Δύο Χαιρετιστήριοι Οίκοι εις τον Άγιο Εφραίμ τον Θαυματουργό
Χαιρετισμοί εις τον Όσιομάρτυρα Εφραίμ τον Θαυματουργό
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Ὤσπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτίσι πᾶσιν ἐκλάμπεις· ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ ἅγιε, καὶ βοώντων σοι· χαίροις Πάτερ μακάριε.
Ἄγγελος ὤσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καὶ ἔδειξας ἡμῖν τὴν χάριν (ἐκ γ΄), δι’ ἧς εὐφραίνεις πάντα πιστόν, ὁσιομάρτυς Ἐφραὶμ θείου Πνεύματος, διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα·
Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας·
χαῖρε, ὁ ἄρτι σ᾽αυτὸν ἐκφήνας.
Χαῖρε, εὐφροσύνης καὶ ὁ παραίτιος·
χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος.
Χαῖρε, ἄστρον τὸ νεόφωτον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, ξίφος τὸ ἀμφίστομον τῆς μανίας τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι Ὁσίως ἐν ἀσκήσει ἐμπρέπεις·
χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.
Χαῖρε, καινὸν τῆς πίστεως ἔρεισμα·
χαῖρε, ἀπίστων φθορᾶ καὶ ἄλγημα.
Χαῖρε, δι’ οὗ εὐσεβεῖς κραταιοῦνται·
χαῖρε, δι᾽ οὗ δυσσεβεῖς καταργοῦνται.
Χαίροις Πάτερ μακάριε.
Βίου σου τοῦ ὁσίου καὶ τέλους σου τοῦ Ἁγίου, ἄγνωστα τοῖς πᾶσι πρὶν ἐτέλουν, ἀλλ’ ἀποκαλύψει θαυμαστὴ τῶν ἱερῶν σου Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἅπαντας ἐγείρεις ψάλλειν
Ἀλληλούια.
Γνῶσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν Ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῷ τῷ ποικίλοις σὲ δοξάσαντι θαύμασιν, Ἐφραὶμ θεομακάριστε, δι’ ὧν εὐφραίνεις τοὺς βοῶντάς σοι·
Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων·
χαῖρε, φωτὸς ἀύλου θεάμων.
Χαῖρε, τῶν Ὁσίων ζηλώσας τὴν ἄσκησιν·
χαῖρε, τῶν Μαρτύρων ζηλώσας τὴν ἄθλησιν.
Χαῖρε, σκεῦος καθαρότατον ἐπιπνοίας θεϊκῆς·
χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικῆς.
Χαῖρε, ὅτι τὸν κόσμον νουνεχῶς ἀπηρνήσω·
χαῖρε, ὅτι τὰ ἄνω θαυμαστῶς ἐπορίσω.
Χαῖρε, κοιμίσας τὰ κύματα·
χαῖρε, νοὸς ὑψώσας τὸν ἔρωτα.
Χαῖρε, Χριστοῦ γεωργῶν τὴν ἀγάπην·
χαῖρε, σατάν καταργῶν τὴν ἀπάτην.
Χαίροις Πάτερ μακάριε.
Δόξαν τὴν κεκρυμμένην, ἣν θεόθεν ἐκτήσω, Ἐφραὶμ ὁσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις σε ἐφανέρωσας, καὶ θαύμασιν ἐπίστωσας, τοὺς πιστῶς Κυρίῳ βοῶντας·
Ἀλληλούια.
Ἔλαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὁσίως· νῦν δὲ τὴν ἀγίαν σου Μονήν, ἁγιάζεις τοῖς Ἁγίοις λειψάνοις σου, Ἐφραὶμ ἐν σοὶ χορεύουσαν καὶ βοῶσάν σοι εὐφροσύνως·
Χαῖρε, ὁ λύχνος τῆς ἡσυχίας·
χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας.
Χαῖρε, ὁ εὐφράνας πιστῶν τὴν διάνοιαν·
χαῖρε, ὁ αἰσχύνας ἀπίστων τὴν ἄνοιαν.
Χαῖρε, ὁ φοινίξας αἵμασι τῆς ψυχῆς σου τὴν στολήν·
χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τὴν σὴν ζωήν.
Χαῖρε, ὅτι ὑπέστης τὴν ὁρμὴν τῶν βαρβάρων·
χαῖρε, ὅτι μετέσχες ἀϊδίων στεφάνων.
Χαῖρε, λαμπτὴρ ὁσίας ἀσκήσεως·
χαῖρε, πρηστὴρ μανίας τοῦ χείρονος.
Χαῖρε, χαρᾶ τῆς ἀγίας Μονῆς σου·
χαῖρε, φωτὸς θησαυρὸς τρισηλίου.
Χαίροις Πάτερ μακάριε.
Ζάλην ἅπασαν λύων, καὶ χαρὰν πρυτανεύων, ἐπέστης τῇ σεμνῇ Ἡγουμένη καὶ ταύτῃ ἐδήλωσας σαφῶς, τις εἰ οὗ τὰ σεπτὰ ὀστᾶ ἀνεύρατο, ἡ δὲ ἔνθους γεγονυῖᾳ, τῇ σῇ ἐκφάνσει Θεῷ ἔφη·
Ἀλληλούια.
