Παρακλητικός Κανών εις την Υπερευλογημένη Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας την Ζωοδόχον Πηγήν

 Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται 5 ημέρες μετά το Άγιο Πάσχα

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀνεξάντλητος πηγὴ εὐσπλαγχνίας, θεοχαρίτωτε ἁγνὴ Θεοτόκε, βλύσον ὑμῖν τὸ ὕδωρ τῶν χαρίτων σου· πίστει γὰρ προσπίπτομεν, τῇ Ἁγίᾳ Πηγῇ σου, νάματα σωτήρια, πηγαζούσῃ τῷ κόσμῳ, ἵνα ῥυσθῶμεν νόσων ψυχικῶν, καὶ ἰαμάτων, τὴν χάριν ἀντλήσωμεν.

Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Πάθη ποικίλα θεραπεύει Παρθένε, τὸ θεῖον ὕδωρ τῆς Ἁγίας Πηγῆς σου, πίστει θερμὴ ἐκ ταύτης λαμβανόμενον· ὅθεν τοὺς προστρέχοντας, τῷ πανσέπτῳ ναῷ σου, κρήνη ζωοδώρητε, Θεοτόκε Μαρία, τῶν ἐν τῷ βίῳ ῥύου πειρασμῶν, καὶ δίδου πᾶσιν, εἰρήνην καὶ ἴασιν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανῶν οὗ ἡ ἀκροστοιχῖς·
Ὕδωρ μοι βλύσον ζωῆς Παρθένε. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑδάτων ἀΰλων ζωοποιῶν, θεόῤῥυτε κρήνη, παντευλόγητε Μαριάμ, τοῦ θείου ἐλέους σου τὰ ῥεῖθρα, βλύσον ἡμῖν τοῖς πιστῶς σὲ δοξάζουσι.

Δροσίζει τὸ ὕδωρ τῆς σῆς Πηγῆς, καὶ ἄρδει Παρθένε, καὶ ἐν πίστει ζωογονεῖ, ψυχὰς κεκαυμένας πλείστοις πόνοις, τῇ ἐνεργείᾳ τῆς σῆς ἀγαθότητος.

Ὡς ἤκουσε Κόρη τῆς σῆς φωνῆς, ὁ Λέων ἐφεῦρε, τὴν Πηγήν σου τὴν θαυμαστήν, ἐν πίστει καὶ πόθῳ προσιόντες, ἁγιασμοῦ δωρεᾶς κομιζόμεθα.

Ῥυπῶσαν μου κάθαρον τὴν ψυχήν, τοῖς ῥείθροις Παρθένε, τῶν πλουσίων σου οἰκτιρμῶν, καὶ πλῦνον τὸν νοῦν μου Θεοτόκε, τοῖς μυστικοῖς τῶν χαρίτων σου νάμασι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μέλι ὥσπερ ἐκ πέτρας, κατὰ Δαυῒδ Ἄχραντε, ἐν τῷ Βυζαντίῳ τὸ ὕδωρ, Πηγῆς σου ἔβλυσεν, ὅνπερ πινόμενον, τῶν ἀγαθῶν σου παρέχει, γλυκασμὸν σωτήριον, τοῖς σὲ δοξάζουσιν.

Οἱ διψῶντες ἐφ’ ὕδωρ, τὸ τῆς Πηγῆς σπεύσατε, τῆς ἀειπαρθένου Μαρίας, καὶ Θεομήτορος, ἵνα τὸν καύσωνα, τῆς χαλεπῆς ἁμαρτίας, σβέσητε καὶ λάβητε, χάριν καὶ ἔλεος.

Ἱλασμὸν σωτηρίας, ὡς τὸν Χριστὸν τέξασα, ἔβλυσας τῷ κόσμῳ Παρθένε, νῦν δὲ τὴν κρήνην σου, τοῖς πᾶσι δέδωκας, τῆς ἀφθαρσίας τὸ νέκταρ, τοῖς πιστῶς προστρέχουσιν, ἀναπηγάζουσαν.

Βροτοκτόνου κακίας, νοῒ Ἁγνὴ ἄφρονι, πέπωκα ἰὸν κατὰ κόρον, καὶ τεθανάτωμαι, ἀλλὰ τῷ ὕδατι, τῆς ζωηφόρου Πηγῆς σου, τὴν ψυχὴν μου εὔφρανον καὶ ζωοποίησον.

Διάσωσον, ὡς ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε ἐπηρειῶν τοῦ ἀλάστορος, τοὺς τῆς Πηγῆς σου τὰ θαύματα ἀνυμνοῦντας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμὴ.
Πηγὴ ἀγαθῶν, ὑπάρχεις Ἀειπάρθενε, τεκοῦσα Χριστόν, χρηστότητος τὴν ἄβυσσον, διὸ τοὺς καταφεύγοντας, ζωοδόχε Πηγὴ τῇ σῇ χάριτι, ἀπὸ παντοίων λύτρωσαι παθῶν, καὶ δίδου εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λύσιν πάσης κακώσεως, δρέπονται οἱ σπεύδοντες τῷ σῷ ὕδατι, διὰ τοῦτο Μητροπάρθενε, τὰ πολλά σου θαύματα κηρύττομεν.

Ὕδωρ θεῖον ἀθάνατον, στάξον ὡς νεφέλη ἡμῖν Θεόδροσος, τοῖς προστρέχουσι Πανάχραντε, τῷ σεπτῷ ναῷ σου μετὰ πίστεως.

Συντριβέντας τοῖς πάθεσιν, ὡς τῆς εὐσπλαγχνίας Πηγὴ ἀκένωτος, Θεοτόκε ἐπανόρθωσον, τοὺς θερμῶς προστρέχοντας τῇ σκέπῃ σου.

Οἱ δεινοῖς συνεχόμενοι, τῷ σεπτῷ ναῷ σου σπεύδοντες Δέσποινα, ἀπαλλάττονται τῶν θλίψεων, καὶ τὰ μεγαλεῖά σου δοξάζουσι.

ᾨδὴ ἐ΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν τὸ γεῶδες Κόρη φρόνημα, ἐνεργείᾳ θαυμαστὴ ζωοποιῶ, προϊούσῃ ἐκ τοῦ νάματος τῆς κρήνης σου.

Ζώωσον Ἁγνή, νεκρωθεῖσαν τὴν καρδίαν μου, ἡ ζωώσασα νεκροὺς ὑπερφυῶς, τῷ ῥαντίσματι τοῦ ὕδατος τῆς κρήνης σου.

Ὤφθη ἀληθῶς, ἰατρεῖον πάσης θλίψεως, Θεοτόκε ὁ τιμώμενος ναός, τῆς Πηγῆς σου θεία κλήσει ὡς ηὐδόκησας.

Ἤρθη μυστικῶς, καὶ διέδραμε τὰ πέρατα, Θεοτόκε τῆς Ἁγίας σου Πηγῆς, ἡ ἐνέργεια καὶ χάρις ἡ σωτήριος.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων, τὰς καχεξίας ἰᾶται, καὶ δαιμόνων ἀπελαύνει τὰ σμήνη, τῆς ζωηφόρου Πηγῆς σου τὸ ὕδωρ, ὡς πεπλησμένον τῆς θείας σου χάριτος, διὸ θεράπευσον ἡμῶν, τὰς ψυχὰς καὶ τὰ σώματα Ἄχραντε.

Πηγάζον, ἀψοφητὶ ἐν τῇ πόλει, τῇ τοῦ Βύζαντος Πηγῆς σου τὸ ὕδωρ, καθαγιάζει πιστῶν τὰς χορείας, πίστει θερμὴ λαμβανόμενον Ἄχραντε, καὶ νῦν τῷ θείῳ σου ναῷ, τοὺς πιστῶς προσιόντας ἁγίασον.

Ἀνάκτων, πιστῶν δυσίατον πάθος, ὡς ἰάτρευσας Πηγὴ ζωηφόρε, οὕτω κἀμοῦ τὴν νοσοῦσαν καρδίαν, καὶ τοὺς τοῦ σώματος πόνους θεράπευσον, καὶ χαλεπῶν δυσχερειῶν, Θεοτόκε ἀπήμαντον τήρει με.

Ῥημάτων, τῆς κατωδύνου ψυχῆς μου, ἐνωτίζου συμπαθῶς Θεοτόκε, καὶ τὴν προσοῦσαν ἐν ταύτῃ κακίαν, τῇ συνεργεῖᾳ τοῦ δράκοντος νέκρωσον, καὶ ἴθυνόν με πρὸς ζωήν, μετανοίας καὶ σῶσόν με δέομαι.

Διάσωσον, ὡς ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε ἐπηρειῶν τοῦ ἀλάστορος, τοὺς τῆς Πηγῆς σου τὰ θαύματα ἀνυμνοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ζωηφόρος πηγὴ θείας χάριτος, παντοβασίλισσα Κόρη Πανύμνητε, τὸ νᾶμα τῆς θείας χρηστότητος, βλύσον ἡμῖν εἰς πταισμάτων συγχώρησιν, σὺ γὰρ ἡμῶν μέγα προσφύγιον.

