Χαιρετισμοί εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Ευθύμιο τον Μέγα

Ποίημα Νήφωνος Μοναχού Ιβηροσκητιώτου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἐν Ὁσίοις ϑαυμαστὸν μέγαν Εὐϑύμιον, τὸν γεηρὸν ὥσπερ βροτὸν ἀλλ᾽ οὐρανόφρονα, εὐφημήσωμεν ἐν ᾄσμασιν ἐκβοῶντες· χαίροις, λύχνε τῆς ἐρήμου φαεινότατε, χαίροις, νᾶμα Μοναστὰς ἀρδεῦον ἅπαντας, θείοις λόγοις σου· χαίροις, πάτερ Εὐθύμιε.

Ἄγγελος σαρκοφόρος, καὶ βροτὸς οὐρανόφρων, Εὐθύμιε ἐδείχϑης τῷ κόσμῳ· (ἐκ γ΄.) τοῖς σοῖς γονεῦσι γὰρ ὁ θεός, ὀνείρῳ δι᾽ Ἀγγέλου σοῦ τὴν σύλληψιν ἐγνώρισεν· ἡμεῖς δὲ ἀγαλλόμενοι, θερμῶς βοῶμεν·

Χαῖρε, ὁ γόνος τῆς εὐθυμίας·
Χαῖρε, ἡ πτῶσις τῆς ἀϑυμίας.
Χαῖρε, ἰστορία ὃν μέγαν ὠνόμασε·
Χαῖρε, Ἐκκλησία ᾧ σφόδρα φαιδρύνεται.
Χαῖρε, τόκος ϑεοδώρητος εὐφροσύνης ἀπαρχή·
Χαῖρε, μείωσις αἱρέσεων καὶ αὐτῶν ἡ ἀποχή.
Χαῖρε, ὅτι ἐτέχϑης παῖς ἐξ ἐπαγγελίας·
Χαῖρε, ὅτι ἠνέχϑης τῷ Θεῷ ἀπὸ βρέφους.
Χαῖρε, δεσμᾶ ὁ λύσας στειρώσεως·
Χαῖρε, πυρᾶ ὁ σβέσας αἱρέσεων.
Χαῖρε, συμπαϑὴς πρᾶος ἐλεήμων·
Χαῖρε, ὀρεσίτροφος καὶ ἀκτήμων.

Χαίροις, πάτερ Εὐϑύμιε.

Βλέπουσα ἐν προόδῳ, ἡ καλλίτεκνος μήτηρ, τὸν παῖδα τριετῆ ναῷ φέρει, ὃν Εὐτρώϊος ἀρχιερεύς, δεξάμενος ἐβάπτισε, καὶ τῷ Θεῷ προσήνεγκεν εἰπών· ἐν τούτω ἀναπαύσεται τὸ Πνεῦμα·

Ἀλληλούια.

Γνῶσιν ϑείε ἐπὶ γνῶσιν, ἐν σπουδῇ ὡς εἰσήχϑης, τῆς ἔσω καὶ τῆς ἔξω σοφίας, τῆς μὲν Θεοῦ προσεγγίσας σοφέ, ἀνώτερος τῶν ἀλλων ἀναδέδειξαι, τῆς δὲ κόσμου ἀφέστηκας, ὑπερτερῶν διὸ ἀκούεις·

Χαῖρε, σοφέ Ἱερέων κλέος·
Χαῖρε, ἱερεῦ Ἀσκητῶν τὸ κάλλος.
Χαῖρε, μοναζόντων Ποιμὴν ἐμπειρότατος·
Χαῖρε, ὀρϑριζόντων Πατὴρ ὁ σοφώτατος.
Χαῖρε, καύχημα ξακουστὸν τῶν τῆς γῆς Παλαιστινῶν·
Χαῖρε, ὃς κατεπολέμησας δόγμα πᾶν αἱρετικῶν.
Χαῖρε, γεννηϑεὶς ἐν Μελιτηνῇ Ἀρμενίας·
Χαῖρε, μέγας υἱός Παύλου καὶ Διονυσίας.
Χαῖρε, ταῖς ἀρεταῖς περιβόητος·
Χαῖρε, πάσῃ κακίᾳ ἀλώβητος.
Χαῖρε, ὀσμὴ εὐσεβείας καὶ στῦλος·
Χαῖρε, πνοὴ μοναζόντων καὶ σϑένος.

Χαίροις πάτερ Εὐϑύμιε.

