Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Μεγαλομάρτυρα Μηνά
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Μηνά τον Θαυματουργό
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 11 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τὴν τῶν θαυμάτων δωρεὰν κεκτημένος, θαυματουργῖαις διαπρέπεις ποικίλαις, Μεγαλομάρτυς ἔνδοξε Μηνᾶ θαυμαστέ· ὅθεν τοὺς προστρέχοντας, τῇ θερμῇ ἀρωγῇ σου, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, καὶ εἰρηναίαν δώρησαι ζωήν, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστοιχίς·
Φύλαξ ἡμῖν ἔσο Μῆνα ἀθλοφόρε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φρουρῶν μὴ ἐλλίπῃς καὶ συντηρῶν, τῇ σῇ προστασίᾳ, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ βλάβης ἐχθροῦ τοῦ βροτοκτόνου, μεγαλομάρτυς Μηνᾶ τοὺς τιμῶντάς σε.
Ὑψόθεν ἐπίβλεψον εὐμενῶς, Μηνᾶ ἀθλοφόρε, ὡς προστάτης ἡμῶν θερμός, καὶ δέξαι ἡμῶν τὰς ἱκεσίας, καὶ τὰ αἰτήματα πλήρωσον Ἅγιε.
Λεόντων τὰς μύλας τῶν νοητῶν, ὀδύνας καὶ πόνους, ἀπειλούντων ἡμῖν ἀεί, σύντριψον Μηνᾶ τῇ σῇ πρεσβείᾳ καὶ ἀσινεῖς ἡμᾶς φύλαττε πάντοτε.
Θεοτοκίον.
Ἁγνόν με καὶ σώματι καὶ ψυχῇ, καὶ πάσῃ αἰσθήσει, διατήρει Μῆτερ Θεοῦ, καὶ δίδου μοι ἄφεσιν πταισμάτων, τῇ πρὸς Χριστὸν μητρικῇ παῤῥησίᾳ σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ξενοτρόπων θαυμάτων, τὰς δωρεὰς πάντοτε, βλύζων σου ὁ ἅγιος οἶκος, Πνεύματος χάριτι παύει νοσήματα, καὶ χαλεπὰς ἀλγηδόνας, καὶ παρέχει ἅπασι, χάριν καὶ ἔλεος.
Ἡ δοθεῖσά σοι χάρις, παρὰ Θεοῦ Ἅγιε, ὑπὲρ τὰς αὐγὰς τοῦ ἡλίου, ἐναπαστράπτουσα, νύκτα τῶν θλίψεων, καὶ πειρασμῶν σκοτομήνην, διαλύει τάχιστα, τῶν προσιόντων σοι.
Μέγας πέλων προστάτης, καὶ βοηθὸς ἕτοιμος τῶν περιπιπτόντων κινδύνοις καὶ περιστάσεσι, βοήθει πάντοτε, τῇ σῇ θερμῇ ἀντιλήψει, Μηνᾶ παμμακάριστε, τοῖς σοὶ προστρέχουσι.
Θεοτοκίον.
Ἱλασμὸν τῶν πταισμάτων, καὶ τῶν παθῶν λύτρωσιν, καὶ τῇ ῥαθυμούσῃ ψυχῇ μου, θείαν ἐγρήγορσιν, παράσχου Δέσποινα, οἷα πηγὴ τοῦ ἐλέους, καὶ πρὸς μετανοίας με, ὁδὸν ὁδήγησον.
Διάσωσον, Μεγαλομάρτυς Κυρίου Μηνᾶ ϑεόφρον, πάσης νόσου καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἀδιστάκτως προστρέχοντας τῇ σῇ σκέπῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν σὴν ἀρωγήν, ἀεὶ ἐπιβοώμενοι, κινδύνων πολλῶν, καὶ θλίψεων λυτρούμεθα· σὺ γὰρ προστάτης ἔνθεος, καὶ θερμὸς ἀνεδείχθης ὑπέρμαχος, τοῖς εὐσεβέσι Μηνᾶ θαυμαστέ, βραβεύων τοῖς πᾶσι τὰ σωτήρια.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, τῇ σῇ θερμοτάτῃ πρεσβείᾳ Ἅγιε, καὶ ποικίλων περιστάσεων, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Ἐν ὀδύνῃ με κείμενον, φάνηθι καὶ ἴασαι Μηνᾶ ἔνδοξε, καὶ τὸ ἄλγος τῆς καρδίας μου, τῇ σῇ μεταποίησον χρηστότητι.
