Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Ευθύμιο τον Μέγα
α. Ποιήμα Κωνσταντίνου Κογεράκη του Κρητός
β. Ποίημα Ευθυμίου-Νεκταρίου Ευσταθίου καὶ Iωάννου Κατσένιου
Παρακλητικός Κανών εις τον Θεοφόρο Πατέρα ημών Ευθύμιο τον Μέγα
Ποιήμα Κωνσταντίνου Κογεράκη του Κρητός

†Εορτάζεται στις 20 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ κάτωθι Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς εὐθυμίας ὦ φερώνυμε Πάτερ, τῆς ἐν Χριστῷ με εὐθυμίας δοχεῖον, ἀνάδειξον ταῖς θείαις σου Εὐθύμιε εὐχαῖς, ἵνα εὐγνωμόνως σε, ἐν ψαλμοῖς μεγαλύνω καὶ εὐσήμῳ στόματι ἀνακράζω τοιαῦτα· χαίροις Ὁσίων κλέος τὸ λαμπρὸν καὶ μοναζόντων σεπτὸν ἀκροθίνιον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν τοῦ Ὁσίου φέρων ἀκροστιχίδαν·
ἐν τοῖς Θεοτοκίοις καὶ τῇ θ΄ ᾠδὴ· Κωνσταντίνου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐθύμιε πάτερ ἀγγελικῶς, βιώσας ἐν κόσμῳ, θείων ἔτυχες δωρεῶν, καὶ δόξης ἠξίωσαι ἀφράστου, ἐν οὐρανοῖς σὺν Ὁσίων τοῖς τάγμασι.
Τρωθεὶς τῇ ἀγάπῃ τοῦ Ἰησοῦ, ἡγήσω τὰ πάντα ὄναρ Ὅσιε καὶ σκιάν, διὸ τῆς αὐτῶν Πάτερ μερίμνης, ταῖς σαῖς πρεσβείαις τοὺς παίδας σου λύτρωσαι.
Φωνὴ ὑπακούσας τῇ θεϊκῇ, καλῶς ἐπορεύθης τὴν εὐθείαν Πάτερ ὁδόν, ἣν δίδου κἀμοὶ καλῶς βαδίζειν, σαῖς ἱκεσίαις τρισμάκαρ Εὐθύμιε.
Θεοτοκίον.
Κινδύνοις χειμάζομαι χαλεποῖς καὶ θλῖψίς με ἔχει παντευλόγητε Μαριάμ, σὺ δ’ ἡ γηγενῶν παραμυθία, τὸν σὸν οἰκέτην καλῶς παραμύθησον.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ Στερέωμα
Ὅσιε Εὐθύμιε, τῶν λογισμῶν τῶν θλιβόντων με, ἀπάλλαξον θείαις σου πρεσβείαις, πρὸς Χριστὸν ὃν ἐδόξασας.
Δίδου μοι ταπείνωσιν, δίδου μοι Πάτερ κατάνυξιν, δίδου σωτηρίας μοι τὸν πόθον, σαῖς λιταῖς, ὦ Εὐθύμιε.
Φρόνημα τὸ ἄστατον, ἐκ τῆς ψυχῆς μου ἐκρίζωσον εὐχῶν σου ἁγίων τῇ ἀξίνῃ, θεοφόρε Εὐθύμιε.
Θεοτοκίον.
Ὦ Μῆτερ πανάμωμε, τὸν κεκλεισμένον Παράδεισον, διήνοιξας οὗ κἀμὲ πολίτην, ταῖς εὐχαῖς σου ἀνάδειξον.
Διάσωσον τοὺς ὑμνητάς σου Εὐθύμιε θεοφόρε, ἀπὸ κινδύνων δεινῶν καὶ κακώσεων, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄ . Πρεσβεία θερμή
Πρεσβείᾳ τῇ σῇ Εὐθύμιε μακάριε, ἡμᾶς τοὺς πιστῶς ὑμνοῦντάς σε διάσωσον, συμφορῶν καὶ θλίψεων, καὶ παντοίων ἄλλων κακώσεων· τῇ γὰρ ὁσίᾳ Πάτερ σου ζωῇ, Χριστὸν τὸν Θεὸν ἡμῶν ἐδόξασας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε
Χαμερπὲς ἔχων φρόνημα, ἐν τῇ γῇ τρισμάκαρ δεινῶς καθέλκομαι, ἀλλά συ οὖν με ἀνάστησον, ταῖς ἁγίαις εὐχαῖς σου Εὐθύμιε.