Προκείμενον.
Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. (τρὶς)
Στίχος. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην ἀποθέμενοι.
Κρήνην τὴν ἀκένωτον, ἣν ἐφανέρωσας πάλαι, Δέσποινα τῷ Λέοντι, τῇ ἐπισκιάσει σου ἐθαυμάτωσας, ἐν πολλοῖς θαύμασι, καὶ γὰρ οἱ λαβόντες, καὶ πιόντες μετὰ πίστεως, ἀπὸ τοῦ ὕδατος, πόνων καὶ παθῶν ἐλυτρώθησαν, διὸ σὲ ἱκετεύομεν, δίδου καὶ ἡμῖν δόσιν ἄνωθεν, θείας συμπαθείας, καὶ στάξον γλυκασμὸν τὸν νοητόν, ταῖς φαρμαχθείσαις ψυχαῖς ἡμῶν τῇ γεύσει τοῦ χείρονος.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θαυμαστῶς ἐδοξάσθη, τῆς Ἁγίας Πηγῆς σου τὸ ὕδωρ Ἄχραντε, παρέχει γὰρ ἰάσεις, καὶ παύει ἀλγηδόνας ψυχῆς ἅμα καὶ σώματος, ὧν τῆς πικρᾶς συνοχῆς, ῥῦσαι ἡμᾶς Παρθένε.

Εἰς τὰ πέρατα πάντα, τῆς Πηγῆς σου ἡ χάρις διαβεβόηται, καὶ πίστει οἱ νοσοῦντες, ὡς φάρμακον τὸ ὕδωρ, ἐξ αὐτῆς κομιζόμενοι, ῥύονται πάσης φθορᾶς, παρθένε Θεοτόκε.

Νεκρωθέντα ἐγείρεις, Θετταλὸν ἄνδρα Κόρη θείω ῥαντίσματι, Ἁγίου Ὕδατος σου, διὸ κἀμὲ θανόντα, ἁμαρτίας τῷ δήγματι, διέγειρόν με Ἁγνή, πρὸς κτῆσιν μετανοίας.

Ἐν τῷ θείῳ ναῷ σου, ὦ Πηγὴ ζωηφόρε παρθένε Ἄχραντε, προστρέχομεν ἐν πίστει, ὡς ἂν τῶν οἰκτιρμῶν σου, τὰ δωρήματα λάβωμεν, μὴ οὖν στερήσῃς ἡμᾶς, Ἁγνὴ τῆς σῆς εὐνοίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέγονας Κόρη, ἁμαρτωλῶν σωτηρία, ὡς κυήσασα τὸν πάντων Βασιλέα, ὅθεν Ζωοδόχε, Πηγή σε ἀνυμνοῦμεν.

Ἔβλυσας κόσμῳ, ἀθανασίας τὰ ρεῖθρα, καὶ νῦν ὄμβρησον οἶα ζωῆς νεφέλη, ὄμβρον ἀφθαρσίας, Ὑπερευλογημένη.

Ῥῦσαί με Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ κατάρδευσον διψῶσαν τὴν ψυχήν μου, νάμασιν ἀΰλοις, ζωῆς καὶ σωτηρίας.

Ἅπας προστρέχων, τῇ Ζωοδόχῳ Πηγῇ σου, πάσης θλίψεως λυτροῦται καὶ ἀνάγκης, ὅθεν σε Παρθένε, ἀεὶ δοξολογοῦμεν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σαρκός μου τὰς ὀδύνας, παῦσον Θεοτόκε, καὶ τῆς ψυχῆς μου τὰ τραύματα ἴασαι, τῇ κοινωνίᾳ τοῦ ὕδατος τῆς σῆς χάριτος.

Ἰλέω ὄμματι σου, ἴδε τοὺς ἑστῶτας, ὦ ζωηφόρε Πηγὴ τῇ εἰκόνι σου, καὶ τὰ αἰτήματα τούτων πλήρου Πανάμωμε.

Μητράνανδρε παρθένε, Κεχαριτωμένη, δέχου ἡμῶν τὰς δεήσεις ἑκάστοτε, καὶ τὰς ψυχὰς ἡμῶν πλῆσον φωτὸς τῆς χάριτος.

Ὁ οἶκος σου πηγάζει, θείαν εὐφροσύνην, ἐπισκιάσει τῆς σῆς ἀγαθότητος, τοῖς ἀνυμνοῦσι Παρθένε τὰ μεγαλεῖά σου.

Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν λογισμῶν τοῦ ἀλάστορος, καὶ πότισον ὕδατι τῆς σῆς χάριτος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὕδατι Πηγῆς σου τῆς θαυμαστῆς, κάθαρον τὸν ῥύπον, τῆς ψυχῆς μου τῆς ταπεινῆς, καὶ τὴν φλόγα σβέσον, Παρθένε τῶν παθῶν μου, ὡς ἂν ἀεὶ κηρύττω τὰ μεγαλεῖά σου.

Τὸν Χριστὸν ὡς ὄμβρον ζωοποιόν, Κόρη δεξαμένη, ἐν γαστρί σου τῇ καθαρᾷ, Πηγὴ σωτηρίας, τῷ κόσμῳ ἀνεδείχθης, πηγάζουσα Παρθένε, χάριν καὶ ἔλεος.

Ξήρανον τοῖς ῥείθροις τῆς σῆς Πηγῆς, βορβορῶδες ῥεῦμα, κατακλύζον μου τὴν ψυχήν, Κεχαριτωμένη, παρθένε Θεοτόκε, καὶ πρὸς ζωῆς τὸ ὕδωρ, τὸν νοῦν μου ἴθυνον.

Βλύζει ἐπινεύσει σου τῇ σεπτῇ, ἐν τῷ Βυζαντίῳ, ἡ Πηγή σου χύδην ἀεί, ἰάματα πλεῖστα, ὕδατι τῷ Ἁγίῳ, παρθένε Θεοτόκε, τοῖς ἀνυμνοῦσί σε.

Ἴασαι ψυχήν μου τὴν ταπεινήν, πάθει ἀνιάτω, τηκομένην ὀδυνηρῶς, ὕδατι Ἁγίῳ, τῆς θαυμαστῆς Πηγῆς σου, καὶ σῶσόν με Παρθένε, τὸν πεποιθότα σοί.

Χαίρει εὐσεβούντων πᾶσα πληθύς, προσιοῦσα Κόρη, τῷ ναῷ σου τῷ ἱερῷ, τῷ ἀνακειμένῳ, Πηγή σου τῇ Ἁγίᾳ, καὶ εὐλαβῶς δοξάζει, τὴν σὴν χρηστότητα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον τῆς Ζωοδόχου Πηγῆς.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ὑπερούσιον, ὄμβρον κυήσασα, πηγὴ ζωήῤῥυτος, Παρθένε πέφυκας, ἀναπηγάζουσα ἡμῖν, τὸ νέκταρ τὸ ἀθάνατον, ὕδωρ τὸ ἁλλόμενον, εἰς ζωὴν τὴν αἰώνιον, νάματα γλυκύῤῥοα, ἐκ τῆς Κρήνης σου πάντοτε, ἐξ ὧν ἐπεντρυφῶντες βοῶμεν· χαῖρε Πηγὴ ἡ ζωηφόρος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κρήνη ἀληθῶς ὑπερχειλής, θείων οἰκτιρμῶν καὶ χαρίτων, οὖσα Πανάχραντε, βλύσον τοῖς προστρέχουσι, τῇ σῇ Ἁγίᾳ Πηγῇ, γλυκασμόν τὸν οὐράνιον, καὶ ζωῆς τὰ ῥεῖθρα, πᾶσαν κατακλύζοντα, ἐχθροῦ ἐπήρειαν, δίδου δὲ χαρὰν καὶ εἰρήνην, καὶ πταισμάτων ἄφεσιν αἴτει, τοῖς ἀπὸ ψυχῆς σε μεγαλύνουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Πηγὴ ζωοδώρητε Ἁγνὴ Παρθένε
Γερασίμῳ Πήγασον χάριτος ῥεῖθρον.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο την Ζωοδόχο Πηγή

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὥσπερ τὸ πάλαι Μωϋσῆς ἐκ τῆς πέτρας, ὕδωρ ἐξήγαγε λαῷ τῶν Ἑβραίων, οὕτω καὶ σὺ Πανάμωμε τὸ Ὕδωρ τῆς ζωῆς, τὸν Χριστὸν γεννήσασα, ἐξ ἁγνῶν σου αἱμάτων, βρύεις ἀνεπίφθονον, τῶν θαυμάτων τὴν χάριν, ὡς Ζωοδόχος ἅπασι Πηγή, τοῖς αἰτουμένοις, τὴν θείαν πρεσβείαν σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Σοῖς ζωηροῖς με νάμασι ζώωσον, Ζωοδόχε. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στολὴν ἀμαυρώσαντες τῆς ψυχῆς, πρὸς σὲ Ζωοδόχε, προσερχόμεθα ταπεινῶς, αἰτούμενοι ὅπως ἐκκαθάρῃς, ἡμᾶς ῥοαῖς τῶν ἀπείρων χαρίτων σου.

Οἱ κείμενοι κλίναις ἀσθενειῶν, καὶ πόνοις ποικίλοις, ὀδυνώμενοι πρὸς Πηγήν, μητρῴας σου πίπτομεν ἀγάπης, εὐελπιστοῦντες λαβεῖν τούτων ἴασιν.

Ἰάτρευσον νόσους τὰς ψυχικάς, καὶ σώματος πάθη, Ζωοδόχε Πηγὴ ῥοαῖς, ὑδάτων τῆς θείας σου πρεσβείας, πρὸς Ζωοδότην Χριστὸν ὃν ἐγέννησας.

Σιγῶσιν αἱ γλῶσσαι τῶν ἰατρῶν, ὁρώντων τὸ πλῆθος, Ζωοδόχε Πηγὴ τῶν σῶν, θαυμάτων δι’ ὧν ἐπιβραβεύεις, τοὺς καταφεύγοντας πίστει τῇ σκέπῃ σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ζωοδότην τεκοῦσα, καὶ ποιητὴν κτίσεως, πάσης Ζωοδόχε Παρθένε δι’ ὃ ἀπείληφας, ἐκ Τούτου χάρισμα, ἀποδιώκειν τὰς νόσους, τῶν ἐπιζητούντων σου, εὐχῶν τὰ ὕδατα.

