖρε, Κόρη πανθαύμαστε, γλυκὺ λάλημα Ἀγγέλων·
Χαῖρε, τοῦ Λόγου καύχημα καὶ ᾠδὴ τῶν Ἀρχαγγέλων.
Χαῖρε, Κεχαριτωμένη, τῆς Ἐκκλησίας ἡ εὐχὴ καὶ τῶν πιστῶν ἡ σωτηρία·
Χαῖρε, τῶν πρωτοπλάστων κλέος, χρυσοσταλίτισσα Ἁγνή, καὶ θεία εὐλογία.
Χαῖρε, γλυκεία εὐφροσύνη, τῶν Βλαχερνών ὁ ὔμνος ὁ Ἀκάθιστος·
Χαῖρε, χαριτόβρυτε σεμνή, Ἐλληνισμοῦ ὁ λίθος ὁ ἀσάλευτος.
Χαῖρε, γλυκὺ ὄνομα καὶ κάλλος, ὸ ἰατὴρ τῶν νόσων ὁ χρυσόῤῥειθρος·
Χαῖρε, ὦ ἀνθοστολίτισσα, γεραίρει σε, ἡ Πόλις ἡ ἐπτάλοφος.
Χαῖρε, τερπνὸν παλάτιον, κόσμου ἡ σωτηρία·
Χαῖρε, Αἰγαίου ἡ ᾠδή, Δέσποινα Παναγία.
Χαῖρε, τοῦ κόσμου διάσωσμα, βροτῶν τὸ ἱλαστήριον·
Χαῖρε, τοῦ ᾅδου νέκρωσις, φωτὸς κατοικητήριον.

Χαῖρε θεοτόκε Μυροβλύτισσα.

Μύρον τὸ ἀκένωτον, ὥσπερ ἄνθος πανεύοσμον ἡ εἰκῶν σου ἡ Ἁγία ἀναβλύζει, κατευφραῖνον τοῦς πιστῶς σοι προσπίπτοντας, κᾀμέ, ἐλαίῳ τῆς σῆς ευσπλαχνίας, λίπανον τὴν ἐμῆν κεφαλήν, ἵνα πόθω προσφωνῶ σε·

Ἀλληλούια.

Νοσημάτων θεράπευσον Μυροβλύτισσα, καὶ δαιμόνων ἐπηρείας καὶ ῥαθυμίας ἀπάλλαξον τοῦς τῇ σῇ εἰκόνι προσφεύγοντας. Κᾀμὲ ἔκπλυνον τῷ θείῳ μύρῳ τὸν ῥύπον τῶν παθῶν καὶ μολυσμοῦ πταισμάτων με κάθαρον·

Χαῖρε, γλυκύτης τῆς καρδίας μου, τῆς εὐωδίας τὸ σεπτὸν σκήνωμα·
Χαῖρε, νυμφῶν ὀλόφωτε καὶ ἀνθρώπων τὸ ὀχύρωμα.
Χαῖρε, μυροθήκη Τριαδικοῦ Θεοῦ, ἀεὶ τὸ μύρον ἐκχέουσα·
Χαῖρε, ἄνθος μυριομύριστον, ἡ ἐκ τοῦ Σταυροῦ τοῦ Ἰησοῦ τὸ ἔλεος προχέουσα.
Χαῖρε, τιμία Ζώνη καὶ Ἐσθὴς ἡ μυροστάλακτος·
Χαῖρε, Λόγου χρυσόπλοκε σκηνή, ἡ μυρόβλυτος
Χαῖρε, ὄτι κατέστησας ἁγίου Νικολάου τὴν Μονήν, θύραν τοῦ Παραδείσου·
Χαῖρε, ποταμὸς ἐλέους ἡ ἀνθοστάλακτος εὐχή σου.
Χαῖρε, μυροτόκε ἁγνή, Παναγία Κυκλαδίτισσα·
Χαῖρε, Αἰγαιοπελαγίτισσα, Θεοτόκε Ἐλλαδίτισσα.
Χαῖρε, σανὶς ναυαγῶν σωματικῶν τε καὶ ψυχικῶν·
Χαῖρε, λιμὴν ὐπήνεμος, παράκλησις ἀμαρτωλών.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Ξήρανον τῆς σαρκός τὰ κινήματα τῷ σῷ Ἁγίῳ μύρῳ Παρθένε. Ἴασαί με, Δέσποινα, ἐλέησον καὶ σῶσόν με, τὸν σοὶ προσφυγόντα ἱκέτην σου·

Ἀλληλούια.