Τῆς ψυχῆς κατεῤῥύπωσα, τὸν λευκόχρουν Πάτερ χιτῶνα πταίσμασι, ἀλλὰ σὺ αὐτὸν Εὐθύμιε, τῇ ἁγίᾳ σου χάριτι κάθαρον.
Τὴν εἰρήνην σου δώρησον, ὦ Χριστὲ τῷ κόσμῳ σεπταῖς δεήσεις, Εὐθυμίου τοῦ θεόφρονος, τοῦ ψυχὴ ὁλική σε ποθήσαντος.
Θεοτοκίον.
Νοσημάτων καὶ θλίψεων, ῥῦσαι τοὺς οἰκέτας σου Μητροπάρθενε, τοὺς κυρίως Θεοτόκον σε ἀνυμνοῦντας ἀεὶ καὶ γεραίροντας.
ᾨδὴ ε΄. Φώτισον ἠμᾶς
Στήριξον ἡμᾶς, τῶν εὐχῶν σου τῷ στηρίγματι, τοῦ ἐχθροῦ γὰρ τοῦ δεινοῦ ταῖς προσβολαῖς, παμμακάριστε Εὐθύμιε κλονούμεθα.
Θλῖψίς με δεινή, περιέσχε ὦ Εὐθύμιε, ἣν ἐκδίωξον ταῖς θείαις σου λιταῖς, συμπαθείας γὰρ ὑπάρχεις μάκαρ ἔμπλεως.
Δάκρυα Χριστέ, μετανοίας δὸς τῷ δούλῳ σου, ἱκεσίαις Εὐθυμίου τοῦ σοφοῦ, τοῦ ἐν γῇ ἀσκητικῶς σε μεγαλύναντος.
Θεοτοκίον.
Σῶσόν με Ἁγνή, ἐκ παντοίων περιστάσεων, τὸν Σωτῆρα γὰρ ἐκύησας Χριστόν, ἀπειράνδρως καὶ ἀφράστως Μητροπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ
Δεσμοῖς με τῆς ἁμαρτίας ἔδησεν, ὁ ἐχθρὸς ὁ παλαμναῖος δολίως, καὶ ἐν εἱρκτῇ παναθλίᾳ κρατοῦμαι, ἣν τοῖς ἐμοῖς κατεσκεύασα πταίσμασι, σπεῦσον οὗν Πάτερ καὶ γενοῦ, λυτρωτής μου ταῖς θείαις πρεσβείαις σου.
Ἀνῆλθες τῶν ἀρετῶν τῇ κλίμακι, πρὸς οὐράνιον Εὐθύμιε ὕψος, ἔνθα Χριστὸς τῷ στεφάνῳ τῆς νίκης, τὴν κεφαλήν σου ἐνδόξως κατέστεψεν, ὅθεν στεφάνωσον ἡμᾶς, ἀρετῶν τῷ στεφάνῳ πρεσβείαις σου.
Ὁ τόκος σου εὐθυμίας πρόξενος, τοῖς γονεῦσί σου ἐγένετο Πάτερ, ὅθεν λιταῖς σου Εὐθύμιε θείαις, τῆς ἐν Χριστῷ εὐθυμίας με πλήρωσον, ἵνα αὐτὸν δοξολογῶ καὶ γεραίρω τὰ ξένα σου τρόπαια.
Θεοτοκίον.
Τεκοῦσα τὸν τῆς εἰρήνης πρύτανιν, σοὶ προσφεύγω Μαριὰμ ἀνακράζων, τὸ τῶν πολέμων Θεόνυμφε νέφος τὰς τῶν ἀνθρώπων καρδίας ἐκάλυψεν, ὃ τῆς σῆς χάριτος φωτί, ἱκετεύω Παρθένε διάλυσον.
