Δύο Χαιρετιστήριοι Οίκοι εις τον Άγιο Μεγαλομάρτυρα Μηνά

  1. Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

  2. Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Χαιρετισμοί εις τον Άγιο Μεγαλομάρτυρα Μηνά τον Θαυματουργό

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Κοντάκιον. Ἧχος πλ. δ΄. Τῇ Ὑπερμάχω.
Τὸν τοῦ Κυρίου εὐκλεῆ Μεγαλομάρτυρα, καὶ Ἐκκλησίας τὸν προστάτην τὸν θερμότατον, μακαρίζομέν σε πάντες Μηνᾶ παμμάκαρ· ἀλλ᾽ ὡς πᾶσι βοηθῶν τοῖς κινδυνεύουσι, πάσης ῥύου, συμφορᾶς καὶ περιστάσεως, τοὺς βοῶντάς σοι, χαίροις Μάρτυς πολύαθλε.

Ἀγγελος ἐν ἀθλήσει, ἀληθῶς ἀνεδείχθης, Μηνᾶ ὑπερφυῶς ἐναθλήσας (ἐκ γ΄)· διὸ καὶ ἀξίων ἀμοιβῷν, παρὰ Χριστοῦ δοξασθείς κατηξίωσαι, δι᾽ ὧν παρέχεις ἅπασι, βοήθειαν τοῖς ἐκβοῶσι·

Χαῖρε, δι᾽ οὗ ὁ Χριστός ἐκλάμπει·
Χαῖρε, δι᾽ οὗ ὁ ἐχθρός στενάζει.
Χαῖρε, τῆς Αἰγύπτου ὁ φοῖνιξ ὁ εὔκαρπος·
Χαῖρε, τοῦ Σωτῆρος ὁπλίτης περίδοξος.
Χαῖρε, ὕψος τῆς φρονήσεως, ὡς τῶν ἄνῳ ἐραστής·
Χαῖρε, βάθος θείας γνώσεως, ὡς τοῦ Λόγου μιμητής.
Χαῖρε, ὅτι ἀθλήσας τὸν Χριστὸν μεγαλύνεις·
Χαῖρε, ὅτι νικήσας τὸν ἐχθρὸν καταισχύνεις.
Χαῖρε, λαμπτὴρ ἀθλήσεως πάμφωτος·
Χαῖρε, πυρσὸς τῆς χάριτος ἄδυτος.
Χαῖρε, δι᾽ οὗ ἡ ἀπάτη τροποῦται·
Χαῖρε, δι᾽ οὗ πᾶς πιστὸς κραταιοῦται.

Χαίροις Μάρτυς πολύαθλε.

Βλέπων τῆς ἀσεβείας, τὴν ἀχλὺν κεχυμένῆν, ἐμάκρυνας ἐν ὄρεσι φεύγων, στρατείαν, καταλιπῶν φθαρτήν, καὶ σεαὐτὸν προς ἄθλησιν ἐγύμνασας, νηστείαις καί δεήσεσι, Μηνᾶ σχολάζων καὶ κραυγάζων·

Ἀλληλούϊα.

Γνῶσιν θείαν πλουτήσας, ἐν σοφίᾳ τῇ ἄνω, αὐτόκλητος Μηνᾶ τῷ σταδίῳ, προσῆλθες καὶ φωνὴ σταθηρᾷ, τοῦ Χριστοῦ τὸ ὄνομα ὡμολόγησας· διὸ τὴν παῤῥησίαν σου, ἀγάμενοι ἀναβοῶμεν·