Ἤκουσε τῆς φωνῆς σου, καὶ εἶδε σὲ ὁμιλοῦντα, παμμάκαρ, ἡ ὤφθης τῇ Ἡγουμένῃ σοφέ, καὶ ταύτῃ τὸ σὸν ὄνομα ἐδήλωσας, καὶ τέλος σου τὸ Ἅγιον· διὸ ἐβόας σοι τοιαῦτα·
Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὁσίοις·
χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις.
Χαῖρε, ὁ βιώσας ζωὴν τὴν ἰσάγγελον·
χαῖρε, ὁ τρυγήσας καρπὸν τὸν ἀθάνατον.
Χαῖρε, στέφος χρυσοκόλλητον τῆς ἀγίας σου Μονῆς·
χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς.
Χαῖρε, ὁ ἐν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας·
χαῖρε, ὁ δι’ ἀγάπην τοῦ Σωτῆρος ἀθλήσας.
Χαῖρε, ἐχθροῦ πατήσας τὴν δύναμιν·
χαῖρε, Χριστοῦ πλουτήσας τὴν ἔλαμψιν.
Χαῖρε, ψυχῶν ὁ καθαίρων τὸν ῥύπον·
χαῖρε, πιστῶν ὁ εὐφραίνων τὸν δῆμον.
Χαίροις Πάτερ μακάριε.
Θαύμασι παραδόξοις, καὶ πολλαῖς ἐμφανείαις, κατ’ ὄναρ καὶ καθ’ ὕπαρ ποικίλως, τὴν σὴν δόξαν πᾶσι φανεροῖς, ἣν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε· διὸ τὴν σὴν λαμπρότητα, θαυμάζοντες Θεῷ βοῶμεν·
Ἀλληλούια.
Ἴασιν ἀναβλύζει, καὶ χαράν καὶ ὑγίειαν, ἡ θήκη τῶν Ἁγίων ὀστῶν σου, τοῖς προσιοῦσι τῇ σῇ Μονῇ καὶ ζητοῦσιν Ἐφραὶμ τὴν σὴν βοήθειαν· ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστῶς βοῷσι·
Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων·
χαῖρε, ἡ λύσις τῶν νοσημάτων.
Χαῖρε, ὁ κατ’ ὄναρ καὶ ὕπαρ φαινόμενος·
χαῖρε, ὁ κινδύνων παντοίων ῥυόμενος.
Χαῖρε, ὅτι τοὺς καλοῦντάς σε ἁγιάζεις μυστικῶς·
χαῖρε, ὅτι τοὺς ὁρῶντάς σε ἐπευφραίνεις θαυμαστώς.
Χαῖρε, ὁ θεραπεύων τὰ ἀνίατα πάθη·
χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τὰ ἄχθη.
Χαῖρε, ὁ ὀφθεὶς πολλοῖς ὡς ἠθέλησας·
χαῖρε, ὁ διδοὺς χαρὰν οὕς ἐπέλεξας.
Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ·
χαῖρε, ἡμῶν θερμὸς ἀντιλήπτωρ.
Χαίροις Πάτερ μακάριε.
Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιίας, πιστῶν ἐπτέρωσαν τὰς ψυχάς· ἔνθεν πλεῖστοι τῇ Μονῇ σου προστρέχουσι, καὶ δρέπονται τὴν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοῷντες·
Ἀλληλούια.
Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθεὶς τῇ Ἐκκλησίᾳ Χριστοῦ, τῇ ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρώην τελῶν ἄγνωστος, καὶ πάντας συγκινεῖς βοᾶν σοι·
Χαῖρε, ἡ στήλη ὁσίων πόνων·
χαῖρε, τὸ κλῆμα ἐνθέων νόμων.
Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεόφωτος·
χαῖρε, Ἐκκλησίας κρηπὶς ἡ νεότευκτος.
Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικῶν·
χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν.
Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης·
χαῖρε, ὅτι ἐνδόξως τῷ Κυρίῳ μετέστης.
Χαῖρε, Χριστοῦ ὀρῶν τὴν λαμπρότητα·
χαῖρε, αὐτοῦ ὑμνῶν τὴν χρηστότητα.
Χαῖρε, ψυχῆς τὴν ἀνδρείαν ἐκφαίνων·
χαῖρε, ἐχθρῶν τὴν μανίαν ἐκτρέπων.
Χαίροις Πάτερ μακάριε.
Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπὸ τὴν γῆν θεοφόρε, ἀρτίως εὐδοκία Θεοῦ, ἐγνώσθης ἡμῖν ὡς θησαυρὸς ἅγιος, Ἐφραὶμ καὶ τῇ σῇ χάριτι, πλουτίζεις τοὺς Χριστῷ βοῶντας·
Ἀλληλούια.
