Παρακλητικός Κανών εις τον Άγιο και Μέγα Βαπτιστή του Κυρίου ημών Ιησού Χριστού Ιωάννη τον Πρόδρομο

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κορυφαία τῶν Ἁγίων ἀκρότης, καὶ μετανοίας μεγαλόφωνος κῆρυξ, καὶ τοῦ Σωτῆρος Βαπτιστὴς καὶ Πρόδρομος, ἴθυνον τὸν βίον μου, πρὸς ὁδοὺς μετανοίας, χάριν δὲ καὶ ἔλεος, καὶ πταισμάτων τὴν λύσιν, δίδου ἡμῖν Προφῆτα θαυμαστέ, τοῖς προσιοῦσι τῇ σκέπῃ σου πάντοτε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκέπη καὶ φύλαξ Βαπτιστὰ σύ μου πέλεις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνέχει παθῶν με ἐπαγωγῇ, καὶ πλῆθος πταισμάτων, συνταράσσει με χαλεπῶς· ἀλλ’ ὦ Βαπτιστὰ ἡ σῇ πρεσβείᾳ, ἀναψυχή μοι γενέσθω καὶ λύτρωσις.

Κακίας με πάσης τοῦ δυσμενοῦς, καὶ βλάβης παντοίας, καὶ δολίας ἐπιβουλῆς, ἀπήμονα Πρόδρομε συντήρει, τὸν ὁλοψύχως φωνοῦντα τὴν κλῆσίν σου.

Ἐν βίῳ προστάτην σε ἀσφαλῆ, καὶ σκέπην καὶ ῥύστην, καὶ θερμότατον ἀρωγόν, πλουτήσας λυτοῦμαι Ἰωάννη, πειρατηρίων ποικίλων καὶ θλίψεων.

Θεοτοκίον.
Πηγὴ δωρημάτων θεαρχικῶν, ὑπάρχουσα Κόρη, ὡς κυήσασα τὸν Χριστόν, σταγόνα μοι βλύσον συμπαθείας, καὶ τῆς παρούσης με θλίψεως λύτρωσαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ θερμή σου πρεσβεία, πρὸς τὸν Χριστὸν ἔνδοξε, καὶ ἡ ὑπεραίρουσα χάρις, τῆς παῤῥησίας σου, Πρόδρομε ῥύεται, πολυειδῶν συμπτωμάτων, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει σου.

Καταφύγιον κόσμου, καὶ πρὸς Χριστὸν μέγιστος, πρέσβυς Ἰωάννη ὑπάρχων, σῶζε τοὺς ἅπαντας, πάσης κακώσεως, καὶ συμφορῶν καὶ κινδύνων, καὶ μελλούσης κρίσεως, ἐκδυσωποῦμέν σε.

Ἀθυμίας βαρείας, καὶ πονηρᾶς ἕξεως, τῆς ἐπὶ τὰ χείρῳ Προφῆτα, ῥῦσαί με δέομαι, καὶ μετανοίας μοι, τὰς ἀφορμὰς ἀεὶ δίδου, ὡς ἂν θείας χάριτος, μέτοχος γένωμαι.

Θεοτοκίον.
Ἱλαστήριον κόσμου, ὡς ἀληθῶς πέφηνας, τὸν τὴν ἁμαρτίαν Παρθένε, ἡμῶν ἀράμενον, κυοφορήσασα, ὅθεν πταισμάτων τὴν λύσιν, καὶ παθῶν τὴν κάθαρσιν, ἡμῖν πρυτάνευσον.

Διάσωσον ὦ Βαπτιστὰ καὶ Πρόδρομε τοῦ Σωτῆρος, ἀναγκῶν τε καὶ χαλεπῶν περιστάσεων, τοὺς ὁλοψύχους προστρέχοντας τῇ σῇ σκέπῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ μέγα καταφύγιον, καὶ σκέπη στεῤῥὰ καὶ ἀρωγὸς καὶ ἔφορος, ὑπάρχων ἡμῶν Πρόδρομε, ἐξελοῦ ἀπὸ πάσης κακώσεως, καὶ μανίας ἐχθροῦ ἀπηνοῦς, τοὺς ἐπιβοωμένους σου τὸ ὄνομα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Φάνηθί μοι μακάριε, ἀοράτῳ Πρόδρομε ἐπισκέψει σου, καὶ ἀπάλλαξόν με δέομαι, ἐκ τῆς τυραννίδος τῶν θλιβόντων με.

Ὑπελθὼν νοῒ ἄφρονι, τὰς τῆς ἁμαρτίας ἰδέας Πρόδρομε, χαλεπῶς ἤδη ἐτάζομαι, ἀλλὰ σὺ βελτίωσον παράσχου μοι.

Λυτρωτὴν ἐν ταῖς θλίψεσι, καὶ ἐν τοῖς κινδύνοις μέγαν ὑπέρμαχον, Ἰωάννη κεκτημένοι σε, τῇ σῇ ἀντιλήψει καταφεύγομεν.

Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον σαρκὶ κυήσασα, τῆς σαρκός μου τὰ νοσήματα, καὶ τὰ τῆς ψυχῆς πάθη θεράπευσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ξένωσον ἡμῶν, καὶ τὸν νοῦν καὶ τὴν διάνοιαν, Βαπτιστὰ ἐκ προσπαθείας γεηρᾶς, καὶ πρὸς θείαν ἀναπτέρωσον ἀγάπησιν.

Βίον καθαρόν, διανύειν ἡμᾶς Πρόδρομε, καὶ γνησίας μετανοίας τοὺς καρπούς, ἀποφέρειν ἐνδυνάμωσον δεόμεθα.

Ἄλυπον ἡμῶν, τὴν ζωὴν καὶ ἀστασίαστον, ἐκ ποικίλων τοῦ ἐχθροῦ ἐπηρειῶν, διατήρει Ἰωάννη μεγαλώνυμε.