Διάσωσον τοὺς ὑμνητάς Εὐθύμιε θεοφόρε, ἀπὸ κινδύνων δεινῶν καὶ κακώσεων, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων
Καταλιπὼν τὰ ἐν κόσμῳ ὡς πάνσοφος, ὑπερκοσμίων χαρίτων ἠξίωσαι, διό σε τρισμάκαρ Εὐθύμιε, ἀνευφημοῦμεν καὶ πόθῳ κραυγάζομεν· ἰλέωσαι Πάτερ τὸν Κύριον.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολές αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενος τὴν κοσμικὴν πραγματείαν, ὡς ἐχέφρων Ὅσιε, τοῦ Χριστοῦ τοῖς ἴχνεσι, ἠκολούθησας καὶ καλῶς ὤδευσας, τὴν εὐθείαν τρῖβον, δι’ ἦλθες πρὸς τὴν ἄφθαρτον πόλιν Εὐθύμιε, ἔνθα τῶν σῶν πόνων ἀπέλαβες τὰ γέρα καὶ ἠρίθμησαι, τοῖς τῶν Ἀσωμάτων στρατεύμασι, ὅθεν τοὺς τελοῦντας, τὴν μνήμην σου τὴν πάντιμον πιστῶς, ταῖς ἱεραῖς σου δεήσεσι, τῷ Χριστῷ προσάγαγε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου …
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀθυμίας με πάτερ, περιέχει ἡ ζάλη, θεῖε Εὐθύμιε, ἣν θείαις σου πρεσβείαις, ἐκδίωξον ἐν τάχει, ἀπ’ ἐμοῦ τοῦ οἰκέτου σου, τῆς εὐθυμίας γὰρ σύ, ἐπώνυμος ὑπάρχεις.
Ἀμαράντινον στέφος, τῇ σεπτῇ κορυφῇ σου, Χριστὸς ἐπέθηκε, βραβεύσας σου τοὺς πόνους, οὓς δι’ αὐτὸν ἀνδρείως ἐν ἀσκήσει ὑπήνεγκας, αὐτὸν οὗν Πάτερ ἀεί, ὑπὲρ ἠμῶν δυσώπει.
Νοσημάτων ποικίλων, συμπτωμάτων παντοίων καὶ πάσης θλίψεως, ἀπάλλαξον τοὺς πίστει, τιμῶντάς σε βαθεία καὶ βοῶντας τῷ Κτίσαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, γηγενῶν προστασία ἡ ἀκαταίσχυντος, ἐν βίου τῇ πορείᾳ, κἀμὲ τὸν σὸν οἰκέτην, ἱκετεύω προστάτευσον, ἐξ ὁρατῶν τε ἐχθρῶν, καὶ ἀοράτων ἅμα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κατανοήσας, τῶν ἐν τῷ βίῳ πραγμάτων, τὸ ἐπίκηρον Εὐθύμιε θεόφρον, ἔσπευσας συνάψαι, σαυτὸν Χριστῷ προθύμως.
Τὰς ἀλγηδόνας, τῆς παναθλίας ψυχῆς μου, τῇ βοτάνῃ τῶν ἁγίων εὐχῶν σου, ἴασαι καὶ σῶσον, Εὐθύμιε τρισμάκαρ.
Τῇ συντονίᾳ, τῶν ἐναρέτων σου τρόπων, εὐηρέστησας Εὐθύμιε τὸν Κτίστην, ὃν ὡς παῤῥησίαν πλουτῶν ἀεὶ δυσώπει.
Θεοτοκίον.
Νοός μου Κόρη, τὴν χαλεπὴν σκοτομήνην, διασκέδασον τῇ σῇ ἀγλαΐα, ἡ τὸ φῶς τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πίστει εὐφημοῦντάς σε ψαλμοῖς καὶ ὕμνοις, τῆς ἐν Χριστῷ σωτηρίας ἀξίωσον, ὁ τῆς ἐρήμου πολίτης θεῖε Εὐθύμιε.
Ἰσχὺν Χριστὲ παράσχου, ἡμῖν τοῖς παναθλίως, πολεμουμένοις κακία τοῦ δράκοντος, τοῦ Εὐθυμίου πρεσβείαις, τοῦ σοῦ θεράποντος.
Νοσοῦντά με κατ’ ἄμφω Ὅσιε Κυρίου, τῆς θεραπείας ἀξίωσον δέομαι, σὺ ἰατρὸς γὰρ ὑπάρχεις πάντων πανάριστος.
Ὁ Ὅσιος Κυρίου ὁ δεδοξασμένος, ἂς σοὶ αἰτήσεις προσήνεγκον πλήρωσον, καὶ τῶν τῆς γῆς φθειρομένων δεῖξον ἀνώτερον.
Θεοτοκίον.