Νέος ἥλιος ὤφθης, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἐκλάμπων τῶν θαυμάτων ἀκτίσι, καὶ λύεις τὴν νύκτα τῶν παθῶν, τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου· ἀλλὰ καὶ ἡμῖν Ὅσιε ἀεὶ βοῷσι·
Χαῖρε, ὁ βότρυς τῆς εὐφροσύνης·
χαῖρε, ὁ λύτης τῆς ἀφροσύνης.
Χαῖρε, τῶν νοσούντων θεόσδοτος ἴασις·
χαῖρε, τῶν ποικίλως πασχόντων ἡ λύτρωσις.
Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὁσίων μιμητά·
χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καὶ θεόφρον ἀθλητά.
Χαῖρε, ὁ τῇ ἀσκήσει τὴν ἄθλησιν συνάψας·
χαῖρε, ὁ ἐν τῇ δόξῃ τῇ ἄνωθεν ἐκλάμψας.
Χαῖρε, παθῶν ὁ λύων τὴν ζόφωσιν·
χαῖρε, καλῶν ὁ φαίνων τὴν ὄνησιν.
Χαῖρε, ὀφρὺν τῶν βαρβάρων πατήσας·
χαῖρε, στεῤῥῶς τὸν ἀγῶνα ἀνύσας.
Χαίροις Πάτερ μακάριε.
Ξένη πέλει ἡ χάρις, ἣν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σε πάσιν· ἔνθεν εἰς πᾶσαν τὴν Ἀττικήν, ὁ τῶν θαυμάτων σοῦ φθόγγος ἐξέδραμε, καὶ πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῷ βοῷντες·
Ἀλληλούια.
Ὅλος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τῇ θείᾳ Μονῇ σου, καὶ φαίνῃ διαφόρῳ μορφὴ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐν Πνεύματι, καὶ νέμεις χάριν ἄφθονον, τοῖς πόθῳ σοὶ βοῷσι·
Χαῖρε, τὸ κλέος τῶν μοναζόντων·
χαῖρε, ὁ στῦλος τῶν Ὀρθοδόξων.
Χαῖρε, τῆς ἀύλου εὐκλείας θησαύρισμα·
χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα.
Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκῆς·
χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς.
Χαῖρε, ἅγιον θύμα δι’ ἀθλήσεως θείας·
χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας.
Χαῖρε, ζωῆς ὁσίας ὀσφράδιον·
χαῖρε, ἠθῶν ἀμέμπτων κινάμωμον.
Χαῖρε, ἀστὴρ ἐν τῷ ὄρει Ἀμώμων·
χαῖρε, κανὼν πρακτικὸς μονοτρόπων.
Χαίροις Πάτερ μακάριε.
Παραλύτους συσφίγγεις, δαιμονῶντας ἴασαι, καὶ πλήθη τὰ δυσίατα παύεις, ἐντεῦθεν Ἀθηναίων πληθῦς, καὶ Πειραιεὶς καὶ περιχώρων ὅμιλοι, τῇ σῇ Μονῇ Πάτερ σπεύδουσιν, ὑμνοῦντές σε καὶ βοῷντες·
Ἀλληλούια.
Ῥημάτων σου τῶν θείων, ὡς σε εἶδεν, ἐκλάμποντα ἐν δόξῃ ἀύλῳ ἡ εὐσεβῇς νεᾶνις σοφέ, καὶ τὴν σὴν προστασίαν ὡμολόγησεν, ἣν παρέχεις τῇ σῇ Μονῇ βοῶσί σοι τοιαῦτα·
Χαῖρε, Ὁσίων καύχημα νέων·
χαῖρε Μαρτύρων εὔκλειαν φέρων.
Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος·
χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.
Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπῶς·
χαῖρε, ὅτι τὸν παράλυτον ἡνόρθωσας θαυμαστώς.
Χαῖρε, κεφαλαλγίας διαλύσας τὸ βάρος·
χαῖρε, τοῦ διαβήτου καταπαύσας τὸ πάθος.
Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον·
χαῖρε, πιστῶν διάδημα τίμιον.
Χαῖρε, Ἐφραὶμ ἀσκητῶν ὡραιότης·
χαῖρε, εἰκὼν μοναστῶν καὶ λαμπρότης.
Χαίροις Πάτερ μακάριε.
Σὲ ὁράσει ἀγία καὶ κατ’ ὄναρ καὶ ὕπαρ, ἐν τῇ σῇ Μάνδρᾳ περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί, καὶ εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σε κηρύττουσαι, καὶ τῷ Θεῷ ὁμοῦ βοῷσαι·
Ἀλληλούια.
Τὸ οὐράνιον μύρον, τῇ ψυχῇ θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τὰς καρδίας, καὶ εὐωδία μυρεψικῇ τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τοὺς εὐλαβῶς σοὶ ἐκβοῶντας·
Χαῖρε, τῆς χάριτος μυροθήκη·
χαῖρε, τῆς Μάνδρας σου ἔνθεος σκέπη.
Χαῖρε, ἀφθαρσίας εὐώδης Παράδεισος·
χαῖρε, ἀπαθείας ἀγίας κυπάρισσος.
Χαῖρε, ὅτι καταβέβληκας τὸν ἀντίπαλον ἐχθρόν·
χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τὸν Χριστόν.