Χαῖρε, ὁ κῆρυξ τῆς εὐσεβείας·
Χαῖρε, ἡ πτῶσις τῆς ἀσεβείας,
Χαῖρε, τοῦ Σωτῆρος κηρύξας τὸ ὄνομα·
Χαῖρε, τῶν ἀπίστων ἐλέγξας τὸ φρόνημα.
Χαῖρε, νοῦς ὁ ὑπερκόσμιος ὡς Χριστὸν ἐπιποθῶν·
Χαῖρε, ροῦς ὄντως ὁ ἔμπλεως ἐξ ὑδάτων μυστικῶν.
Χαῖρε, ὅτι ἡρνήσω τὰ ἐπίγεια πάντα·
Χαῖρε, ὅτι ἐκτήσω τὰ οὐράνια ἅμα.
Χαῖρε, φθαρτὴς στρατείας ὑπέρτερος·
Χαῖρε, χοροῦ Ἀγγέλων συμμέτοχος.
Χαῖρε, ἐχθρῶν καταπλήξας τὸν δῆμον·
Χαῖρε, πιστοὺς συγκινήσας πρὸς ὕμνον.

Χαίροις Μάρτυς πολύαθλε.

Δόξαν τὴν τοῦ Σωτῆρος, ἐν δυνάμει ἁγία, κηρύξας εὐθαρσῶς Ἀθλοφόρε, εἰδώλων τὴν ἀπάτην τρανῶς, τῇ ἀνενδότῳ στάσει ἐθριάμβευσας, καὶ αἶνον χαριστήριον, Μηνᾶ προσῆδες τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Ἐνεὸς τοῖς σοῖς λόγοις, καὶ ἐμβρόντητος ὥφθη, ὁ ἄρχων τῆς ἀπάτης θεόφρον, καὶ κολακείαις σε καὶ ποιναῖς, ἐπειρᾶτο τοῦ Χριστοῦ ἀποστῆσαί σε· ἡμεῖς δὲ τοὺς ἀγῶνας σου, γεραίροντες ἀναβοῶμεν·

Χαῖρε, τὸ στόμα τῆς παῤῥησίας·
Χαῖρε, ἀδάμας τῆς εὐανδρίας.
Χαῖρε, τὴν στρατείαν λιπῶν τὴν ἐπίγεῖον·
Χαῖρε, τὴν πορείαν δραμών τὴν ἐπίπονον.
Χαῖρε, τὴν κέδρος ἡ στερέμνιος ἐν δεινῶν ἐπιφοραῖς·
Χαῖρε, τεῖχος τὸ ἀτίνακτον ἀπειλῶν ταῖς προσβολαῖς.
Χαῖρε, ὅτι τῆς πλάνης τὴν ἀπάτην καθεῖλες·
Χαῖρε, ὅτι τὸ μένος τοῦς βελίαρ ἀνεῖλες.
Χαῖρε, Χριστοῦ στρατιῶτα ἄριστε·
Χαῖρε, κλεινὲ Ἀθλοφόρς ἅγιε.
Χαῖρε, εἰκών ἀῤῥαγοῦς καρτερίας·
Χαῖρε, λειμῶν εὐανθὴς εὐσεβείας.

Χαίροις Μάρτυς πολύαθλε.

Ζἔοντι ὑπερζέσας, ἐν θυμῷ ὁ διώκτης, πικραῖς σε ὑποβάλλει αἰκίαις, μὴ εἰδώς τὴν ἐν σοὶ θαυμαστῶς, ἐνεργοῦσαν τοῦ Χριστοῦ θείαν δύναμιν, δι᾽ ἧς πάντων ἀνάλωτος, μάρτυς Μηνᾶ ὥφθης κραυγάζων·

Ἀλληλούϊα.