Θεοτοκίον.
Πύλη τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, ἀγαθότητι τῆς σῆς ἐπισκοπῆς, μετανοίας μοι τὰς πύλας διαπέτασον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὴν δέησιν τῆς ψυχῆς μου πρόσδεξαι καὶ εἰσάκουσον φωνῆς στεναγμοῦ μου, καὶ τῆς παρούσης με λύτρωσαι λύπης, τῆς ἐπελθούσης ἐκ πλήθους πταισμάτων μου, Πρόδρομε κῆρυξ τοῦ Χριστοῦ, καὶ χαρᾶς ταῖς ἀκτῖσί με φαίδρυνον.

Ἴλεῷ σου ἐπιβλέψας ὄμματι, καὶ εὐσπλάγχνῳ διαθέσει Προφῆτα, τῇ συντριβῇ τοῦ οἰκτροῦ σου ἱκέτου, καὶ τὴν κατ’ ἄμφω ὑγίειαν μοι δώρησαι, καὶ ἴθυνόν με ἀσφαλῶς, πρὸς ὁδὸν μετανοίας σωτήριον.

Στενούμενος ταῖς τοῦ βίου θλίψεσι, τῇ θερμῇ σου καταφεύγω πρεσβείᾳ, ἵνα ῥυσθῶ τῆς αὐτῶν ἐπηρείας, καὶ πάσης ἄλλης πληγῆς τε καὶ μάστιγος, ὧν ἐξελοῦ με τῆς φθορᾶς, ὡς προστάτης μου μέγιστος Πρόδρομε.

Θεοτοκίον.
Τὴν θλῖψίν μου, τῆς ψυχῆς μετάβαλε, εἰς χαρὰν Θεογεννῆτορ τελείαν, καὶ μετανοίας φροντίδα ἁγίαν, τῇ ῥαθυμούσῃ καρδία μου φύτευσον, ἵνα μισήσω ὁλικῶς, τὰ ἡδέα τοῦ κόσμου ὡς βλάπτοντα.

Διάσωσον ὦ Βαπτιστὰ καὶ Πρόδρομε τοῦ Σωτῆρος, ἀναγκῶν τε καὶ χαλεπῶν περιστάσεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ σῇ σκέπῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Βαπτιστὰ τοῦ Σωτῆρος Προφῆτα καὶ Πρόδρομε, ὡς τεχθεὶς ἐκ τῆς στείρας ὡς βλαστὸς εὐθαλέστατος, τῆς στειρευούσης μου ψυχῆς, ἐν ἔργοις ἀγαθοῖς, τὴν ἀκαρπίαν τὴν δεινήν, εἰς εὐκαρπίαν ἀληθῆ, ταῖς λιταῖς σου μετάβαλε, ἵνα τῆς μετανοίας, τὸν στάχυν καρποφορήσῃ, καὶ ἀπαθείας τοὺς καρπούς, Ἰωάννη μεγαλώνυμε.

Προκείμενον.
Καὶ σὺ παιδίον Προφήτης Ὑψίστου κληθήση· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.
Στίχος. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. ια΄, 2 – 15).

Τῷ καιρῶ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· σὺ εἶ ὁ Ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτος γὰρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελον μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἀπὸ δέ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν. Καὶ εἰ θέλετε δέξασθαι, αὐτὸς ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Δόξα.
Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πρόδρομε τῆς χάριτος, καὶ Βαπτιστὰ τοῦ Σωτῆρος, πρὸς ὁδὸν σωτήριον τὴν ζωήν μου ἴθυνον ἱκετεύω σε, καὶ ἐχθροῦ ἅπασαν κατ’ ἐμοῦ μανίαν, ἀποσόβησον καὶ λάμπρυνον, γνώσει τῇ κρείττονι καὶ τῆς μετανοίας ταῖς λάμψεσι, ψυχήν μου τὴν ταλαίπωρον νεύουσαν ἀεὶ πρὸς τὰ χείρονα, καὶ ἐν ὥρᾳ δίκης, δικαίας καταδίκης με σοφέ, ῥῦσαι καὶ στάσεως μέτοχον, τῶν δικαίων ποίησον.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσθενείας καὶ λύπαις ἐμπεσὼν διὰ πλῆθος πταισμάτων Πρόδρομε, τῇ σκέπῃ σου προστρέχω, καὶ ἴασιν αἰτοῦμαι, ἣν παράσχου μοι δέομαι, οἷα μεγίστην πλουτῶν, παρὰ Κυρίου χάριν.

Συντριβὴν τῇ ψυχῇ μου καὶ ταπείνωσιν δίδου ἐν τῇ καρδίᾳ μου, καὶ νοῦν κεκαθαρμένον, Πρόδρομε Ἰωάννη, ἵνα πάλιν ὁ δείλαιος, οἰκειωθῶ τῷ Χριστῷ, δι’ ἔργων μετανοίας.

Ὑπερήφανον φρένα γεωργήσας εἰς βόθρον κακίας πέπτωκα, ἐξ οὗ ἀνάγαγέ με, καὶ πρὸς ὁδὸν εὐθεῖαν, τῆς ψυχῆς μου κατεύθυνον, τοὺς πόδας ὦ Βαπτιστά, θερμή σου ἀντιλήψει.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, σαρκός μου τὰς ὀδύνας, καὶ τῆς ψυχῆς τὸ ἄλγος, τῇ σῇ χάριτι ἴασαι, καὶ δώρησαί μοι Ἁγνή, συγχώρησιν πταισμάτων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ ὑποδείξας, τῆς μετανοίας τὴν τρίβον, πρὸς αὐτὴν ἡμᾶς κυβέρνησον Προφῆτα, τὰς τῆς ἁμαρτίας, αἰτίας ἀποτέμνων.