Χαῖρε, ὁ ὑπὸ χθόνα πλεῖστα ἔτη τελέσας·
χαῖρε, ὁ θεία νεύσει ἐκ τῆς γῆς ἀναλάμψας.
Χαῖρε, ψυχῶν καθαίρων τοὺς μώλωπας
χαῖρε, δεινῶν ἐκκαινῶν τοὺς σκόλοπας.
Χαῖρε, ἀεὶ τὰς ἰάσεις παρέχων·
χαῖρε, ἡμῶν ἀεὶ προστατεύων.
Χαίροις Πάτερ μακάριε.
Ὕμνησαν τὸν Σωτῆρα, τῇ εὑρέσει θεόφρον, τῶν θείων καὶ πανσέπτων ὀστῶν σου, εὐσεβῶν οἱ δῆμοι πανδημεί, ὅτι ταύτᾳ ἀσινῆ διετήρησεν, ὑπὸ τὴν γῆν χρόνοις πλείοσιν, ἂ τιμῶντες Ἐφραὶμ βοῷμεν·
Ἀλληλούια.
Φύλαττε τὴν Μονήν σου ἀπὸ πάσης ἀνάγκης, τῇ σῇ πρὸς τὸν Σωτῆρα πρεσβείᾳ, καὶ δίδου ταύτῃ πάτερ Ἐφραίμ, τὰ τῆς εὐλογίας τῆς σῆς δωρήματα, ἰδοὺ γὰρ τῇ σῇ χάριτι, προστρέχει ἀεὶ ἐκβοῶσα·
Χαῖρε, ἡμῶν τὸ ἄῤῥηκτον τεῖχος·
χαῖρε, πιστῶν ἀτίνακτος πύργος.
Χαῖρε, τῆς Μονῆς σου φρουρὸς ἀσφαλέστατος·
χαῖρε, τῶν τεκνίων σου φύλαξ καὶ ἔφορος.
Χαῖρε, στήριγμα θεόσδοτον εὐλαβῶν μοναζουσῶν·
χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριῶν.
Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τὰς αἰτήσεις·
χαῖρε, ὅτι προσδέχη σῶν υἱῶν τὰς δεήσεις.
Χαῖρε, ἡμῖν ἐκφαίνων τὰ κρείττονα·
χαῖρε, ἀεὶ ἐκτρέπων τὰ χείρονα.
Χαῖρε, Χριστῷ ὑπὲρ πάντων πρεσβεύων·
χαῖρε, παθῶν τὴν ἐνέργειαν φλέγων.
Χαίροις Πάτερ μακάριε.
Χάριτας ἀναβλύζεις, καὶ πολλὴν εὐφροσύνην, καὶ θείαν ἀγαλλίασιν Πάτερ, καὶ εὐφραίνει ἡμῶν τὰς ψυχάς, καὶ καθαγιάζει ὁμοῦ τὰ σώματα, ἡ θήκη τῶν λειψάνων σοῦ, τῶν ἐκβοώντων τῇ Τριάδι·
Ἀλληλούια.
Ψάλλοντες ἐν αἰνέσει, τοὺς ἀγῶνας σου Πάτερ, ὑμνοῦμεν τὴν δοθεῖσάν σοι χάριν καὶ παρεστῶτες τῇ σῇ σορῷ, τὴν προστασίαν σου ἐπιβιώμεθα, ἣν δίδου ἡμῖν Ἅγιε, ὡς ἂν ἀεὶ σοὶ ἐκβοῷμεν·
Χαῖρε, ἰσότιμος τῶν Ὁσίων·
χαῖρε, συνόμιλος τῶν Μαρτύρων.
Χαῖρε, ἀϊδίων στεφάνων ὁ μέτοχος·
χαῖρε, τρισηλίου ἐλάμψεως ἔμπλεως.
Χαῖρε, γέρας πολυτίμητον τῆς ἀγίας σου Μονῆς·
χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τὰς χορείας·
χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἀγίας.
Χαῖρε, δι’ οὗ ἀνοίας ῥυσθήσομαι·
χαῖρε, δι’ οὗ παθῶν ἰαθήσομαι.
Χαῖρε, πιστῶν πρὸς Χριστὸν ὁ μεσίτης·
χαῖρε, κἀμοῦ ἐν ταῖς θλίψεσι ῥύστης.
Χαίροις Πάτερ μακάριε.
Ὦ τρισόλβιε πάτερ, Ἐφραὶμ ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολῖτα (ἐκ γ΄), σὺν αὑτοῖς δυσώπει τὸν Χριστόν, ὡς ἂν ποικίλων ῥυόμεθα θλίψεων, καὶ ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῷ βοῷντες·
Ἀλληλούια.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὤσπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτίσι πᾶσιν ἐκλάμπεις· ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ ἅγιε, καὶ βοώντων σοι· χαίροις Πάτερ μακάριε.
Δίστιχον·
Ἐφραὶμ χαρὰν δίδου μοι τὴν οὐρανίαν
Γερασίμῳ χαῖρὲ σοι ἀναβοῶντι.