Ὡς Μητρὶ ὑπακούει, σοῦ τὰς εὐχὰς Κύριος, τὰς ὑπὸ πιστῶν καθ’ ἑκάστην, προσαγομένας σοι, καὶ νόσων πνεύματα, ἐξαφανίζει ὡς νέφη, Ζωοδόχε Πάναγνε, ὁ Παντοδύναμος.

Ἡ πηγὴ κολυμβήθρας, τοῦ Σιλωάμ Δέσποινα, ἕνα ἐθεράπευε μόνον, κατ’ ἔτος ἕκαστον, σὺ ὅμως ἄπειρα, πλήθη πιστῶν ἰατρεύεις, πόθῳ προστρεχόντων σου, πηγῇ δεήσεων.

Ῥεῖθρα θεῖα πηγάζεις, ὡς τὴν πηγὴν τέξασα, τῶν ἐνεργειῶν τῶν ἀκτίστων, Χριστὸν φιλάνθρωπον, ὃν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς, Ζωοδόχε Πάναγνε, τῶν αἰτουμένων σε.

Διάσωσον, Πηγὴ ἀκένωτε Ζωοδόχε, τοὺς προστρέχοντας διψητικῶς τοῖς σοῖς θείοις νάμασι, καὶ νόσων πάρεχε ψυχῶν, καὶ σωμάτων τὴν λύσιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ζωῆς σε Πηγήν, γινώσκοντες Πανάμωμε, ἐν δίψει πολλῇ, σοῖς ῥείθροις καταφεύγομεν, καταψύξαι θέλοντες, ἁμαρτίας τὸν ἀφόρητον καύσωνα, καὶ εὑρεῖν ἀναψυχήν, ἐκ νόσων παντοίων καὶ θλίψεων.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ῥεύμασί σου κατάπνιξον, Ζωοδόχε Μῆτερ τὰ σκάνδαλα, ἅπερ ἵστησιν ὁ δόλιος, θέλων τῶν ψυχῶν ἡμῶν ἀπώλειαν.

Οὐκ ἐτήρησα ἄσπιλον, τὴν στολὴν βαπτίσματος ἥνπερ εἴληφα, Ζωοδόχε διὸ δέομαι, ταύτην ὡς Πηγὴ σὺ ἀποκάθαρον.

Ἴασαί μου τὰ κρύφια, πάθη τὰ χωρίζοντα τοῦ Κυρίου μου, ἐπιχέουσα τὸ ὕδωρ σου, τὸ φωτιστικὸν Πηγὴ ὡς ἔλαιον.

Σωτηρίαν μοι χάρισαι, παραλελυμένῳ πταισμάτων πλήθεσι, Ζωοδόχε ἀνιστῶσά με, ῥαντισμῷ μητρῴας ἱκεσίας σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μῆτερ ἀγαθή, πότισόν με τοῖς σοῖς νάμασιν, ὅπως τελέσω μου τὸν δόλιχον, καθάπερ θέλει, Ἰησοῦς ὁ πανγλυκύτατος.

Ἐν καιρῷ αὐχμοῦ, οὐρανόθεν δρόσον ψέκασον, ψυχῇ Παρθένε τῇ ἀθλίᾳ μου, μήπως διψῶσα, ξηρανθῇ ταῖς ἁμαρτίαις μου.

Νίψον με Πηγή, τὸν ἐν πάθεσι τυφλώττοντα, καὶ φωτισμόν Χριστοῦ μοι χάρισαι, καθάπερ πάλαι, ἐδωρήσω φῶς τυφλώττουσι.

Ἄνυδρος πηγή, ἐκ πταισμάτων μου καθέστηκα, καὶ τῷ ὀνόματι εἰμὶ Χριστιανός, ὅθεν εὐχῶν σου, ταῖς ῥοαῖς Ἁγνή με ζώωσον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μακάριοι, οἱ πιστοὶ πεφύκαμεν, ὡς πλουτοῦντες Ζωοδόχον Πηγήν σε, καὶ ἐν καιρῷ, ψυχικῆς ξηρασίας, φρυγμένα χείλη δροσίσαι δυνάμενοι, καὶ ἐν ποσὶ πνευματικοῖς, τὴν ὁδὸν τοῦ Κυρίου πορεύεσθαι.

Ἀρδεύουσα, μὴ ἐλλίπῃς τέκνα σου, ὡς ὑπάρχουσα Πηγὴ Ζωοδόχος, ὅπως Χριστῷ, ἀρετὰς ὥσπερ ἄνθη, ζωοποιοὺς Παναγία βλαστήσωμεν, καὶ μέτοχοι τῆς οὐρανῶν, ποθητῆς Βασιλείας γενώμεθα.

Σοὶ τρέχομεν, καχεκτοῦντες Δέσποινα, καὶ ζητοῦμεν τῆς Πηγῆς σου τὰ ῥεῖθρα, ἵνα πολλῶν, καθαρθῶμεν πταισμάτων, καὶ ἰαθῶμεν ψυχῇ τε καὶ σώματι, καὶ οὕτω εὐγνωμονικῶς, μεγαλύνωμεν πάντες τὴν δόξαν σου.

Ἰάτρευσας, ζωοδόχοις νάμασιν, ἀσθενούντων ἀναρίθμητα πλήθη, ἀλλὰ καὶ νῦν, ὡς Πηγὴ ἀναβλύζεις, τοῖς προσιοῦσι Παρθένε τὰς χάριτας, ἃς βλῦσον ἀγαθοπρεπῶς, καὶ ἡμῖν τοῖς σὲ πόθῳ γεραίρουσι.

Διάσωσον, Πηγὴ ἀκένωτε Ζωοδόχε, τοὺς προστρέχοντας διψητικῶς τοῖς σοῖς θείοις νάμασι, καὶ νόσων πάρεχε ψυχῶν, καὶ σωμάτων τὴν λύσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ζωοδόχε Πηγὴ ἡ ἐκβλύζουσα, ἀκενώτως τὰ ῤεῖθρα χαρίτων σου, τοῖς αἰτοῦσι, τὴν ἰατρείαν τῶν ἀσθενειῶν, ψυχῶν καὶ σωμάτων Ἀγαθή, καὶ νῦν ἀνάστησον ἡμᾶς, ἀπὸ κλίνης κακώσεως· πλῦνον πᾶσαν κηλῖδα, τὴν ἐκ τῆς ἁμαρτίας, καὶ ἐνδυνάμωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾶ.
Στίχος. Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς πρεσβείαις Σῶτερ, Πηγῆς τῆς Ζωοδόχου, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ζωοδότην Κύριον, Μῆτερ Πηγὴ Ζωοδόχε, βρέφος τιθηνήσασα, ἀναβλύζεις νάματα τῶν ἰάσεων· παραλύτους ἔσφιξας, καὶ τυφλοὺς ὠμμάτωσας, τοῖς ἀτέκνοις τέκνα ἔδωκας, καρκίνου μάστιγα, θείᾳ σου δυνάμει ἠφάνισας. Διό σε ἱκετεύομεν, ῤάνον καὶ ἡμῖν τὰ ἐλέη σου, καὶ ἐν Παραδείσῳ, ἀξίωσον πιεῖν ὕδωρ Ζωῆς, τὸ αἰωνίως ἁλλόμενον, μητρικαῖς πρεσβείαις σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ζώωσόν με Παρθένε, νεκρωθέντα ἐκ πλήθους παραπτωμάτων μου, πρεσβεύουσα Υἱῷ σου, τὸν ἅπαντα ζωοῦντα, καὶ Ζωῆς ὄντα Κύριον, ὅπως δοξάζω θερμῶς, σὲ Τοῦτον τετοκυῖαν.

Ὦ! θαυμάτων μεγίστων, ὦ! χαρίτων ἐνθέων δι’ ὧν ἐπλούτισας, τὸ γένος τῶν ἀνθρώπων, Πηγὴ βλύζουσα ῥεῖθρα, Ἐκκλησίαν ἀρδεύοντα, ὧν μέτοχόν με Ἁγνή, δεῖξον σὲ ἀνυμνοῦντα.

Ὡς καπνὸν ἐκδιώκεις, τοῦ καρκίνου τὴν μάστιγα Θεονύμφευτε, καὶ γῆθεν παραλύτους, ἐγείρεις νάμασί σου, ἀκενώτως παρέχουσα, ὡς Ζωοδόχος Πηγή, ἰάσεις ἀσθενοῦσι.

Στῆσον αὖθις πεσόντας, ἁμαρτίαις ποικίλαις καὶ κινδυνεύοντας, Υἱοῦ σου χωρισθῆναι, Παρθένε Ζωοδόχε, καὶ ζωῆς καταξίωσον, τῆς αἰωνίου πιστούς, ὡς Χώρα οὖσα ζώντων.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Ὅταν ὁ καύσων, τῶν πειρασμῶν ἔλθῃ Μῆτερ, τότε ἄφες τὰ νάματα Πηγῆς σου, ὅπως ἡ δριμύτης, τούτων σβεσθῇ ταχέως.

Νενεκρωμένον, ἐκ τῶν παθῶν Ζωοδόχε, ὡς τὸ πάλαι νεκροὺς ἤγειρας σπεῦσον, καὶ ἀνάστησόν με, ῥείθρων σου ἐπιχύσει.

Ζωῆς τῆς θείας, ἀξίωσόν με Παρθένε, καὶ ἐνταῦθα καὶ ἐν τῷ Παραδείσῳ, ἔνθα ῥείθρων τύχω, τῶν τῆς ἀθανασίας.

