Δύο Παρακλητικοί Κανόνες εις την Παναγία Παντάνασσαν

  1. Ποίημα Ιωσήφ Μοναχού

  2. Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν Ιερά Μονή Βατοπαιδίου

Ποίημα Ἰωσὴφ Μοναχοῦ

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ’. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῆ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοί καὶ ταπεινοῖ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτῄμεθα.

Δόξα.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Εἰκῶν χαριτόβρυτε τῆς Παντανάσσης σεπτῆ, τους πόθῳ τῆν χάριν σοῦ ἐπιζητοῦντας θερμῶς, περίσῳζε Δέσποινα· λῦσον ἤν χάριτας περιστάσεις τῶν εἰς σε προστρεχόντων, φρούρησον τῆν σῆν ποίμνην ἐκ παντοίων κινδύνων, τῆν ἐπικαλουμένην ἀεὶ τὴν σὴν ἀντίληψιν.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ποικίλοις ὀχλούμενοι πειρασμοῖς, πρὸς σὲ τᾶς ἐλπίδας ἐπιῤῥίπτομεν τοῦ Θεοῦ, τὴν ἀείζωον μητέρα, τῆ μεσιτείᾳ σου ῥῦσαι Παντάνασσα.

Παθῶν καὶ δαιμόνων αἱ προσβολαί, πάντοθεν κυκλοῦσι τὴν σὴν ποίμνην Μῆτερ Θεοῦ· ὡς πάντων κτισμάτων ὑπερτέρα, τῇ μεσιτείᾳ σου ῥῦσαι Παντάνασσα.

Σωτῆρος καὶ πάντων Δημιουργοῦ, τοῦ Παμβασιλέως ὡς γεννήτρια ἀληθῶς, πᾶσι τοῖς προσφεύγουσιν ὑγείαν, τῇ μεσιτείᾳ σου δίδου Παντάνασσα.

Νοσοῦντας τὸ σῶμα καὶ τὴν ψυχήν, ἀρωγῆς ἁπάσης καὶ ἰάσεως ταχινῆς, ἀξίωσον πάντας Θεομῆτορ, τῇ μεσιτείᾳ σου μόνη Παντάνασσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασία σὺ μόνη, πάντων πιστῶν πέφυκας, τῇ σῇ ἀκοιμήτῳ προνοίᾳ, δεινῶν ἀπάλλαξον, τῶν συνεχόντων ἡμᾶς, τὸν Βασιλέα τεκοῦσα, ἔχεις γὰρ τὸ δύνασθαι, μόνη Παντάνασσα.

Ἱκεσίαν προσδέχου, τῶν ταπεινῶν δούλων σου, τῶν ἐν ἀσθενείαις παντοίαις καὶ περιστάσεσι· σὺ γὰρ μεσίτρια πρὸς τὸν Υἱόν σου Παρθένε. Σῶσον ταῖς πρεσβείαις σου, μόνη Παντάνασσα.

Ἐλεήμονα Λόγον, τὸν τοῦ Θεοῦ τέτοκας, καὶ ἐλέους πηγήν σε πιστῶν ἀνέδειξε· νῦν οὖν ἐλέησον τοὺς κακουμένους καὶ ῥῦσαι, πειρασμῶν καὶ θλίψεων μόνη Παντάνασσα.

Χαρισμάτων ταμεῖον, τοῦ παντουργοῦ Πνεύματος, σὲ Θεογεννῆτορ Παρθένε, πάντες γινώσκομεν, καὶ σοῦ δεόμεθα, τῶν συνεχόντων σκανδάλων, ῥῦσαι τῇ πρεσβείᾳ σου μόνη Παντάνασσα.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Προφθάνεις ἀεὶ τῇ σκέπῃ σου Παντάνασσα, καὶ σῴζεις ἡμᾶς ἐν νόσοις καὶ κακώσεσιν, ἐκτενῶς βοῶντάς σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἰαμάτων στάξον τοὺς κρουνούς, ἡ μόνη ταχέως θεραπεύουσα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπακούεις Παντάνασσα, ἐπικαλουμένους τὴν εὐσπλαγχνίαν σου, ἡ τὸν εὔσπλαγχνον γεννήσασα, καὶ Σωτῆρα πάντων τῶν τιμώντων σέ.

