Παρακλητικός Κανών εις τον Άγιον Οσιομάρτυρα Εφραίμ τον Θαυματουργόν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 5 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα  τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῖς προσιοῦσι τοῖς σεπτοῖς σου λειψάνοις, καὶ ἐξαιτοῦσι τὴν θερμήν σου πρεσβείαν, δίδου ἀεὶ τὴν θείαν σου ἀντίληψιν, τούτους ἐκλυτρούμενος, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, Ὁσιομάρτυς Ἅγιε Ἐφραίμ, ὡς τοῦ Σωτῆρος θεράπων θερμότατος.

Δόξα.
Ὅμοιον.

Τῇ ἀνευρέσει τῶν σεπτῶν σου λειψάνων, χαρᾶς ἐπλήρωσας πιστῶν τὰς καρδίας, καὶ τὴν Μονήν σου ταύτην πλεῖον εὔφρανας, ἥτις καταφεύγουσα τῇ σῇ χάριτι κράζει· σὺ μου εἶ προσφύγιον, καὶ θερμὸς ἀντιλήπτωρ, Ὁσιομάρτυς Ἅγιε Ἐφραίμ· διό με ῥύου, δεινῶν περιστάσεων.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εύφρανον Πάτερ ημάς, ση δόξη Γερασίμου.

ᾨδὴ α΄.Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐκ γῆς ὥσπερ κρίνα ἐαρινά, ἐφάνησαν, Πάτερ, τὰ σὰ λείψανα τὰ σεπτά, ὀσμῇ οὐρανίῳ τὸ δυσῶδες, τῶν παθημάτων, Ἐφραὶμ, ἀπελαύνοντα.

Ὑψόθεν ὑπάρχων ἐπισκοπῶν, τὴνδε τὴν Μονήν σου, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ δίδου αὐτῇ, Ἐφραὶμ παμμάκαρ, τῆς εὐλογίας τῆς σῆς χάριν τὴν ἄφθονον.

Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, παθῶν τὴν ὁμίχλη, καὶ τὴν νύκτα τῶν πειρασμῶν, διάλυσον, Πάτερ, ἐκ τῶν πίστει προσφευγόντων τοῖς θείοις λειψάνοις σου.

Θεοτοκίον.
Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, ἐχθροῦ τοῦ ἀσάρκου, τῇ πρεσβείᾳ σου τῇ σεπτῇ, ἐνίσχυσόν με μόνη Θεοτόκε, ἵνα ὑμνῶ σου τὴν δόξαν τὴν ἄῤῥητον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἀνατείλας ἐσχάτως, ὥσπερ ἀστὴρ πάμφωτος, τῇ ἀποκαλύψει τῶν θείων, Πάτερ, λειψάνων σου, θαῦμα λάμψεσι φωταγωγεῖς τὰς καρδίας, τῶν αἰτούντων, Ἅγιε, τὴν σὴν βοήθειαν.

Νοσημάτων παντοίων, καὶ χαλεπῶν θλίψεων, δρόσῳ τῆς σεπτῆς σου πρεσβείας, σβεννύεις καύσωνα· διὸ βοῶμέν σοι, σβέσον ἡμῶν τὰς ὀδύνας, ἐπομβρίᾳ, Ἅγιε, τοῦ θείου Πνεύματος.

Οἱ τῇ θείᾳ σορῷ σου, μετὰ σπουδῆς σπεύδοντες, ἴασιν κομίζονται, Πάτερ, καὶ ἀπολύτρωσιν πάσης κακώσεως· σὺ γὰρ τοῖς πᾶσι παρέχεις, οἷα συμπαθέστατος, χάριν καὶ ἔλεος.

Θεοτοκίον.
Νοητὸς ὤφθης θρόνος, καὶ χρυσαυγὲς σκήνωμα, τοῦ Παμβασιλέως τῆς δόξης καὶ Παντοκράτορος, παρθένε Ἄχραντε· διὸ κἀμὲ δεῖξον οἶκον, ἔργοις καθαρότητος τῆς θείας χάριτος.