Χαιρετισμοί εις τον Άγιον Εφραίμ τον Ιερομάρτυρα και θαυματουργόν
Ποίημα Ηγουμένης Μακαρίας μοναχής
Ιεράς Μονής Ευαγγελισμού της Θεοτόκου και Αγίου Εφραίμ Νέας Μάκρης
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῷ Ἀθλοφόρῳ, καὶ σεπτῷ Ἱερομάρτυρι, ὡς λυτρωθέντες, τῶν δεινῶν εὐχαριστήρια, ἀναμέλποντες βοήσωμεν ὁμοφρόνως· ἀλλ’ ως ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ταῖς πρεσβείαις Ἅγιε σκέπε τὴν Μονὴν σου, τοὺς σοὶ κράζοντας· σῶσον ἡμᾶς, Ἐφραὶμ πανσεβάσμιε.
Ἄγγελος ὤσπερ ἄλλος ἐπὶ τῆς γῆς ἐπολιτεύσω, ὅσιε Εφραίμ πατὴρ ἡμῶν (τρίς), διόπερ καὶ μαρτυρικοῦ τέλους ἠξιώθης Ἅγιε, ὅθεν βοῶμέν σοι ταῦτα·
Χαῖρε, Ἐφραὶμ τοῦ κόσμου διάσωσμα·
Χαῖρε, τῶν ἀσθενούντων τὸ ταχύτατον ἄκουσμα.
Χαῖρε, πεπτωκότων ταχείᾳ ἀντίληψις·
Χαῖρε, τῶν θλιβομένων θείᾳ παράκλησις.
Χαῖρε, ὅτι τὰς αἰτήσεις ἐκπληροῖς ὑπερφυῶς·
Χαῖρε, Ἐφραὶμ ἀσκητῶν ὡραιότης.
Χαῖρε, τῶν Μαρτύρων Χριστοῦ θείᾳ λαμπρότης.
Βλέπων σὲ Κύριος ὁ Θεὸς τὶς ὕψος ἀρετῶν ἀνελθόντα μέγα καὶ θάλων ὑψώσαι ψυχὴν σου ἀγίαν, σε ἤγειρεν εἰς θείους πόθους καὶ οὕτως ἀρθεὶς ἐκ δυνάμεως Πάτερ εἰς δύναμιν, ψάλλεις αὐτῷ ἀσιγήτῳ φωνῇ·
Ἀλληλούια.
Γνῶντές σε ἐπ’ ἐσχάτων, τὸν εἰς πλείστους αἰῶνας, τῇ γῇ κρυπτόμενον ἐν ἀποκαλύψει θαυμαστῇ, ὡς ὁ Κύριος Παντοκράτωρ ἠθέλησεν ἐφανέρωσεν ἡμῖν τὸ θεῖον καὶ χαριτόβρυτον λείψανον σου· ὅθεν χαρᾶς ἀφάτου ἐμπλησθέντες βοῷμέν σοι ταῦτα·
Χαῖρε, Ἐφραὶμ τῶν Ἀγγέλων ἐφάμιλλε·
Χαῖρε, τῶν Ἀσκητῶν καὶ Ὁσίων ὁμόσκηνε.
Χαῖρε, ὅτι κατελάμπρυνας Ὀρθοδόξων τοὺς χορούς·
Χαῖρε, ὅτι ἠχμαλώτισας τοὺς νοοῦντας τηλαυγώς.
Χαῖρε, τὸ μυρίπνοον ἄνθος τὸ τῆς ἁγνείας·
Χαῖρε, τὸ μῆκος τῆς ἐγκρατείας.
Χαῖρε, πηγῇ οὐρανίων ἐλλάμψεων·
Χαῖρε, ἱερὲ θησαυρὲ τῆς Μονῆς μας ἀτίμητε.
Δύναμις ἀνεφάνης τῆς Μονῆς μας ἐν μέσῳ, ἐμνέων, φωτίζων καὶ καθοδηγῶν τοὺς ἐν πίστει σοι προστρέχοντας, ὅθεν καὶ μετὰ φόβου βοῷμεν τῷ Κυρίῳ·
Ἀλληλούια.
Ἔχομέν σε προστάτην μέγαν καὶ πολιοῦχον ἐν τῇ Ἁγίᾳ καὶ ἱερά Μονῇ σου, εἰς ἣν ἤσκησας Ἅγιε μου, καρδίας πόθῳ φλεγόμενος, διὸ ἀκούεις τοὺς μετ’ ευλαβείας καὶ βοῶντάς σοι ταῦτα·
Χαῖρε, Ἐφραὶμ ἡ βάσις τῆς εὐσεβείας·
Χαῖρε, τὸ νῖκος τῶν ἐν κινδύνοις εὑρισκομένων Μακάριε.
Χαῖρε, ἡ Μονή σου νῦν καυχᾶται θαυμαστῶς·
Χαῖρε, ὅτι χαίρει αὐτῆ τὸ σὸν λείψανον ἔνωρον.
Χαῖρε, Ἐφραὶμ μεγαλομάρτυς ὁσίων τὸ καύχημα·
Χαῖρε, ἐμοῦ τοῦ ἀθλίου τὸ θεῖον διάσωσμα.