Ὑπερευλογημένη, ἄχραντε Μαρία, ὃν ἀπειράνδρως ἐκύησας Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει, οἷα φιλεύσπλαχνος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις μοναζόντων ἡ καλλονή, ἀσκητῶν ἡ δόξα, καὶ Ὁσίων ἡ χαρμονή, χαίροις Ἐκκλησίας, Χριστοῦ τὸ θεῖον κλέος, σὲ οὖν ἀνευφημοῦμεν, πάτερ Εὐθύμιε.
Χριστοῦ τῷ θελήματι νουνεχῶς , ὑπείκων θεόφρον, κόσμου ἔλιπες τὰ τερπνά, καὶ τὴν τεθλιμμένην ἐβάδισας πορείαν καρτερικῶς ἐν κόσμῳ θεῖε Εὐθύμιε.
Ἐκ τῆς Ἀρμενίας ὥσπερ ἀστήρ, ἐξήστραψας Πάτερ, καὶ ἀκτῖσι σῶν ἀρετῶν, τῶν φαεινοτάτων, τὴν Οἰκουμένην πᾶσαν, λαμπρῶς καταφωτίζεις θεῖε Εὐθύμιε.
Δάκρυσι, νηστείαις καὶ προσευχαῖς, Ὅσιε καθάρας φιλοπόνως τὴν σὴν ψυχήν, οἶκος λαμπρὸς ὤφθης Τριάδος τῆς Ἁγίας, διὸ σὲ ἀνυμνοῦμεν πάτερ Εὐθύμιε.
Τῆς σαρκὸς τὸ βρῖθος ἀσκητικῶς, Ὅσιε λεπτύνας ἀνεπτέρωσας σὴν ψυχήν, πρὸς τῆς ἀπαθείας, Εὐθύμιε τὸ ὕψος, διὸ θείων χαρίτων, ἐδείχθης τέμενος.
Σαυτὸν καθοπλίσας τῇ τοῦ Σταυροῦ, σοφὲ παντευχίᾳ, ὡς ἐχέφρων καὶ νουνεχής, φοβερὸς ἐφάνης, ἐχθροῖς τοῖς ἀοράτοις, Εὐθύμιε θεόφρον οὓς καὶ ἐτρόπωσας.
Εὐθύμιε κλέος τῶν ἀσκητῶν, καὶ Ἀνδρέα πάτερ ὁ τῆς Κρήτης θεῖος ποιμήν, σὺν τῷ Ἰωάννῃ τῷ Βαπτιστῇ ἀπαύστως Χριστὸν ὑπὲρ τοῦ κόσμου καθικετεύετε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως
Θείᾳ χάριτι ἠγλαϊσμένος, θεῖον ἤνυσας ἐν κόσμῳ βίον, τῶν μοναζόντων τὸ κλέος Εὐθύμιε, τῆς κοσμικῆς ἐκφυγὼν γὰρ συγχύσεως, ἀσκητικῶς τὸν ἐχθρὸν κατεπάλαισας, Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.
Κόσμου τὰ ἠδέα καὶ τερπνά, ἔλιπες Χριστὸν ἀγαπήσας, τελειωτάτῳ νοΐ, χαίρων δὲ κατώκησας, ἐν τῇ ἐρήμῳ σοφέ, ἔνθα θείοις παλαίσμασι, καὶ πόνοις ἀτρύτοις, ἀνδρικῶς ἐνίκησας, τὸν πολυμήχανον, ὅθεν τῆς αὐτοῦ κακουργίας, λύτρωσαι ἡμᾶς εὐχαῖς σου, ὅσιε Εὐθύμιε μακάριε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Πρόσδεξαι Εὐθύμιε τὰς ἱκεσίας
ἃς Κωνσταντῖνος σοι ὕφανεν πίστει.
Παρακλητικός Κανών εις τον Όσιο Ευθύμιο τον Μέγα τον Θαυματουργό
Ποίημα Εὐθυμίου-Νεκταρίου Εὐσταθίου καὶ Ἰωάννου Κατσένιου ͵ΒΙΗ΄

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς ἐρήμου ἀσκητὴς θεοφόρος, καὶ πεπλησμένος Οὐρανίων χαρίτων, θαυματοφόρε ὅσιε Εὐθύμιε ἡμᾶς, λύτρωσαι ἐκ θλίψεων, καὶ παντοίων κινδύνων, παῦσον τὰς ὀδύνας δέ, τῶν ψυχῶν καὶ σωμάτων, καὶ τὴν εἰρήνην αἴτησαι ἡμῖν, παρὰ Κυρίου, ζητοῦσι τὴν χάριν σου.