Τῶν μισούντων τὴν ἔφοδον, ἡ τῆς σωτηρίας μόνη ἀντίληψις, καὶ ἐπίνοιαν μετάβαλε, καὶ εἰρήνην δώρησαι Παντάνασσα.

Θεραπεύουσαν τάχιστα, τῶν σῶν δούλων τὰ ἀσθενήματα, ἀναπέμπομεν ἐφύμνια, οἱ γινώσκοντές σε, ὦ Παντάνασσα.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας βέβαιον ἔρεισμα, οἱ πλουτοῦντες σε Παντάνασσα, ἀῤῥωστίας πάσης ἐκλυτρούμεθα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέφη πειρασμῶν, περιέσχόν με τὸν δείλαιον, τὴν σὴν ἀντίληψιν παράσχου σεμνῇ, τῆς σωτηρίας, ἡ κυήσασα τὸν πρόξενον.

Λύτρωσε ἀγνῇ, περιστάσεων τοὺς δούλους σου, ἡ τὸν Σωτῆρα Χριστόν κυήσασα, καὶ τὴν σωτηρίαν, τοῖς αἰτοῦσί σε παρέχουσα.

Σβέσον τὴν πυράν, τῶν παθῶν ἡμῶν Παντάνασσα, τῷ δροσισμῷ τῆς μεσιτείας σου, ἡ Φῶς τεκοῦσα, τοῦ Πατρός τὸν Ὁμοούσιον.

Ἴασαι Ἀγνῇ, τῶν πιστῶν τὰ ἀῤῥωστήματα, τῆ συμπαθῆ ἐπιστασία σου, καὶ τὴν ὑγείαν, πᾶσι δώρησαι πρεσβεῖας σου.

ᾨδὴ στ΄. Τήν δέησιν ἐκχεῶ.
Θανάτου, καὶ τῶν δεινῶν ἀπάλλαξον, τοὺς πιστῶς αἰτοῦντάς σε Παρθένε, καὶ τῶν ἐχθρῶν τὰς ἐφόδους εἰς τέλος, ἐκ τῆς σῆς ποίμνης ἀφάνισον τάχιστα, Παντάνασσα πέλεις διό, καὶ ἰσχύεις ὡς Μήτηρ τοῦ Κτίστου σου.

Προστάτιν σε, ταχινήν ἐπίσταμαι, καὶ σωτήριον ὄντως λιμένα, τῶν πειρασμῶν ἀπελαύνουσαν νέφη, καὶ ὀφλημάτων τὴν λύσιν βραβεύουσαν, Παντάνασσα Μῆτερ Θεοῦ, ἀπεγνωσμένων ἡ μόνη ἀντίληψις.

Ἐν πόνῳ, καὶ ἐν κακώσει βέβλημαι, καὶ οὑκ ἔστιν ἴασις τῆ σαρκί μου. ἀλλ’ ἡ τὸ λύτρον τοῦ σύμπαντος κόσμου, τὸν Θεὸν Λόγον ἡ μόνη κυήσασα, ἀνάστησον με τῶν δεινῶν, καὶ ὑγείαν παράσχου Παντάνασσα.

Ὡς μόνην, τῆς σωτηρίας πρόξενον, καὶ κακῶν ἀπαλλαγήν σε πλουτοῦντες, μετὰ πόθου σοι προσπίπτομεν Κόρη, καὶ τῆ προνοίᾳ σου λύσιν λαμβάνομεν, Παντάνασσα καὶ νῦν ἡμᾶς, ἐκ φθορᾶς καὶ κινδύνων ἀπάλλαξον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σέ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ̓ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Σωτηρίας τῶν πιστῶν μόνη πρόξενος, καὶ μεσῖτις πρὸς Θεὸν ἡ ἀκοίμητος, μὴ παρίδῃς τῶν ἀσθενῶν βοῷντών σοι φωνᾶς, ᾳλλά λύτρωσαι ὡς συμπαθῇς,  τῶν περιστάσεων ἡμᾶς, τοὺς πιστῶς δεομένους σου, βράβευσον θεραπείαν καὶ λύτρωσαι τῶν κινδύνων, ἡ προστατεύουσα ἀεί, Θεομῆτορ τοὺς ὑμνοῦντάς σε.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·
(τρίς).
Στίχος. Ἄκουσον θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον
Ἐκ τοῦ κατά Λουκᾶν.
(Κεφ. α´ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δός ἡμῖν τοῖς δούλοις σου, τῇ συμπαθῇ σου προνοία, τὰ πολλά ἐλέη σου,  καὶ δεινῶν ἀπάλλαξον μεσιτείαις σου, μεθ’ ἡμῶν ἔφερες τὸν Θεὸν Ἄχραντε, καὶ θανάτου ἠλευθέρωσας, διό δεόμεθα, ἴασαι νοσοῦντας τοὺς δούλούς σου, καὶ δώρησαι τὴν ἄφεσιν, μόνη μητρικῇ παῤῥησία σου, λύτρωσαι κινδύνων, καὶ σῶσον τοὺς βοῶντας ἀληθῶς, χαῖρε πενθούντων παράκλησις, μετά σου ὁ Κύριος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὤσπερ ἥλιον λάμψιν, ἐν εἰκόνι σου κόρη Θεογεννήτρια, δεικνύεις τοῖς σοῖς δούλοις, καὶ τῇ πρόνοιά σου, σῴζεις τὴν ποίμνήν σου, εὐλογημένη Ἀγνῇ, ὡς Μήτηρ τοῦ Σωτῆρος.