Συμπαθῶς ἐπικλώμενος, ἅπαντας προφθάνεις τοὺς κινδυνεύοντας, καὶ βραβεύεις τὰ αἰτήματα, τοῖς θερμῶς φοιτῶσι τῷ τεμένει σου.
Θεοτοκίον.
Ὁ τοῖς πᾶσιν ἀχώρητος, ἐν τῇ σῇ νηδύι χωρεῖται Ἄχραντε, τὸν Ἀδὰμ ἀνακαλούμενος, πρὸς τὴν πρώτην εὔκλειαν ὡς εὔσπλαγχνος.
ᾨδὴ ε΄. Φωτίσον ἡμᾶς.
Μόνον ὡς φωνῶ, τὴν ἁγίαν Μηνᾶ κλῆσίν σου, ἐπελθόντων ἐκλυτροῦμαι δυσχερῶν· διὰ τοῦτό σε προστάτην ἐπιγράφομαι.
Ἤθλησας στεῤῥῶς, καὶ ἐκπλήττεις τοῖς σοῖς θαύμασι, τοὺς τὴν σὴν αἰτοῦντας Μάρτυς ἀρωγήν, καὶ ἐξαίρεις, συνοχῆς πικρᾶς τοὺς πάσχοντας.
Νέκρωσον ἐχθρῶν, τῶν ἀσάρκων τὰ βουλεύματα, καθ᾽ ἡμῶν ὠρυομένων ἀναιδῶς, καὶ εἰρήνην, ἡμῖν αἴτει ἀστασίαστον.
Θεοτοκίον.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύοις Κόρη ἵλεως, διαλύουσα ἐχθροῦ τὰς προσβολάς, καὶ παράσχου, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀκύμαντον, Ἀθλητὰ καὶ ἄκλυστον, τὸν ναόν σου ἐφευρόντες λιμένα, οἱ χειμαζόμενοι σάλῳ τοῦ βίου, θερμῶς ἐν τούτῳ προστρέχομεν Ἅγιε, καὶ πάσης ζάλης καὶ ὀργῆς, ἐκλυτρούμεθα τῇ ἀντιλήψει σου.
Θεράπευσον, συμπαθεῖ ἐντεύξει σου, τὴν δεινῶς με κατασχοῦσαν ὀδύνην, καὶ τῆς ψυχῆς μου τὸν τάραχον παῦσον, καὶ τῆς καρδίας τὴν λύπην ἀφάνισον, μάρτυς Μηνᾶ θαυματουργέ, καὶ Θεῷ με οἰκείωσαι δέομαι.
Λυτρούμενος, ἀναγκῶν καὶ θλίψεων, καὶ δεινῶν ἐπηρειῶν καὶ κινδύνων καὶ δυσπραγίας ἁπάσης καὶ βλάβης καὶ χαλεπῶν περιστάσεων πάντοτε, μὴ διαλίπῃς Ἀθλητά, τοὺς πιστῶς τῇ πρεσβείᾳ σου σπεύδοντας.
Θεοτοκίον.
Ὁλόσωμον, τὴν πληγὴν ὁ δείλαιος, τῇ τοῦ πλάνου δεδεγμένος μανίᾳ, κεῖμαι ἡμίθνητος Κόρη ἐκτάδην· ἀλλὰ τῇ με χρηστότητι ζώωσον, καὶ ῥύθμισον μου τὴν ζωήν, προσταγαῖς τοῦ ἐκ σοῦ ἀνατείλαντος.
Διάσωσον Μεγαλομάρτυς Κυρίου Μηνᾶ θεόφρον, πάσης νόσου καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἀδιστάκτως προστρέχοντας τῇ σῇ σκέπῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς τῶν θαυμάτων σου θείαις ἐλλάμψεσι, τῶν παθημάτων διώκεις σκοτόμαιναν, καὶ νέμεις ὑγίειαν καὶ λύτρωσιν, καὶ ὀξυτάτην βοήθειαν πάντοτε, Μηνᾶ τοῖς τελοῦσιν ἐν θλίψεσι.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματος μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄ . Ὅλην ἀποθέμενοι.