Ὑπὸ τοῦ πλάνου τραυματισθεὶς ἐσυλήθην καὶ κατάκειμαι δεινῶς ἐκπεπληγμένος, ἀλλὰ σὺ Προφῆτα δὸς μοι τὴν θεραπείαν.

Προστάτην μέγαν καὶ ἀντιλήπτορα θεῖον, κεκτημένος σε Πρόδρομε Ἰωάννη, πάσης ἐν τῷ βίῳ λυτροῦμαι δυσχερείας.

Θεοτοκίον.
Ἐκ τῶν ποικίλων πειρατηρίων τοῦ βίου, ἐλευθέρωσον Παρθένε τὴν ζωήν μου, ἵνα σε δοξάζω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λεόντων νοουμένων τῶν ὠρυομένων, καταπιεῖν ἡμᾶς Πρόδρομε σύντριψον, τὰς καθ’ ἑκάστην ἐφόδους τῇ προστασίᾳ σου.

Ἐκ πάσης ἁμαρτίας, καὶ παντὸς σκανδάλου, καὶ συστροφῆς τοῦ ἀλάστορος λύτρωσαι, τοὺς σὲ γεραίροντας Πρόδρομε μεγαλώνυμε.

Ἰάτρευσον τὸν νοῦν μου, Πρόδρομε Κυρίου, καὶ τῆς κακῆς συνηθείας με λύτρωσαι, καὶ τῶν πταισμάτων παράσχου μοι τὴν συγχώρησιν.

Θεοτοκίον.
Σωτῆρα τῶν ἀνθρώπων, τέξασα Παρθένε, πρὸς σωτηρίας με τρίβον ὁδήγησον, καὶ τῷ φωτὶ τῆς σῆς δόξης τὸν νοῦν μου λάμπρυνον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Γηγενῶν ἁπάντων μείζων ὀφθείς, ὡς ὁ Χριστὸς ἔφη κατηξίωσαι κατιδεῖν, καὶ βαπτίσαι μάκαρ, ἐν ῥείθροις Ἰορδάνου, τὸν Πάντων εὐεργέτην, Πρόδρομε μέγιστε.

Τεχθεὶς ἀπὸ στείρας μάκαρ μητρός, λύεις παραδόξως τοῦ πατρός σου τὴν σιωπήν, ὅθεν τὴν ψυχήν μου ἔργασαι καρποφόρον, Πρόδρομε Ἰωάννη, ἁγίων πράξεων.

Πρόδρομε Προφῆτα καὶ Βαπτιστά, Ἄγγελε Κυρίου, μετανοίας στόμα σοφόν, λύχνε τοῦ Ἡλίου χάριτος πρυτανεῖον, χαρίτωσον τὸν νοῦν μου τῇ σῇ χρηστότητι.

Ἄγγελος ἐκ βρέφους ἀναδειχθείς, σφραγὶς καθωράθης Ἰωάννη τῶν Προφητῶν, καὶ Πρόδρομος μέγας τοῦ σαρκωθέντος Λόγου, γενόμενος Προφῆτα, λαμπρῶς δεδόξασαι.

Χαίροις ὁ τοῦ Πνεύματος θησαυρός, λειμὼν ἀπαθείας Ἰωάννη ἀμφιλαφής, χαίροις τῶν ἀῤῥήτων θεάμων καὶ αὐτόπτης, ὡς Βαπτιστὴς Κυρίου, θεοειδέστατος.

Λῦσον τὴν ὀδύνην μου τῆς ψυχῆς καὶ στῆσον Προφῆτα, τὴν ῥαγδαίως τοῦ πονηροῦ, κατ’ ἐμοῦ μανίαν, ἐννοίαις δὲ ἁγίαις τείχισον Ἰωάννη, τὸν νοῦν μου δέομαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας ἐν Ἁγίοις πεφηνώς, οἷα Βαπτιστὴς Ἰωάννη, Χριστοῦ καὶ Πρόδρομος, μείζονος ἠξίωσαι, δόξης καὶ χάριτος· διὰ τοῦτο μεγίστη σου, πρεσβεῖα Προφῆτα, φύλαττε δεόμεθα ἡμᾶς ἀπήμονας, πάσης προσβολῆς ἐναντίας, καὶ πολυειδῶν συμπτωμάτων, καὶ τῶν ἐν τῷ βίῳ περιστάσεων.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἰωάννη πρόσδεξαι τὴν δέησίν μου
Καὶ χάριν χορήγει μοι σῷ Γερασίμῳ.

 

Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφῷ Εὐθύμιο
που μοῦ ἀπέστειλε τὴν Παράκληση

Παρακλητικός Κανών Αγίου Ιωάννου του Προδρόμου

Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ τοῦ Κυρίου μεγαλώνυμος κῆρυξ καὶ Ἀποστόλων ἡ κρηπὶς Ἰωάννη, θεομιμήτως πάριδε Πανάγιε, ἅπαντα τὰ πταίσματα, τῆς ἀθλίας ψυχῆς μου, ῥῦσαι ἐκ παντοίων με καὶ ποικίλων κινδύνων, καὶ τὸν κοινὸν ἰλέωσαι Θεόν, ἵνα ἐν κρίσει παράσχει μοι ἄφεσιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δεινῶν με χειμάζουσι λογισμοί, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Προφῆτα καὶ Πρόδρομε Κυρίου, ἐκ πάσης νόσου καὶ βλάβης με λύτρωσαι.

 Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον Μάκαρ, ταῖς πρεσβείαις, ταῖς πρὸς Θεόν σου, Προφῆτα καὶ σῶσόν με.

Τὸν γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ, Ποιητὴν ἁπάντων ἀοράτων καὶ ὁρατῶν ὡς αὐτὸν βαπτίσας ἐκδυσώπει, ἐκ πάσης νόσου καὶ βλάβης ῥυσθῆναί με.