Θεοτόκον κυρίως, οἱ τιμῶντες σε Κόρη, ἀεὶ σῳζόμεθα, ῥυόμενοι πταισμάτων καὶ πάσης μαλακίας, καὶ ἐν πίστει κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἷ.

Θησαυρόν τε καὶ σκέπην, καὶ φρουρόν ἀσφαλείας, τὴν σὴν Παντάνασσα, εἰκόνα προσκυνοῦμεν, κρουνούς τῶν σῶν θαυμάτων, τοῖς αἰτοῦσί σε βλύζουσαν, καὶ εὐλογοῦμεν ἀεί, τὸν τόκον σου Παρθένε.

Τῶν ψυχῶν καὶ σωμάτων, ἰατρεῖον παρέχεις μόνη Παντάνασσα, τῶν πόθῳ προσπιπτόντων, τῇ θεῖᾳ σου προνοίᾳ, τῇ μητρικῇ παῤῥησία σου,  ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Παντανάσσης, καὶ σὴς Μητρός δεομένης, μὴ παρίδῃς Χριστὲ μου τὰς πρεσβείας, ἵνα σε ὑμνῶμεν, ὡς πάντων Βασιλέα.

Τοῖς ἀσθενοῦσι, τὴν ἰατρείαν παρέχεις, τοῖς πιστῶς αἰτοῦσι σε Παρθένε, καὶ δοξολογούσι, τὸν ἄφραστόν σου τόκον.

Μύρον Θεῖον, ὁ Τόκος σου Παρθένε, μύρου θείου πηγήν τὴν σὴν εἰκόνα, ἔδειξε καὶ οὕτω, θαυμάτων μύρα βλύζει.

Τῶν πειρασμῶν συ, Παρθένε τὰς νιφάδας, καὶ ἐχθρῶν τῶν μισούντων τὴν μανίαν, δίωξον καὶ σῶσον, τούς σε ὑμνολογοῦντας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κυρίως ὡς αἰτίαν, ἡμῶν τῆς σωτηρίας, τῶν βροτῶν σε τὸ γένος κηρύττομεν, καὶ τοῦ Σωτῆρος τῶν ὅλων, Ἀγνῇ λοχεύτριαν.

Ῥανίδας μου δακρύων, μὴ παρασιωπήσεις, ἡ τοῦ θανάτου τὸ κέντρον συντρίψασα, τῷ τοκετῷ σου μόνη, Θεοχαρίτωτε.

Χαρᾶς πάσης δοχεῖον, σοὶ πρέπει χαίρειν μόνη, ὡς τῆς χαρᾶς τεξαμένη τὸ πλήρωμα,των λυπηρῶν πάντας ῥῦσαι, τῇ μεσιτείᾳ σου.

Λιμένι σὴς πρεσβείας, τοὺς πόθῳ προσφυγόντας, σῶσον Παρθένε καὶ φρούρησον πάντοθεν, ἡ σωτηρίαν τῷ κόσμῳ, Χριστόν κυήσασα.

Φωτί τοῦ σου προσώπου, ὡς ἔλαμψας τῷ πάλαι, τοῦ σκοτασμοῦ τῶν παθῶν με ἀπάλλαξον, τὸν εὐσεβῶς Φωτοτόκον, σέ καταγγέλοντα.