Ὥσπερ ἀτέκνους, πιόντας ὕδωρ Πηγῆς σου, εὐτεκνοῦντας ἀνέδειξας Παρθένε, οὕτως τῆς ψυχῆς μου, τὴν ἀτεκνίαν λῦσον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Διάδος προσκυνοῦσι, σὴν σεπτὴν εἰκόνα, τὰ τῶν χαρίτων ζωήῤῥυτα ὕδατα, καὶ ἀρετῶν Ζωοδόχε, τὰ ἄνθη πότισον.

Ὄμβρισον Θεοτόκε, ῥεῖθρα μητρικά σου, ταῖς τῶν τιμώντων ψυχαῖς καὶ ἀξίωσον, πάντας γενέσθαι ἀξίους, τῆς ἄνω κλήσεως.

Χριστὸν γλυκὺν Υἱόν σου, Ζωοδόχε Μῆτερ, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε πρέσβευε, ὅπως ὑδάτων πληρώσῃ, τῆς θείας χάριτος.

Ἐν ὥρᾳ τοῦ θανάτου, πάρεσο Παρθένε, καὶ τὴν ψυχήν μου Κυρίῳ προσάγαγε, ἱκετικῶς αἰτουμένη, Αὐτοῦ τὸ ἔλεος.

Ἁμαρτιῶν τὸν ῥύπον, Ζωοδόχε Κόρη, εὐχητικαῖς σου δεήσεσι κάθαρον, ἐκ τῶν ψυχῶν χριστωνύμων, τῶν γεραιρόντων σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὕδωρ τὸ ζωήῤῥυτον τῆς Πηγῆς, μάννα τὸ προχέον, τὸν ἀθάνατον δροσισμόν, τὸ νέκταρ τὸ θεῖον, τὴν ξένην ἀμβροσίαν, τὸ μέλι τὸ ἐκ πέτρας, πίστει τιμήσωμεν.

Ἀκένωτος βρύσις ἡ σὴ Πηγή, ἐδείχθη Παρθένε, ἀενάως τὰς δωρεάς, βλύζουσα τοῖς ὅσοι, προσπίπτουσιν ἐν πίστει, καὶ ἴασιν τῶν νόσων, αὐτῶν λαμβάνουσι.

Θείαν σου εἰκόνα πανευλαβῶς, Πηγὴ Ζωοδόχε προσκυνοῦντες οἱ εὐσεβεῖς, πλουτοῦμεν τὸ πλῆθος, ἀκτίστων δωρεῶν σου, καὶ πειρασμῶν τὴν φλόγα, κατασβεννύομεν.

Θήλασον σὰ τέκνα θεία Πηγή, τὰ προσπίπτοντά σοι, καθ’ ἑκάστην ὥσπερ μητρί, μυστικοῖς σου ῥείθροις, καὶ αὔξησον ἀγάπην, πρὸς τὸ Ζωῆς τὸ ὕδωρ, Υἱόν σου φίλτατον.

Ἀσθενούντων πρόσδεξαι στεναγμόν, καὶ ταχέως Κόρη, τούτους δεῖξον πανυγιεῖς, ὅπως προσκυνῶσιν τὴν σὴν σεπτὴν εἰκόνα, δοξάζοντες ἀπαύστως, τὸν σὲ δοξάσαντα.

Ζωοδόχε Μῆτερ ὁ σὸς ναός, ἰατρεῖον πέλει, κολυμβήθρα τε Σιλωάμ, ἔνθα πάθη νόσων, ψυχῶν τε καὶ σωμάτων, σῶν πρεσβειῶν τοῖς ῥείθροις, ἐξαφανίζονται.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὕδωρ τῆς ζωῆς τὸν Ἰησοῦν, Ζωοδόχε Μῆτερ τεκοῦσα, φλογμῷ καιόμενον, τῶν παθῶν με δρόσισον καὶ δὸς ἀνάψυξιν, ἀσθενείᾳ γὰρ ἥττημαι, καὶ λύσιν αἰτοῦμαι, ἐκ τῶν συνεχόντων με, δεινῶν καὶ θλίψεων· ὅθεν τοὺς κρουνοὺς ἄνοιξόν σου, καὶ διπλοῦ θανάτου με ῥῦσαι, ὅπως ἀνυμνῶ καὶ μεγαλύνω σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Ὕδωρ τῆς ζωῆς, ὦ Πηγὴ Ζωοδόχε,
Πάρεχε ἡμῖν τοῖς πόθῳ σε τιμῶσι.

Παρακλητικός Κανών εις την Παναγία την Ζωοδόχον Πηγή

Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται την Παρασκευή τῆς Διακαινησίμου.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Ἡ Ζωοδόχος σου Πηγὴ Θεοτόκε, τοῦ Σιλωὰμ ὡς κολυμβήϑρα ἐδείχϑη, τὸν τοῦ ἐλέους ῥέουσα, γλυκὺν ποταμόν· ὅϑεν οἱ τηκόμενοι, τῶν παϑῶν τῇ ὀδύνῃ, ταύτῃ προσερχόμεϑα, καὶ ἐκ πόϑου βοῶμεν· βλῦσον ἡμῖν Παρϑένε συμπαϑῶς, τῆς σωτηρίας, τὰ πλούσια νάματα.

Δόξα. Ὅμοιον.
Τὸν Ζωοδότην καὶ Θεὸν ὡς τεκοῦσα, ἐκ τῆς νηδύος σου Παρϑένε Μαρία, τὴν τοῦ ϑανάτου ἔλυσας, ἰσχὺν κραταιάν· πᾶσι τε διήνοιξας, Παραδείσου τὰς πύλας, νέμουσα ὡς εὔσπλαγχνος, τὴν ζωήῤῥυτον χάριν· καὶ Ζωοδόχος γέγονας Πηγή, ῥεῖϑρα ϑαυμάτων, διδοῦσα τοῖς κάμνουσιν.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανῶν οὗ ἡ ἀκροστοιχῖς·
Τὸ ὕδωρ σου διψῶ Πηγὴ Ζωοδόχε. Ἰσιδώρας

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Τῷ ϑείῳ ἐλέει σου προσδραμών, Πηγὴ Ζωοδόχε Παναγία ἀναβοῶ· τὸ ὕδωρ σου βλῦσον μοι πλουσίως· καὶ τῆς ψυχῆς μου τὴν δίψαν κατάσβεσον.

Οὑδεὶς τῶν ἀνθρώπων ἐπὶ τὴν σήν, εἰκόνα προστρέχει καὶ οὐ δέχεται παρευϑύς, τὸ δῶρον τῆς ϑείας σοῦ εὐνοίας, ὦ Ζωοδόχε Πηγὴ χαροπάροχε.

Ὑδάτων σὲ ἔγνωμεν ποταμόν, Πηγὴ Ζωοδόχε ψυχοτρόφων καὶ γλυκερῶν, διὸ σοὶ βοῶμεν ἀδιστάκτως· ἡμῶν τὴν γῆν τῆς καρδίας κατάρδευσον.

Διψῶσαν μου ἔμπλησον τὴν ψυχήν, ναμάτων ἐνθέων τῶν πλουσίων σου οἰκτιρμῶν, Πηγὴ Ζωοδόχε Παναγία· ἵνα δοξάζω τὴν σὴν ἀγαϑότητα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν σῶν μυστηρίων, τῶν ϑαυμαστῶν Δέσποινα, ὦ τῆς ἀπροσίτου σου δόξης, καὶ ὡραιότητος, ὦ Ζωοδόχε Πηγή, παρϑενομῆτορ Μαρία, τῆς ζωῆς τὸν Ἥλιον, ἡ ἀνατείλασα.

Ῥητορεύουσα γλῶσσα, ἐξασϑενεῖ φϑέγξασϑαι, ἄχραντε Πηγὴ Ζωοδόχε, σοῦ τὰ ϑαυμάσια, πῶς ἰατρεύεις ταχύ, πάϑη ψυχῶν καὶ σωμάτων, ῥωστικῇ ἰσχύϊ σου, καὶ ἀντιλήψει σου.

Σοὶ Πηγὴ Ζωοδόχε εἰλικρινῶς κράζομεν· χαῖρε τῆς χαρᾶς ἡ αἰτία, λύπης ἀναίρεσις, ἀπηλιτισμένων ἐλπίς, τῶν ἐν ἀνάγκαις ὁ ῥύστης, τῶν ἐν περιστάσεσιν, ἄσειστον ἔρεισμα.

Οὐρανῶν πλατυτέρα, ἡ σὴ γαστὴρ δέδεικται, πάναγνε Πηγὴ Ζωοδόχε, ἔνδον χωρήσασα, τὸν τοῦ παντὸς Ποιητήν, ὃν ἐν ὑψίστοις ἀπαύστως, τῶν Ἀγγέλων τάγματα, ὕμνοις δοξάζουσιν.

Θεράπευσον, ἡμῶν τὰ πάϑη πανάχραντε Παναγία, Ζωοδόχος καὶ γὰρ Πηγὴ σὺ εἶ τὴν γλυκύῤῥον, παρέχουσα χάριν τῶν ἰαμάτων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸν πλοῦτον τῆς σῆς, ἀπείρου ἀγαϑότητος, λαβόντες Ἁγνή, οἱ λύπαις συνεχόμενοι, τῷ Ναῷ τῷ ϑείῳ σου· προσελϑόντες κράζομεν λέγοντες· ὦ Ζωοδόχε ἄφϑονε Πηγή, εὐσπλάγχνως τοῖς δούλοις σοῦ παράστηϑι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑγιαίνουσαν δύναμιν, νέμεις Ζωοδόχε Πηγὴ τοῖς κάμνουσιν· καὶ παρέχεις τὰς τιμῶσί σε, τὸν πολύν σου πλοῦτον τῆς χρηστότητος.