Διάσωσον, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, ὁσιομάρτυς Κυρίου Ἐφραὶμ θέοφρον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμός ἀρτίως ὤφθης, Ἅγιε, ἐκφάνσει ἡμῖν, τῶν ἱερῶν λειψάνων σου, τοῖς πὸθῳ καταφεύγουσι, θεομάκαρ Ἐφραὶμ, τῇ πρεσβείᾳ σου· διὰ τοῦτο βοῶμέν σοι πιστῶς· Χριστῷ ὑπὲρ πάντων, Πάτερ, πρέσβευε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πλείστοις τρόποις, μακάριε, φαίνῃ τοῖς καλοῦσι τὴν θείαν κλῆσίν σου, καὶ παρέχεις τὰ αἰτήματα, τὰ πρὸς σωτηρίαν, Ἐφραὶμ Ὅσιε.

Ἀσθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις χαρὰν τὴν κρείττονα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, δὶδου οὐρανόθεν, Ἐφραὶμ Ἅγιε.

Τὴν Μονήν σου ἀπήμαντον, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος διατήρει, Ἐφραὶμ Ἅγιε, τὴν ἐγκαυχομένην τοῖς λειψάνοις σου

Θεοτοκίον.
Ἐκ γαστρὸς ἀνέτειλε, τῆς δικαιοσύνης, Ἁγνὴ, ὁ ἥλιος, οὗ ταῖς αἴγλαις καταλάμπρυνον, τὴν ἐσκοτισμένην μου διάνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥάβδῳ ἰσχυρᾷ, τῆς πρεσβείας σου ἐκδίωξον, τὸν ἀόρατον τὸν καθ’ ἡμῶν, ὠρυόμενον, Ἐφραὶμ, καθάπερ λέοντα.

Ἤθλησας καλῶς, καὶ ἀρτίως ἡμῖν ἔγνωσαι, τῇ ἐκφάνσει τῶν ἁγίων σου ὀστῶν, ἁγιάζων τὰς ψυχὰς ἡμῶν, μακάριε.

Μέγας ἀρωγός, τῆς Μονῆς ὤφθης, Ἅγιε, τῆς πλουτούσης ὥσπερ θεῖον θησαυρόν, τὰ μυρίπνοα καὶ ἅγιά σου λείψανα.

Θεοτοκίον.
Ἄχραντε Ἁγνή, Θεοτόκε ἀειπάρθενε, τὴν νοσοῦσάν μου τοῖς πάθεσι ψυχήν, θεραπείας τῇ σῇ χάριτι ἀξίωσον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων, καὶ ψυχῶν ἰατῆρα, ἡ τοῦ Πνεύματος χάρις, ἐν ταῖς ἐσχάταις ἡμέραις, παμμάκαρ, ἐκ γῆς λαγόνων τὰ θεῖᾳ σου λείψανα, ἀνακαλὺψασα ἡμῖν μετὰ χρόνιον, Πάτερ, κατάκρυψιν.

Συσφίγξας, τοῦ παραλύτου τὰ μέλη, ὑγιῆ τοῦτον ἀπέδειξας, Πάτερ, καταφυγόντα τῇ θείᾳ σορῷ σου καὶ τοῦ Κυρίου τῷ φόβῳ συνέτισας, ὅθεν ἀπῆλθεν ἐν χαρᾷ, μεγαλύνων τὸ σὸν θαυματούργημα.

Ἡνίκα, τῇ ἡγουμένῃ ὡράθης, ἐμφανῆ τὰ σὰ κατέστησας ταύτῃ· ἀλλὰ καὶ νῦν ποθοῦσὶ σε, Πάτερ, τὸ σὸν ἐπίφανον ἅγιον πρόσωπον, καὶ πλήρωσον ἡμᾶς χαρᾶς, οὐρανίου, Ἐφραὶμ θεοδόξαστε.

Θεοτοκίον.
Δοχεῖον, περιφανὲς τοῦ Ὑψίστου, καὶ ναὸς φωτοειδὴς καθωράθης, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, Παρθένε, προαγαγοῦσα τῷ κόσμῳ ὡς ἄνθρωπον· αὐτῷ δι’ ἔλεος πολύ,  ἱκέτευσον, Μῆτερ  Ἀπείρανδρε.