Δύναμις Παρακλήτου, ἐχαρίτωσε τότε, τὸν μέγαν Εὐϑύμιον ἐν πᾶσι, ὅτε Ἀγίους Τόπους εὐλαβῶς, προσκυνῆσας ἤγειρε κατ᾽ ἐχϑροῦ μέγα τρόπαιον, Θεῷ τῷ ἐνυσχύσαντι αὐτὸν κραυγάζων·

Ἀλλῃλούια.

Ἔχων ἐν τῇ ψυχῇ σου, τὸν διάπυρον ζῆλον, τὴν ἔρημον ὡς πόλιν ἐφίλεις, κατ᾽ ἔτος ἀφικνούμενος, ἀπὸ τῶν θεοφανείων ἕως Βαΐων παρέμεινας, ταπείνωσιν ποϑῶν καὶ σιωπὴν ἀκούων·

Χαῖρε, τῆς γῆς Ἰορδάνου ϑρέμμα·
Χαῖρε, Μονῆς τῆς Φαρᾶν τὸ ϑέμα.
Χαῖρε, μιμητὰ τῶν Ἀγγέλων ἰσάγγελε·
Χαῖρε, πρεσβευτὰ τῶν βροτῶν ὑπεράνϑρωπε.
Χαῖρε, μέγιστον ϑησαύρισμα τῶν ϑαυμάτων ἐπὶ γῆς·
Χαῖρε, ἥδιστον ἐντρύφημα τῶν πνευμάτων οὐρανοῖς.
Χαῖρε, ὅτι ἐξάγεις ἐκ βαϑέων τὴν νόσον·
Χαῖρε, ὅτι εἰσάγεις ἐν ἡμῖν ϑείαν γνῶσιν.
Χαῖρε, δειχϑεὶς Προφήτης πανόσιε·
Χαῖρε, Βαπτιστὴς ἐρήμου χαρμόσυνε.
Χαῖρε, σιγῆς διδαχὴ ϑεαρέστου
Χαῖρε, ἀργία ὀργῆς ἀργολόγου.

Χαίροις, πάτερ Εὐϑύμιε.

Ζάλης αἱρετιζόντων, καὶ τῆς Μάνεντος πλάνης, διέσωσεν ὁ Μέγας τῇ κλήσει· σὺν τούτοις δαιμονῶντάς τε, σχίζοντας σάρκας αὐτῶν πρόσωπα περιστρέφοντας· οὗ τάφῳ αὐτοῦ προστρέχοντες, ἐλαίῳ τε χρυσϑέντες ἐβόων·

Ἀλληλούια.

Ἣκουσε. τῆς σῆς φήμης, Πόλεως τῆς ἁγίας, Ἰουβενάλιος ὁ Πατριάρχης, καὶ κατελθὼν ἐγκαίνια Ναοῦ, ἐτέλεσε, διακόνους τὲ ἐν αὐτῷ κατέστησεν· ἰδών δε σοῦ τὴν ἁγιότητα ἐβόα·

Χαῖρε, σοῦ γὰρ προέδραμε φήμη·
Χαῖρε, ὑδεῖν σε ἔτρεχε πλήϑη.
Χαῖρε, κληρικῶν ἀσκητῶν τε τὸ ἴνδαλμα·
Χαῖρε, λαϊκῶν κλονουμένων τὸ στήριγμα.
Χαῖρε, κελεύσας ἀνοίγειν ϑύραν ὁδοιπόρῳ καὶ πτωχῷ·
Χαῖρε, ὅτι σῇ προστάξει οὐδεὶς ὠμίλεν ἐν Ναῷ.
Χαῖρε, τῆς Αὐξεντίου ἀπειϑείας προγνῶστα·
Χαῖρε, τῆς τούτου βλάβης Κληματίου τε σῶστα.
Χαῖρε, ἀνὴρ ἐπιϑυμιῶν πνεύματος·
Χαῖρε, ἀρϑεὶς ἀρετῶν εἰς ἀκρότητα.
Χαῖρε, ἐν Χριστῷ κλαίοντας μακαρίζων·
Χαῖρε, γελῶντας ϑρασεὶς ταλανίζων.

Χαίροις, πάτερ Ἐὐϑύμιε.

Θεοσδότων δογμάτων, μέγας ὥφϑης διδάκτωρ, δογματίζων θεότητα μίαν· καταῤῥίπτων δε Ἀνατολῇς, πολυώνυμα πανάρχαια ϑρησκεύματα, βαρβάρων τε τὰ ξόανα, Θεῷ μοναδικῷ ὑψοῖς το·

Ἀλληλούια.