Κακώσεως καὶ πόνων, καὶ πάσης ἀσθενείας, τοὺς κακωθέντας ποικίλως θεράπευσον, καὶ ἐκζητοῦντας Παρθένε, τὴν προστασίαν σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πάντων ὑπερτέρα τῶν γηγενῶν, καὶ καθαρωτέρᾳ ἀσυγκρίτως τῶν οὐρανῶν, ὡς εἰσδεξαμένη τὸ πῦρ ἐν σοι τὸ θεῖον, πυρφόρον θεῖον ἄρμα, Κόρη γεγένησαι.

Τοῦ Παμβασιλέως τῶν ουρανών, Μήτηρ οὖσα Κόρη, ὑπερέχεις ὡς ἀληθῶς, πάντων ποιημάτων καὶ πάντες σε τιμῶμεν, Παντάνασσαν ὑμνοῦντες καὶ Θεομήτορα.

Ἴδε τὴν ἀσθένειάν μου Ἀγνῇ, ἴδε μου τὴν θλῖψιν ὦ Παντάνασσα Ἀγαθῇ, ἴδε μου Παρθένε τὸν ἐγκάρδιον πόνον, καὶ ἄφες φιλανθρώπως τὰς ἁμαρτίας μου.

Φώτισον τὸ σκότος τῶν λογισμῶν, ἐμοῦ Φωτοτόκε, δεομένου σου ἐκτενῶς, πρίν ἡ καταλάβῃ, ὤρά με τοῦ θανάτου, καὶ ἐν φωτί με τάξον, κόρη Παντάνασσα.

Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετά δέους τῆ Μαριάμ, ὦ τοῦ ξένου τρόπου, ἐν μήτρα γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὃν ἔπλασε.

Ζώνην πολυτίμητε τῆς Ἀγνῇς, πηγὴ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σύ περιζώσασα.

Θείαν Βηματάρισσαν τὴν σεπτήν, πάντες προσκυνοῦμεν, Ἐσφαγμένην καὶ τὰς λοιπάς, τὴν Παραμυθίαν, καὶ τὴν Ελαιοβρύτιν σῦν τῇ Ἀντιφωνούσῃ, καὶ τὴν Παντάνασσαν.

Τὰς σεπτὰς εἰκόνας σου τῆς μορφῆς, τὴν Παραμυθίαν προσκυνοῦμεν καὶ τὰς λοιπάς, τὴν Ἀντιφωνοῦσαν, τὴν Πυροβοληθεῖσαν, τὴν θείαν Ἐσφαγμένην καὶ τὴν Παντάνασσαν.

Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τῶν λειψάνων, καὶ τελοῦντάς σου τὴν φαιδράν, μνήμην περιφρούρει, ἀπὸ πάσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
 

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Ἀμήν.

Δίστιχον·
Παντάνασσα Δέσποινα, ὕμνον προσδέχου,
Ὃν Ἰωσήφ σοι, ἐκ καρδίας προσφέρει.

 

Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον την Παντανάσσαν

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν Ρόδου

Ποίημα τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη,
Μητροπολίτου τῆς Ἁγιωτάτης Μητροπόλεως Ρόδου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ κάτωθι Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Παντανάσσης ἀδελφοὶ Θεοτόκου, δεῦτε προσπέσωμεν πιστῶς τῇ Εἰκόνι, καὶ ὡς ἐξ ἑνὸς στόματος, βοήσωμεν αὐτῇ· Δέσποινα Πανάχραντε, ἡ Χριστὸν τὸν Σωτῆρα, κτίσεως τὸν ἄνακτα, ἀποῤῥήτως τεκοῦσα, ὑπὲρ ἡμῶν ἱκέτευε αὐτόν, τῶν εὐλαβῶς προστρεχόντων τῇ σκέπῃ σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς·
ἐν τῷ δ΄ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Δέσποινα Μαρία, τῶν ἀνθρώπων καταφυγή, πρόσδεξαι ἡμῶν τὴν ἱκεσίαν, καὶ δίδου πᾶσι τὴν ἄφθονον χάριν σου.

Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Ἄχραντε Παρθένε, τῶν Ἀγγέλων ἡ βασιλίς, δεῦρο πρὸς ἡμᾶς τοὺς ἀναξίους, τὴν προστασίαν σου πᾶσι παρέχουσα.

Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Πανύμνητε Κόρη, ἡ ἀντίληψις τῶν πιστῶν, ῥῦσαι τοῦ ἐχθροῦ τῆς πονηρίας, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι σου.