Θεοτοκίον.
Νοσοῦντά το σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῇς θείας καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαν καὶ σκέπην, τὴν σὴν ἀεὶ δίδου μοι, ἐπικαλουμένῳ Προφῆτα, σύ με κυβέρνησον, ταῖς ἰκεσίαις σου, τὸν ἀσφαλὴ πρὸς λιμένα, καὶ δεσμῶν με λύτρωσαι τοῦ πολεμήτορος.

Ἱκετεύω, Προφῆτα, τὸν ψυχικὸν τάραχον, καὶ τὰς προσβολὰς τῶν δεινῶν νόσων πάντοτε, ἐπερχομένας μοι, ἐξ ἐμοῦ, Πρόδρομε, τάχυ, μακρὰν ἀποδίωξον ταῖς ἰκεσίαις σου.

Χαλεπαῖς ἁμαρτίαις, καὶ νοσεροῖς πάθεσι, περικλυζομένῳ, Προφῆτα, σὺ μοὶ βοήθησον, ὑπὸ τὴν σκέπην σου, ὁλοτελῶς προσφυγόντι, καὶ θερμῶς κραυγάζοντι, σῶσόν με Πρόδρομε.

Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Διάσωσον ἐκ πάσης νόσου Πρόδρομε τοῦ Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ λύτρωσαι αἰωνίων βασάνων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ Χριστὸς ἀπεκάλυψε, τὴν κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε· πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς, ἐκ φθορᾶς, ταῖς ἱκεσίαις σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸν τάραχον, ὁ τὸν εἰρηνάρχην βαπτίσας Κύριον, ταῖς πρεσβείαις σου κατεύνασον, καὶ εἰς γῆν πραέων με ἐνόρμισον.

Εὐσπλαχνίας τὸ πέλαγος, ὁ ἀνυποστόλως κηρύξας ἄπασι, καθικέτευε σοῦ δέομαι, τῶν βασάνων ὅπως λυτρωθείημεν.

Ἀπολαύοντες, Πρόδρομε, τῶν σῶν δωρημάτων σοὶ χαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ τῆς σῆς τρυφῶντες ἀντιλήψεως.

Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχέρειας πάσης ἐκλυτρούμεθα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πλήρωσον ἠμῶν, τὰς αἰτήσεις τῶν τιμώντων σε, ὁ τοῦ ἀδύτου τὴν ὑφήλιον, φωτὸς πληρώσας τῷ κηρύγματί σου, Πρόδρομε.

Λύτρωσον ἠμᾶς ἐκ κινδύνων Βαπτιστὰ τοῦ Χριστοῦ, ὁ αἰωνίαν κηρύξας λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.

Λῦσον τῶν δεινῶν νοσημάτων τὴν ἀσθένειαν, τῶν πρεσβειῶν τῶν σῶν τῇ θερμότητι, ὁ τὸν Σωτῆρα βαπτίσαι φανεὶς ἐπάξιος.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῇς σου ἀξιώσασα, καὶ τὴν ὑγίειαν ταῖς πρεσβείαις σου παράσχου μοι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θανάτου καὶ τῆς φθορᾶς ἐξάρπασον, ἀφθαρσίαν μοι διδοὺς ἀπολαύειν, ἐκ πειρασμῶν καὶ κινδύνων παντοίων, καὶ ἐξ ἑφόδου τῶν νόσων ἐξαίρων με· δεήσεσι σαῖς Βαπτιστά, ἐν Κυρίῳ καὶ σῶσόν με δέομαι.

Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι, καὶ θερμὸν ἐν περιστάσεσι πρέσβυν, καὶ πειρασμῶν διαλύοντα νέφος, καὶ πᾶσαν νόσον καὶ βλάβην ἐλαύνοντα καὶ δέομαι ὁ δυσμενής, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Ἐν λάκκῳ ἁμαρτιῶν ἐμπέπτωκα, καὶ αὐτοῦ ἀναδραμεῖν οὐκ ἰσχύω, ἀλλ’ ὁ Θεὸς τὸν ἐκ λάκκου λεόντων, βαπτίσας πάλαι Προφήτην ῥυσάμενον, λιτάνευε ἵν ἐξ αὐτοῦ, ἀναγάγη με, τίμιε Πρόδρομε.

Θεοτοκίον.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα, ὦ Δέσποινα καὶ νῦν ἠμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Διάσωσον ἐκ πάσης νόσου, Πρόδρομε τοῦ Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ λύτρωσαι αἰωνίων βασάνων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Προφῆτα Θεοῦ καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν, καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος.
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. α΄, 29 – 34.)

Τῷ καιρῷ ἐκείνῳ βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος ἔστι περὶ οὖ ἐγὼ εἶπον. Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ᾖν. Κἀγὼ οὐκ ἤδειν αὐτόν. ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν Ἰωάννης, λέγων. Ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν. Κἀγὼ οὐκ ἤδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν. Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτος ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. Κἀγὼ ἐώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὖτος ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.

Δόξα.
Ταῖς τοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταὶς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθεμένοι.

Προφῆτα καὶ Πρόδρομε, ψυχῆς ἐμῆς θυμηδία, δέξαι, πανακήρατε, τὴν προσφερομένην σοι ἱκεσίαν μου, θλῖψις γὰρ ἔχει με καὶ δεινὰ παντοία, Ἰωάννη μεγαλώνυμε, σῶσον τὸν δοῦλόν σου, καὶ χειρὸς τοῦ δράκοντός με ἐξάρπασον, καὶ τούτου τῶν παγίδων νῦν, ὡς συμπαθὴς ἐλευθέρωσον, πρεσβείαν προσάγων, καθὸ κοινὸς μεσίτης πρὸς Θεόν, καὶ πάσης νόσου ἐκλύτρωσαι τὸν αὐτοκατάκριτον.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς Ἀδὰμ ἁμαρτίας τὸ χειρόγραφον, Λόγον τὸν διαῤῥήξαντα, ἐν ῥείθροις Ἰορδάνου κραυγάζων ὑπεδέξω, Ἰωάννη πανεύφημε· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θελητὴν τοῦ ἐλέους, τὸν φιλάνθρωπον, Μάκαρ, ὑπὲρ τῶν δούλων σου, δυσώπει τῶν πταισμάτων καὶ νόσων ἰοβόλων, λυτρωθῆναι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἠμῶν, θεὸς εὐλογητὸς εἶ.