Διάσωσον, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, ὁσιομάρτυς Κυρίου Ἐφραὶμ θέοφρον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῇ φανερώσει τῶν θείων Λειψάνων σου, τὴν σὴν ἐγνώρισας πᾶσι λαμπρότητα· ἰάσεις γὰρ βρύεις ἑκάστοτε καὶ ἀπαλλάττεις δεινῶν περιστάσεων, Ἐφραὶμ, τοὺς φωνοῦντας τὴν κλῆσίν σου.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις Αὐτοῦ τοῖς ἐν τῇ γῇ  ἐθαυμάστωσεν ὁ  Κύριος.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμη ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατὲ τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τα πλήθη των ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τα πλήθη των ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην αποθέμενοι.

Ἤνεγκας στεῤῥότατα, ἐπιδρομῆς τῶν βαρβάρων καὶ Μάρτυς ἀήττητος, ὤφθης τοῦ Παντάνακτος, Ἐφραὶμ ἅγιε· καὶ χαρὰν κρείττονα, τοῖς πιστοῖς παρέσχες, τῇ εὑρέσει τῶν Λειψάνων σου, δι’ ὧν διώκεται, πᾶσα τοῦ βελίαρ ἐπήρεια καὶ νόσοι θεραπεύονται καὶ ψυχῶν ἰῶνται τὰ τραύματα· ὅθεν σοι βοῷμεν, μὴ παύσῃ ἱκετεύων τὸν Χριστόν, πᾶσι δοθῆναι συγχώρησιν καὶ ζωὴν γαλήνιον.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανόθεν, θέοφρον, ἀφικόμενος ὧδε τῇ θείᾳ Μάνδρᾳ σου, ὁρᾶσαι παραδόξως, ποικίλαις ἐμφανείαις, καὶ πληροῖς τὰ αἰτήματα, ὁσιομάρτυς Ἐφραὶμ, τῶν σὲ ὑμνολογούντων.

Ξενοτρόπως κατ’ ὄναρ, καὶ καθ’ ὕπαρ, παμμάκαρ, ἐμφανιζόμενος, χαρὰν καὶ εὐφροσύνην, καὶ πᾶσαν ἄλλην δόσιν, ἀγαθὴν δίδως, Ἅγιε, τοῖς εὐφημοῦσιν, Ἐφραὶμ, τὴν ἱερὰν ζωήν σου.

Ἡ ἁγία Μονή σου, ὡς ἁγίασμα θεῖον καὶ δῶρον ἅγιον, τὰ θεῖα Λείψανά σου, Ἐφραὶμ, καταπλουτοῦσα, ἁγιάζει σῇ χάριτι, τοὺς πανταχόθεν αὐτῇ πιστῶς προσερχομένους.

Θεοτοκίον.
Γεωργίᾳ ἀΰλῳ, τῆς σεπτῆς Σου πρεσβείας, Θεοχαρίτωτε, βλαστάνειν τὴν ψυχήν μου, καρποὺς τῆς μετανοίας, Θεοτόκε, ἀξίωσον, ὡς ἂν τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὔφρανον, Πάτερ, εὐφραντικῇ ἀρωγῇ σου, τοὺς στενάζοντας ἐν λύπαις καὶ ἀνάγκαις, τούτους ἀπαλλάτων, Ἐφραὶμ, πάσης πικρίας.

Ῥανίσι θείαις, σῶν πρεσβειῶν, θεὸφρον, παφλάζουσαν ὀδύνην τῆς ψυχῆς μου, σβέσον καὶ παράσχου, ἀναψυχήν μοι θείαν.

Ἁγίων δήμοις, συναυλιζόμενος, Πάτερ, καθικέτευε σὺν τούτοις, θεοφόρε, ὑπὲρ τῶν τιμώντων τὰ θεῖα Λείψανά σου.

