Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο της Ευρέσεως της Θαυματουργού Εικόνος της Παναγίας Μονής του Αγάθωνος
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῆς τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, τῇ πυγαζούση ἰαμάτων τὰ ῥεῖϑρα, προσπέσωμεν κραυγάζοντες ἐκ βάϑους ψυχῆς· πλήρου τὰ αἰτῇματα, τῶν πιστῶς προσιόντων, Δέσποινα πανύμνητε, τῇ ϑερμῇ ἀρωγῇ σου, καὶ τῷ Υἱῷ σου πρέσβευε ἀεί, πᾶσι διδόναι, πταισμάτων συγχώρησιν.
Δόξα, καὶ νῦν, Ὂμοιον.
Οἱ τοῦ Ἀγάϑωνος τοῦ ϑείου τῇ Μάνδρᾳ, μετ᾽ εὐλαβείας προσερχόμενοι Κόρη, καὶ τῇ σεπτῇ Εἰκόνι σου προσπίπτοντες, ἴασιν κομίζονται, καὶ ψυχῶν καὶ σωμάτων, καὶ παντοίων θλίψεων, ἀπαλλάττονται ϑᾶττον· σὺ γὰρ παρέχεις πᾶσι συμπαϑῶς, τῆς βοηϑείας τῆς σῆς χάριν ἄφϑονον.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἠμῖν ἀρήγει Ἀγνὴ Παρϑένε, Γερασίμου. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἠλίου νεφέλη τοῦ νοητοῦ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, ὡς φωτὶ τῆς ϑερμῆς σου προστασίας, τὰ τῶν παϑῶν ἡμῶν νέφη διάλυσον.
Μεγίστης πεπλήρωται χαρμονῆς, Ἀγάϑων ὁ ϑεῖος, τὴν Εἰκόνα σου ἐφευρών· ἡμεῖς δὲ ἐκ ταύτης Θεοτόκε, τῶν δωρεῶν σου τὴν χάριν λαμβάνομεν.
Ἰδού σοι προσήλϑομεν εὐλαβῶς, καὶ τὴν σὴν Εἰκόνα, προσκυνοῦμεν πίστει ϑερμῇ, ὁ ὡς ἂν πληρωϑῶμεν Θεοτόκε, τῆς παρὰ σοῦ εὐφροσύνης καὶ χάριτος.
Νοσήματα παύεις τὰ χαλεπά, καὶ ῥῶσιν παρέχεις, καὶ κινδύνων ἀπαλλαγήν· ἀλλ᾽ ὦ Παναγία Θεοτόκε, ῥύου ἡμᾶς συμφορῶν καὶ κακώσεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνωτέρους συντήρει, πολυειδῶν ϑλίψεων, καὶ τοὺς συσχεϑέντας κινδύνοις, Κόρη ἀπάλλαξον, πιστῶς προστρέχοντας τῇ ϑαυμαστῇ σου Εἰκόνι, καὶ ζητοῦντας Δέσποινα τὴν σὴν βοηθειαν.
Ῥυπωϑέντος ἀπάτη, τῇ τοῦ ἐχϑροῦ κάϑαρον, ῥείϑροις, νοητοῖς προσιοῦσιν, ἐκ τῆς Εἰκόνος σου, ἡμᾶς Πανάχραντε, καὶ τὴν κατ᾽ ἄμφω ὑγίειαν, δίδου τοῖς ἱκέταις σοῦ, τῇ σῇ χρηστότητι.
Ἡ Ἀγάϑωνος Μάνδρα, ὡς ϑησαυρὸν ἔνϑεον, τὴν σὴν κεκτημένη Εἰκόνα, βοᾷ ἑκάστοτε· δεῦτε οἱ πάσχοντες, ἵνα ῥυσϑῇτε τῶν πόνων, ἡ γὰρ Ἀειπάρθενος, νέμει τὴν ἴασιν,
Γλῶσσα πᾶσα κηρύττει, τὰ σὰ πολλὰ ϑαύματα· πᾶσι γὰρ παρέχεις Παρϑένε, παϑῶν τὴν λύτρωσιν, καὶ τοὺς φωνοῦντάς σε, ἐκ τῶν κινδύνων ἐξαίρει· ὅϑεν τὴν σὴν ἄφϑονον, χάριν δοξάζομεν.