Δόξα.
Τὸ αὐτό, ἢ τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ.
Καὶ νῦν.
Θεοτοκίον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τὸν κανόνα, οὗ ἡ ἀκροστιχίς·
Ἴασαι ἡμῶν τὰς ἀλγηδόνας, ὅσιε Εὐθύμιε.
Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰθύνοις Εὐθύμιε πρὸς Χριστόν, σῶν προσφύγων βίον, χάριτί σου καὶ ἀρωγῇ, ἵνα Βασιλείας καὶ ἐλέους, ἀξιωθῶμεν Θεοῦ Παντοκράτορος.
Ἁπάσης ἐκ θλίψεως καὶ ὀργῆς, φύλαττε παμμάκαρ, ὦ Εὐθύμιε ἱερέ, πάντας τοὺς ζητοῦντας τὴν πρεσβείαν, καὶ τὴν ὀξεῖάν σου Πάτερ ἀντίληψιν.
Σὺ σκέπε Εὐθύμιε ἐκ δεινοῦ, πλάνου μεθοδείας, καὶ παγίδος ὀλισθηρᾶς, καταβιβαζούσης με εἰς σκότος, ὡς τοῦ Φωτὸς Θείας Χάριτος ἔμπλεως.
Θεοτοκίον.
Ἁγνὴ καὶ Παρθένε Μήτηρ Θεοῦ, καθέδρα Κυρίου, καὶ Σωτῆρος ἡμῶν Χριστοῦ, δέχου παρακλήσεις ἱκετῶν σου, ὡς ἂν ζωῆς τῆς ἀτέρμονος τύχωμεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατρεύεις ἀπαύστως, ὀδυνηρὰς Ἅγιε, νόσους καὶ παμποίκιλα ἄλγη, τὰ χαλεπώτατα, διδοὺς ὑγίειαν τε, καὶ εὐρωστίαν τὴν πλήρη, τοῖς πιστῶς ζητοῦσί σου, χάριν Εὐθύμιε.
Ἡλιόμορφος ὤφθης, ὡς στῦλος σὺ πύρινος, νοῦ τῇ καθαρότητι λάμπων, θεῖε Εὐθύμιε· Κυρίῳ πρέσβευε, ἡμῶν ψυχὰς οὖν καθᾶραι, ἵνα Βασιλείας φῶς, ἄνω κατίδωμεν.
Μέγας ὄντως ἐφάνης, ἐρημικῶν ἔξαρχος, βίου ὦ Εὐθύμιε θείου, τέλειον πρότυπον, ὡς καὶ ταχύτατος, τῶν ἀσθενούντων ἀκέστωρ· ὅθεν καὶ τὰς θλίψεις νῦν, πόῥῤω ἐκδίωκε.
Θεοτοκίον.
Ὡς τὸν πάντων τεκοῦσα, σεμνὴ Θεὸν Κύριον, Μήτηρ τῶν ἁπάντων ἐπώφθης· κόρη Παντάνασσα, τὸν νοῦν μου φώτιζε, προθυμοτέρως τελέσαι, τοῦ Υἱοῦ σου ἅπαντα, θεῖα προστάγματα.
Διάσωσον, ἐκ πάσης νόσου ἀνάγκης καὶ ἀλγηδόνος, τοὺς ἐν θέρμῃ ψυχῆς τῇ χάριτί σου προστρέχοντας, παμμάκαρ Εὐθύμιε θεοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ σὴ θαυμαστή, ἀντίληψις Εὐθύμιε, θερμή τε στοργή, τοῖς ἅπασιν ἐπέφαναν, τὰ δεινὰ ἀλγήματα, ἀσθενούντων πόῤῥω διώκουσαι, καὶ χορηγοῦσαι ὄνησιν πιστοῖς, ἀεὶ αἰτουμένοις τὴν πρεσβείαν σου.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νοσημάτων παντοίων με, καὶ τοῦ παγκακίστου δολίου ὄφεως, ἐπηρείας ἐξαπάλλαξον, ἐξουσίαν ἔχων ὦ Εὐθύμιε.
Τὸν παράλυτον πρόπαλαι, προσευχῇ εὐθὺς ὑγιῆ κατέστησας, ὄναρ προφανεὶς Εὐθύμιε· παρειμένας νῦν ψυχὰς ἀνόρθωσον.