Ὅλη ἀγαθή, ὡς ἀμόλυντος οἶκος τοῦ Βασιλέως, σὺ ὑπάρχεις ὄλη εὔσπλαχνος καὶ βοηθὸς ἐν τοῖς κινδύνοις καὶ περιστάσεσι, Ἀνδριώτισσα Πανάχραντε. Ἡ ἐλπίς μου, εἰσάκουσόν με καὶ κατάσπευσον τοῦ σῶσαί με·

Χαῖρε, τὰ δάκρυά σου, μύρον εὐωδίας ἀγαστής·
Χαῖρε, κρήνη ἰαμάτων τοῖς πρὸς σὲ προστρέχουσι πιστοῖς.
Χαῖρε, κρίνον ἀνθοῦν εἰς βλαστὸν ἐξηραμένον·
Χαῖρε, σέλας ἠλιόμορφον θείῳ φωτὶ πεφωτισμένον.
Χαῖρε, Παρθένε, ἡ σῶτειρα ἐκ νόσων ἀνιάτων καὶ χαλεπῶν·
Χαῖρε, Ῥοδοσταλίτισσα θεοκτίστων θησαυρῶν.
Χαῖρε, θεία εὐωδία ἐκ τῶν δακρύων τοῦ Ἰησοῦ·
Χαῖρε, ἡλιοστάλακτε χιτῶν τοῦ ἐν Τριάδι Θεοῦ.
Χαῖρε, ἄνθος μυριομύριστον ἐκ τῶν ἤλων τοῦ σταυροῦ·
Χαῖρε, κρίνον εὐωδιάζον τοῦ ἐπανευαγγελισμοῦ.
Χαῖρε, ἠ Μυροδόχος πηγὴ τῆς ἀφθαρσίας·
Χαῖρε, τῆς Μυρελαίου Παναγίας, τὸ μάννα τῆς ἀθανασίας.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Παραμυθία τῶν θλιβομένων, καὶ ἱλαστηριον ἁμαρτανόντων, σὺ ἀνεδείχθης, Παρθένε Μυροβλύτισσα. Μύρον ἀνέβλυσας, ἐκ τῆς σεπτῆς εἰκόνος σου, καὶ ὡς ῥόδον εὔοσμον ἀνθοῦν, ὁ Θεὸς εὐράμενος, ἐν σοὶ σαφῶς ἐσκήνωσεν, καὶ ἡμᾶς Ἁγνὴ εὐωδίασεν·

Ἀλληλούια.

Ῥίζης Ἰεσσαί βλαστήσασα, ἀφθαρσίαν τοῖς πιστοῖς ἐκαρποφόρησας καὶ θείαν εὐλογίαν ἐξήνθησας, μύρον ζωῆς τῷ κόσμῳ βλύσασα·

Χαῖρε, ἀηδὼν ἠδύλαλος, ἔαρος ἡ ελπίς·
Χαῖρε, ᾠδὴ Ἀγγελικὴ καὶ οὐράνιος ἠλιακτίς.
Χαῖρε, ἡ χάρις τοῦ Θεοῦ, ἡ θεία καλοσύνη·
Χαῖρε, ἡ εὐσπλαχνία σου, ἡ προάγουσα εἰς τὴν ἁγιωσύνη.
Χαῖρε, τῆς Μυροβλύτισσας τὰ ῥόδα καὶ τὰ κρίνα·
Χαῖρε, τὰ ἄνθη τοῦ Σταυροῦ, με δάκρυα κι ἐκείνα.
Χαῖρε, μέλι ἠδύποτον πᾶσαν πικρίαν γλυκαῖνον·
Χαῖρε, ἀστὴρ ὀλόφωτε, εἰς Ἄνδρον νήσον, μάγους καὶ ποιμένας προάγων.
Χαῖρε, ἄνθος πανεύοσμον, Βλαχέρνα Παναγία·
Χαῖρε, ᾠδὴ Βυζαντινή, Μυροβλύτισσα Κυρία.
Χαῖρε, ἐσθὴς χρυσοκέντητος, ἐκπέμπουσα τὸ θείον φῶς·
Χαῖρε, Κωνσταντινοπολίτισσα, τῆς Πόλης ἡ ἀρωγός.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Στρέψον μοι εἴς χαρμονήν τὸ πένθος, Μυροβλύτισσα, καὶ σωμάτων πόνους καὶ παθῶν ἀπάντων τὴν τρικυμίαν εἰς γαλήνην μετάβαλε, τῷ ὐπερυψοῦντι τὸν ἄφραστόν σου τόκον·

Ἀλληλούια.