Θαύμασι δεδόξασαι, καὶ δωρεαῖς θεοσδότοις, καὶ ποικίλαις χάρισι, καὶ πλείσταις δυνάμεσι τῶν ἰάσεων, Ἀθλητὰ ἔνδοξε, ὡς λαμπρῶς ἀθλήσας διὰ τοῦτο δυσωποῦμέν σε· ἡμᾶς ἀπάλλαξον, ἐξ ὀδυνηρῶν περιστάσεων, καὶ πόνων καὶ κακώσεων καὶ ὀλεθροτόκων συμπτώσεων καὶ πλημμελημάτων, τὴν ἄφεσιν ἐξαίτησαι ἡμῖν, Μηνᾶ τοῖς πόθῳ προστρέχουσι, ταῖς σαῖς ἀντιλήψεσι.
Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φυγαδεύεις πνευμάτων, ἀκαθάρτων τὰ σμήνη τῇ ἐπικλήσει σου, καὶ ἴασιν καὶ ῥῶσιν, καὶ πᾶσαν ἄλλην δόσιν, ἀγαθὴν ὡς φιλάγαθος, ἡμῖν παρέχεις ἀεί, Μηνᾶ θαυματοφόρε.
Οἱ κινδύνοις ἐξαίφνης, περιπίπτοντες Μάρτυς τὴν σὴν ἀντίληψιν, θερμῶς ἐπικαλοῦνται, καὶ θᾶττον ἐκλυτροῦνται, τῆς δεινῆς περιστάσεως ὡς θαυμαστὴ σου Μηνᾶ, ἣν ἐκομίσω χάρις.
Ῥῶσιν δίδου σωμάτων, καὶ ψυχῶν εὐρωστίαν ὡς συμπαθέστατος, ὁμόνοιαν ἐν βίῳ, συγχώρησιν πταισμάτων, καὶ εἰρήνης εὐστάθειαν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἡμῖν Μεγαλομάρτυς.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σοῦ αἱμάτων, ἐν μορφῇ τῇ βρότεια κόσμῳ ἀνέτειλεν, ὁ Ἥλιος τῆς δόξης, Χριστὸς ὁ φωτοδότης, οὗ ταῖς θείαις ἐλλάμψεσι, καταύγασόν μου τὸν νοῦν, παρθένε Θεοτόκε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέλως ὁρᾶται, τῇ σῇ θερμῇ προστασίᾳ, ὁ ζητῶν ἀεὶ καταπιεῖν με δράκων, σὺ γὰρ τούτου Μάρτυς, τὰς μηχανὰς συντρίβεις.
Εὕροιμι Μάρτυς, ἐν τῇ ὁδῷ τῇ τοῦ βίου, τὴν πρεσβείαν σου σκέπην καὶ ὁδηγίαν, πρὸς τὴν τῶν κρειττόνων, ἐπίδοσιν ἁγίαν.
Ῥάβδῳ ἁγίᾳ, τῆς σῆς θερμῆς προστασίας, ἡμᾶς πάντοτε ὁδήγει Ἀθλοφόρε, ἐπὶ τὰς εὐθείας, ὁδοὺς τῆς σωτηρίας.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ σωτηρία ἀνθρώπων, ὑπερένδοξε ἁγνὴ Θεοκυῆτορ, σῶσον τοὺς σοὺς δούλους, μελλούσης καταδίκης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συντήρει ἀνωτέρους, ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν τῆς κακίας μακάριε, τοὺς ἀδιστάκτῳ καρδίᾳ σε μεγαλύνοντας.
Ἰάματα βλυστάνων, ὁ σεπτὸς ναὸς σου, τὰς ἀσθενείας ἰᾶται ἑκάστοτε, καὶ εὐφροσύνην παρέχει τοῖς σὲ γεραίρουσι.
Μεγίστων σὲ εἰδότες, αὐτουργὸν θαυμάτων, τῇ σῇ προστρέχομεν χάριτι Ἅγιε, ἵνα ῥυσθῶμεν κακίας τοῦ πολεμήτορος.
Ὁ μέγας Ὀρθοδόξων, φύλαξ καὶ προστάτης, μὴ διαλίπῃς Μηνᾶ προμηθούμενος, τῶν εὐλαβῶς προσιόντων τῷ θείῳ οἴκῳ σου.
Θεοτοκίον.
Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένῃ, τὴν πεπτωκυῖαν ψυχήν μου ἀνύψωσον, πρὸς ἀναβάσεις Παρθένε ζωῆς τῆς κρείττονος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀθλοφόρων κλέος σεπτόν, καὶ τῆς Ἐκκλησίας ἀπροσμάχητος βοηθός, χαίροις τῶν θαυμάτων, ἀκένωτος χειμάῤῥους, Μηνᾶ μεγαλομάρτυς, ἡμῶν ἀντίληψις.
Κόσμου τὴν στρατείαν καταλιπών, ὅλῃ τῇ καρδίᾳ, ἠκολούθησας τῷ Χριστῷ, καὶ τῆς εὐσεβείας, ζωσάμενος τὰ ὅπλα, καθεῖλες Ἀθλοφόρε, ἐχθρῶν παράταξιν.
Χαίρων ὡμολόγησας τὸν Χριστόν, ἐπὶ δυσσεβούντων, καὶ ἠγώνισαι καρτερῶς, ὅθεν ἐδοξάσθης, λαμπρῶς Μεγαλομάρτυς, καὶ μέγας ἀντιλήπτωρ ἡμῶν γεγένησαι.
Χαίροις εὐσεβούντων ὁ ἀρωγός, ῥύστης τῶν ἐν θλίψει, καὶ πασχόντων ὁ βοηθός, χαίροις ὁ προφθάνων, τοὺς σὲ προσκαλουμένους, καὶ χαλεπῶν κινδύνων, ἡμᾶς ῥυόμενος.
Μόνους ἀνυποίστους ὑπενεγκών, πόνων τῶν ἐν βίῳ, ἀναγκῶν τε καὶ πειρασμῶν, καὶ παντοίων νόσων, ἀτρώτους ἡμᾶς τήρει, Μηνᾶ τοὺς σὲ προστάτην, θερμὸν πλουτήσαντας.
Καθ᾽ ὕπαρ καὶ ὄναρ ὑπερφυῶς, φαινόμενος Μάρτυς, διασῴζεις πάντα πιστόν, ὅθεν ἡμᾶς ῥύου, τῆς τοῦ ἐχθροῦ μανίας, καὶ πάσης ἐπηρείας, Μηνᾶ ἑκάστοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας ἀντιλήπτωρ καὶ θερμός, πέλων πρεσβευτὴς πρὸς τὸν Κτίστην, ὡς συμπαθέστατος, τῶν ὑπὸ τὴν σκέπην σου, καταφευγόντων ἀεί, Ἀθλοφόρε πανθαύμαστε, λυτροῦσαι κινδύνων, ἀναγκῶν καὶ θλίψεων, καὶ χαλεπῶν προσβολῶν, βλάβης τοῦ ἐχθροῦ καὶ μανίας, δυσχερείας πάσης καὶ λύπης, ἔνδοξε Μηνᾶ τοὺς σὲ γεραίροντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἀεὶ φύλαξ ἔσο μοι Μῆνα παμμάκαρ
Γερασίμῳ σπεύδοντι τῇ ἀρωγῇ σου.
Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφῷ Εὐθύμιο,
που μου ἀπέστειλε τὴν Παράκληση τοῦ Ἁγίου.
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Μηνά

† Εορτάζεται στις 11 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ ὁμοφρόνως, δεῦτε προσπέσωμεν ὁμοῦ ἐκβοῶντες, οἱ ἁμαρτήμασι βαρούμενοι σὺν δάκρυσι· σπεῦσον παναοίδιμε, Ἀθλητὰ τοῦ Κυρίου, σαῖς πρὸς τὸν Οἰκτίρμονα, ἱκεσίαις θεόφρον, παντὸς κινδύνου νόσων χαλεπῶν, Μηνᾶ παμμάκαρ, ἀπάλλαξον ἅπαντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τὸ δὴ πόθῳ σοὶ νῦν Ἰωάννης, ἄγει.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ταῖς πρὸς Χριστόν σου ἱκεσίαις ἅγιε Μηνᾶ πανεύφημε, ῥῦσαι ἡμᾶς τάχος, τῶν δεινῶν καὶ θλίψεων, καὶ πάσης περιστάσεως, καὶ νοσήματος μάκαρ· σὲ γὰρ προστάτην κεκτήμεθα, πρὸς Θεὸν πανεύφημε ἅπαντες.