Ἴδεν οὐδεὶς οὐδέπω, Κυριακός ἐβεβαίου, ὁ μύστης σε ποτὲ κοιμηϑέντα, λαλοῦντα, ἢ τρώγοντα εἰ μη, ἡμέραν Κυριώνυμον καὶ Σάββατον, τὰ πάϑη ἐγκρατείᾳ κυριεύσαντα διό σοι ἐβόα·

Χαῖρε, ὁ ὑπὲρ φύσιν ἀσκῆσας·
Χαῖρε, ὁ ἀναιμάκτως ἀϑλήσας.
Χαῖρε, Ἀντωνίου τὸν βίον μιμούμενος·
Χαῖρε, Ἀρσενίου τοὺς τρόπους ἐρώμενος.
Χαῖρε, προσευχῇ νηστείᾳ καὶ ἀσκήσει τὸν σατᾶν νικῶν·
Χαῖρε, ἀγρυπνίᾳ καὶ ἐγκρατείᾳ τὴν σάρκα νεκρῶν.
Χαῖρε, τῶν ἀσϑενούντων ῥῶσις καὶ ϑεραπεία·
Χαῖρε, αἰσχρονοούντων κάϑαρσις καὶ ἁγνεία.
Χαῖρε, ἐχϑρῶν διώκτης ὁ τάχιστος
Χαῖρε, ἡμῶν προστάτης ὁ ἄγρυπνος.
Χαῖρε, ὡς ἄσαρκος οἰκῶν ἐν σπηλαίῳ
Χαῖρε, κρεμάμενος ὑπνῶν ἐν σχοινίῳ.

Χαίροις, πάτερ Εὐϑύμιε.

Κήρυξ Ὀρϑοδοξίας, γεγονώς ϑεηγόρε, ἐφώτισας πολλοὺς σκοτισϑέντας· Νεστοριανούς, ἀγαρηνούς, Εὐτυχιανούς, Μανιχαίους καὶ Μονοφυσῖτας, ἐν ταυτῷ βαπτίσας καὶ Σαρακηνοὺς βοῶντας·

Ἀλληλούια.

Λάμψας ἐν τῷ τῆς ϑείας, ἀναιμάκτου ϑυσίας, καιρῷ ὑπὲρ τὸ φῶς ϑεοφόρε, κατέπληξας τοὺς ὁρῶντάς σε, Δομετιανόν, τόν τε Γαβριήλιον, καὶ Τερέβωνα· συλλειτουργοῦντες δέ σοι Ἀγγελοι ἐβόων·

Χαῖρε, υἱέ τοῦ φωτὸς τοῦ ϑείου·
Χαῖρε, Ἀγγέλους σχῶν διακόνους.
Χαῖρε, ἀστραπαῖς ϑεϊκαῖς αὐγαζόμενος·
Χαῖρε, φωταυγείαις πυρὸς ὁ κυκλούμενος.
Χαῖρε, γνώρισμα ἀλάνϑαστον καρδιῶν καὶ ἐννοιῶν·
Χαῖρε, ὅραμα λεπτότατον ϑεωροῦν τὰ ἔσω βροτῶν.
Χαῖρε, πύρινον ἄστρον ὁδηγὸν τοὺς ἐν πλάνῃ·
Χαῖρε, γῆς Ἰορδάνου ἄδυτός τε σελήνη.
Χαῖρε, καϑηγητής Πατέρων και ἔξαρχος·
Χαῖρε, Μονῶν πασῶν τε ὁ πρώταρχος.
Χαῖρε, αὐγὴ τῶν λαῶν τῆς Ἀσίας·
Χαῖρε, κραυγὴ πρὸς ὁδὸν μετανοίας.

Χαίροις, πάτερ Εὐθύμιε.

Μέλλουσαν τὴν τοῦ ϑείου, Σάββα πρόοδον ἔγνω, Εὐθύμιος ὁ μέγας συγχαίρων, τε πρὸς αὐτὸν ἠνέχϑη ἔτι ἐφηβος· καὶ τοῦτον παραδοὺς πρὸς Θεόκτιστον, καὶ πάντα προφήτευσας περὶ τούτου, ἔφη·

Ἀλληλούια.