Κινδύνων παντοίων καὶ συμφορῶν, Παντάνασσα Μῆτερ, ταῖς πρεσβείας σου πρὸς Θεόν, ἐκλύτρωσαι πάντας τοὺς φωνοῦντας, ἐν κατανύξει τὸ θεῖόν σου ὄνομα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὤ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, ἀπὸ χαλεπῶν συμπτωμάτων, νόσων καὶ θλίψεων, πάντας διάσωσον, τοὺς τῇ σεπτῇ σου Εἰκόνι, πόθῳ καταφεύγοντας, καὶ ἀνυμνοῦντάς σε.

Ὤ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, πρόσχες τῇ θερμῇ ἱκεσίᾳ, τῶν προστρεχόντων σοι, αὐτοῖς τὰ κρείττονα, ὡς ἀγαθὴ χορηγοῦσα· εἰς σὲ γὰρ ἐλπίζομεν, Θεομακάριστε.

Ὤ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, δέξαι τὰς θερμὰς παρακλήσεις, ἡμῶν τῶν τέκνων σου· σὲ γὰρ κεκτήμεθα, καταφυγὴν ἐν ἀνάγκαις, καὶ θερμὴν ἀντίληψιν, ἐν περιστάσεσιν.

Υπερύμνητε Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, παρὰ τοῦ ἐκ σοῦ σαρκωθέντος, δι᾿ ἀγαθότητα, εἰρήνης αἴτησαι, ἀστασίαστου τὴν χάριν, ταῖς ψυχαῖς Παντάνασσα, τῶν ὑμνολόγων σου.

Διάσωσον Εὐλογημένη Παντάνασσα Θεομῆτορ, ἀπὸ παντοίας ἐν βίῳ κακώσεως, τοὺς προσιόντας Εἰκόνι σου τῇ τιμίᾳ.

‘Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Παρθένε Ἁγνή, Θεοῦ Μῆτερ Παντάνασσα, προστάτις θερμή, γενοῦ καὶ καταφύγιον, κραταιὰ ἀντίληψις, καὶ ταχεῖα ἐν πᾶσι βοήθεια, τοῖς εὐσεβῶς προσνέμουσι τιμήν, ἀεὶ τῇ Εἰκόνι σου Θεόνυμφε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὤ Παντάνασσα Δέσποινα, δέξαι τὴν ἐκ πίστεως ταύτην δέησιν, καὶ ἐλέησον τοὺς δούλους σου, τοὺς γονυπετοῦντας τῇ Εἰκόνι σου.

Ὤ Παντάνασσα Δέσποινα, ἐν ἡμέρᾳ θλίψεως καὶ κακώσεως, μὴ παρίδῃς τοὺς οἰκέτας σου, τοὺς τῇ προστασίᾳ σου ἐλπίζοντας.

Ὤ Παντάνασσα Δέσποινα, αἴγλῃ τῶν χαρίτων σου καταλάμπρυνον, τὰς καρδίας τῶν τιμώντων σου, τὴν σεπτὴν Εἰκόνα μετὰ πίστεως.

Ρῶσιν δίδου καὶ δύναμιν, Πάναγνε Παντάνασσα τοῖς προστρέχουσι, τῇ Μονῇ σου μετὰ πίστεως, καὶ ἀσπαζομένοις τὴν Εἰκόνα σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, τοῦ ἁγίου σου προσώπου τῷ φωτί, τὰς ψυχὰς τῶν οἰκετῶν σου καταλάμπρυνον.

Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, πρὸς μετάνοιαν ὁδήγησον ἡμᾶς, τοὺς τιμῶντας ὀρθοδόξως τὴν Εἰκόνα σου.

Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, μὴ ἐλλίπης ἐφορῶσα ἐφ᾿ ἡμᾶς, τοὺς προστρέχοντας τῇ σκέπῃ τῆς πρεσβείας σου.

ἼΙασαι ἡμῶν, τὴν ἀσθένειαν Παντάνασσα, ἐξ Εἰκόνος σου ἐκβλύζουσα ἡμῖν, τοῦ ἐλέους σου τὴν χάριν τὴν σωτήριον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Παντάνασσα, Παναγία Δέσποινα, ἐκτενῶς τὸν Βασιλέα τοῦ κόσμου, τὸν σαρκωθέντα ἐκ σοῦ ἀπειράνδρως, ὑπὲρ ἡμῶν ἐκτενῶς καθικέτευε, ἵνα ῥυσθῶμεν διὰ σοῦ, πειρασμῶν ἀδοκήτων καὶ θλίψεων.