Ὄλβιος πέλεις παῤῥησίαν κτώμενος πρὸς τὸν Χριστὸν Ἀθλητά, δώρησαι σοῖς δούλοις, τὰς αἰτήσεις τάχιστα· πίστει γὰρ σοὶ κραυγάζουσιν, Ἀθλοφόρων τὸ κλέος, Μηνᾶ Μαρτύρων ἀγλάισμα, ῥῦσαι τοὺς πιστῶς εὐφημοῦντάς σε.
Δόξης ἐνθέου ἱεραῖς λαμπρότητος εἰς τὰ οὐράνια, ἀξιωθεὶς Μάκαρ, λάμψει τῶν ἀγώνων σου, παράσχου τοῖς ἱκέταις σου, τὰ αἰτήματα Μάρτυς, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου, ἔνδοξε Μηνᾶ ἀξιάγαστε.
Θεοτοκίον.
Ἡ ὑπὲρ λόγον τὸν Θεὸν κυήσασα εὐλογημένη Ἁγνή, ἄνθος δωρημάτων, παρθενίας τέμενος, τοῦ οὐρανοῦ ὑπέρτερε, Παραδείσου τὸ κάλλος, τῶν Ἀσωμάτων εὐπρέπεια, ῥῦσαι τοὺς πιστῶς προσκυνοῦντάς σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παροξύνας ἀμέτρως τὸν Λυτρωτὴν ἔνδοξε, πράξεσιν μυρίοις καὶ κακουργήμασι, νῦν περιπέπτωκα, δεινοῖς παντοίοις ὁ τάλας, ἐξ ὧν με ἀπάλλαξον, ταῖς ἱκεσίαις σου.
Ὁ Θεός σε παμμάκαρ τῶν Ἀθλητῶν καύχημα, ἔδειξεν ἐν κόσμῳ προστάτην, τῶν εὐφημούντων σε· διὸ οἰκτείρησον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις, τοὺς πιστῶς τιμῶντάς σε, Μηνᾶ θαυμάσιε.
Θαυμασίων σε μάκαρ ὑπερφυῶν ἔνδοξε, γνόντες αὐτουργὸν σὲ θεόφρον, πάντες οἰόμεθα, πλουτεῖν σε Ἅγιε, πρὸς τὸν Χριστὸν παῤῥησίαν, ὃν ἡμῖν ἱλέωσαι, Μηνᾶ ἀοίδιμε.
Θεοτοκίον.
Ὡς πανάμωμος Μήτηρ τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων, τῶν ἄνω Δέσποινα, ὡς πάντων Ἄνασσα, εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνοῦντάς σε, Ἀειμακάριστε.
Διάσωζε, Μάρτυς Κυρίου τοὺς ἀνυμνοῦντάς σε πόθῳ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, κινδύνων ἀδοκήτων καὶ νόσων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ Μηνᾶ θεομακάριστε, παντοίας ἡμᾶς, κολάσεως ἀπάλλαξον, ταῖς λιταῖς σου Ἅγιε, πρὸς Χριστὸν τὸν μόνον φιλάνθρωπον· σὲ γὰρ προστάτην κεκτήμεθα, Ἀθλητῶν ἐγκαλλώπισμα ἀοίδιμε.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Σύ με ἀεί, Ἅγιε τῶν περιστάσεων, σὺ κινδύνων, σὺ καὶ τῆς κολάσεως, παντὸς κακοῦ, καὶ τῶν δυσχερῶν, ταῖς πρὸς τὸν Δεσπότην, ἀπάλλαττε ἱκεσίαις σου, Μαρτύρων ἡ λαμπρότης, Ὀρθοδόξων τὸ κλέος, παρασχὼν τὰ αἰτήματα τάχιστα.
Ὁλοσχερῶς, ἐπὶ τὴν σὴν παναοίδιμε, θείαν σκέπην, σπεύδω ὁ πανάσωτος, κράζων θερμῶς· Μάρτυς τοῦ Χριστοῦ, ῥῦσαί με ἀνίας καὶ τῆς δεινῆς περιστάσεως, Μηνᾶ πιστῶν προστάτα, ταῖς λιταῖς πρὸς Χριστόν σου· σὲ γὰρ ἔχω θερμὸν ἀντιλήπτορα.