Νέος ἔστης πρὸς πάλην, ὦ Εὐϑύμιε πάτερ, κατὰ τοῦ γηραιοῦ βροτοκτόνου· νικήσας δὲ τοῦτον ἀνδρικῶς, χάριτος σὺ μεγίστης κατηξίὡσαι· ἀπείροις δέ σου ϑαύμασιν, Ἀγγέλους εὔφρανας βοῶντας·

Χαῖρε, Σταυρῷ εὐλογῶν ἀτέκνους·
Χαῖρε, δεικνὺς αὐτοὺς πολυτέκνους.
Χαῖρε, ἀποτρέπων τὸν ὅρκον καὶ τὸ ἄδικον·
Χαῖρε, νουϑετῶν τιμωρίαις τὸν ἄνομον.
Χαῖρε, ὅτι παρομοίωσαι τῷ Προδρόμῳ Βαπτιστῇ·
Χαῖρε, ὅτι παρεζήλωσας τὸν Προφήτην Μωυσήν.
Χαῖρε, προορατικὸν Ἠσαΐου πλουτίσας·
Χαῖρε, σὺν θεοκτίστῳ ἐν χειμάῤῥῳ ἀσκήσας.
Χαῖρε, παϑῶν σαρκὸς ὁ κυρίαρχος·
Χαῖρε, τοῦ σατᾶν ὁ μέγας ἀντίπαλος.
Χαῖρε, δι᾿ οὗ ἀνομβρία ἐλύϑη·
Χαῖρε, δι᾽ οὗ εὐκαρπία ἐδόϑη.

Χαίροις, πάτερ Εὐϑύμιε.

Ξένα ὄντως ὑπάρχει, καὶ μεγάλα τὰ ἔργα σοῦ ὄντα ὑπὲρ φύσιν καὶ λόγον· διὸ Μέγας ἐκλήϑης ὁ τότε δὲ Ἰεροσολύμων Ἀναστάσιος, ποϑῶν σε ἰδεῖν, ἐξίστατο· Προφήτην τε καλέσας ἔφη·

Ἀλληλούια.

Ὅλος ἐν τοῖς ἄνω, ἔτι ὧν σὺν τοῖς κάτω, ὁ Μέγας τῷ νοῒ ἐρημίτης ἐρημοπολίτης γὰρ σαρκί, δεικνύμενος, καὶ οὐρανοπολίτης ἅμα νοητῶς γενόμενος, προτρέπει πρὸς αὐτὸν βοῆσαι·

Χαῖρε, εὐϑύτατος νῷ καὶ καρδίᾳ·
Χαῖρε, ἐξ ὄψεως γνοῦς χαρακτῆρα.
Χαῖρε, εὐσεβῶν τὸ περίδοξον καύχημα·
Χαῖρε, αἱρεσιαρχῶν τὸ ἄδοξον τόλμημα.
Χαῖρε, εὐδοκίαν ἄνασσαν παραινῶν διὰ γραφῆς·
Χαῖρε, προγνούς ἁγιότητα καὶ τὸν ϑάνατον αὐτῆς.
Χαῖρε, τοῦ Νεστορίου καὶ Εὐτυχοῦς καϑαιρέτα·
Χαῖρε, τοῦ Μανιχαίου Μάνεντός τε διῶκτα.
Χαῖρε, δι᾿ οὗ νωϑροὶ ἐξανίστανται·
Χαῖρε, δι᾿ οὗ παράλυτοι ἵστανται.
Χαῖρε, Μονῶν Παλαιστίνης ἡγέτα·
Χαῖρε, ἐκτὸς καὶ αὐτῆς εὐεργέτα.

Χαίροις, πάτερ Ἐὐϑύμιε.

Πᾶσα τάξις ἀνθρώπων, μοναστῶν καὶ μιγάδων, τὴν μνήμην σου δοξάζεν καὶ χαίρει· σοῦ ἀπερίσπαστον δὲ προσευχῆς, ἀντίληψιν, διάκρισιν, προόρασιν, τὸ αὐστηρὸν καὶ ἀκέραιον τοῦ ἤϑους σου ἐκπληττομένη, κράζει·

Ἀλληλούια.