Θησαυρὸν σωτηρίας καὶ γαλήνιον ὅρμον, καὶ ἐν κινδύνοις ταχύν, προστάτην τοῖς καλοῦσιν, εἰδότες σε βοῶμεν· τὸ κλυδώνιον στόρεσον, ἀσθενειῶν Βαπτιστά, ταῖς ἱκεσίαις σῶσον.

Θεοτοκίον.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθω προσιόντων τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστὸν ἡμῖν  ἀποτεκοῦσα.

ᾨδὴ η΄. τὸν Βασιλέα.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδης, Προφῆτα, βοώντας, καὶ ἐξαιτουμένους τὴν σὴν ἐπιστασίαν.

Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς ὑμνοῦσί σε Προφῆτα, καὶ ἀνευφημοῦσι, παμμάκαρ Ἰωάννη.

Τῆς σωτηρίας τὸν ἀρχηγὸν ἱκετεύων, τὸν Χριστόν, Προφῆτα μη ἐλλίπῃς, ὅπως ἐκ βασάνων ῥυσθῶμεν αἰωνίων.

Θεοτοκίον.
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους, Παρθένε, ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοήν μου τῶν δακρύων μὴ ἀποποίησης, ὁ ἐν ῥοαῖς Ἰορδάνου τὸν πάντων Θεόν, συγκαταβάντα βαπτίσας, ὃν μεγαλύνομεν.

Κακώσεως δαιμόνων, τῆς ἀδιαλείπτως ἐκπιεζούσης Προφῆτά με λύτρωσαι, καὶ ἐπηρείας τῆς τούτων δεῖξον ἀνώτερον.

Ἰσχὺς καὶ θεραπεία, τῆς ἐξ ἀκρασίας καὶ χαλεπῆς ἁμαρτίας, Προφῆτα γενοῦ, κεκακωμένη ψυχή μου, ἵνα γεραίρω σε.

Θεοτοκίον.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄγονον καὶ ἄκαρπον τὴν ψυχήν, κέκτημαι, Παμμάκαρ, φύλλα μόνον ἄνευ καρπῶν, ἔρημον ἁπάσης ἀγαθῆς ἐργασίας, Προφῆτα, ἀρετῶν με δεῖξον καρπούμενον.

Βαπτιστὰ καὶ Πρόδρομε τοῦ Χριστοῦ, λύχνε φαεσφόρε, ἱκετεύω σε ἐκτενῶς, λύχνον ἄναψόν μου ψυχῆς τῆς ταλαιπώρου, ἐσκοτισμένην οὖσαν σὺ καταλάμπρυνον.

Δέομαι, Προφῆτα καὶ Βαπτιστά, μὴ μὲ ὑπερίδης τὸν ἀνάξιον πρεσβευτήν, καταβαπτισθέντα τοῖς πάθεσι τοῦ βίου, καὶ ἐν βορβόρῳ ὄντα σὺ ἐξανάστησον.

Πρέσβευε Προφῆτα πρὸς τὸν Θεόν, ὑπὲρ τοῦ λαοῦ σου καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν καταφευγόντων τῇ σκέπῃ σου τῇ θείᾳ, καὶ ῥῦσαι πάσης νόσου καὶ περιστάσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Τροπάριον. Ἦχος β΄.
Μνήμη δικαίου μετ’ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε, ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας χαίρων, εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν ἀνερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν  τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σπεῦσον ἐξελοῦ με πειρασμῶν, Πρόδρομε Κυρίου παμμάκαρ, καθικετεύω σε, μάτην γὰρ κεκίνηνται οἱ πολεμοῦντές με, κατ’ ἐμοῦ πικροὶ δαίμονες ζητοῦντες ἁρπᾶσαι, τὴν ψυχὴν τοῦ δούλου σου ὥσπερ στρουθίον οἰκτρόν, μὴ μὲ καταλίπῃς εἰς τέλος, γνώτωσαν δὲ μᾶλλον, Προφῆτα, ὅτι σύ μου πέλεις καταφύγιον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικὸς Κανὼν πρὸς τὸν τίμιο Πρόδρομο

Ποίημα Διονυσίου ἱερομονάχου τοῦ Παπαδοπούλου

Ψαλλόμενος ἐπὶ ἀσθενοῦντας, καὶ ἄλλως εἰς περιπετείας, καὶ συμφορὰς τελοῦντας.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Τῆ Θεοτόκο ἐκτενῶς.
Τῆς μετανοίας γεγονὸς θεῖος κήρυξ, μετανοοῦντα ἐκ ψυχῆς Ἰωάννη, ἐνίσχυσόν με Πρόδρομε πανένδοξε, ὅπως ἀποθέμενος ἁμαρτίας τὸ βάρος, χαίρων ἐποφθήσωμαι τῷ Κριτῇ τῶν ἁπάντων, καὶ διὰ σοῦ γεέγνης, καὶ πυρός, καὶ αἰωνίου ῥυσθῷ κατακρίσεως.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Βαπτιστὰ Χριστοῦ παῦσον ἡμῶν τοὺς πόνους.

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Βεβαπτισμένον ἐν πελάγει Πρόδρομε βιωτικῶν συμφορῶν, ἀνομιῶν φόρτῳ χαλεπῷ τὸν δοῦλόν σου, τῶν οἰκτιρμῶν τὴν ἄβυσσον ὁ βαπτίσας Προφῆτα, ἱκεσιῶν σου τοῖς οἴαξι, πρὸς γαλήνην ὅρμον κυδέρνησον.