Διάσωσον Θεογεννῆτορ Παρϑένε παϑῶν καὶ νόσων, τοὺς ἐν πίστει τῇ σῇ Εἰκόνι προστρέχοντας, καὶ πᾶσι δίδου βοήϑειαν τοῖς αἰτοῦσιν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τῆν σὴν ἀρωγήν, ὡς τεῖχος ἀπροσμάχητον, πλουτοῦντες Ἀγνή, ἐπιφορῶν καὶ ϑλίψεων, ταχέως ἐκλυτρούμεϑα, καὶ γαλήνης πληρούμεϑα Δέσποινα· σὺ γὰρ παρέχεις χειρὶ μητρικῇ, ἡμῖν τὰ σωτήρια αἰτήματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ πληγῶν ὡς ἰάτρευσας, τῶν τῆς κεφαλῆς τὸν παῖδα Πανάμωμε, οὕτως ἴασαι δεόμεϑα, τὰς ψυχὰς ἡμῶν παϑῶν τοῦ χείρονος.
Ἰατρεῖον ἀδάπανον, ἐν τῇ τοῦ Ἀγάϑωνος Μάνδρᾳ πρόκειται, τὸ σὸν ἅγιον Ἐκτύπωμα, πάντας ϑεραπεῦον τοὺς προστρέχοντας.
Ἀσϑενοῦσι τὴν ἴασιν, καὶ τοῖς δαιμονῶσι τὴν ἀπολύτρωσιν, ἡ σὴ χάρις Κόρη δίδωσιν, ἡ ἐκ τῆς Εἰκόνος σου βλυστάνουσα.
Γνοὺς Ἀγάϑων ὁ Ὅσιος, τὴν σὴν εὐδοκίαν πιστῶς ἀνείλετο, τὴν Εἰκόνα σου Πανάχραντε, τὴν μεγαλυνϑεῖσαν πολλοῖς ϑαύμασι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον Ἀγνή, τοῦ βελίαρ τὰ βουλεύματα, καὶ Μονὴν σου τὴν ἁγίαν καὶ σεπτήν, ἀσινῇ ἐκ πάσης βλάβης διατήρησον.
Ἤκουσας Ἀγνὴ, τῆς φωνῆς τοῦ κινδυνεύοντος, καὶ βεβαίου τοῦτον ἔσωσας πνιγμοῦ, ἀλλὰ σῶζε καὶ ἡμᾶς ἐκ πάσης ϑλίψεως.
Πάϑος χαλεπόν, ποῦ καρκίνου ἐθεράπευσας, ἀλλὰ πάσης ἀσϑενείας καὶ ἡμᾶς, ἀνωτέρους Θεοτόκε διατήρησον.
Ἀλυπον ζωήν, διανύειν καταξίωσον, ἐν εἰρήνῃ καὶ ἐν ἔργοις ἀγαθοῖς, τοὺς προστρέχοντας Παρϑένε τῇ σῇ χάριτι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥἡμάτων, τῶν στειρευόντων γυναίων, ἐπακούσασα δεήσεως Κόρη, τούτων τὴν στείρωσιν λύεις Παρϑένε· καὶ νῦν ἡμᾶς ἀκαρπίας ἀπαλλαξον, τῆς ψυχικῆς καὶ γεωργεῖν, ἀρετῶν τοὺς καρποὺς ἐνδυνάμωσον.
Θαυμάτων, τῶν τῆς σεπτῆς σου Εἰκόνος, πανταχοῦ διεβοήϑη ἡ χάρις· ὅϑεν Ὑπάτη καὶ πᾶσα Φϑιῶτις, ἐν τῇ Μονῇ τοῦ Ἀγάϑωνος σπεύδουσι, Θεογεννῆτορ Μαριάμ, καὶ λαμβάνουσι τάχος πᾶν αἴτημα.
Ἐκλάμπει, ἐκ τῆς Εἰκόνος σου Κόρη, ἡ σὴ χάρις μυστικὴ ὡς λαμπρότης, καὶ τῶν δαιμόνων διώκει τὸν ζόφον, καὶ δαιμονῶντας ἰᾶται τῆς μάστιγος, καὶ φρενολήκτους σωφρονεῖ, καὶ τοῖς πᾶσι χαρὰν ϑείαν δίδωσι.