Ῥήμασιν ἱκεσίοις, πρὸς Θεὸν διεξάγει, ὁ Μέγας ἐν ἐρήμῳ τὸ ὕδωρ, καὶ τῷ ἡμιϑανεῖ Σάββα δούς, ἐζώωσε, καὶ πάντα περὶ τῆς Μονῆς προείρηκεν· ἐκβάσει δε, αὐτοῦ προφητειῶν αὐτόπται ἐβόων·

Χαῖρε, πολλῶν μελλόντων προγνῶστα·
Χαῖρε, ἡμῶν πρὸς Θεὸν μεσίτα.
Χαῖρε, ἡμῖν Κάραν σου δοῦς ἰατήριον·
Χαῖρε, Ἀνατολῆς ἁπάσης χρηστήριον.
Χαῖρε, ὅτι σαῖς προῤῥήσεσιν ὑπερεκπλήττεις λογισμόν·
Χαῖρε, ὅτι προεφήτευσας περὶ Σάββα καὶ πολλῶν.
Χαῖρε, χϑονὸς ἁγίας τὸ κατάκαρπον δένδρον·
Χαῖρε, ἀνδρὸς ἀγίου τὸ ζωήῤῥητον ὕδωρ.
Χαῖρε, ναὲ θεοῦ κατὰ πρόσκλησιν·
Χαῖρε, υἱέ θεοῦ κατὰ μέϑεξιν.
Χαῖρε, δήλων προόρασις τελεία·
Χαῖρε, ἐρήμων ψυχῶν ὄασις ϑεία.

Χαίροις, πάτερ Εὐϑύμιε.

Σῶσαι μέλλων τὸ μῆκος, τῆς ἐν σοὶ παροικίας, Εὐθύμιε τοῦς μαϑηταῖς ἔγνως, καὶ ἐντάλματα παρέδωκας· ἐξόχως δ᾽ ἐπιμελεῖσϑαι θλιβομένους καὶ πάσχοντας· αὐτοί δε ἀνεκφράστῳ ὀδύνῃ ἐβόων·

Ἀλληλούια.

Τάξεως προσηκούσης, τοῖς φοιτῶσι προτείνει, ὁ Μέγας τῶν Μοναστῶν Προΐστωρ· καὶ ὑπὲρ τοῦ κόσμου εὐχηϑείς, Θεῷ μετέστη τὰ δέοντα πᾶσιν εἰπών, πρωτίστως δὲ ἀγάπην καὶ φιλοξενίαν ἔχειν, ἀκούει·

Χαῖρε, κελλίῳ βαΐα πλέκων·
Χαῖρε, τὰ κέρδη δεομένοις νέμων.
Χαῖρε, Μονῶν Λαύρας κανόνων τὸ πρότυπον·
Χαῖρε, εἰπών· τρόπος οὐ τόπος σώζει ἄνθρωπον.
Χαῦῖρε, ὅτι σὺ ἐδόξασας τὸν Θεὸν ἐν οὐρανοῖς·
Χαῖρε, ὅτι κατετρόπωσας τὸν ἐχϑρὸν ἐπὶ τῆς γῆς.
Χαῖρε, φιλοξενήσας Ἀρμενίων τὰ πλήϑη·
Χαῖρε, οὗ ἀποϑήκη ϑαυμασίως ἐπλήσθη.
Χαῖρε, πιστοῦ λαοῦ διδακτήριον·
Χαῖρε, ἀπίστων πολλῶν παιδευτήριον.
Χαῖρε, Μονῆς Κοινοβίου ἡ τάξις·
Χαῖρε, Γραφῆς ϑεωρία καὶ πράξις.

Χαίροις, πάτερ Εὐϑύμιε.

Ὕμνος μέγας σοι πρέπει, τῷ μεγάλῳ Εὐθυμίῳ, ϑαυμαστῷ ἔτι νῦν μετὰ πότμον· κατατέρπεις γὰρ τοὺς τιμῶντάς σε, καὶ χειραγωγεῖς ἡμᾶς, τοὺς ὡς νῆπια τῷ πνεύματι τυγχάνοντας, γηραιούς δε τῷ σώματι ὑπάρχοντας, κράζων·

Ἀλληλούια.