Παντάνασσα, Παναγία Δέσποινα, τὰ πολλά σου μεγαλεῖα ὑμνοῦμεν, καὶ ἐν Εἰκόνι τὴν θείαν Μορφήν σου, ἐνατενίζοντες πόθῳ βοῶμέν σοι· Ἀπάλλαξον ὡς ἀγαθή, ὀδυνῶν τῶν κατ᾿ ἄμφω τοὺς δούλους σου.

Παντάνασσα, Παναγία Δέσποινα, παρεστῶτες τῇ σεπτῇ σου Εἰκόνι, καὶ τοῦ Ἀγγέλου τὸ Χαῖρε βοῶντες, παρακαλοῦμέν σε οὕτω κραυγάζοντες· Ἐλέησον ἡμᾶς Ἁγνή, ἡ ἐλέους τεκοῦσα τὸν ἄρχοντα.

Λαμπρύνεται ἡ Μονή σου Ἄχραντε, ὡς ἐχέγγυον τῆς σῆς προστασίας, τὴν θαυμαστήν σου Εἰκόνα πλουτοῦσα, ἐξ ἧς τὸ ὕδωρ ἀφθόνως ἀνάβλυσον, τῶν μητρικῶν σου οἰκτιρμῶν, τοῖς τιμῶσί σε ὕμνοις Παντάνασσα.

Διάσωσον Εὐλογημένη Παντάνασσα Θεομῆτορ, ἀπὸ παντοίας ἐν βίῳ κακώσεως, τοὺς προσιόντας Εἰκόνι σου τῇ τιμίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῆς Παντανάσσης Παρθένου προσπέσωμεν, τῇ ὑπερτίμῳ Εἰκόνι κραυγάζοντες· Ἀπείρανδρε Πάναγνε Δέσποινα, τὸν σαρκωθέντα ἐκ σοῦ καθικέτευε, σωθῆναι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄. 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἄχραντε Παντάνασσα, Εὐλογημένη Μαρία, τῇ σεπτῇ Εἰκόνι σου, πάντες καταφεύγομεν, οἱ ἀνάξιοι, καὶ χεῖρας αἵροντες, πρὸς σὲ ἱκεσίας, ἐκ καρδίας ἀνακράζομεν· Δέσποινα Πάναγνε, ἡ τὸν Βασιλέα τῆς κτίσεως, τεκοῦσα ὑπὲρ ἔννοιαν, καὶ Παρθένος ἄφθορος μείνασα, ἀεὶ ἐκδυσώπει, αὐτὸν ἐν παῤῥησίᾳ μητρικῇ, ἵνα σωθῶμεν Πανύμνητε, οἱ ὑμνολογοῦντές σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὤ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡμᾶς τῆς μητρικῆς σου, ἀξίωσον ἀγάπης, τοὺς ἐκ πόθου βοῶντάς σοι· Χαῖρε πασῶν δωρεῶν, Πάναγνε τὸ ταμεῖον.

Ὤ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, δυσώπει παῤῥησίᾳ, ἵνα τῆς ἀκηράτου, χαρμονῆς ἀπολαύσωμεν, οἱ τῆς σεπτῆς σου Μορφῆς, τὸ Ἔκτυπον τιμῶντες.

Ὤ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, μὴ παρασιωπήσῃς, ὑπὲρ ἡμῶν ἀπαύστως, τοῦ βοᾶν πρὸς τὸν Κύριον, τῶν προσιόντων τῇ σῇ, ἐκ πίστεως Εἰκόνι.

Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, τὸν Βασιλέα Χριστόν, Παντάνασσα Παρθένε, ἡμᾶς τοὺς ταπεινούς σου, ὑμνολόγους ὡς εὔσπλαγχνος, λύτρωσαι πάσης ὀργῆς, τῇ θείᾳ χάριτί σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, ἡμῖν ἴαμα ἡ χάρις σου γενέσθω, τοῖς ἀσπαζομένοις, τὴν θείαν σου Εἰκόνα.

Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, ἐξ Εἰκόνος σου τὸ φῶς τῶν οἰκτιρμῶν σου, ἀνάτειλον πᾶσι, τοῖς σὲ ὑμνολογοῦσι.

Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, σκέπε φύλαττε τὴν ποίμνην σου καί σῷζε, ὡς τῇ προστασίᾳ, τῇ σῇ ἀνακειμένην.

Ὄμβρισον Κόρη, τῆς χάριτός σου τὸ ὕδωρ, ἐκ τῆς θείας σου Εἰκόνος τῷ λαῷ σου, τῷ σὲ εὐλογοῦντι, Παντάνασσα ἐκ πόθου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τοῦ γλυκασμοῦ τῆς θερμῆς συμπαθείας σου, ἡμᾶς ἀξίωσον πάντας, τοὺς προσιόντας σοι.

Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τῇ μητρικῇ σου στοργῇ περιποίησαι, τοὺς τῇ σεπτῇ σου Εἰκόνι, τιμὴν προσνέμοντας.

Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τῆς τῶν παθῶν τυραννίδος ἀπάλλαξον, τοὺς εὐλαβῶς ἀνυμνοῦντας, τὰ μεγαλεῖά σου.

‘Υπέραγνε Μαρία, Κεχαριτωμένη, Εὐλογημένη Παρθένε Παντάνασσα, ὡς ἀγαθὴ τῇ φωνῇ μου, πρόσχες καὶ σῶσόν με.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε Παντανάσσης τὴν ἱεράν, Εἰκόνα ἐν πίστει, ἀσπασώμεθα ἀδελφοί˙ βρύει γὰρ θαυμάτων, τὰ ῥεῖθρα ἀενάως, παθῶν τὰς βορβορώδεις, πηγὰς ξηραίνουσα.

Χαίροις Παντευλόγητε Μαριάμ, Παντάνασσα Κόρη, ἡ τῆς κτίσεως βασιλίς, ἡ τὸν Βασιλέα, Χριστὸν φρικτῶς τεκοῦσα, τὸν σώσαντα κατάρας, γένος τὸ βρότειον.

Δέσποινα Μαρία Μῆτερ Θεοῦ, Παντάνασσα Κόρη, τὸν Υἱόν σου ὑπὲρ ἡμῶν, θερμῶς ἐκδυσώπει, ἵνα τοῦ Παραδείσου, τοῦ γλυκυτάτου κάλλους, καταπολαύσωμεν.

Γόνατα καρδίας ὦ ἀδελφοί, καὶ σώματος ἅμα, ὑποκλίνωμεν εὐλαβῶς, τῇ σεπτῇ Εἰκόνι, Μητρὸς τῆς Παντανάσσης, αὐτῇ ἀναβοῶντες· Σῷζε τοὺς δούλους σου.

Δέξαι παρακλήσεις ὡς ἀγαθή, Παντάνασσα Κόρη, τῶν ἀθλίων σου ἱκετῶν, αὐτοὺς ἐκ κινδύνων, δεινῶν ἐξαιρουμένη, καὶ πειρασμῶν καὶ νόσων, τῇ προμηθείᾳ σου.

Χαίροις Παναγία Μῆτερ Θεοῦ, Παντάνασσα Μῆτερ, τῶν ἀνθρώπων καταφυγή· χαίροις ἡ προστάτις, τῶν ἐπικαλουμένων, τὴν μητρικήν σου χάριν, ἐν περιστάσεσι.

Ταύτην σου τὴν ποίμνην Μῆτερ Θεοῦ, ἴθυνον τῇ ῥάβδῳ, τῆς θερμῆς σου ἐπισκοπῆς, πρὸς τὰς σωτηρίους, νομὰς τῆς εὐσεβείας· εἰς σὲ γὰρ τὴν ἐλπίδα, ἔχει Παντάνασσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε μετὰ πίστεως θερμῆς, τῇ θαυματοβρύτῳ Εἰκόνι, τῆς Παντανάσσης Μητρός, ἅπαντες προσπέσωμεν, καὶ ἀνακράξωμεν· Ὡς οὐράνιος ἄνασσα, τῆς κτίσεως πάσης, καὶ παντοβασίλισσα, σκέπε καὶ φύλαττε, Δέσποινα Ἁγνὴ τὸν λαόν σου, τὸν τῇ φοβερᾷ προστασίᾳ, τῆς σεπτῆς σου χάριτος καυχώμενον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Κύριλλον Κόρη Παντάνασσα τὸν Ῥόδου,
Σκέπε ἐν βίῳ πρεσβείαις μητρικαῖς σου.