Ἀνομιῶν αἱ καταιγίδες πνέουσαι, βίου πνευμάτων σφοδρᾷ, τὸ πενιχρὸν σκάφος, ἐμβολῇ κατέκλησαν, ἐπαγωγαῖς τῶν θλίψεων, Βαπτιστὰ δυσωπῶσι, ἐσμὸν κακῶν με ποντίζοντα λύσας ἐκ βυθοῦ με ἀνάγαγε.

Πιεζομένῳ μοι κακῶν τῷ τάλανι, ἐπιφοραῖς χαλεπῶν, ὡς παρωργηκότι, τοῦ Θεοῦ τὸ εὔσπλαγχνον, ἐπενεχθεῖσαι μάστιγες νοεραί με ὠθοῦσιν, εἰς χοῦν τὸν δείλαιον πρόφθασον, Πρόδρομε Κυρίου, καὶ σῶσόν με.

Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν μεγάλην ἄβυσσον, τῶν οἰκτιρμῶν τὴν πηγήν, σωματικῶς Κόρη, ὡς τεκοῦσα δέομαι, Θεοκυῆτορ βλῦσόν μοι, θεραπείας τὸ ρεῖθρον, σβεννύον καύσωνα θλίψεων, καὶ σαρκῶς ὀδύνας ζώμενον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω ὁ τάλας, τῆς παλαιᾶς ὄντα σε, καὶ καινῆς μεσίτην, καινίσας παλαιωθέντα με, ἐν ἀνομίαις πολλαῖς, καὶ ἐκλυτρώσασθαι πλήθει, Βαπτιστὰ τῶν θλίψεων πολιορκούμενον.

Σὲ τοῦ λόγου τὸν μύστην, τῶν προφητῶν μείζονα, ὄντος τὸν Ἥλιου, αἰτοῦμαι Πρόδρομον λύχνον τε, τοῦ ἀπροσίτου φωτός, τὸ στυγερόν, καὶ ζοφῶδες, τοῦ ἀθλίου βίου μου λύσας καταύγασυν.

Τῆς χαρᾶς ὁ προκήρυξ καὶ χάρμονῆς Ἀγγέλος, ὁ τοῖς ἀθυμοῦσι κηρύξας, τὴν ἀνεκλάλητον, χαρὰν προφῆτα Χριστοῦ, εἰς χαρμονὴν τὸ στυγνάζον, τῆς χαρᾶς ἐπώνυμε, τρέψον τοῦ δούλου σου.

Θεοτοκίον.
Ἀθυμίας καὶ ζάλαι βιωτικαὶ Δέσποινα, τὸν τῆς παναθλίας ψυχῆς μου οἶκον ἐσάλευσαν, καὶ κατασπῶσαι αὐτόν, ἐπαπειλοῦσί μοι τέλος, τῆς ζωῆς ἡ πρόξενος σπεῦσον βοήϑει μοι.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Πρόδρομε τοῦ Κυρίου, ὅτι πάντες μετὰ Θεόν, πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Εὐσπλαγχνίας.
Εὐσπλαχνίας τὴν ἄφθονον πηγήν, Ἰορδάνου κατέδυσας ῥοαῖς, Ἰωάννη· ὅθεν ἱκετεύωσε θλίψεων πελάγει χειμαζόμενον, καὶ δεινῶς τούτων τῷ κλύδωνι ποντούμενον, γαλήνης με πρὸς ὅρμον χειραγώγησον.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Χάριτος ὧν Πρόδρομε, κήρυξ τρανώτανος, δώρησαί μοι μάκαρ δεομένω σου, χαροποιὰν χάριν δαψιλῶς, ὅπως διαῤῥήξας, τὸν σάκκον τῆς ἀθυμίας μου, χαρᾶς καὶ εὐφροσύνης ἐνδυθεὶς τὸν χιτῶνα, τῶν θαυμάτων τὴν χάριν γεραίρω σου.

Ῥοῦς με δεινὸς θλίψεων, ῥοῦς παραπτώσεων, καὶ κινδύνων ζάλαι περιέχουσι, λαίλαψ σφοδρὸς τὸ ἐλεεινόν, Βαπτιστὰ Κυρίου, ποντίσαι βίου μου λείψανον ἐγείρεται δεσπότην, ἀλλ᾽ ὁ λούσας ζωῆς τε, καὶ θανάτου με τούτων ἀπάλλαξον.

Ἴδε κακῶν Πρόδρομε, σμῆνος συνέχει με, καὶ λυποῦσι συμφοραὶ τὸν δοῦλόν σου, καὶ δυσμενῶν, ὥσπερ εὐτελές, βρόχοις κινδυνεύω, στρουθίον οἵ μοι ὠλίσεσθαι, τῇ σκέπῃ σου οὖν τρέχω καὶ στενάζων αἰτοῦμαι ἀντιλήψεως χεῖρά μοι ὄρεξον.

Θεοτοκίον.
Σῶσόν με νῦν πάναγνε, σῶσόν με Δέσποινα, σωτηρίας κόρη μὲ ἀξίωσον, καὶ γὰρ πυκνὰ νέφη δυσχερῶν, κατεκάλυψάν με, χειμῶνά μοι ἐπιφέροντα ἀθρόον ἀλγηδόνων, δυσωπῶσι Παρθένε ἡ παγκόσμιον ζάλην κοπάσασα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Τέλος φρίττω ὁ τάλας, τὸ ζωῆς μου Πρόδρομε παρόν, καὶ δέδοικα, τοῦ κριτοῦ τὸ βῆμα, τὸ ἀδέκαστον, πάσης ὑπέραντλος γεγονὸς κακίας, ἀλλ᾽ ἱκετεύω σε τῆς τῇ δε, καὶ μελλούσσης βασάνου με λύτρωσαι.