Δικαιώσεως ἔνδυμα, πάλιν ἐνεδύϑημεν οἱ κατάκριτοι, διὰ σοῦ Παρϑένε ἄχραντε· καὶ ζωῆς ἐλάβομεν τὰ νάματα.

Ἱλαρύνεις τῇ χάριτι, τῆς συμπαϑεστάτης σου ἀντιλήψεως· τοὺς ἐν πάϑεσι καϑεύδοντας, Παναγία κρήνη Ζωοπάροχε.

Ψευδωνύμου ϑεότητος, πλάνην Ζωοδόχε Πηγὴ ἐξήρανας· τὴν ὁδὸν τῆς ἀληϑείας τε, διανοίγεις Κόρη ἐν εὐθύτητι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦ τῶν ὑπὲρ νοῦν, καὶ ἀῤῥήτων μυστηρίων σου, Παναγία Ζωοδόχος ὡς πηγή, τὸν Ζωοδότην, καὶ Θεὸν σὺ γὰρ ἐκύησας.

Πέπτωκεν εἰς γῆν, τῶν τυράννων ἡ κακόνοια, ὑψωϑέντες Ζωοδόχε δὲ Πηγή, πιστοὶ ἐν ὕμνοις, προσφυῶς σε μεγαλύνομεν.

Ἥλιον Χριστόν, ἐν λαγόνων σου ἀνέτειλας, καὶ ἀπέσβεσας τὸ σκότος τῆς νυκτός, ὦ Ζωοδόχε, Παναγία γαληνόμορφε.

Γνώσεως τὸ φῶς, τὸ γλυκὺ καὶ χαροπάροχον, Ζωοδόχε ἀναβλύζουσα Πηγή, καταφαιδρύνεις, τῶν πιστῶν τὰ αἰσϑητήρια.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡ δόξα σου, Παναγία ἄχραντε, τῶν Ἀγγέλων ὑπερβαίνει τὰς τάξεις· καὶ ἡ τιμή, ἡ πολλή σου ὡσαύτως, εἰς ϑαυμασμὸν συνεγείρει τοὺς ψάλλοντας· τὸ χαῖρε σοι μετὰ χαρᾶς· Ζωοδόχε Πηγὴ χαριτόβρυτε.

Ζωήῤῥυτον, ϑησαυρὸν κατέχομεν, τὴν εἰκόνα σου Πηγὴ Ζωοδόχε, τὸν ποταμόν, τοῦ ἐλέους γὰρ βρύει, τοῖς προσιοῦσιν αὐτῇ μετὰ πίστεως· καὶ ῥῶσιν δίδωσιν ψυχῆς· καὶ τοῦ σώματος αὖϑις τοῖς χρήζουσιν.

Ὡς δίλεπτον, τὸ τῆς χήρας φέρω σοι, τὴν παροῦσαν μου ᾠδὴν Παναγία· καὶ ἐκζητῶ, τοῦ τυχεῖν τῶν ψυχίων, τῶν τῆς τραπέζης σου ἄλλος ὡς Λάζαρος· πλουσίαν ἔχεις γὰρ στοργήν, Ζωοδόχε Πηγὴ ὑπερεύσπλαγχνε.

Ὀδύρομαι, καὶ ϑρηνῶ καὶ δέδοικα, ἐννοῶν τὴν τῆς ἐξόδου μου ὥραν, ἀλλ᾽ ἐπὶ σέ, τὴν ἐλπίδα μου πάσαν, ὦ Ζωοδόχε Πηγὴ ἀνατίϑημι, βοήϑει μοι Μῆτερ Θεοῦ· καὶ ζωῆς τὰς εἰσόδους μοι ἄνοιξον.

Θἐράπευσον, ἡμῶν τὰ πάϑη πανάχραντε Παναγία, Ζωοδόχος καὶ γὰρ Πηγὴ σὺ εἶ τὴν γλυκύῤῥοον, παρέχουσα χάριν τῶν ἰαμάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῆς πλουσίας καὶ μητροπρεποῦς σου χρηστότητος, ἐλέη τὰ ζωοποιὰ μεγαλύνομεν, Παναγία καὶ ἐκτενῶς δεόμεϑα πρὸς σε, ταχὺ ἴασαι τὰ ἀλγεινά, καὶ χαλεπώτατα ψυχῶν, καὶ σωμάτων νοσήματα· νέμουσα ἀκωλύτως, τὴν χάριν τῆς ϑεραπείας, ὡς Ζωοδόχος γὰρ Πηγή, ζωῆς δίδως τὰ δωρήματα.

Καὶ εὐϑὺς τὸ Προκείμενον.
Μνησϑήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Ζωοδόχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην ἀποθέμενοι.
Ῥεῖϑρα πλουσιόδωρα, ζωοποιοῦ ἐνεργείας, ποταμοῦ ὡς ῥεύματα ἐκ σεπτῆς εἰκόνος σου ἀναβλύζουσι· καὶ ψυχῶν τραύματα, εὐχερῶς ἰῶνται, καὶ σωμάτων τὰ νοσήματα, λιμένα εὔδιον, καὶ εἰρηνικὸν σὲ γινώσκομεν, οἱ ϑλίψεσιν ἑκάστοτε, καὶ ταῖς τρικυμίαις παλαίοντες· ὅϑεν κατὰ χρέος, τὸ χαῖρε Ζωοδόχε σοι Πηγή, ἀναβοῶμεν οἱ δοῦλοι σου· χαρᾶς ἀπολαύοντες.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δωρεὰν ϑεραπεύεις, τῶν ψυχῶν καὶ σωμάτων τὰ ἀῤῥωστήματα, καὶ δίδως ἀκωλύτως, τὴν χάριν τῶν ϑαυμάτῶν, τοῖς πρὸς σὲ  καταφεύγουσιν· ὦ Ζωοδόχε Πηγή, παρθένε Θεοτόκε.

Οὐρανοὶ διηγοῦνται, τὴν σὴν δόξαν Παρϑένε τὴν ἀκατάληπτον, ἡ γῆ τε ὁμοφώνως, βοᾶ ὁμολογοῦσα, τῶν ϑαυμάτων τὰ πλήϑη σου· ὦ Ζωοδόχε Πηγή, μητρόϑεε Μαρία.

Χορευέτω ἡ κτίσις, εὐχαρίστως ὑμνοῦσα τὴν πάντων Ἄνασσαν, καὶ ταύτης ἐκζητείτω, τὴν ϑείαν εὐσπλαγνίαν, ἥν παρέχει τοῖς λέγουσιν· ὦ Ζωοδόχε Πηγή, τὸ ἔλεός σου δεῖξον.

Ἐν Πηγῆς Ζωοδόχου, τῷ Ναῷ τῷ Ἁγίῳ συναϑροιζόμενοι, καὶ ταύτης προσκυνοῦντες, τὴν ἄχραντον εἰκόνα, ἐκτενῶς ἐκβοήσωμεν· δίδου ἡμῖν τῆς ζωῆς, Παρϑένε τὰ ἐλέη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδοὺ ὡς πένης, γονυκλινῶς σοι προσπίπτω, Ζωοδόχε Πηγὴ καὶ βοῶ σοι· ἴδε φιλευσπλάγχνως, ἐμοὶ τῷ σῷ ἱκέτῃ.

Σοὶ πρέπει ὕμνος, καὶ σοὶ ἁρμόζει ἡ δόξα, κατ᾽ ἀξίαν Πηγὴ Ζωοδόχε, σοὶ οὖν ἐξαιρέτως, τὸ χαῖρε μελῳδοῦμεν.

Ἰλέῳ βλέψον, καὶ εὐμενεῖ ὄμματί σου, Ζωοδόχε Πηγὴ τοῖς νοσοῦσι, τούτοις δωρουμένη, ἰάσεων τὴν χάριν.

Δάκρυα τρέψον, εἰς χαρμονὴν τοῦ λαοῦ σου, Ζωοδόχε Πηγὴ καὶ παράσχου, τὴν κληρονομίαν, ζωῆς τῆς αἰωνίου.

ᾨδὴ ϑ΄. Κυρίως Θεοτόκον.
Ὡς κρήνη Ζωοδόχος, βλύζεις ἀκενώτως, τῆς σωτηρίας τὰ ῥεῖϑρα καὶ δίδως ζωῆς, ὦ Παναγία Παρϑένε, χάριν γλυκύῤῥοον.

Ῥανάτωσαν νεφέλαι, ἄνωϑεν τὴν δρόσον, καὶ οἱ βουνοὶ εὐφροσύνην, λαβόντες Πηγήν, τὴν Ζωοδόχον ἐν ὕμνοις, ἐπικροτείτωσαν.

Ἀνέτειλας Παρϑένε, Ἥλιον τῆς δόξης, ὡς Ζωοδόχος Πηγή τε, παρέχεις αὐγῆς, τῆς φωτοφόρου τὸ κάλος, τὸ ὡραιότατον.

Συνάμα τῷ Ἀγγέλῳ, χαῖρέ σοι βοῶμεν· παρϑενομῆτορ Μαρία, ζωῆς ἀπαρχή, χαῖρε Πηγὴ Ζωοδόχε, Θεοχαρίτωτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὧν ἡ ἀκροστιχίς·
«Χαῖρε Δέσποινα»
Χαίροις χαροπάροχε Μαριάμ, κρήνη σωτηρίας ἡ προχέουσα δαψιλῶς, νάματα τὰ ϑεῖα ζωῆς τῆς αἰωνίου, Πηγὴ ὡς Ζωοδόχος καὶ ἀκεσώδυνος.