Χαῖρε, Ἐφραὶμ τῆς ψυχῆς μου ἡ θεία εὐφροσύνη·
Χαῖρε, τῶν ταπεινῶν τῇ καρδίᾳ ἡ θείᾳ χαρμοσύνῃ.
Χαῖρε Ἐφραὶμ πανσεβάσμιε.
Ζήλων ἐξήλωσας θεῖον πόθον ἐν τῇ ψυχῇ σου, Ἅγιε μου Ἐφραὶμ ἀπὸ βρέφους ἐξῆλθεν ἐκζητῶν Κύριον τὸν Θεὸν σου, ὃν ἠγάπησας τίμιε Πάτερ καὶ εὔρων αὐτὸν χαίρων τῇ ψυχῇ καὶ τῇ καρδίᾳ, ψάλλεις αὑτῶν τὸν ὕμνον·
Ἀλληλούια.
Ἠθέλησας Ἅγιέ μου καὶ ἐπήρθης εἰς ὕψος μέγα δι’ ἀγώνων θαυμαστῶν, ὅτι τῇ ἀσκήσεις ὡς ἄσαρκος ἐπολιτεύσω, διὸ καὶ μαρτυρικοῦ τέλους ἠξιώθης μακάριε, ἡμεῖς δὲ οἱ ἀνάξιοι δούλοι σου, θείου πόθου ἐμπλησθέντες ἐκ τοῦ πλήθους τῶν φρικτῶν θαυμασίων σου βοῷμέν σοι ταῦτα·
Χαῖρε, τῶν πιστῶν ὁ μέγας ἀντιλήπτωρ·
Χαῖρε, ἀεὶ πλουτιστὰ τῶν πενήτων.
Χαῖρε, Μοναζόντων τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, τοῦ Παραδείσου τὸ θεῖον καύχημα.
Χαῖρε, ὅτι οἱ παράνομοι σε προσήλωσαν ἐπὶ παλαιοῦ δένδρου καὶ τοῦ Τιμίου Σταυροῦ ἐζήλωσας τὸ ἑκούσιον πάθος τοῦ Δεσπότου τῶν ὅλων.
Χαῖρε, εἰς οὖν τῇ γαστέρᾳ ἀνημμένον ξύλον ἐχώρησαν καὶ τοῦ ἐχθροῦ τὰς ἐνέδρας πάτερ Ἅγιε ἀπετέφρωσας.
Χαῖρε, ὅτι τὴν Ἁγίαν σου σιαγόνα ἐτέθλασαν οἱ παράνομοι καὶ τοῦ Σωτῆρος τῶν ὅλων ἐμιμήσω τὰ ῥαπίσματα Ὅσιε.
Χαῖρε, ὅτι εἰς τὰς Ἀγίας σου πλεύρας μώλωπας κατεδέξω, τοῦ λογχευθέντος σὺν ἄχραντου πλευρὰν ἐξεικονίσας, πάτερ Ὅσιε, ὅθεν βοῶμέν σοι·
Χαῖρε Ἐφραὶμ πανσεβάσμιε.
Θαύμασι σου φρικτοῖς ἐκόσμησας Ἅγιέ μου, τὴν Ἐκκλησία τοῦ Χριστοῦ, διὸ καὶ ἡμεῖς κατὰ χρέος βοῶμεν τὸν ὕμνον τῷ Σωτῆρι ἡμῶν Θεῷ·
Ἀλληλούια.
Ἰδόντες τὴν Ἀγία σου μορφὴν καὶ ἐμπλησθέντες τῶν ἀπείρων θαυμασίων σου, χαρᾶς ἀφάτου καὶ ἀγαλλιάσεως ἐπλήσθημεν ἀναβοῶντές σοι ταῦτα·
Χαῖρε, Ἐφραὶμ Ἀγγέλων ὁ ἔπαινος·
Χαῖρε, τῶν θλιβομένων ταχέως προσθάνων.
Χαῖρε, Ἅγιέ μου Ἐφραὶμ ἡμῶν ἡ σωτηρία·
Χαῖρε, ὅτι διὰ σοῦ χέονται μύρα θεία.
Χαῖρε, ὅτι ὑμεῖς διὰ τῶν ἐνδόξων ἀγώνων σου τῶν παθῶν κλεθαρώθημεν.
Χαῖρε, Ἐφραὶμ λυτρωτὰ τῶν ἐν ζάλῃ.
Χαῖρε, ἀεὶ βοηθὲ τῶν βοῶντων.
Κήρυκες γεγονότες τῶν ἀπείρων καὶ φρικτῶν σου θαυμάτων, Ἅγιέ μου Ἐφραὶμ θαυματουργὲ ἱερώτατε, τοῖς αἰτοῦσί σε ἀφθόνως τὰ χαρίσματα νέμεις, ὅθεν ψάλλομέν σοι.
Ἀλληλούια.