Θεοτοκίον.
Σῶσόν με, Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας καὶ ἀπόπλυνον τὸν ῥυπωθέντα νοῦν μου, ταῖς τῆς ἁμαρτίας ἐννοίαις τε καὶ ἔργοις.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον, παμμάκαρ, πάσης καχεξίας, τοὺς προσιόντας τοῖς θείοις λειψάνοις σου, ὁσιομάρτυς Κυρίου Ἐφραὶμ μακάριε.

Μονήν σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, ταῖς θαυμασταῖς προστασίαις σου, Ἅγιε, ἐπινοιῶν τοῦ βελίαρ καὶ πάσης θλίψεως.

Ὁ νέος ἐν Ἁγίοις, ὡς φανεὶς ἀρτίως, θαυματοφόρε Ἐφραὶμ ἀξιάγαστε, ῥύου κἀμὲ τῆς μανίας τοῦ πολεμήτορος.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου δεῖξον, Θεοτόκε, ἐκ λογισμῶν χαμαιζὴλων χείρονος καὶ τὴν καρδίαν θείας ἐλλάμψεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις ὁ ἀθλήσας πάλαι στεῤῥῶς, καὶ γνωσθεὶς ἀρτίως, Ἐκκλησίᾳ τῇ τοῦ Χριστοῦ, τῇ ἀνακαλύψει τῶν θείων σου Λειψάνων, Ἐφραὶμ ὁσιομάρτυς, ἀξιοθαύμαστε.

Ὤφθης καὶ ἐδήλωσας ἐμφανῶς, τὴν κλῆσίν σου, Πάτερ, καὶ τὸ τέλος σου τὸ σεπτὸν· ὅθεν προσκυνοῦντες, τὰ θεῖα Λείψανά σου, Ἐφραὶμ ὁσιομάρτυς, χάριν λαμβάνομεν.

Ἄγνωστος ἐτέλεις χρόνοις πολλοῖς, καὶ τῇ φανερώσει, τῶν Λειψάνων σου τῶν σεπτῶν, ἔδειξας τῷ κόσμῳ, τὴν σὴν πλουσίαν χάριν, θαυμάτων ἐνεργείας, Ἐφραὶμ μακάριε.

Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, χαίροις τῶν Μαρτύρων, ὁ ζηλώσας τὴν ἀρετήν· χαίροις ὁ ἐν ὄρει Ἀμώμων διαπρέψας, Ἐφραὶμ ὁσιομάρτυς, διπλοῖς ἐν σκάμμασι.

Χάριν ἀναβλύζεις θείᾳ ῥοπῇ, καὶ τοὺς ἀσθενοῦντας, θεραπεύει ἡ σὴ σορὸς· ὅθεν οἱ τῇ θείᾳ Μονῇ σου προσιόντες, καρποῦνται τὴν ὑγείαν, ψυχῆς καὶ σώματος.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστὸν, Ἐφραὶμ θεοφόρε, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῆς Μονῆς σου, τῇ σοὶ ἀνακειμένῃ καὶ πάντων τῶν ζητούντων, τὴν σὴν ἀντίληψιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ότε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις Λειψάνοις, Ἐφραίμ μακάριε σκέπε καὶ διέσωζε, ἐκ πάσης θλίψεως, καὶ πταισμάτων τὴν ἄφεσιν, καὶ νόσων παντοίων, αἴτησαι τὴν ἴασιν παρὰ Χριστού του Θεού· δίδου δὲ τὴν σὴν εὐλογίαν, τῇ σεπτῇ Μονῇ σου, θεόφρον, τῇ ἀνακειμένη τῇ πρεσβείᾳ σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Εὔφρανον Ἐφραίμ θερμῇ σου ἀντιλήψει
Γεράσιμον δέησιν τήνδε σοὶ θέντα.