Ἣνεγκας ἀνενδότως, τὰς στρεβλώσεις θεόφρον, νευρούμενος ἀγάπῃ τῇ θείᾳ· καὶ πρὸς τὸ ἔδαφος  τανυσθείς, ὠμοῖς βουνεύροις ἐξάνθης τὸ σῶμά σου, ἐκπλήττων τῇ ἀνδρείᾳ σου, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε, ἡ πέτρα τῆς καρτερίας·
Χαῖρε, ἡ στήλη τῆς εὐψυχίας.
Χαῖρε, τῶν βουνεύρων ἐνέγκας τὴν κάκωσιν·
Χαῖρε, τῶν εἰδώλων αἰσχύνας τὴν πλάνησιν.
Χαῖρε, πύργος ἑδραιότατος Ἐκκλησίας τοῦ Χριστοῦ·
Χαῖρε, μάχαιρα ἡ τέμνουσα ἐπινοίας τοὺ ἐχθροῦ.
Χαῖρε, ὅτι τοὺς ὅρους τοὺς φθαρτούς ὑπερέβης·
Χαῖρε, ὅτι ἐν πόνοις ἀκατάβλητος ἔστης.
Χαῖρε, μορφὴ σεπτὴ καὶ αἰδέσιμος·
Χαῖρε, φωτὸς τῆς χάριτος ἔμπλεως.
Χαῖρε, Χριστοῦ ὁ ζηλώσάς τὸ πάθος·
Χαῖρε, ἐχθροῦ ὁ νεκρώσας τὸ κράτος.

Χαίροις Μάρτυς πολύαθλε.

Θώρακα ἀληθείας, ἐνδυσάμενος Μάρτυς, ἀκλόνητος ἐν πᾶσιν ὡράθης, καὶ ἐν μάστιξιν ὀδυνηραῖς, δοκιμασθεὶς τὸν ἐχθρὸν ἐτραυμάτισας, καὶ ἐν στεῤῥῷ φρονήματι, τῷ σὲ δυναμοῦντι ἐβόας·

Ἀλληλούϊα.

Ἳσχυσας ἐν Κυρίῳ, ὑπομεῖναι ἀνδρείως, ἀνάρτησιν Μηνᾶ ἐν ἰκρίῳ· ἔνθεν τῶν τοῦ Σωτῆρος παθῶν, κοινωνὸς Ἀθλοφόρε ἐχρημάτισας, παιδεύων πρὸς τὰ κρείττονα, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε, ἀνδρείας ὁ ἔμπνους τύπος·
Χαῖρε, σοφίας πάμφωτος λύχνος.
Χαῖρε, μιμητὰ τῶν παθῶν τοῦ Παντάνακτος·
Χαῖρε, κοινωνὲ δωρημάτων τῆς χάριτος.
Χαῖρε, πύργος ἀῤῥαγέστατος εὖσταθείας ψυχικῆς·
Χαῖρε, ἄστρον φαεινότατον εὐκληρίας θεϊκῆς.
Χαῖρε, ὅτι ἀνδρείως ἀνηρτήθης ἐν ξύλῳ·
Χαῖρε, ὅτι τελείως ἐνεκρώθης ἐν κόσμῳ.
Χαῖρε, βελῶν τοῦ βελίαρ σύντριψις·
Χαῖρε, πιστῶν ἐν πόνοις ἐνίσχυσις.
Χαῖρε, Χριστοῦ τῶν παθῶν κοινωνήσας·
Χαῖρε, ἐχθροῦ τὰς δυνάμεις συντρίψας.

Χαίροις Μάρτυς πολύαθλε.

Κρεμασθείς ἐν ἰκρίῳ, σιδηρῶν ὑπ᾽ ὀνύχων, ἐξέσθης ἀπηνῶς τὸ σαρκίον, δι᾽ οὗ τοὺς χιτῶνας τῆς φθορᾶς, ἀποβαλῶν ἀθανασίας ἔνδυμα, ἠμφίεσαι ἐν Πνεύματι, Μηνᾶ τῷ Κυρίῳ κραυγάζων·

Ἀλληλούϊα.

Λάμπων τῇ καρτερίᾳ ὡς ὁπλίτης Κυρίου, καὶ θείᾳ Ἀθλητὰ χορηγίᾳ, οὐκ ἠσθάνου πόνων τῶν πικρῶν, ἐκτριβομένου ῥάκεσι τοῦ σώματος· διὸ τὴν καρτερίαν σου, Μηνᾶ θαυμάζοντες βοῶμεν·