Λαμπρός καὶ φωτοφόρος ὀράσαι τοῖς σὲ ποθοῦσι ἔνδοξε, διὸ καὶ τὰς ἰάσεις Ἐφραὶμ δωρίζεις τοῖς μετὰ πίστεως προσερχομένοις καὶ βοῶντας πρὸς σὲ ταύτᾳ·
Χαῖρε, φῷς τοῖς ἐν σκότει φαίνων·
Χαῖρε, τῶν ἀνθρώπων τὰς ψυχὰς καταυγάζων.
Χαῖρε, μετανοούντων ταχείᾳ διόρθωσις·
Χαῖρε, τῶν ἀσθενούντων θείᾳ παράκλησις.
Χαῖρε, τῶν πονεμένων παραμυθία·
Χαῖρε, τῶν θλιβομένων ὅρμος παρηγορίας.
Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας·
Χαῖρε δι’ οὗ χέονται μύρα θείᾳ.
Χαῖρε Ἐφραὶμ πανσεβάσμιε.
Μίαν θεότητα ἐν τρισὶ τοῖς προσώποις, ἀοίδιμε ἐκήρυξας μέσον τῶν παρανόμων, ὅθεν καὶ τὰς φρικτὰς ὑπέμεινας μαστιγώσεις, κραυγάζων αἰωνίως τῷ Κυρίῳ σου·
Ἀλληλούια.
Ναὸς θεοῦ ἐχρημάτισας Ὅσιε πατὴρ ἡμῶν, διὸ καὶ οἱ προστρέχοντες ἐν πίστει τῶν ἱερῷ Ναῷ σου λαμβάνουσι ἰάματα ψυχῶν τε καὶ σωμάτων καὶ πάσης ἀσθενείας, ὅθεν ἐν κατανύξει ψυχῆς βοῷμέν σοι ταῦτα·
Χαῖρε, Ἐφραὶμ τῶν Ἀγγέλων δόξα καὶ καύχημα·
Χαῖρε, τῶν νοσούντων τὸ ταχύτατον ἄκουσμα.
Χαῖρε, ὅτι ἰατρεῖον ἐδείχθη ἡ ἱερᾷ Μονῇ·
Χαῖρε, ὅτι οἱ ἀσθενοῦντες ὰπολαμβάνουν ὑγιεῖς.
Χαῖρε, τῶν Ἁγίων Πατέρων θεῖον ἐκλόγιον·
Χαῖρε, ψυχῶν θλιβωμένων σὺ γλυκύτατων παραμύθιον.
Χαῖρε, τῶν ἐν νυκτὶ καθεύδουσι νεφέλη ὁλόφωτε·
Χαῖρε, προστάτα τῆς ἱεράς Μονῆς ἡμῶν Πανσεβάσμιε.
Χαῖρε Ἐφραὶμ Πατέρων μακάριε.
Ξένα καὶ παράδοξα θαύματα ὁ Κύριος ἔδειξεν ὑμῖν φανερώσας τὸ θεῖον καὶ θαυματόβρυτον τίμιον Λείψανόν σου καὶ ἐπληρώθη σύμπασα ἡ γῆ ἐκ τῆς ὀσμῇς τοῦ θείου μύρου σου, διὸ βοῷμέν σοι, ἀκαταπαύστου φωνῇ·
Ἀλληλούια.
Ὅλος ὑπάρχων Θείου φωτός, ἐχώρησας Ἅγιέ μου, ὡς γενναῖος ὁπλίτης ἐν μέσῳ λύκων αἱμοβόρων, τρανῶς ὁμολογήσας Τριάδα τὴν Ἁγίαν, δι’ ἣν τὸ σὸν αἷμα ἐξέχεας, Ἐφραὶμ ἁγιώτατε πατὴρ ἡμῶν, ὅθεν ψάλλομέν σοι ἐπινίκιον ᾠδήν·
Χαῖρε, ὁ τὴν ὀρδὴν τῶν τυράννων τρανῶς πατήσας·
Χαῖρε, ὁ τούτων τὴν ἄνοιαν παῤῥησία ἐλέγξας.
Χαῖρε, ὅτι κατεπάτησας κατὰ κράτος τὸν ἐχθρόν·
Χαῖρε, ὅτι σὺ κατήφρανας τῶν Ἀγγέλων τὸν χορόν.
Χαῖρε, ὅτι ἐν τοῖς γενναίοις σοι ἄθλοις ἡγίασας τὸ ὄρος τῶν Ἀμώμων·
Χαῖρε, ὅτι σὺ ἐπὶ πλεῖον ἐδόξασας τὴν ἱεράν Μονῆς τῆς Θεοτόκου.
Χαῖρε, φωτολαμπὰς Ἀσκητῶν ὡραιότης·
Χαῖρε, τῶν ἐκ παρθενία ἀσκούντων ἡ θεία ἁγνότης.
Πᾶσαν τοῦ ἐχθροῦ πατήσας τὴν δύναμην, φοβερὸς ὤφθης τοῖς δαίμοσι, διὰ τοῦτον προστάτην σε μέγα κεκτήμεθα οἱ ἐν ποικίλοις πειρασμοῖς ὑπάρχοντες, ὅθεν βοῷμέν σοι τὸν ὕμνον·
Ἀλληλούια.