Ἀτεκνούσας Εὐθύμιε, νῦν ἐν τέκνοις ὥσπερ μητέρας εὔφρανον, ὡς πολλάκις πλείστας εὔφρανας, στείρας καὶ ἀγόνους εὐλογίᾳ σου.
Θεοτοκίον.
Σωτηρία τῶν δούλων σου, καὶ βεβαία Μῆτερ Θεοῦ ἀντίληψις, δυσωποῦμέν σε· ἱκέτευε, ἵνα τῆς κολάσεως ἐκφύγωμεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἀεί, ὦ Εὐθύμιε κατάστειλον, ἐπηρείας τῶν ποικίλων μου παθῶν, τῇ σῇ μεγίστῃ, παῤῤησίᾳ πρὸς τὸν Κύριον.
Λύτρωσαι ἡμᾶς, τοὺς τιμῶντάς σε Εὐθύμιε, συμφορῶν κινδύνων θλίψεων δεινῶν, καὶ εὐθυμίαν, ἀληθῆ χαράν τε δὸς ἡμῖν.
Γνόντες ἀληθῶς, σοὺς ἀγῶνας ὑπὲρ Πίστεως, ὡς ἐκύρωσας Πατέρων τὰς φωνάς, ὡσεὶ Πατέρα, σὲ τιμῶμεν ἐκλαμπρότατον.
Θεοτοκίον.
Ἤστραψας ὡς φῶς, φωτοδότην δόξης Κύριον, ἐν ἀγκάλαις θείαις ἔχουσα ταῖς σαῖς· διὸ Φωτός σε, τὴν Μητέρα μεγαλύνομεν.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Δυνάμει σύ, τοῦ Χριστοῦ ἐτρόπωσας, ἐπιθέσεις φανερὰς καὶ παγίδας, τὰς πονηράς, τοῦ βεβήλου καὶ πλάνου, τοῦ χαμερποῦς ἰοβόλου τε δράκοντος· ἱκέτευε ἐπινοιῶν, τούτου πάντας σωθῆναι Εὐθύμιε.
Ὁ ἄνωθεν, ἔχων χάριν ἄφθονον, ἐκ Χριστοῦ τοῦ Ζωοδότου Σωτῆρος, σὺ πατρικῶς, μὴ ἐλλείπῃς πρεσβεύων, τοῦ συντηρεῖσθαι ἐκ πάσης ἀπήμονας, ἀνάγκης λύπης καὶ ὀργῆς, τὰς ἡμῶν διανοίας Εὐθύμιε.
Ναμάτων σου, δαψιλῶν τοῖς χεύμασιν, ἐκ πηγῶν τοῦ σωτηρίου ἀρδεύεις, πλείστας ψυχάς, ἀλλοδόξων ἐκείνων, σὺν τῷ κλεινῷ Θεοκτίστῳ γενόμενος, ποιμὴν τροφεὺς καὶ ὁδηγός, ἀναβάσεις πρὸς θείας Εὐθύμιε.
Θεοτοκίον.
Ἀσπόρως πρίν, τοῦ Πατρὸς βουλήματι, ἀπεκύησας τὸν πάντων Δεσπότην, μήτρᾳ ἐν σῇ, τὸν σκηνώσαντα ὅλον, ὡς Γαβριὴλ ἄρχων σοὶ ἐπηγγείλατο· διὸ καὶ νῦν ἡμεῖς πιστῶς, σὲ ὑμνοῦμεν Παρθένε Πανύμνητε.
Διάσωσον, ἐκ πάσης νόσου ἀνάγκης καὶ ἀλγηδόνος, τοὺς ἐν θέρμῃ ψυχῆς τῇ χάριτί σου προστρέχοντας, παμμάκαρ Εὐθύμιε θεοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τῇ σῇ ἁγίᾳ Εἰκόνι προσφεύγοντες, ἀφ᾿ ἧς ἰάματα πλεῖστα ἐκβλύζουσι, παντοίων σκανδάλων ῥυσθείημεν, καὶ πειρασμῶν χαλεπῶν τοῦ ἀλάστορος· σὲ γὰρ εὐφημοῦμεν Εὐθύμιε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ς΄ 17-23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὑτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων· καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὑτοῦ εἰς τοὺς μαθητὰς αὑτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοι ἐστέ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριν τὴν οὐράνιον, παρὰ Κυρίου ἐδέξω, τοῦ τελεῖν ἐξαίσια, καὶ πολλὰ παράδοξα ὦ Εὐθύμιε· σὲ ἱκετεύομεν· τὰς ὀδύνας παῦσον, τὰ δεινά τε ἀῤῥωστήματα, πικρὰς στενώσεις τε, πάσας ἐν τῷ βίῳ πανόσιε· καὶ τάχει τῶν δαιμόνων δέ, χαλεπὴν ἐπήρειαν δίωκε· καὶ ἀεὶ πρεσβεύων, Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ, τῆς μετανοίας ἀξίωσον, ἡμᾶς δεομένους σου.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Κύριε ἐλέησον (12ακις).