ᾎσμα Ζωοδόχῳ σοι ὡς Πηγῇ ᾄδω Παναγία ἐκϑειάζων ϑεοπρεπῶς, σοῦ τὰ ὑπὲρ φύσιν Παρθένε μεγαλεῖα· καὶ στέργων σου τὸ πλῆϑος τῆς ἀγαϑότητος.

Ἴδωμεν ϑαυμάσωμεν οἱ πιστοί, Κόρην Παναγίαν πανυπέραγνον Μαριάμ, πῶς ἐν τῇ κοιλίᾳ αὐτῆς ὡς Ζωοδόχος· Πηγὴ τὸν Ζωοδότην Κύριον ἔσχηκεν.

Ῥόδον παρϑενίας ἁγνοπρεπές, ἄνϑος πανευῶδες καλλονῆς τὲ μπτροπρεποῦς, σὺ εἶ Ζωοδόχε Πηγὴ παρϑενομῆτορ· Μαρία Θεοτόκε ϑαῦμα πανϑαύμαστον.

Ἔπαρσις μανίας εἰδωλικῆς, πέπτωκεν εἰς τέλος καὶ ὑψώϑη τῶν εὐσεβῶν, κέρας σωτηρίας τῷ τόκῳ σου Παρϑένε, Πηγὴ οὖν Ζωοδόχε χαῖρέ σοι κράζομεν.

Δίψαν τῆς προμήτορος τὴν δεινήν, ἔσβεσας διδοῦσα Παναγία ἀναψυχήν, σὺ γὰρ Ζωοδόχος Πηγὴ ὡς οὖσα βλύζεις· ζωῆς τῆς αἰωνίου νάματα ἄφϑονα.

Ἔλυσας ϑανάτου τὴν ἰσχυράν, Κόρη τυραννίδα ὡς τεκοῦσα ὑπερφυῶς, Ἕνα τῆς Τριάδος Χριστὸν τὸν Ζωοδότην· Πηγὴν οὖν Ζωοδόχον ἀποκαλοῦμέν σε.

Σήμερον ἡ γῆ τε καὶ οὐρανός, μίαν ἁρμονίαν συγκροτοῦσι πνευματικήν, καὶ τὴν Ζωοδόχον Πηγὴν ὑμνολογοῦσιν, αὐτῆς τὴν παρουσίαν ἐκδιηγούμενοι.

Ποίαις μελῳδίαις ποίοις εἱρμοῖς, ᾄσω σου τὴν δόξαν ὑπερένδοξε Μαριάμ, σὺ γὰρ ὑπερβαίνεις Ἀγγέλους Ζωοδόχε· Πηγὴ τῇ εὐπρεπείᾳ καὶ τῇ λαμπρότητι.

Ὄμματα ψυχῆς μου ἱκετικῶς, αἴρω σοι Παρϑένε ἐκζητῶν σου τὴν ἀρωγήν, καὶ τὴν προστασίαν ἐν λύπαις καὶ κινδύνοις· Πηγὴ γὰρ Ζωοδόχος σὺ εἶ καὶ πάγχρυσος.

Ἴδε μοι εὐσπλάγχνως καὶ συμπαϑῶς, τῷ κατακειμένῳ ἐν ταῖς πάϑεσι τοῖς δεινοῖς, ἔγειρόν μὲ πάλιν Πηγὴ ὡς Ζωοδόχος· ἐξ ὕπνου ἀμελείας εἰς τὴν ἐγρήγορσιν.

Νέμεις Ζωοδόχος οὖσα Πηγή, ῥεῖϑρα ἰαμάτων καϑ᾽ ἑκάστην ποταμηδόν, τοῖς ἐν ἀσϑενείαις δειναῖς συνεχομένοις, δεικνύουσα τὸ σϑένος τῆς βοηϑείας σου.

Ἄγαν μεγαλύνω καὶ προσκυνῶ, Κόρη Θεοτόκε τὴν εἰκόνα σοῦ τὴν σεπτήν, καὶ ἐπικαλοῦμαι τὴν σὴν ἐπιστασίαν· Πηγὴ σοὶ Ζωοδόχε κράζων βοήϑει μοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὡς Πηγῇ Ζωοδόχῳ, σοὶ προσέρχομαι ἄχραντε, Κόρη Θεοτόκε τὴν ϑείαν, ἐκζητῶν σου ἀντίληψιν, ἰᾶσαι γὰρ νοσήματα δεινά, ϑαυμάτων τε πηγάζεις τοὺς κρουνούς, καὶ ζωῆς τῆς αἰωνίου τὰ ἀγαϑά, παρέχεις ἐν χρηστότητι· χαίροις θεογεννῆτορ Μαριάμ· χαίροις ζωῆς ἡ εἴσοδος· χαίροις τῶν δωρεῶν τῶν ὑπὲρ νοῦν, ἡ κρήνη ἡ ζωήῤῥυτος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε ὑπαντήσωμεν πιστοί, ὕμνοις καὶ ᾠδαῖς ἐγκωμίων, τὴν Ζωοδόχον Πηγήν, ταύτης μεγαλύνοντες, τὰ ἀναρίϑμητα καὶ ἐξαίρετα ϑαύματα, καὶ γὰρ νοσημάτων, παύει τὰ ἀλγήματα τὰ πολυχρόνια· ῥῶσιν τῶν ψυχῶν καὶ σωμάτων, τάχιστα βραβεύουσα πᾶσι· τοῦ Θεοῦ ὡς Μήτηρ ὑπερεύσπλαγχνος.

Χαίροις τῶν καλῶν ἡ ἀπαρχή, χαίροις τῆς χαρᾶς ἡ αἰτία, ἡ τῆς ἐλπίδος πηγή, κρήνη ἡ προχέουσα, ἐν ἀγαϑότητι· σωτηρίας τὰ νάματα, ψυχάς τε διψῶσας, αὖϑις τῷ ἐλέει σου, ἡ ἀναψύχουσα· χαίροις Θεοτόκε Μαρία, ἄχραντε Πηγὴ Ζωοδόχε· τῆς ζωῆς ὁ πλοῦτος ὁ ἀκένωτος.

Πύλη Παραδείσου τῆς τρυφῆς, σὺ εἶ Θεοτόκε Παρϑένε, καὶ Ζωοδόχος Πηγή, ὅτι ἀπεκύησας, ζωῆς τὸν Ἄρχοντα· καὶ ϑανάτου συνέτριψας, πικρὰν τυραννίδα, λύπης τε ἠφάνισας, τὴν σκυϑρωπότητα· ὅϑεν εὐχαρίστως σοι χαῖρε, ψάλλομεν πανύμνητε Κόρη· χαίροις τῆς ἐλπίδος ἡ ἐκπλήρωσις.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχα· Ἀκροτελεύτια·
Τὰς πύλας μοι διάνοιξον ζωῆς τῆς αἰωνίου,
Μῆτερ Θεοῦ φιλεύσπλαγχνε Πηγή τε Ζωοδόχε,
βοᾷ σοι παρακλήσεσιν ἡ πένης Ἰσιδώρα,
ἵνα σὺν πᾶσι ἐκλεκτοῖς Χριστὸν τὸν Ζωοδότην,
σὺν τῷ Πατρὶ καὶ Πνεύματι τὴν Παντουργὸν Τριάδα,
ὑμνῶ δοξάζω καὶ τιμῶ εἰς πάντας τὰς αἰῶνας. ΑΜΗΝ.

Κανών μετα Χαιρετισμών εις την Ζωοδόχον Πηγή

Ποίημα Μανουήλ μ. Ῥήτορος

ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἀναστάσεως ἡμέρα τοῦ Υἱοῦ σου Ἁγνή, πάντες νῦν συνελθόντες, ἀγαλλιάσει ψυχικῇ, ἀνυμνοῦμεν τὴν Πηγήν, θαυμάτων τῶν σῶν, ἥνπερ καὶ ἀνέδειξας, ἰατρεῖον ἀένναον.

Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ ὀψόμεθα, θείων χαρίτων Πηγήν, τῶν ἰαμάτων ποταμούς, ἐκπροχέουσαν ἀφθόνως καὶ νέμουσαν, πᾶσι τοῖς δοξάζουσι, τὴν Κυρίαν τῆς κτίσεως.

Οὐρανοὶ μὲν τὸν ἀστέρα ἐν τῷ τόκῳ σου, σὲ ἀνυμνοῦντες Κόρη, ἀνατετάλκασι φαιδρῶς, ἡ δὲ γῆ σοι τὴν Πηγὴν τὴν ἄπλετον νῦν, ἥνπερ καὶ ἀνέδειξας, ἰατρεῖον ἀδάπανον.

ᾨδὴ γ΄. Δεῦτε πόμα.
Δεῦτε πόμα πίωμεν πιστοί, ἐκ Πηγῆς Ζωηφόρου ἀναῤῥοιβδούμενον, καὶ ἰαμάτων πληθύν, τοῖς πᾶσι πλουσίως ἐφαπλοῦν, εἰς δόξαν τῆς πίστεως.

Νῦν πάντα πληροῦνται χαρμονῆς, οὐρανῶν αἱ Δυνάμεις, βροτοί τε σύμπαντες, Ὕδωρ θαυμάτων πληθύν, κλήσει καθορῶντες ἐνεργοῦν, τῆς μόνης Θεόπαιδος.