Ναόν σου, καὶ τὴν Μονὴν τὴν ἁγίαν, ἣν ἐδείματο ὁ ϑεῖος Ἀγάϑων, ἔνϑα ἡ ϑεία Εἰκών σου Παρϑένε, ὡς ϑησαυρὸς ἱερὸς ἐναπόκειται, ἐκ νοητῶν καὶ ὁρατῶν, δυσμενῶν προσβολῆς διαφύλαττε.
Διάσωσον Θεογεννῆτορ Παρϑένε παϑῶν καὶ νόσων, τοὺς ἐν πίστει τῇ σῇ Εἰκόνι προστρέχοντας, καὶ πᾶσι δίδου βοήϑειαν τοῖς αἰτοῦσι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆν ταχυτάτην σου Κόρη, ἀντίληψιν, προσεφαπλοῦσα τοῖς πίστει φωνοῦσί σε, κινδύνων ἐξαίρεις καὶ θλίψεων, καὶ νοσημάτων σβεννύεις τὸν καύσωνα, διὸ κατὰ χρέος ὑμνοῦμέν σε.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἐνδον πάλαι κέκρυπται, ἡ παναγία Εἰκών σου, τοῦ σπηλαίου Ἄχραντε, ἥν περ φανερώσασα ὡς ηὐδόκησας, τῷ πιστῷ δούλῳ σου, ταύτην τῇ σῇ δόξῃ, ἐπεσκίασας Πανύμνητε, ὅϑεν δεδόξασται, πλείστων ϑαυμασίων δυνάμεσιν ἰᾶται γὰρ τοὺς πάσχοντας, καὶ παρέχει πᾶσι πᾶν αἴτημα· ὅϑεν σοι βοῶμεν· μὴ παύσῃ προνοεῖσϑαι καὶ φρουρεῖν, ταύτην Μάνδραν σου Δέσποινα, πίστει προσκειμένην σοι.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ πληγῆς τῇς ἀκρίδος, ὡς ἐῤῥύσω Παρϑένε τοὺς σοὶ προστρέξαντας, οὕτως ἐξ ἀδοκήτων, ἡμᾶς κινδύνων ῥῦσαι, καὶ χαρᾶς ϑείας ἔμπλησον, καὶ λυπηρῶν συμφορῶν, ἀπάλλαξον ἐν τάχει.
Γέρας ϑεῖον πλουτοῦτα, ἡ Ἀγάϑωνος ποίμνη τὸ σὸν Ἐκτύπωμα, καυχᾶται τῇ τῇ δόξῃ καὶ ἅπασι κυρύττει, τὴν πληϑὺν τῶν ϑαυμάτων σου, Θεογεννῆτορ ἁγνή· ἣν οὐρανόθεν σκέπε.
Ἐντολῶν τοῦ Δεσπότου, πληρωτὰς ἡμᾶς δεῖξον φόβῳ τῷ κρείττονι, καὶ ἔργων ἐναρέτων, ἐργάτας Θεοτόκε, ὡς ἂν μέτοχοι Δέσποινα, τῆς αἰωνίου ζωῆς, ὀφθῶμεν μετὰ τέλος.
Ῥῦσαι πάσης ἀνάνκγης, καὶ παϑῶν ψυχοφθόρων Θεοχαρίτωτε, καὶ πάσις ἀῤῥωστίας, καὶ βλάβης ὀλεϑρίου, τοὺς ἐν πίστει προστρέχοντες, Εἰκόνι σου τῇ σεπτῇ, Ἀγάϑωνος τῇ Μάνδρᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπᾶσα Φϑία, ὁμολογεῖ τὴν σὴν χάριν, ὅτι ἅπαντας προφϑάνεις Θεοτόκε, καὶ παρέχεις πᾶσι, χαρὰν καὶ σωτηρίαν.
Σὲ ἡ Ὑπάτη, μεγαλοφώνως δοξάζει, ἐντρυφῶσά σου τῆς χάριτος Παρϑένε, καὶ πιστῶς προστρέχει, Μονῇ σου τῇ ἁγίᾳ.
Ἴδε Παρϑένε, τοὺς εὐλαβῶς παρεστῶτας, τῇ πανσέπτῳ σου Εἰκόνι καὶ παράσχου, τούτοις σωτηρίαν, καὶ ῥῶσιν καὶ ὑγίειαν.