Ῥεῖθρα θείου μύρου ἡ σορὸς τῶν Λειψάνων σου, Ἐφραὶμ θαυματουργὲ ἀναβλύζεις, διὸ καὶ τοῖς πάσχουσι ἐν ἀσθενείας πικραῖς τὰς ἰάσεις δωρίζεις εἰς τοὺς μετὰ πίστεως καταφεύγοντας ὅσιε Πάτερ, ὅθεν βοῷμέν σοι ταύτᾳ·
Χαῖρε, ὁ τὸ οὐράνιον μύρων ἐκχέων·
Χαῖρε, ὁ τῶν ψυχῶν καθαρτήριον φέρων.
Χαῖρε, σὺ ἀκένωτος θυσαυρὸς μέγας·
Χαῖρε, ὅτι σὺ ὑπάρχεις τῆς Μονῆς ἡμῶν καύχημα μέγα.
Χαῖρε, ἰατρεῖον ψυχῶν καὶ σωμάτων ἀμίσθων·
Χαῖρε, τοῦ Χριστοῦ φροντιστήριον τιμιωτάτων.
Χαῖρε, Μοναζόντων τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, τοῦ Οὐρανοῦ καὶ τῆς γῆς τὸ θεῖον ἐγκαλώπισμα.
Χαῖρε Ἐφραὶμ πανσεβάσμιε.
Σὲ καύχημα καὶ τεῖχος μέγα, ἡ ἱερὰ Μονή σου κεκτημένη βοᾶ σοι, ἐλαπρύνθη μου τὸ κάλλος, ἔτι δὲ καὶ εὐπρέπεια μου, ἐπὶ ταῖς ποικίλαις ἀσκήσεσι καὶ φρικτοῖς μαρτυρικοῖς ἀγωνίσμασι τοῦ θεράποντος μου Ἐφραὶμ τοῦ ἱερομάρτυρος· ὅθεν συγκαλῶ τῆς ἐμᾶς φίλας καὶ γείτονας, ἵνα ψάλλωμεν τῷ Κυρίῳ τὸν ὕμνον·
Ἀλληλούια.
Ψάλλοντές σου ἐπινίκιον ὕμνον ἅγιέ μου Ἐφραὶμ πανσεβάσμιε, ἐν πίστει πολλῇ καὶ πόθῳ καρδίας σὲ ἱκετεύομεν οἱ ἀνάξιοι δοῦλοί σου μὴ διαλείπεις ὑπὲρ ἡμῶν πρεσβείαν πρὸς Κύριον ποιούμενος ἵνα βοῷμέν σοι ταύτᾳ·
Χαῖρε, ἰατρὲ ἄμισθε τῶν ἐν πίκραις ἀσθενείας κατακειμένων·
Χαῖρε, ἀεὶ βοηθέ τῶν ἐν ἀνάγκαις εὑρισκομένων.
Χαῖρε, ὅτι τὰς αἰτήσεις ἐκληροῖς ὑπερφυῶς·
Χαῖρε, ὅτι τοὺς νοσούντας ἐκ θανάτου ζωοποιεῖς.
Χαῖρε, ὅτι ἁγιάζεις τοὺς προστρέχοντας σοι καθαρῶς·
Χαῖρε, ὅτι φωτίζεις τὰς καρδίας τῶν ταπεινῶν.
Χαῖρε, Ἐφραὶμ ἡ χαρὰ τῶν ἐν ζάλῃ·
Χαῖρε, ἀεὶ τῶν ἐν πίστει βοώντων.
Χαῖρε Πάτερ πανσεβάσμιε.
Ὦ Ἅγιε μου Ἐφραὶμ μεγαλομάρτυς αθλητά (ἐκ γ΄), σου δεόμεθα καὶ σὲ παρακαλοῦμεν, μὴ παρίδῃς τὰς δεήσεις τῶν δούλων σου θεραπευτῶν ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καταξιῶν ἡμᾶς τῆς Βασιλείας τῶν Οὐρανῶν, ὅπως ἐπαξίως ψάλλομέν σοι τὸν ὕμνον·
Ἀλληλούια.
Ἄγγελος ὤσπερ ἄλλος ἐπὶ τῆς γῆς ἐπολιτεύσω ὅσιε Ἐφραὶμ πατήρ ἡμῶν, διόπερ καὶ μαρτυρικοῦ τέλους ἠξιώθης, Ἅγιε, ὅθεν βοῷμέν σοι ταύτᾳ·
Χαῖρε, Ἐφραὶμ τοῦ κόσμου διάσωσμα·
Χαῖρε, τῶν ἀσθενούντων τὸ ταχύτατον ἄκουσμα.
Χαῖρε, πεπτοκότων ταχείᾳ ἀντίληψις·
Χαῖρε, τῶν θλιβομένων θείᾳ παράκλησις.
Χαῖρε, ὅτι τὸν παράλυτον ἡνωρθώσας θαυμαστῶς·
Χαῖρε, ὅτι τὰς αἰτήσεις ἐκπληροῖς ὑπερφυῶς.
Χαῖρε Ἐφραὶμ ἀσκητῶν ὡραιότης·
Χαῖρε, τῶν Μαρτύρων Χριστοῦ θείᾳ λαμπρότης.