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σαρκικῶν φρονημάτων, καὶ δεινῶν παθημάτων ἡμᾶς ἀπάλλαξον, καὶ δίδου εὐθυμίαν, καὶ πᾶσαν εὐλογίαν, τοῖς ὑμνοῦσιν Εὐθύμιε, τοὺς σοὺς ἀγῶνας σεπτῶς, καὶ θείαν βιοτήν σου.
Ὀρθοδόξων προστάτα, καὶ διδάσκαλε πάντων πατὴρ Εὐθύμιε, ὁ πᾶσι χάριν νέμων, τοῖς πίστει ἐκτελοῦσι, τὴν χαρμόσυνον μνήμην σου, θαυμάτων σῶν δωρεάς, ἡμῖν πλουσίως δίδου.
Σὺν Ὁσίων τοῖς δήμοις, καὶ Ἀγγέλων τοῖς τάγμασιν ὦ Εὐθύμιε, δυσώπει ὑπὲρ πάντων, τῶν πόθῳ εὐφημούντων, τὰ λαμπρὰ ἀγωνίσματα, τὰ σὰ κατὰ τοῦ ἐχθροῦ, καὶ πάντων τῶν δαιμόνων.
Θεοτοκίον.
Ἰαμάτων σὲ κρήνην, καὶ ψυχῶν σωτηρίαν ἀθρόως εὕρομεν, οἱ δῆμοι τῶν μερόπων, Κυρία Θεοτόκε, ἡ πληρώσασα χάριτος, τὴν κτίσιν πᾶσι ζωῆς, τῆς πύλης ἀνοιχθείσης.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Ἐκ τοῦ Σωτῆρος, λαβὼν θαυμάτων τὴν χάριν, ὦ Εὐθύμιε χεῖρα ὀρέγεις, πίστει αἰτουμένοις, τὴν σὴν ἐπικουρίαν.
Ἐπεύφρανόν μου, ψυχὴν ὁμοῦ καὶ καρδίαν, ὑποδείξας μοι ἄνω βαδίζειν, τρίβους μετανοίας, βιοῦντι ἐν τῷ κόσμῳ.
Ὑψοῦν μὴ παύσῃ, πρὸς τὸν οἰκτίρμονα Λόγον, σὰς ὠλένας Εὐθύμιε Πάτερ, ἵνα πειρασμῶν τε, καὶ πλάνης λυτρωθῶμεν.
Θεοτοκίον.
Θραυσμῷ πρὶν θραῦσον, τῶν Οὐρανῶν ἡ Κυρία, μηχανὰς καθ᾿ ἡμῶν τοῦ δολίου, ἵνα μετὰ τέλος, τὸν Κύριον ὑμνῶμεν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπάρχων ἀντιλήπτωρ, ῥύστης καὶ προστάτης, τῶν ἱκετῶν σου Εὐθύμιε τάχιστος, τῶν χαλεπῶν ἐκ κινδύνων, πάντας διάσῳζε.
Μεγίστων θαυμασίων, ξένων παραδόξων, σὲ αὐτουργὸν ὦ Εὐθύμιε ἔγνωμεν· διὸ ἡμᾶς θλιβομένους, σκέπε καὶ φύλαττε.
Ἰάσεων παντοίων, κρήνης ὡς ἀΰπνου, ἀπαρυόμεθα μάκαρ Εὐθύμιε, τῆς σωστικῆς σου ἐκ σκέπης, ῥῶσιν καὶ ἔλεος.
Θεοτοκίον.