Χθές σοι ἐν τῷ πάθει τοῦ Υἱοῦ, καὶ Θεοῦ σου ἡ κτίσις Κόρη συνέπασχε, συγχαίρει σήμερον δέ, καὶ ὡς βασιλίδι δουλικόν, σέβας ἀπονέμει σοι.

ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ τῆς θείας σου Πηγῆς, στάντες ναμάτων ζωηρῶν, πάντες ἀπολαύομεν Κόρη, Χριστὸν μεγαλύνοντες, δόξης τὸν μέγαν ἥλιον, τὸν σὲ ἀκένωτον πηγὴν πᾶσι, τοῦ Παρακλήτου τῶν φώτων ἀναδείξαντα.

Ἄρσεν προῆλθεν ἐκ τῆς σῆς, νηδύος Κόρη ὁ τὸ πᾶν, νεύματι σαφῶς οὐσιώσας, καὶ φύσιν ἡγίασε τὴν βρότειον Πανύμνητε, ἀρᾶς τῆς πρώην ἐλευθερώσας, ὃν προσκυνοῦντες ἀεί, σὲ μεγαλύνομεν.

Ὡς ἐνιαύσιον ἀμνόν, καὶ ἱερεῖον τῷ Πατρί, ἑαυτὸν ὁ Λόγος προσῆξεν, ὑπὲρ ἡμῶν ῥύσιον, καὶ αὐτῶν κατηλλάξατο, δυσμενεῖς ὄντας τῇ ἁμαρτίᾳ, καὶ διὰ σοῦ σωτηρίαν Ἁγνὴ εὕρομεν.

Ὁ Θεοπάτωρ διά σε, τοῦ παντὸς Δέσποινα Δαυΐδ, σαφῶς σοι προλέγει τὴν δόξαν, ἣν ἔσωθεν ἔσχηκας, καὶ γὰρ τῆς θείας φύσεως, ἔσοπτρον φωταυγὲς ἀνεδείχθης, καὶ κτίσιν πᾶσαν ἐνθέως κατεφώτισας.

ᾨδὴ ε΄. Ὀρθρίσωμεν.
Ὀρθρίζοντες οὐκ ἐξαρκοῦμεν τὰ μεγαλεῖα τὰ σά, ἐξυμνῆσαι Παρθενομῆτορ, νόσοι γὰρ διώκονται, καὶ πάθη τὰ ἀνίατα, τῷ ῥαντισμῷ σου τοῦ Ὕδατος.

Προσέλθωμεν μετ’ εὐλαβείας πηγὴν ναοῦ σῇ, ῥεῖθρα ἰαμάτων τε καὶ θαυμάτων, καὶ ῥῶσιν πλουτήσαντες κατ’ ἄμφω μεγαλύνομεν, τὴν Θεοτόκον ἐν ᾄσμασιν.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, τίς πρὸς ἀξίαν ὑμνῆσαι συνήσεται Θεοτόκε; Πάντων γὰρ προσφύγιον σκέπη, λιμὴν βοήθεια, Χριστιανῶν ἀναδέδειξαι.

ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Κατῆλθε καὶ ἐκ σοῦ γεννηθείς, ὑπὲρ νοῦν ὁ τῶν ὅλων Βασιλεύς, τὴν ἡμῶν ἐκαινούργησε φύσιν Δέσποινα, καὶ ἀνέδειξεν, εὐσπλαγχνίας σε Πηγήν, καὶ ποταμὸν ἐλέους.

Φυλάξας παρθενίαν ἀμείωτον σὴν, παντευλόγητε Ἁγνή, σαρκοφόρος προῆλθεν, ἐκ σοῦ ὁ πάντα πληρῶν, ὃς μὴ λύσας νῦν, τὰς σφραγίδας τῆς σωροῦ, θεοπρεπῶς ἀνέστη.

Σῶτέρ μου τὸ φῶς τὸ ἀνέσπερον, καὶ ψυχῶν ὁ γλυκασμός, μὴ παρίδῃς προστρέχοντα σοῖς πολλοῖς οἰκτιρμοῖς, ἀλλὰ δέξαι με, ταῖς λιταῖς τῆς σὲ φρικτῶς κυησάσης Παρθένου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁ Παντοκράτωρ Θεὸς Λόγος, ἐκ σοῦ Ἄχραντε, ἀνερμηνεύτως σαρκωθεὶς δι’ οἶκτον ἄφατον, κατεφώτισε τὸν κόσμον θεογνωσία, ὡς οὖν ἔχουσα ἐλέους, κράτος ἄπειρον, σοῦ δεόμενον ταχύ με, κατοικτείρησον, ἵνα μέλπω σοι· χαῖρε κόσμου φῶς ἄδυτον.

Ἕτερον. Ὅμοιον.
Μεγίστης χάριτος τυχόντες ἐκ σοῦ Πάναγνε, ἀνακληθέντες ἐκ τῆς πρώην καταπτώσεως, κατὰ χρέος σε διηνεκῶς ἀνυμνοῦμεν, ἀλλ’ ὡς ἔχουσα φύσει τὸ εὐσυμπάθητον, ἐκ παντοίας ἡμᾶς λύτρωσαι κακώσεως, ἐκβοῶντάς σοι· χαῖρε κόσμου φῶς ἄδυτον.

Οἱ Οἶκοι.
Ἔνθες μου τῇ καρδίᾳ, τὸν ἁγνότατον φόβον, τοῦ σοῦ Υἱοῦ πανύμνητε Κόρη, καὶ πάσης ἐπιχθονίου τε καὶ ζοφερᾶς περιπλανήσεως, ἀπαλλάξασα, ἐν ἡσυχίᾳ βοᾶν σοι διὰ παντὸς καταξίωσον·

Χαῖρε, λαμπρὸν τέμενος τοῦ Λόγου·
χαῖρε, βροτῶν καύχημα τοῦ γένους.
Χαῖρε, προηγόρων τὸ θεῖον ἐκπλήρωμα·
χαῖρε, τῶν Μαρτύρων τὸ στεῤῥὸν στεφάνωμα.
Χαῖρε, θρόνου ἡλιόμορφε, τοῦ παντάνακτος Θεοῦ·
χαῖρε, δίσκε φωτὸς πλήσμιε, ἀστεράρχου νοητοῦ.
Χαῖρε, ὅτι ἡ κτίσις ἐν σοὶ ἀνεκαινίσθη·
χαῖρε, ὅτι ἡ φύσις ἐπὶ σοὶ ἀνεπλάσθη.
Χαῖρε, λαβὶς φέρουσα τὸν ἄνθρακα·
χαῖρε, δι’ ἧς ηὔγασται τὰ σύμπαντα.
Χαῖρε, Θεοῦ πρὸς ἀνθρώπους εἰρήνη·
χαῖρε, πιστῶν τῶν ἐν ζάλῃ γαλήνῃ.

Χαῖρε κόσμου φῶς ἄδυτον.

Γέγηθε πᾶσα κτίσις διὰ σοῦ Θεοτόκε, μεγάλων ἐντυχοῦσα χαρίτων, ἥ τε γὰρ ἅμα αἰσθητή τε καὶ νοητή, τὸ μέγα καὶ ἀπόκρυφον, τῆς ὑπερθέου Τριάδος, καταλλαμφθεῖσα μυστήριον, ἐν ἀγαλλιάσει βοᾷ·

Ἀλληλούϊα.

ᾌσματι τῶν ᾀσμάτων Σολομῶν σε ὁ θεῖος, ἀνύμνησεν Ἁγνὴ κρίνων ἄνθος, ἐξ οὗ ὁ τῆς ζωῆς προελθών, τῆς ἀλήκτου καρπός, καὶ μερόπων ἀναζωώσας τὸ γένος, ἀσιγήτως μέλπειν σοι παρεσκεύασε·

Χαῖρε, Μωσέως ἡ φρικτὴ βάτος·
χαῖρε, ὁ θεῖος Γεδεὼν πόκος.
Χαῖρε, τοῦ Δαυῒδ ἅρμα μυριοπλάσιον·
χαῖρε, Ἀββακοὺμ ὄρος τὸ θεοδόξαστον.
Χαῖρε, ῥάβδος ἡ βλαστήσασα, ἀποῤῥήτως Ἀαρών·
χαῖρε, κλίνη ἣν ἑξήκοντα, θεωροῦσι Σολομών.
Χαῖρε, Παρθένε ἥνπερ προΰλεξεν Ἡσαΐας·
χαῖρε, ἧς τόκον εἶπεν ἐν Βηθλεὲμ Μιχαίας.
Χαῖρε, πτυχὴ ἣν Θεὸς διώδευσε·
χαῖρε, στολὴ ἡ βροτοὺς ἐφαίδρυνεν.
Χαῖρε, καὶ γὰρ Δανιὴλ ὄρος εἶδεν·
χαῖρε, ἐξ οὗ λίθος Χριστὸς προῆλθε.

Χαῖρε κόσμου φῶς ἄδυτον.

Σύμμορφος τῇ χοώδει ἡμῶν ὤφθης οὐσία Χριστὲ Παμβασιλεῦ ἐκ Παρθένου, ὅλον γὰρ ἐν τῷ θείῳ σου προσλήμματι ἀνέλαβες τὸν ἄνθρωπον, ἵν’ ὅλῳ τὴν σωτηρίαν ὑπερφυῶς ἐργασάμενος, ἀκούεις παρὰ πάντων·

Ἀλληλούϊα.