Ἵνα πιστῶς, σὲ ἀνυμνῶ παμμακάριστε, μετὰ πόθου, Ἀθλοφόρων καύχημα, καὶ πᾶς πιστῶς, σὲ ἀνευφημῇ, παράσχου ἀξίως, ἡμῖν τὸν ἔλεον ἄνωθεν, πλουτεῖς γὰρ παῤῥησίαν, πρὸς Θεὸν οἷα Μάρτυς, Ὀρθοδόξων τὸ κλέος θεόληπτε.
Θεοτοκίον.
Νόες Ἁγνή, τῶν Ἀσωμάτων στρατεύματα, τῶν ἀύλων Τάγματα καὶ ἅπασαι τῶν οὐρανῶν τάξεις Ἀγαθή, σὲ ὑμνολογοῦσιν, ὡς Βασιλίδα οὐράνιον, μεθ’ ὧν πᾶσα ἡ κτίσις, προσκυνεῖ σε Κυρία, τῷ ἐλέει σου πάντας οἰκτείρησον.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὑπὲρ ἥλιον μάκαρ ἔλαμψας ἐν κόσμῳ ἀκτῖσι τῶν ἔργων σου, καὶ θαυμάτων ὄντως, ταῖς ἐλλάμψεσι πλείστους ἐλάμπρυνας· διὸ πάντες πόθῳ, σὲ εὐφημοῦμεν θεοκῆρυξ, ταῖς λιταῖς σου Μηνᾶ ἡμᾶς φώτισον.
Νῦν σε πίστει καὶ πόθῳ, πάντες εὐφημοῦμεν Μηνᾶ ἀξιάγαστε, ταῖς πρὸς τὸν Δεσπότην, ἱεραῖς μεσιτείαις σου ἔνδοξε, ῥῦσαι τῶν κινδύνων, καὶ τῶν ἐχθίστων τῆς μανίας, ὡς προστάτης ἡμῶν ἀεισέβαστος.
Ἱλασμὸν τῶν πταισμάτων, καὶ τῶν ἐνεστώτων κινδύνων πανεύφημε, Ἀθλοφόρων κλέος, τοὺς πιστῶς σε τιμῶντας ἀπάλλαξον, ὡς θερμὸς προστάτης, καὶ βοηθὸς τοῖς ἐν ἀνάγκαις, Ἀθλητῶν ὡραιότης πανεύφημε.
Θεοτοκίον.
Ὦ Μητρόθεε Κόρη, πάναγνε Θεόνυμφε θεοχαρίτωτε, τάξεις Ἀσωμάτων, καὶ Ἁγίων ἁπάντων συστήματα, σὲ ὑμνολογοῦσιν, ὡς Βασιλίδα τῶν αἰώνων, τῷ ἐλέει σου οἴκτειρον ἅπαντας.
ᾨδὴ στ΄. Τὰ νέφη τῶν λυπηρῶν.
Ἀνύψωσον εὐσεβῶν κραταίωμα, τῇ ἐντεύξει σου Μηνᾶ πρὸς τὸν Κτίστην· σὺ γὰρ ἡμῶν, ὁ προστάτης παμμάκαρ, καὶ σὲ ὑμνοῦμεν ἐν πίστει θαυμάσιε, ἀπάλλαξον πᾶσαν ἡμῶν, ἀθυμίαν ἐν τάχει ἀείμνηστε.
Νοοῦντες τὴν πρὸς Θεὸν πανθαύμαστε, παῤῥησίαν σου Μαρτύρων τὸ κλέος, πάντες πιστοί, σὲ ὑμνοῦμεν ἐκ πόθου, ῥῦσαι ἡμᾶς συμφορῶν καὶ κακώσεων, λιταῖς σου πρὸς τὸν Λυτρωτήν, παρασχὼν τὰς αἰτήσεις τῶν δούλων σου.
Ναμάτων ζωοποιῶν τοῦ Πνεύματος, ἐμπλησθείημεν ἐντεύξει σου μάκαρ, ἵνα καρποὺς ἀρετῶν ἐκβλαστῆσαι, Μηνᾶ θεόφρον ἰσχύσωμεν ἅπαντες, τιμῶντές σου τὴν ἱεράν, καὶ σεβάσμιον Μάρτυς ἀντίληψιν.
Θεοτοκίον.