Τὸ θείον μυροδοχεῖον τοῦ ἀθανάτου μύρου, ἐν τῇ Μονῇ τοῦ ἁγίου Νικολάου τὴν ἁγίαν, πηγὴν τοῦ Ζωοποιοῦντος καὶ ζωηφόρου ὔδατος, τὴν πύλην τῆς σωτηρίας, τοῦ Παραδείσου ἀμάραντον κλήμα, τὴν ἔμψυχον πόλιν Χριστοῦ τοῦ Βασιλέως ὑμνῶ·

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Χαῖρε, ἐκ τῆς ἱερᾶς Μονῆς ἀγγέλων ὐμνωδία·
Χαῖρε, χάρις ἀναδίδουσα οὐράνιον εὐωδίαν.
Χαῖρε, Γερόνπσσα τῆς Ἄνδρου, Παναγία μου, Κυρία·
Χαῖρε, Δέσποινα τοῦ κόσμου, τῆς ψυχῆς παραμυθία.
Χαῖρε, θεία σκέπη τῶν σὲ ὐμνολογούντων, γλυκεία ᾠδὴ χειλέων·
Χαῖρε, ἁγία Εἰκών, ἐξαίσιος εὐωδία ἀνθέων.
Χαῖρε, καύχημα Ἀποστόλων καὶ ἐγκῶμιον Ἀγγέλων·
Χαῖρε, τοῦ κόσμου καταφύγιον, χαρμονὴ τῶν Ἀρχαγγέλων.
Χαῖρε, ῥόδον τὸ Ἀμάραντον, καὶ κρίνον τὸ εὔοσμον·
Χαῖρε, εἰκῶν ἀείφωτε καὶ δένδρον τὸ εὔσκιόφυλλον.
Χαῖρε, τοῦ κόσμου ἡ ὠραιότης, τοῦ κόσμου ἡ σωτηρία·
Χαῖρε, τῆς Ἄνδρου ἡ ᾠδή, ἡμῶν ἡ Παναγία.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Ὑπὲρ φύσιν, Παρθένε, τὰ ἀρῶματα τοῦ μύρου σου εὐφραίνουσιν καρδίαν καὶ αἰσθήσεις τῶν χρισμένων τῷ μύρῳ σου τῷ Ἁγίω. Ὅθεν σου τὴν χάριν κηρῦττομεν τοῖς πάσι, καὶ τὰ πολλὰ θαυμάσιά σου μεγαλύνομεν·

Ἀλληλούια.

Φωτοφόρον σκήνωμα Θεοῦ, μύρου βαρυτίμου δοχεῖον ἐγένου, Παναγία Μυροβλύτισσα, πᾶσαν τὴν γῆν εὐωδιάσαντος. Διόπερ τῇ εὐωδίᾳ τῆς πρεσβείας σου, λῦσον τῶν παθῶν τὰς ὀδύνας τοῖς εὐλαβῶς σοῖ προσπίπτουσιν·

Χαῖρε, ἠδὺ ζωῆς εντρύφημα, τῆς νήσου Ἄνδρου τὸ ἐγκαλλώπισμα·
Χαῖρε, εὐώδες θυμίαμα, τῶν προσφευγόντων τῆς σῇ εὶκόνι τὸ ἀγαλλίαμα.
Χαῖρε, ἄνασσα, Ἁγνή, βροτῶν ἡ σωτηρία·
Χαῖρε, τῆς ψυχῆς ὰνάπαυσις ἡ χάρις σου ἁγία.
Χαΐρε, ῥοδοστεφῆς ὁδὸς ἡ ἄγουσα εἰς τοῦ Θεοῦ τὸν θρόνον·
Χαΐρε, ἡ τῆς ἁμαρτίας κάθαρσις καὶ καταλαγὴ τῶν πόνων.
Χαῖρε, ἀείῤῤοος πηγὴ ἐν μέσῳ τῆς έρημου·
Χαΐρε, Μυροσταλίτισσα, ὕδωρ εἰς τὴν ἄνυδρον ψυχήν μου.
Χαῖρε, μύρον περιχέον τὴν ἀμίαντον μορφήν σου·
Χαῖρε, ἀγάπη ἀναδίδουσα τὴν ὀσμὴν τοῦ Παραδείσου.
Χαΐρε, ὕμνος, χαῖρε δάκρυον, χαῖρε θωπεία θεϊκή·
Χαΐρε, λάμψις τοῦ Υἱοῦ σου, ἡ καταυγάζουσα τὴν γῆ.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Χαῖρε ἁγίου Νικολάου μονὴ καὶ εὐφραίνου, ἔσχεν ἡ Μάνδρα σου, ἐν Ἄνδρῳ, προπύργιον μέγα, τὴν εἰκόνα σου τὴν σεπτήν, ὡς προστάτιδα θείαν, ἐκβλύζουσα μύρον, εὐῶδες. Ὦ Μυροβλύτισσα Θεοτόκε, τῇ ἱερᾷ ταύτη εὶκόνι προσπίπτομεν γονυπετείς, ἵνα λυτρώσης τοῦς σοῦς δοῦλους ἐκ πᾶσης ἀσθενείας καὶ ἐπιβουλής τοῦ ἀλλοτρίου·