Ἐν ὕμνοις εὐχαρίστοις, χάριν σου ὑμνοῦμεν, Παρθένε Μῆτερ Κυρίου ἀκήρατε· διὸ σεπταῖς σου πρεσβείαις, σῶσον τοὺς δούλους σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν, καὶ Ὀρθοδοξίας, ὁ ὑπέρμαχος ἀσκητής· χαίροις ὁ βλυστάνων, ἰάσεων τὰ ῥεῖθρα, καὶ τῶν θαυμάτων νέμων, πᾶσι τὰ πρόσφορα.
Πανταχοῦ ἐξέδραμεν ἀληθῶς, ἡ πλουσία χάρις, ἣν ἐκτήσω ἀπὸ παιδός· καὶ τῇ βιοτῇ σου, ὑπόδειγμα ἐφάνης, τῆς ἀληθοῦς σοφίας, καὶ διοράσεως.
Χαίροις Ἐκκλησίας στίλβων ἀστήρ, καὶ δογμάτων θείων, ὁ μελίῤῥυτος ποταμός· χαίροις ὁ πληθύνας, Ὁσίους τῆς ἐρήμου, καὶ Οὐρανίου πόλης, λαμπροὺς οἰκήτορας.
Πάντας τοῦ κακίστου ἐπιβουλῆς, πλάνης καὶ μαγείας, καὶ σκανδάλων ἐπιφορᾶς, ῥῦσαι ὡς διώκτης, θηρίου ἀδηφάγου, καὶ ἐλατὴρ δαιμόνων, πάτερ Εὐθύμιε.
Τὴν βοήθειάν σου τὴν ταχινήν, ἐξαιτοῦμεν πόθῳ, ἵνα ῥύσῃ ἡμᾶς ἐχθροῦ, βροτοκτόνου Πάτερ, καὶ πλήσῃς Οὐρανίου, τὸν νοῦν καὶ τὴν καρδίαν, φωτὸς Εὐθύμιε.
Καὶ καθ’ ὕπαρ Πάτερ ὑπερφυῶς, φαίνει καὶ κατ’ ὄναρ, τῶν θαυμάτων νέμων διττῶς, τὴν πλουσίαν χάριν, ἣν ἐκ Θεοῦ ἐδέξω· διὸ προστάτην μέγαν, σὲ ὀνομάζομεν.
Μεγαλυνάριον τοῦ Ναοῦ. Καὶ εἶτα·
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον· Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Ὁσίων πατέρων καὶ ἐρήμου τὸ καύχημα, τῆς Μελιτηνῆς θεῖον γόνον, Ὀρθοδόξων τὸν πρόμαχον, Εὐθύμιον ὑμνήσωμεν πιστοί, ὡς μέγαν Μοναστῶν καθηγητήν, ἀντιλήπτορα δὲ πάντων καὶ ἰατρόν, καὶ πίστει ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντας, τοὺς τιμῶντάς σε πιστῶς, καὶ ἐν διαπύρῳ καρδίᾳ, ζητοῦντας ἄνωθεν, Ἅγιε Εὐθύμιε, τὴν σὴν ἀντίληψιν, καὶ θεόσδοτον χάριν σου, ἣν Πάτερ ἐκτήσω, κόποις καὶ ἀσκήσεσι, καὶ τῶν δακρύων ῥοαῖς, τούτους, σκέπε φρούρει καὶ ῥῦσαι, ἐκ φθορᾶς κινδύνων καὶ λύπης, σαῖς θερμαῖς πρεσβείαις πρὸς τὸν Κύριον.
Ὅμοιον.
Χάρις, δαψιλὴς παρὰ Θεοῦ, Πάτερ ἐπὶ σὲ ἐξεχύθη, καὶ πλουσιόδωρος, ἄνωθεν βραβεύουσα, λαμπρῶς τοὺς κόπους σου, καὶ μεγίστους ἀγῶνάς σου· διὸ καὶ ὡς μέγαν, Ὅσιον τιμῶμέν σε, καὶ θαυματόβρυτον· παῦσον, πειρασμῶν τὰς ἐφόδους, καὶ στενοχωρίας ἁπάσας, σοῦ τῶν δεομένων ὦ Εὐθύμιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον.
Πάτερ Εὐθύμιε, δέξαι ἱκεσίαν,
ἣν Εὐθύμιος καὶ Ἰωάννης ᾖσαν.
Εὐχαριστῶ θερμὰ τοὺς ἐν Χριστῷ Ἀδελφούς Ευθύμιο καὶ Ἰωάννη
διὰ τὴν σύνταξη καὶ παραχώρησιν τῆς Παρακλήσεως.