Ἡ πάνσεμνος, τοῦ Θεοῦ λοχεύτρια, ἡ παρθένος Θεοτόκος Μαρία, τῇ πρὸς Θεόν, ἑαυτῆς παῤῥησία, τῶν δυσχερῶν ἀπαλλάττει τοὺς κράζοντας· ὑμνοῦμέν σε μόνη ἁγνή, Παναγία θεόνυμφε Δέσποινα.
Διάσωζε, Μάρτυς Κυρίου τοὺς ἀνυμνοῦντάς σε πόθῳ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, κινδύνων ἀδοκήτων καὶ νόσων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν ὑμνούντων σε Θεόνυμφε, ἱκεσίαις τοῦ Ἀθλοφόρου Πανάχραντε, μὴ παρίδῃς τοὺς προσκυνοῦντάς σε Ἁγνή, ἀλλὰ σπεῦσον μόνη Ἀγαθή, εἰς τὴν ἀντίληψιν ἡμῶν, τῶν πιστῶς ἐκβοώντων σοι· τάχυνον Ὑπεραγία, πρόφθασον ἡ προστασία, ἡ ἀπαλλάττουσα ἀεί, τῶν κινδύνων τοὺς τιμῶντάς σε.
Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὑαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄ 17 – 27 ιστ΄ 1- 2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλίπῃς με, παραπτωμάτων εἰς βάθη, τυγχάνειν τὸν ἄσωτον, ἀλλ’ ὀξέως ἔγειρον τὸν οἰκέτην σου, τοῦ βυθοῦ Ἅγιε, τῶν πολλῶν κακῶν μου, τῆς ψυχῆς τε καὶ τοῦ σώματος, χεῖρα ὀρέγων μοι, ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις σου, Μαρτύρων ἐγκαλλώπισμα, ἵνα σε ὑμνῶ παναοίδιμε, ὡς μέγαν προστάτην, ῥυόμενον ἁπάντων τῶν δεινῶν, καὶ τῆς ἐνθέου λαμπρότητος, ἀξιοῦντα ἅπαντας.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον τὸ κλέος Ἀθλοφόρων, τοὺς τιμῶντάς σε Μηνᾶ Χριστοῦ θεράπον· παῤῥησίαν γὰρ σύ, πλουτεῖς πρὸς τὸν Δεσπότην, περιφρουρῶν τοὺς μέλποντας, τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἄνω χοροῖς τῶν Ἀσωμάτων, τὴν Ὑπέρθεον ὑμνολογῶν Τριάδα, ὑπὲρ πάντων ἡμῶν, τῶν πίστει σε τιμώντων, δυσώπει παμμακάριστε, λυτρωθῆναι τῶν κινδύνων.
Γένος τὸ βρότειον τιμᾷ σου, τὴν ὑπέρφωτον καὶ ἔνδοξον ἡμέραν, ἐν ὑψίστοις λαμπρῶς, μετὰ τῶν Ἀσωμάτων, Τριάδα τὴν Ὑπέρθεον, προσκυνῶν ἀεὶ λατρεύεις.
Θεοτοκίον.
Ἔχεις ὡς Μήτηρ παῤῥησίαν, πρὸς τὸν Ὕψιστον τὸν σὸν Υἱὸν Παρθένε, ὑπὲρ πάντων ἡμῶν, δυσώπει Παναγία, Αὐτοῦ τὴν ἀγαθότητα, οἰκτειρῆσαι πάντας Κόρη.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἱκετεύει Μηνᾶς ὁ Ἀθλοφόρος, σὲ τὸν πάντων Θεὸν καὶ Βασιλέα, ὑπὲρ ἡμῶν τῶν πίστει κραυγαζόντων σοι· Κύριε τῆς δόξης, σὲ ὑμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀσωμάτων αἱ τάξεις καὶ Ἁγίων, δυσωποῦσι Χριστὸν τὸν Βασιλέα, μετὰ Μηνᾶ τοῦ θείου καὶ θεόφρονος· Κύριε τῆς δόξης, οἴκτειρον τὸν κόσμον, ἀπείρῳ σου ἐλέει.
Σὲ ὑμνοῦσιν οὐράνιαι χορεῖαι, τὸν Παντάνακτα ὡς Κύριον τῆς δόξης, μετὰ Μηνᾶ Μαρτύρων τὸ ἀγλάισμα, ὦ Τριὰς Ἁγία, φρούρει ἡμᾶς πάντας, τῷ θείῳ σου ἐλέει.