Ἀλληλούια.

Ψάλλοντές σοι τοῦς ὔμνους, ἀνυμνοῦμέν σε πόθῳ, ὡς κρήνην προχέουσαν μύρον, τοῦ Ἀαρῶν ἡ ῥάβδος καὶ στάμνος τὸ Μάννα φέρουσα·

Χαῖρε λιμήν, καύχημα καὶ ἀγαλλίαμα, τῶν πόθῳ σε ζητοῦντων·
Χαῖρε, βίβλος Θεοῦ ἡ πανσφράγιστος, καὶ βακτηρία τῶν σὲ ὑμνούντων.
Χαῖρε, ὑπὲρ τῶν ἀνθρώπων τῇ Τριάδι ἀενάως πρεσβεύουσα·
Χαῖρε, γέφυρα εἰς ουράνιον ζωήν, τοῦς θνητοῦς ἡ μετάγουσα.
Χαῖρε, ἡ γεωργήσασα τὴν ζωηφόρον ἄμπελον, Μῆτερ Θεοῦ πανύμνητε·
Χαῖρε, ὁ ἔμψυχος νέος οὐρανός, ἡ τῆν φύσιν τῶν βροτῶν ἐξαγνίσασα, Πανάμωμε.
Χαῖρε, Μυροβόλε Κόρη, Μυροδοχεῖον τῆς φύσεως τοῦ ἀχωρήτου·
Χαῖρε, τοῦ Θεοῦ καθέδρα, ἔμψυχον παλάτιον τοῦ Παρακλήτου.
Χαῖρε, λυχνία χρυσαυγῆς τοῦ ἤλιου τῆς δόξης, Μαρία Ἀνδριώτισσα·
Χαῖρε, φωτὸς ἀπροσίτου θεῖον ἀνάκτορον, εὐφροσύνης πηγὴ Μυροβλύτισσα.
Χαῖρε, γαλήνη ψυχῆς, εἰς ἁγίου Νικολάου μονήν σύ με προσόρμισον·
χαῖρε, τῶν Ἀρχαγγέλων ᾠδὴ Μυρόῤῥαντος, τὸν τάραχον τῶν παθῶν μου, Σεμνή, κατεύνασον.

Χαῖρε Θεοτόκε Μυροβλύτισσα.

Ὦ μύρον, τὸ τῆς ζωῆς τετοκυῖα, ῥάβδος ἡ βλαστήσασα τὸ ἄνθος τὸ ἀμάραντον (εκ γ΄) ἱκέτευε ἁμαρτημάτων διδόναι συγχῶρησιν καὶ μὴ παρίδης ἠμῶν τὰς ἐντεύξεις, Μυροβλύτισσα, κόρη, Θεογεννῆτορ, τῶν σοὶ προστρεχόντων εὐλαβῶς.

Ἀλληλούια.

Κοντάκιον.
Ὦ Μυροβλύτισσα Παρθένε ἠλιοστάλεκτε, τῆς Ἄνδρου καύχημα, Μήτερ θεόνυμφε, τῶν Βλαχερνῶν ὁ ὔμνος ὁ ἀκάθιστος χαῖρε «ῥοδάνθιστη» Μαρία, κρίνον εὔοσμον, Ἁγίου Νικολάου κρήνη ἡ πανθαύμαστος. Χαίροις, Νεφέλη ὀλόφωτε, μύρον τὸ ἀκένωτον.