Οἴμοι ὤζεσαν σφόδρα, τῆς σαρκὸς οἱ μώλωπες, κατεσάπησαν, καὶ κατέκαμψάν με, ψαλμικῶς ἀφροσύνης αἱ μάστιγες, ἐταλαιπωρήϑη, ὦ Βαπτιστά, καὶ μέχρι τέλους, ἀντίληψιν δός μοι σωτήριον.

Ὕδωρ ἕως ψυχῆς μου, κατοδύνων θλίψεων Προφῆτα ἔφθασεν καὶ βυθοῦ ἱλύϊ, ψαλμικῶς ἐνεπάγην ὁ δείλαιος, τῶν πειρατηρίων, καὶ μοὶ ὑπόστασις οὐκ ἔστιν, ἡ δ᾽ ἐλπίς μου, ἀεὶ ἐκ σοῦ ἤρτηται.

Θεοτοκίον.
Πόνοι θλίψεις ὀδύναι, καὶ ἐχθρῶν ἐπήρειαι καταπιέζουσι, κατατρύχοντά με, καὶ εἰς ᾅδου σχεδόν με καθέλκοντα ἀλλ᾽ ἀπεγνωσμένον, ἀπηλπισμένων ἡ τεκοῦσα, τὴν ἀνάῤῥωσιν σῶσόν με Δέσποινα.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀβίωτον, τοῦ λοιποῦ τῷ τάλανι, τὴν ζωήν, καὶ πονηρὰς τὰς ἡμέρας, αἱ τῶν δεινῶν προσβολάς μοι ποιοῦσι καὶ τῇ ἀθλίᾳ σαρκί μου ἀφόρητα, τὰ ἄλγη, ἀλλ᾽ ὦ Βαπτιστά, ἐπὶ σοὶ πεποιθὼς οὐχ ἀπέγνωσμαι.

Ὑπόπλεων, στεναγμῶν ὁ ἄθλιος, τὸ σαρκίον, καὶ ὀδύνης τὸν βίον, ἔχων μεστὸν Βαπτιστά, καὶ ψυχὴν δέ, καταγομένην εἰς ᾅδου ἀπώλειαν, προέρχομαί σοι δυσωπῶν, συνοχῆς πονηρῶν με ἀπάλλαξον.

Συνέῤῥευσε, τοῦ ἐχθροῦ ἡ δύναμις, ἐπ᾽ ἐμὲ καταπιέζουσα πᾶσα καὶ πολεμεῖ χαλεπῶς τὴν ζωήν μου, φρυατομένη ὁλέσαι τὸν τάλανα, ὦ κήρυξ τῆς ζωῆς αὐτοῦ τούτου θραῦσον τὰ βέλη καὶ ἔνεδρα.

Θεοτοκίον.
Ὁλόσωμον, καὶ ψυχῇ, καὶ σώματι τὴν πληγὴν ὁ δυσμενής μοι ἐπάγει, ἐκτὸς δεινῶν ἐπιθέσεσι πλήττων, ἐντὸς δὲ λύπαις παντοίαις, αἰκκίζων μὲ, τὸ τούτου θράσος, ἀλλ᾽ Ἁγνή, ὥσπερ πάλαι, καὶ ἄρτι κατάβαλε.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Πρόδρομε τοῦ Κυρίου, ὅτι πάντες μετὰ Θεόν, πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὐράμενοι, τὰς ἰάσεις, πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κυηρύττεις τὴν μετάνοιαν.

Προκείμενον.
Καὶ σὺ παιδίον Προφήτης Ὑψίστου κληθήση· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.
Στίχος. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄, 2 – 15).
Τῷ καιρῶ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· σὺ εἶ ὁ Ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτος γὰρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελον μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἀπὸ δέ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν. Καὶ εἰ θέλετε δέξασθαι, αὐτὸς ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Δόξα.
Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δέησιν προσφέρω σοι, ὀδυνηρᾶς ἐκ καρδίας, πεποιθὼς ὁ δοῦλός σου, τῇ ταχείᾳ Πρόδρομε ἀντιλήψει σου, τῆς συνεχούσης με, σπεῦσον κακῶσεως, ἐξελοῦ με καὶ τῶν θλίψεων, σῶσον ὀδύνης τε, καταπιεζούσης με Ἅγιε, πάντων πειρατηρίων τε τῶν τοῦ πολεμίου με λύτρωσαι· οἶδά σοι γὰρ οἶδα, δυνάμενον τὰ πάντα Βαπτιστά, ὡς Ἰορδάνου ἐβάπτισας, πάντα τὸν ἰσχύοντα.

Σώσον, ὁ Θεὸς τον λαόν σου…

Ὠδὴ ζ΄. Παῖδες Ἐβραίων.
Νᾶμά μοι βλῦσον χριστοκήρυξ, τῇ σῇ χάριτι δροσίζον τὰς φλογώσεις, τῶν δεινῶν μου παθῷν, καὶ ὅπλα τὰ πυρφόρα, τὰ κατ᾽ ἐμοῦ κατάσβεσον, τοῦ ἐχθροῦ, ἵνα ὑμνῶ σε.

Ἤρεμον βίον μοι Προφῆτα, καὶ ἀτάραχον παράχου ταῖς πρεσβείαις, τῶν μισούντων με δὲ ἀλώβητον συντήρει, καὶ τὰς αἰτήσεις πλήρωσον, σὲ θερμῶς καθικετεύω.

Μέρος, καὶ κλῆρος σὸς ὑπάρχῳ, μὴ παρίδῃς με ἐχθροῖς καταποθῆναι, Βαπτιστὰ τοῦ Χριστοῦ, ἀλλ᾽ οἴκτειρον καὶ βλάβης, καὶ πειρασμῶν με φρούρησον, ἀβλαβῇ τὸν σὸν οἰκέτην.