Χαιρετισμοί εις τον Άγιον Εφραίμ τον Ιερομάρτυρα και θαυματουργόν

Εγκώμια εις τον Άγιον Εφραίμ τον Ιερομάρτυρα και θαυματουργόν

Παρακλητικός Κανών εις τον Άγιο Ένδοξο Οσιομάρτυρα Εφραίμ εκ Τρίκκης και εν τω Όρει Αμώμων Ασκήσαντα

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῆς φιλαγίου Τρίκκης γόνος ὑπάρχων, ὄρους Ἀμώμων ἀσκητὴς θεοφόρος, καὶ ἀθλητὴς χριστόψυχος Ἐφραὶμ θαυματουργέ, σκέπε ταῖς πρεσβείαις σου, τὴν γεννήσασαν πόλιν, καὶ τοὺς σὲ γεραίροντας, ἀπὸ πάσης ἀνάγκης, ὅπως τιμῶμεν πάντες ἐκ ψυχῆς, σὴν θείαν μνήμην, Χριστὸν μεγαλύνοντες.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καἰ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὁμοπατρίων μνήσθητι, Ἐφραὶμ Τρικκαῖε. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ὁμόπατρι πάτερ Ἐφραὶμ κλεινέ, τῆς σὲ γεννησάσης, Τρίκκης μνήσθητι σαῖς εὐχαῖς, καὶ πάντων Τρικκαίων χριστωνύμων, τῶν αἰτημάτων τὴν πλήρωσιν χάρισαι.

Μεγάλως ἠγάπησας τὸν Χριστόν, διὸ τῆς πατρίδος, ἐμακρύνθης πάτερ Ἐφραίμ, καὶ ᾖρας ἐν ὄρει τῶν Ἀμώμων, ἐν προθυμίᾳ σταυρὸν τῆς ἀσκήσεως.

Οὐδόλως ὑπέκυψας τῆς σαρκός, ταῖς ἐπιθυμίαις, τῷ Κυρίῳ συσταυρωθείς, διὸ καὶ ἡμῶν σαρκὸς τὰ πάθη, πάτερ Ἐφραὶμ ἐγειρόμενα κοίμησον.

Θεοτοκίον.
Προσῆλθεν ὡς πρόβατον σῇ Μονῇ, ἐν ὄρει Ἀμώμων, Θεοτόκε σεπτὸς Ἐφραίμ, ἐν ᾗπερ μεγάλως ἐδοξάσθη, ὡς ἀγαπήσας Υἱόν σου τὸν φίλτατον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀφειδήσας σωφρόνως, τῶν ἡδονῶν Ὅσιε, ὡς εὑρών ἀγάπην Κυρίου, τὴν ὑπερήδιστον, ἣν πᾶσι δώρησαι, Ἐφραὶμ τοῖς πόθῳ καρδίας, γεραιρόντων μνήμην σου, τὴν πανχαρμόσυνον.

Τρίκκην φίλην ἀφήσας, ἐπιποθῶν ἄριστα, τὴν ἐν οὐρανοῖς τῶν Ἁγίων, Πατρίδα Ὅσιε, διδάσκων ἅπασι, ταύτην ποθεῖν καὶ διώκειν, ὡς μόνην ἀσάλευτον καὶ ἀδιάσειστον.

Ῥύπον πάντα ἐκπλύνας, τῆς σῆς ψυχῆς δάκρυσιν, ὅσιε Ἐφραὶμ ὀφθαλμούς σου, τοὺς ἔσω ἤνοιξας, καὶ φῶς τὸ ἔκλαμπρον, Χριστοῦ κατέβλεψας ὅθεν, καὶ ἡμᾶς ἀξίωσον, τοῦτο θεάσασθαι.

Θεοτοκίον.
Ἰατρὸν ἡ τεκοῦσα, τὸν Ἰησοῦν Δέσποινα, πάθη θεραπεύοντα πάντα, τῆς ἀνθρωπότητος, Τοῦτον ἱκέτευε, ὅπως ἰάσηται πάντας, τούς σε μεγαλύνοντας, ὡς Θεομήτορα.