Ῥεύμασι τῶν δακρύων τῆς ταλαίνης ψυχῆς μου, εὐσπλάγχνως δυσωπήθητι Κόρη, καὶ ἐλέους μοι χεῖρα ἐκτείνασα Πανυπέραγνε, ἐπανόρθωσον, τῇ δόξῃ σου προθύμως ἀναφωνοῦντα·

Χαῖρε, ἐλπὶς τῶν ἀπηλπισμένων·
χαῖρε, ἰσχὺς καταπονουμένων.
Χαῖρε, τῆς ψυχῆς μου ἡ θεῖα παράκλησις·
χαῖρε, τῆς ζωῆς μου εὐθεῖα κυβέρνησις.
Χαῖρε, ἥλιον κυήσασα δικαιοσύνης ἡμῖν·
χαῖρε, ἄπειρον ἐκβλύσασα τῆς εὐσπλαγχνίας πηγήν.
Χαῖρε, ὅτι ἐλέους ποταμοὺς ἐκπροχέεις·
χαῖρε, ὅτι χειμάῤῥους πειρασμῶν ἀναστέλλεις.
Χαῖρε, ζωῆς τῆς θείας ἡ πρόξενος·
χαῖρε, πιστοῖς σωτηρίας αἴτιος.
Χαῖρε, δι’ ἧς θάνατος κατεπόθη·
χαῖρε, δι’ ἧς ἔγερσις ἐπιστώθη.

Χαῖρε κόσμου φῶς ἄδυτον.

Ἤστραψεν πᾶσαν κτίσιν τῆς θεότητος αἴγλαις, ἐν σοὶ ὡς ἐν ἐσόπτρῳ σκηνώσας, Θεὸς ὧν γὰρ παντέλειος, δι’ οἶκτον καθ’ ἡμᾶς ἐκ σοῦ γέγονε καὶ πάντας σοι Ἁγνὴ παντευλόγητε, μετὰ δέους ψάλλειν ἐδίδαξεν·

Ἀλληλούϊα.

Τεῖχος γενοῦ μοι Κόρη καὶ προσφύγιον θεῖον, καὶ σκέπη κραταιὰ τῷ σῷ δούλῳ. Μετὰ γὰρ τὸν ὄντως Δημιουργὸν τοῦ παντός, καὶ τὸν τῆς δόξης Κύριον, εἰληφυῖα τὸ κράτος, ἐν ἐξουσίᾳ σώζεις τοὺς σέ, τοιοῖσδε λέγοντας·

Χαῖρε, χαρὰ τῶν λελυπημένων·
χαῖρε, λαμπὰς τῶν ἐσκοτισμένων.
Χαῖρε, τῶν πιπτόντων θερμὴ ἐξανάστασις·
χαῖρε, ἀπωσμένων ταχεῖα ἀνάκλησις.
Χαῖρε, καὶ γὰρ ὑπερβέβηκας ἀσυγκρίτως Σεραφίμ·
χαῖρε, καὶ γὰρ ἀπεκύησας τῶν ἐν νώτοις Χερουβίμ.
Χαῖρε, σῶν δούλων σκέπη οὐρανοῦ εὐρυτέρα·
χαῖρε, βοήθειά μου τοῦ νοὸς ὀξυτέρα.
Χαῖρε, Θεοῦ τῆς φύσεως σκήνωμα·
χαῖρε, καλῶν παντοίων θησαύρισμα.
Χαῖρε, πνοὴ τῆς ἀθλίας ψυχῆς μου·
χαῖρε, ὀδμὴ νοητοῦ Παραδείσου.

Χαῖρε κόσμου φῶς ἄδυτον.

Ὦ Παντάνασσα μόνη θεοδόξαστε Κόρη, συμπαθῶς με προσπίπτοντα δέξαι, καὶ τὴν οἰκτρὰν προσδεξαμένη μου ἔντευξιν, τῆς σῆς δέομαι τῶν οἰκτιρμῶν σου καταξίωσον χάριτος, ἵνα ἐκ βάθους ἀεὶ ἀνακραυγάζω σοι·

Ἀλληλούϊα.

Ῥώμην τῇ παρειμένῃ ἐκ πταισμάτων ψυχῇ μου παράσχου εἰς μετάνοιαν θᾶττον, οὐκ ἰσχύει γὰρ βρότειος νοῦς πρὸς πόθον ἀνιέναι Θεοῦ, τῆς σῆς ἄνευθεν ῥοπῆς τε καὶ χάριτος, ἐν ᾗ με Ἄχραντε στήριξον ἐκβοῶντάς σοι·

Χαῖρε, τὸ φῶς τῶν ἐμῶν ὀμμάτων·
χαῖρε, βυθὸς τῶν σοφῶν ῥημάτων.
Χαῖρε, θλιβομένων ταχεῖα μετάβλησις·
χαῖρε, ἀσθενούντων ἱλαρὰ ἰάτρευσις.
Χαῖρε, πέλαγος ἀνείκαστον, οἰκτιρμῶν τῶν τοῦ Θεοῦ·
χαῖρε, ἄμετρος συμπάθεια, τῶν πεφευγότων εἰς σέ.
Χαῖρε, ἡ παρορῶσα ἀφροσύνης μου πλήθος·
χαῖρε, ἡ χορηγοῦσα γηθοσύνως μοι φέγγος.
Χαῖρε, ἐμὴ βεβαία πεποίθησις·
χαῖρε, σεπτὴ ἐλέους ἐπίτευξις.
Χαῖρε, καὶ γὰρ ῥάβδος σὺ βασιλείας·
χαῖρε, καὶ γὰρ ὀδὸς σὺ μετανοίας.

Χαῖρε κόσμου φῶς ἄδυτον.

ᾨδὴ ζ΄. Ὁ Παῖδας ἐκ καμίνου.
Ὁ παῖδας τῆς φλογὸς ἐκσωσάμενος, Σιλωὰμ ἀνέδειξεν, Ἄχραντε Πηγήν, τῇ ἐπικλήσει σου σαφῶς, ἰωμένην ἀνθρώπων πλῆθος ἀμέτρητον, ὁ μόνος Εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ πόθου προστρέχουσαι, πηγὴ τῶν χαρίτων σου, Δέσποινα Ἁγνή, ἐκ νοσημάτων χαλεπῶν, καὶ θανάτου πυλῶν ἀπαλλάττονται, τὸν μόνον Εὐλογητὸν ἀνυμνῆσαι, Χριστὸν τὸν ὑπερένδοξον.

Θανάτου ἀναιρέτις τῷ τόκῳ σου, Πανύμνητε γέγονας, καὶ νῦν ῥαντισμῷ τῆς ζωηφόρου σου πηγῆς, ἐξεγείρεις νεκροὺς Κόρη Δέσποινα, ὡς Μήτηρ γὰρ τῆς ζωῆς, τὴν ζωὴν χορηγεῖς τοῖς σὲ δοξάζουσιν.

Ὡς ὄντως ἱερὰ ἡ πανήγυρις, τῆς χαριτοβρύτου σου, ἔλλαμψε Πηγῆς, καὶ πάντας Κόρη τοὺς πιστούς, χαρμοσύνης ἐνθέου ἐπλήρωσε τὸν μόνον Εὐλογητὸν ἀνυμνοῦσα, Χριστὸν τὸν ὑπερένδοξον.

ᾨδὴ γ΄. Αὕτη ἡ κλητή.
Αὕτη ἡ κλητὴ καὶ φωσφόρος ἡμέρα, ἐν ᾗ συναθροισθέντες, ἐν εὐφροσύνῃ ἀῤῥήτῳ, ἀνυμνοῦμεν Ἁγνή, δωρεῶν σου τῶν ἀπείρων τὸ πέλαγος, ἃς πᾶσι παρέχεις, ἐξ ἀεννάου κρήνης.

Δεῦτε τὰς σεπτὰς δωρεὰς τῆς Πανάγνου, ὑμνήσωμεν συμφώνως, λεπροὺς τυφλοὺς γὰρ ἰᾶται, καὶ ἀπείρων ἐσμόν, ἐκδιώκει νοσημάτων καὶ δαίμονας, νάματι τῆς κρήνης, ἣν ἐπήγασε κόσμῳ.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, ὦ τλῆμον πόλις, κάλεσόν σου τὰ τέκνα, καθιλέωσαι θρήνοις τὴν Παρθένον ἁγνήν, ᾗ σε ἄναξ Κωνσταντῖνος ἀνέθετο, καὶ τῆς συνεχούσης, ῥύσεταί σε ὀδύνης.

Τριαδικόν.
Πάτερ Παντοκράτωρ, Υἱὲ καὶ θεῖον Πνεῦμα, ἡ συμφυὴς ταυτότης καὶ ἀμερὴς τῇ οὐσίᾳ, μεριστὴ δὲ ταῖς ὑποστάσεσι, Θεὸς εἷς ἀΐδιος, σὲ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Φωτίζου, φωτίζου, Κόρη ὁ νέος οὐρανός, ὁ ἀῤῥήτῳ δινήσει, ἀνατείλας ἥλιον, ὃς ἐκ τοῦ τάφου ἐξέλαμψε νῦν, καὶ τοὺς πιστούς, θείαις ἀγλαΐαις, τῆς Ἀναστάσεως ηὔγασεν.

Ὦ θείας, ὦ φίλης, ὦ προφητείας ἐναργοῦς, ἰδοὺ γὰρ γενεαὶ σε, πᾶσαι μακαρίζουσι, καὶ μετὰ πόθου δοξάζουσι, τὰ ὑψηλὰ Κόρη μεγαλεῖα, ἅ σοι ἐποίησε Κύριος.

Ὦ Πάσχα τὸ ὄντως, ὦ παμβασίλεια σεμνή, τῶν Ἀγγέλων ἡ δόξα, τῶν πιστῶν τὸ καύχημα τὸ τῆς θεότητος σκήνωμα, σύ μου ζωή, σύ μου σωτηρία, σύ μου ἐλπὶς καὶ κραταίωμα.