Μἡ διαλίπῃς, ὑπεραγία Παρϑένε, πληροῦν πάντοτε ἡμῶν τὰς ἰκεσίας, ὅτι σὲ καὶ μόνην, κεκτήμεϑα προστάτιν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ πόνοις συσχεϑέντες, δεῦτε τῇ Εἰκόνι, τῆς Παναγίας Παρϑένου προσπέσατε· πᾶσι παρέχει ταχεῖαν γὰρ ἀπολύτρωσιν.
Ὑψόϑεν Θεοτόκε, δίδου ἀοράτως, τοῖς προσφωνοῦσι τὸ ϑεῖόν σου ὄνομα, ἐν πάσῃ ὥρᾳ βοήϑειαν τὴν σωτήριον.
Μυρίπνοον ὡς ῥόδον, ἡ σεπτὴ Εἰκών σου, εὐωδιάζει ἡμῶν τὴν διάνοιαν, καὶ δυσωδίαν ἐλαύνει παϑῶν καὶ ϑλίψεων.
Μονὴν σου τὴν ἁγίαν, σκέπε Θεοτόκε, καὶ τοὺς ἐν ταύτῃ πιστῶς καταφεύγοντας, τῆς μυστικῆς εὐφροσύνης σου καταξίωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πάλαι τῷ Ἀγάϑωνι τῷ σεπτῷ, ἔδειξας Παρϑένε, τὴν Εἰκόνα σου ϑαυμαστῶς, κεκρυμμέντην οὖσαν, καὶ ἄγνωστον τελοῦσαν, ἣν πόϑῳ προσκυνοῦντες σὲ μεγαλύνομεν.
Δεῦτε τοῦ Ἀγάϑωνς τῇ Μονῆ, ἔνϑα τῇς Παρϑένου, τὸ Ἐκτύπωμα τὸ σεπτόν, προσέλθωμεν ἐν πίστει, καὶ λάβωμεν ἐκ τούτου, ἁγιασμὸν καὶ ῥῶσιν, ψυχῆς καὶ σώματος.
Λύει τῶν δαιμόνων ῥύμην πικράν, καὶ νόσους ἰᾶται, ἀνιάτους καὶ χαλεπάς, ἡ σκηνοῦσα χάρις, τῇ σῇ σεπτῇ Εἰκόνι, Παρϑένε Θεοτόκε, ἡμῶν βοήϑεια.
Δίδου τὴν ὑγίειαν Μήτερ Θεοῦ, τοῖς ὀδυνωμένοις, ἀσϑενείαις ὀδυνηραῖς, πίστει προσιοῦσι, τῇ ϑείᾳ σου Εἰκόνι, οὓς οἴκτειρον Παρϑένε, οἷα φυλεύσπλαγχνος.
Χαίρει ἡ Ὑπάτη καὶ ἐν σπουδῇ, σπεύδει τῇ Μονῇ σου προσκυνοῦσα πανευλαβῶς, καὶ Φϑιῶτις πᾶσα, τὴν σὴν Εἰκόνα Κόρη, καρπούμεναι ἐκ ταύτης, χάριν καὶ ἔλεος.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, ἡμᾶς Θεοτόκε, καὶ κινδύνων καὶ πειρασμῶν, καὶ ὑγίειαν αἴτει, καὶ ἄφεσιν πταισμάτων, τοῖς ἀνυμνοῦσι Κόρη, τὰ μεγαλεῖά σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, ἐν τῇ Ἀγάϑωνος Μάνδρᾳ, καὶ προσκυνοῦντας Ἀγνή, τὴν σεπτὴν Εἰκόνα σου, καὶ χαριτόβρυτον, ῥῦσαι κακώσεως, καὶ πόνων καὶ νόσων, καὶ παντοίων θλίψεων και περιστάσεων, δίδου δὲ ἡμῖν Θεοτόκε, ῥῶσιν καὶ ὑγίειαν καὶ λύσιν τῶν πλημμελημάτων ταῖς πρεσβείαις σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Γερασίμου πρόσδεξαι τὰς ἱκεσίους
Φωνὰς Ἀειπάρϑενε, καὶ τοῦτον σκέπε.