Διάσωσον, πάτερ Ἐφραὶμ θεοφόρε τὴν σὴν πατρίδα, καὶ χριστωνύμους Τρικκαίους πρεσβείαις σου, ἀπὸ κινδύνων χαλεπῶν, καὶ παντοίων δεινῶν συμπτωμάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀσκήσας καλῶς, Ἐφραὶμ καλῶς καὶ ἤθλησας, τὸ στέφος διπλοῦν, λαβὼν ἐκ τοῦ Κυρίου σου, Ὃν ἀπαύστως ἱκέτευε ἅγιε, ὑπὲρ τιμώντων σου θερμῶς, τὴν μνήμην τὴν θείαν καὶ τὴν ἄθλησιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὥσπερ πλῆθος ὑπέμεινας, πειρασμῶν θεόφρον Ἐφραὶμ ἐπίστασαι, τὸ δαιμόνων ἀφιλάνθρωπον, ἐξ οὗ ῥῦσαι πάντας τοὺς τιμῶντάς σε.

Νοῦν ἡμῶν δεῖξον Ὅσιε, οἴκημα μελέτης θείου Ὀνόματος, δι’ οὗ δύναμιν ληψόμεθα, κατὰ τοῦ δολίου κοσμοκράτορος.

Μαρτυρίου μετέσχηκας, διὰ τέκνων Ἄγαρ Ἐφραὶμ πανόσιε, διὸ λύτρου ὡς φιλάδελφος, τοὺς ἐν πειρασμοῖς πρὸς σὲ προστρέχοντας.

Θεοτοκίον.
Νικητὰς δεῖξον Πάναγνε, πάντας χριστωνύμους σὲ μεγαλύνοντας, τοὺς τοῦ βίου διαπλέοντας, πέλαγος μεγάλως κυματούμενον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤθλησας Ἐφραίμ, ἐν ἀγῶσι τῆς ἀσκήσεως, ὑπομονὴν δεικνὺς ἰσόβιον, ἥνπερ ὡς δῶρον, τοῖς θερμῶς γεραίρουσί σε χάρισαι.

Σώματος ὁρμὰς, καθυπέταξας τῷ πνεύματι, πάτερ Ἐφραὶμ σοφοῖς τεχνάσμασιν, ἅπερ αἰτοῦμεν, μυστικῶς ἡμῖν ἐκδίδαξον.

Θῦμα ἱερόν, τῆς Χριστοῦ ἀγάπης γέγονας, καὶ νῦν εὐφραίνῃ ἀγαλλόμενος, ἧς εὐφροσύνης, καὶ ἡμᾶς Ἐφραὶμ ἀξίωσον.

Θεοτοκίον.
Ἡ σεπτὴ Μονή, σοῦ Παρθένε ἀναδέδεικται, στάδιον θεῖον ἀρετῶν σεπτῷ Ἐφραίμ, ὃν μετ’ ἀμώμων, τῆς χορείας συνηρίθμησας.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τρικκαίων σε, εὐλαβῶν ὁμήγυρις, ἀνυμνεῖ καὶ μακαρίζει ἐν ὕμνοις, ὅτι Ἐφραίμ, ὡς οἰκεῖον πλουτεῖ σε, εἰς πρωτοτόκων Σιὼν τὴν ἀσάλευτον, δεόμενον διὰ παντός, τοῦ γλυκέος Χριστοῦ δι’ ὂν ἤθλησας.

Ἱκέτευε, τῷ Χριστῷ πανόσιε, τὴν εἰρήνην παρασχεῖν οἰκουμένῃ, καὶ ἀσεβῶν, τὴν ὀφρὺν ταπεινῶσαι, κατὰ πιστῶν αὐθαδῶς στασιάζουσαν, οἷς χάρισαι ὑπομονήν, θεῖε πάτερ Ἐφραὶμ ὡς φιλάδελφος.

Ἐνώτισαι, ἀσθενούντων ὅσιε, παρακλήσεις ἀπὸ κλίνης ὀδύνης, καὶ θαυμαστῶς, τὴν ὑγίειαν παράσχου, ταῖς πρὸς Δεσπότην θερμαῖς ἱκεσίαις σου, ὅπως δοξάζωσιν Ἐφραίμ, τὸν σὲ στέφει λαμπρῷ καταστέψαντα.