Θεοτοκίον.
Ἅπαν χεῖλος πνοὴ καὶ πᾶσα κτίσις, ἀνυμνεῖ σε τὴν ὄντως Θεοτόκον, ὑπερφυῶς κυήσασαν τὸν Κύριον, τὸν Θεὸν τῶν ὅλων, ᾧ λατρεύει κτίσις, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν πάντων Βασιλέα καὶ κραταιόν, ἱκετεύων μὴ παύσῃ ἀοίδιμε, ἐκδυσωπῶν, ὑπὲρ τῶν τιμώντων σε ἐκτενῶς, μάρτυς Μηνᾶ θεόπνευστε, καὶ ἐκδεχομένων ἀεὶ πιστῶς, ἀντίληψιν τὴν θείαν, τὴν σὴν Χριστοῦ θεράπων, καὶ εὐφημούντων σε ἀείμνηστε.
Ἐπίβλεψον ἐξ ὕψους Παμβασιλεῦ, τῷ ἀπείρῳ ἐλέει σου Κύριε, ὡς ἀγαθός, οἴκτειρον τὸν κόσμον σου κραταιέ, λιταῖς τοῦ Ἀθλοφόρου σου, λύων τὴν κατήφειαν τὴν ἡμῶν, ὡς μόνος εὐεργέτης, παρέχων εὐφροσύνην, καὶ αἰωνίαν ἀπολύτρωσιν.
Θεότης ἑνιαία ἡ φοβερά, Τρισυπόστατε Κύριε ἄναρχε, μόνε Θεέ, Ὕψιστε παντάρχα Παμβασιλεῦ, σὲ λιτανεύει κράτιστε, ἅπασα ἡ κτίσις ὡς πλαστουργόν, Μηνᾶς τε ὁ γενναῖος, σὺν πᾶσι τοῖς Ἁγίοις, καὶ Ἀσωμάτων τοῖς στρατεύμασιν.
Θεοτοκίον.
Ὦ πάναγνε Μαρία Μῆτερ Θεοῦ, Σεραφεὶμ ἀνωτέρα Θεόνυμφε, καὶ Χερουβείμ, πάσης οὐρανίου τε στρατιᾶς, σὲ δυσωπεῖ Πανάχραντε, μετὰ τῶν Μαρτύρων ὁ παμφαής, Μηνᾶς ὁ Ἀθλοφόρος, οἰκτείρησον τὸν πίστει, συνθέντα τάδε τὰ ἐφύμνια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Θαυμασίων πάντων σε ὁ Χριστός, ἀνέδειξε Μάρτυς, καὶ τεράτων ὑπερφυῶν αὐτουργόν· διὸ τοὺς σὲ τιμῶντας πάντες, παντὸς κινδύνου σῶζε, Μηνᾶ πανένδοξε.
Μὴ παύσῃ δεόμενος Ἀθλητά, τοῦ Θεοῦ τῶν ὅλων, ὑπὲρ πάντων τῶν εὐσεβῶν, σὲ μακαριζόντων, ὡς Μάρτυρα Κυρίου, ὡς ἔχων παῤῥησίαν, Μηνᾶ πανθαύμαστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ ᾿Απόλυσις, μεϑ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, προσδραμόντων Ἀθλητά, πίστει τῇ θερμῇ ἀντιλήψει, τῆς προστασίας σου, ἀθλοφόρε ἔνδοξε, Μηνᾶ θαυμάσιε, προστατεύεις δωρούμενος, αἰτήματα τάχος, ταῖς πρὸς τὸν Οἰκτίρμονα, λιταῖς σου ἔνδοξε· ὅθεν, δυσωποῦμέν σε μάκαρ, οἴκτειρον ἡμᾶς ἱκετεύων, Θεὸν τὸν Παντάνακτα ἀοίδιμε.
Πάντες, προσκυνοῦμέν σε πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη Ἁγνή, ἄχραντε Πανύμνητε θεοχαρίτωτε, ῥῦσαι πάντας τῶν θλίψεων, τῇ σῇ μεσιτείᾳ, δυσωπεῖ σε Δέσποινα, Μηνᾶς ὁ ἔνδοξος, μετὰ τῶν Ἁγίων ἁπάντων, οἴκτειρον ἡμᾶς σῷ ἐλέει, Παναγία Δέσποινα Παντάνασσα.