Θεοτοκίον.
Ὦ πῶς παράκλησιν οὐχ ἔχω; περιστάσεσι τοῦ βίου καὶ ἀνάγκαις, καὶ κακώσεσι δὲ ἀπώλωλα ὁ τάλας, ἀπαρακλήτων σῶσόν με, παραμύθιον Παρθένε.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Νηπιόθεν χαρὰν τῇ οἰκουμένῃ, προμηνύεις παρός, τὴν γλωττοπέδην λύσας· τῶν ὀδυνῶν τὰς πέδας διὸ ῥήξας μου, θλίψιν εἰς χαράν μοι, Πρόδρομε μετάθες, Χριστοῦ, καὶ εὐφροσύνην.

Τῶν τεκόντων ὡς ὄνειδος ἡμείψω, σῇ γεννήσει φαιδράν, εἰς εὐφροσύνην οὗτῳ, τὸ κατηφὲς ἐν πόνοις τῆς καρδίας μου, ἄμειψον Προφῆτα, τῇ σῇ ἐπισκέψει, εἰς εὔκρατόν μοι ἕξιν.

Ὀνομάζῃ Προφῆτα τῷ Δεσπότῃ, ὡς μεγίστων λαχῶν, διακονίαν μείζων, τῶν προφητῶν ἁπάντων, ὅθεν δέομαι, μείζονα ὡς ἔχων, χάριν καὶ πλουσίως, τυχεῖν τῆς εὐποιΐας.

Θεοτοκίον.
Ὑπὲρ πάντας, ἡμάρτηκα ἀφρόνως, ἀθετήσας Ἁγνὴ τοὺς θείους νόμους· ὅθεν καὶ χαλεποῖς ἐντεῦθεν ἐταζόμενος, μάστιξι βοῶσα· τούτων ἐξελοῦ με Παρθένε μεταγνόντα.

ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Σωθείην ὁ ὁ τῇ σκέπῃ σου προφυγῶν, τοῦ πικροῦ ναυαγίου τῶν θλίψεων, καὶ συμφορῶν, Πρόδρομε, Κυρίου καὶ Βαπτιστά, καὶ τῆς γαλήνης τύχοι με, διὰ πρεσβειῶν σου τῆς ποθεινῆς, οὐδένα γὰρ γινώσκω, ἐν ταῖς περιπετείαις, ἄλλον ἐκτός σου ἀντιλήπτορα.

Παρίτω ἡ ἀντίληψις ἡ ἐκ σοῦ, ταχεινή, καὶ τὸ ἔλεος ἄφθονον, ὦ Βαπτιστά, ὅτι ἑβραγχνίασε ψαλμικῶς, κράζων πρὸς σὲ ὁ λάρυγξ μου, δὲ ἐπικαλοῦμαι οὖν πεποιθώς, ὁ τάλας, διὰ πλῆθος πταισμτῶν μοῦ Προφῆτα, ἐξαπολέσθαι μὴ παρόψειμι.

Ὀδύνας τὰς ἐκ θλίψεων Βαπτιστά, καὶ πληγὰς τὰς ἐκ νόσου, καὶ ἕλκη δέ, τὰ τῆς ψυχῆς, πάντα, ἐκ τοῦ δούλου σου χαλεπόν, συμπαθεστάτῳ ἄνελε, οἴκτῳ ἱκετεύω ὁ ταπεινός, ἀπόρου ἀπὸ γλώττῆς, στενάζων ἐκ καρδίας, καὶ χαρμονῆς με δεῖξον ἔμπλεων.

Θεοτοκίον.
Νικήσαιτο πταισμάτων μου τὴν πληθύν, εὐσπλαγχνίας τὸ ἄμετρον πέλαγος, σοῦ ἀγαθή, δέξαι δέ μου δέησιν πενιχράν, καὶ τὰς αἰτήσεις πλήρωσον, δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις μικρὸν μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν τῆς μετανοίας καθηγητήν, καὶ τὸν μοναζόντων ἀντιλήπτορα καὶ φρουρὸν τὸν ἀπὸ κοιλίας μητρὸς ἡγιασμένον τὸν Πρόδρομον Κυρίου ὕμνοις τιμήσωμεν.

Μείζονος κριθέντα τῶν Προφητῶν, σὲ τὸν τῆς ἐρήμου, μέγαν ὄντως καθηγητήν, κήρυκα τὸν θεῖον καὶ Βαπτιστὴν Κυρίου, τὸν Πρόδρομον τὸν μέγαν ὕμνοις τιμήσωμεν.

Τὸν τοῦ Ζαχαρίου θεῖον βλαστόν, καὶ τῆς ᾿Ελισάβετ τὴν παγκόσμιον χαρμονήν, τὴν φωνὴν τοῦ λόγου τὸν λύχνον τοῦ ἡλίου, τὸν Πρόδρομον Κυρίου, ὕμνοις τιμήσωμεν.

Πρόδρομιε Κυρίου καὶ Βαπτιστά, λύχνε τοῦ Ἡλίου ἑωσφόρε φωταγωγέ, τὴν ἐσκονισμένην τοῖς πάθεσι τοῦ βίου ψυχήν μου τὴν ἀθλίαν σὺ φωταγώγησον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Φίλε παθημάτων κοινωνέ, Πρόδρομε Προφῆτα, μύστα καὶ Βαπστιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι τῶν σὲ τιμώντων πιστῶς, Ἰωάννη πανεύφημε, καὶ ῥῦσαι κινδύνων πάσης περιστάσεως, ἐκ τῶν βελῶν τοῦ ἐχϑροῦ, σώους καὶ ἀτρώτους φυλάττων, πάετας, ταῖς πρεσβείαις σου ὅπως, σὲ χρεωστικῶς ἀεὶ δοξάζομεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Τῷ δὲ Θεῷ δόξα καὶ κλέος.

Δίστιχον·
Βαπτιστὰ Κλῦθι, τῶν λιτῶν σου οἰκέτου.
Αἰτήσεως πέρας δέ, πλῆρες οἳ δίδου.