Φήμη ὡς διεδόϑη, ἐν τῇ σῇ μεταστάσει, Εὐϑύμιε Προφῆτα Κυρίου, Ἀγίας Πόλεως ὁ ποιμήν, καὶ πᾶς κλῆρος λαὸς καὶ στρατὸς ἧλϑον τοῦ μηδεῦσαί σε, καὶ πάντες σου τὸ σκῆνος κατησπάζοντο βοῶντες·

Χαῖρε, ερήμου ὁ πολιοῦχος·
Χαῖρε, πεινώντων ὁ ταμειοῦχος.
Χαῖρε, ὃν ἐδίδαξε τάφος τὸ μάταιον·
Χαῖρε, διδάξας ἐνθυμεῖσϑαι τὸν ϑάνατον.
Χαῖρε, ὅτι ἐν τῷ βίῳ σου εὐηρέστησας Θεῷ·
Χαῖρε, ὅτι τὴν κηδείαν σου ἀντεδόξασεν Αὐτός.
Χαῖρε, φήμη καὶ δόξα Σιωνίτιδος χώρας·
Χαῖρε, ἡ σωτηρία τῶν ἐγγὺς καὶ τῶν πέραν.
Χαῖρε, Ἀγαρηνοῦ Ἀργὼβ λύτρωσις·
Χαῖρε, ἀνεψιᾶς Θαλάβα ἴασις.
Χαῖρε, ποτέ μη γελάσας ἐν βίῳ·
Χαῖρε, εὐχόμενος ἀεὶ δακρύων.

Χαίροις, πάτερ Εὐϑύμιε.

Χάριν εὗρεν ἑτοίμην, ὁ διάκονος Φείδων, τὴν σὴν καὶ ὁ θεόδοτος Πάτερ· ἐξ ὧν τὸν μὲν τῆς ϑαλάσσης ἔσωσας παραδόξως, τὸν δὲ ἐκ φιλοχρηματίας ἀπολλύμενον, ἐλύτρωσας, Θεῷ βοῶντας·

Ἀλληλούια.

Ψάλλει σοι ϑεῖον ὕμνον, Παῦλος ἐκ Κιλικίας, ῥυσϑεὶς τοῦ δαιμονίου σῷ τάφῳ· καὶ ὁ ἀτακτήσας δαιμονῶν, καὶ βάρβαρος, ὁ ἱαϑείς ψυχή τε καὶ τῷ σώματι· καὶ ἕτεροι, βοῶντες εὐγνωμόνως ταῦτα·

Χαῖρε, δαιμόνων πλείστους ὁ σώσας·
Χαῖρε, βαρβάρους ἐκπολιτίσας.
Χαῖρε, Ῥωμανοῦ τοῦ πλουσίου ἡ ἴασις·
Χαῖρε, νάρκης τούτου ἐκ μαγείας διάλυσις.
Χαῖρε, ὅτι ἐτιμώρησας τὸν δεινὸν Κυριακόν·
Χαῖρε, ὅτι σὺ διήλεγξας ὡς ἐπίορκον αὐτόν.
Χαῖρε, γραφῇς πρὸς Κύριλλον ὁδηγία σοῦ βίου·
Χαῖρε, δεινῆς μάστιγος ἀπαλλαγὴ Καισαρίου.
Χαῖρε, δι ὃν καυχῶνται αὐτόχϑονες·
Χαῖρε, δι᾿ οὗ πληϑύνονται ὀρϑόφρονες.
Χαῖρε, ἐνενήκοντα ἐξ ἔτη ζήσας·
Χαῖρε, τὴν πτῶσιν πολλῶν ἀνεγείρας.

Χαίροις, πάτερ Εὐϑύμιε.

Ὦ Πατέρων ἀκρότης, καὶ Ὀσίων σεμνότης, Ευϑύμιε ϑεράπον Κυρίου· (ἐκ γ΄.) πρεσβείαις σου ῥῦσαι ἡμᾶς παϑῶν, ἀϑυμίας καὶ πάντοίας αἱρέσεως, συνέτισον φυλάττειν τε φιλοξενίαν καὶ προσάδειν·

Ἀλληλούια.

Καὶ αὖθις τὸ Κοντάκιον Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἐν Ὁσίοις ϑαυμαστὸν μέγαν Εὐϑύμιον, τὸν γεηρὸν ὥσπερ βροτὸν ἀλλ᾽ οὐρανόφρονα, εὐφημήσωμεν ἐν ᾄσμασιν ἐκβοῶντες· χαίροις, λύχνε τῆς ἐρήμου φαεινότατε, χαίροις, νᾶμα Μοναστὰς ἀρδεῦον ἅπαντας, θείοις λόγοις σου· χαίροις, πάτερ Εὐθύμιε.

 

Εὐχαριστῶ θερμά τὸν ἐν Χριστῷ Ἀδελφῷ Ευθύμιο
που μου ἀπέστειλε τοὺς Χαιρετισμούς τοῦ Ἁγίου