Θεοτοκίον.
Φιλάνθρωπον, τετοκυῖα Κύριον, ἐξ αἱμάτων σου Ἁγνὴ Θεοτόκε, καὶ ὡς πολλήν, παῤῥησίαν πλουτοῦσα, ὑπὲρ ἡμῶν τῶν ἀθλίων ἱκέτευε, ὅπως τὸ Πρόσωπον Αὐτοῦ, μηδαμῶς ἀποστρέψῃ τὸ πάμφωτον.

Διάσωσον, πάτερ Ἐφραὶμ θεοφόρε τὴν σὴν πατρίδα, καὶ χριστωνύμους Τρικκαίους πρεσβείαις σου, ἀπὸ κινδύνων χαλεπῶν, καὶ παντοίων δεινῶν συμπτωμάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱερώτατον Τρίκκης ἀγλάϊσμα, καὶ πιστῶν ἀσφαλὲς καταφύγιον, μὴ παρίδῃς, τῶν δεομένων σου φωνὰς πάτερ Ἐφραίμ, ἀλλὰ πρόσδεξαι αὐτάς, καὶ τῷ Δεσπότῃ Ἰησοῦ, παῤῥησίᾳ προσάγαγε, ὅπως ταύτας πληρώσῃ, χάριν διδοὺς ἑκάστῳ, κατὰ τὸ αἴτημα αὐτοῦ, καθὼς οἶδεν ὁ Εὔσπλαγχνος.

 Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κα´ 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ὁσιάθλου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πλήθεσι βαρούμενοι, βιοτικῶν μελημάτων, καὶ καταβαλλόμενοι, πρὸς σὲ καταφεύγομεν, Ἐφραὶμ ἅγιε· ὕψωσον δεόμεθα, τὰς σεπτάς σου χεῖρας, καὶ Δεσπότην καθικέτευε, δι’ ὂν ἐνήθλησας, καὶ Αὐτὸν γενναίως ἐδόξασας, ὅπως παράσχῃ τάχιστα, ἄνωθεν ἡμῖν τὴν ἀντίληψιν, καὶ τὰς ἀσθενείας, ἰάσηται ὡς θεῖος ἰατρός, καὶ εὐγνωμόνως προσδέξηται,
τὰ εὐχαριστήρια.

Σῶσον ὀ Θεός τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῦσαι πάσης ἀνάγκης, καὶ κινδύνων παντοίων Ἐφραὶμ τοὺς ὅσοι σου, τὰς προσευχὰς αἰτοῦσι, καὶ πίστει ἀνυμνοῦσι, τὸν σὲ ἅγιον δείξαντα, ὂν ἀεὶ ἐκτενῶς, ὑπὲρ ἡμῶν δυσώπει.

Ἀσθενοῦντας παμμάκαρ, καὶ ἐν κλίνῃ κειμένους ταχὺ ἀνόρθωσον, Ἐφραὶμ ταῖς προσευχαῖς σου, καὶ χάρισαι εἰρήνην, τοῦ Χριστοῦ τὴν ἀσάλευτον, ταῖς τῶν τιμώντων θερμῶς, οἰκίαις ἱκετῶν σου.

Ἴσος πέλων Ἁγίοις, τοῖς ἀρχαίοις ὦ πάτερ Ἐφραὶμ τοῖς ἄθλοις σου, διὸ καὶ ἴσην χάριν, εἴληφας ἐκ Κυρίου, θεραπεύειν νοσήματα, τῶν εὐλαβῶς τὴν σεπτήν, τιμώντων ἄθλησίν σου.

Θεοτοκίον.
Μεγαλύνομεν πάντες, ὥσπερ ἔφης Παρθένε τὰ μεγαλεῖά σου, καὶ ἱκετεύομέν σε, σκέπασον τῇ σῇ σκέπῃ, καὶ ταχὺ ἐλευθέρωσον, ἐκ τῶν σφοδρῶν πειρασμῶν, ἡμᾶς πολεμουμένους.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Τρίκκην πατρίδα, ἐστολισμένην Ληθαίῳ, σὺ δροσίζεις Ἐφραὶμ ταῖς προσευχαῖς σου, καὶ Χριστῷ προσάγεις, συμπολιτῶν αἰτήσεις.

Ῥῶσιν παράσχου, τοῖς ἀσθενοῦσι καρκίνῳ, τοῦτον πάτερ Ἐφραὶμ ἐξαφανίζων, καὶ χαρὰν παρέχων, παντοίως λυπουμένοις.

Ἱερομάρτυς, ἐδείχθης μέγας τρισμάκαρ, διὸ χάριν ἐδέξω ὡς βραβεῖον, τῆς θαυματουργίας, Ἐφραὶμ παρὰ Κυρίου.

Θεοτοκίον.
Κεκακωμένους, ἐξ ἁμαρτίας Παρθένε, διανάστησον θείαις μεσιτείαις, πρὸς τὸν σταυρωθέντα, φιλάνθρωπον Υἱόν σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κοσμήσας τὴν Τρικκαίων, πάτερ Ἐκκλησίαν, ταύτης μεσίτης ἀκοίμητος φάνηθι, τῷ φιλανθρώπῳ Κυρίῳ, Ἐφραὶμ πανόλβιε.

Ἅγιε Βησσαρίων, σὺν Οἰκουμενίῳ, Κοσμᾶ καὶ πάντες τῆς Τρίκκης οἱ Ἅγιοι, ἅμα Ἐφραὶμ τῷ Δεσπότῃ, Χριστῷ πρεσβεύσατε.

Ἱλάσθητι Σωτήρ μου, σῇ πολλῇ ἀγάπῃ, καὶ τῶν πταισμάτων παράσχου τὴν ἄφεσιν, τῶν ἀνυμνούντων ἐκ πόθου, χορὸν Ἁγίων σου.

Εὐφραίνου ἐν Κυρίῳ, πόλις τῶν Τρικάλων, ὡς πρεσβευτὰς πρὸς τὸν Κύριον ἔχουσα, Ἁγίων ἄθροισμα θεῖον, φυὲν ἐκ κόλπων σου.

Θεοτοκίον.
Ἄμωμε Παναγία, σὺν Ἐφραὶμ τῷ θείῳ, Ἀμώμων ὄρει καλῶς ἐναθλήσαντι, σκέπετε πόλιν τῆς Τρίκκης, ὑμᾶς δοξάζουσαν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἐκ τῶν κόλπων Τρίκκης πάτερ Ἐφραίμ, ἔφυς θεῖος κλάδος, καὶ Ἀμώμων ὄρει σεπτῶς, ζήσας ἐν ἀσκήσει, καὶ διὰ μαρτυρίου, τὸ στέφος ἀνεδήσω, Ὁσιομάρτυρος.

Χαίρει πόλις Τρίκκης ὑπερφυῶς, ἔχουσα σὺν ἄλλοις, πρέσβυν μέγαν πρὸς τὸν Θεόν, τὸν Ἐφραὶμ τὸν θεῖον, ἐκβλύζοντας πλουσίως, τὰ ῥεῖθρα τῶν θαυμάτων, καὶ τῶν ἰάσεων.

Πρέσβευε Κυρίῳ, πάτερ Ἐφραίμ, ὑπὲρ τῶν τιμώντων, τὴν σεπτήν σου μνήμην θερμῶς, καὶ ἐξαιτουμένων, σὴν θείαν μεσιτείαν, ὅπως τὸν δρόμον βίου, καλῶς τελέσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὥσπερ ὁ Εὐφράτης ποταμός, τοὺς ἀρδευομένους πλουτίζει, ἐν τῇ πορείᾳ αὑτοῦ, οὕτως ἐν τοῖς θαύμασι, σὺ θεῖε πάτερ Ἐφραίμ, νόσους πάσας τοῦ σώματος, καὶ ψυχῆς διώκεις, πάντων τῶν αἰτούντων σου, τὰς πρὸς Θεὸν προσευχάς. Ὅθεν τοῖς τιμῶσι Τρικκαίοις, ὡς ὁμοπατρίοις σοι δίδου, πάντων αἰτημάτων λύσιν τάχιστα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς,
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Ἐφραίμ, παράσχου τὴν λύσιν αἰτημάτων,
Τῶν εὐλαβῶς τιμώντων σε ἐκ καρδίας.