Χαῖρε, ἀνάλωτος ἐν βασάνοις·
Χαῖρε, ἀήττητος ἐν τοῖς ἄθλοις.
Χαῖρε, Ἀθλοφόρε Χριστοῦ πολυθαύμᾶστε·
Χαῖρε, Ἀσωμάτων Ἀγγέλων ἐφάμιλλε.
Χαῖρε, νίκην ὁ ἀράμενος κατ᾽ ἐχθρῶν περιφανῆ·
Χαῖρε, λέσχην λύσας ἅπασαν πλάνης τὴν ἀσυμφανῆ.
Χαῖρε, ὅτι τὰς σάρκας ἀπηνῶς κατεξέσθης·
Χαῖρε, ὅτι λαμπάσι τὰς πληγὰς κατεφλέχθης.
Χαῖρε, Χριστοῦ ὁπλίτης ἀήττητος·
Χαῖρε, πιστῶν λιμὴν ὁ ἀχείμαστος.
Χαῖρε, ἐχθρῶν καταπλήξας τὰς φρένας·
Χαῖρε, δεινάς ἀποτρέπων ἐνέδρας.

Χαίροις Μάρτυς πολύαθλε.

Μἕγας ἐν τοῖς ἀγῶσι, καὶ ἀήττητος ὥφθης, φωτὸς ἐνδεδυμένος τὰ ὅπλα, καὶ τοῦ σκότους τὰς ἀρχὰς ἑλῶν, πρὸς τὸ φῶς ἀνέδραμες τὸ ἀνέσπερον, θέσει Μηνᾶ θεούμενος, καὶ τῇ Τριάδι ἀεὶ ψάλλων·

Ἀλληλούϊα.

Νόμοις τῆς εὐσεβείας, τὴν καρδίαν τειχίσας, ἐν πᾶσιν ὑπερίσχυσας Μάρτυς, καὶ καθελῶν ἐχθρῶν τὴν ἰσχύν, τῆς θείας ἀγάπης τὸ κράτος ἔδειξας, πρὸς ἣν ἑκκαίεις ἅπαντας, τοὺς ὁμοφώνως σοι βοῶντας·

Χαῖρε, ὁ ἄνθραξ ἀγάπης θείας·
Χαῖρε, τὸ κρίνον τῆς ἀφθαρσίας.
Χαῖρε, εὐσεβείας τρανώσας τὴν δύναμιν·
Χαῖρε, ἀσεβείας ἐκλύσας τὴν σύμπηξιν.
Χαῖρε, βότρυς ὁ γλυκύτατος τῆς ἀμπέλου τῆς ζωῆς·
Χαῖρε, ὅρπηξ εὐθαλέστατος τῆς ἀθλητικῆς ροπῆς.
Χαῖρε, ὅτι ἀνδρείως τὸν ἀγῶνα ἀνύεις·
Χαῖρε, ὅτι τὸ θράσος τοῦ δολίου ἐκλύεις.
Χαῖρε, κλεινῶν Μαρτύρων ὡράισμα·
Χαῖρε, πιστῶν τὸ θεῖον ἀγλάισμα.
Χαῖρε, Μηνᾶ ἀθλητά νικηφόρε·
Χαῖρε, Χριστοῦ θαυμαστέ Ἀθλοφόρε.

Χαίροις Μάρτυς πολύαθλε.

Ξἕνους ἄθλους ἀνύσας, ἀηττήτῳ καρδίᾳ, ξενίζεις τὴν Χριστοῦ Ἐκκλησίαν, τῇ σοὶ δοθείσῃ παρὰ Χριστοῦ, πλουσιωτάτῃ Ἀθλοφόρε χάριτι, ὅτι προφθάνεις πάντοτε, τοὺς καλοῦντάς σε καὶ βοῶντας·

Ἀλληλούϊα.

Ὅλον ἔχων τὸν πόθον, πρὸς Χριστὸν Ἀθλοφόρε, ὑπέστης τὴν τομὴν τοῦ αὐχένος, καὶ νικηφόρος πρὸς οὐρανῶν, τὰ ἀείζωα ἀνῆλθες σκηνώματα, χάριν βλύζων καὶ ἔλεος, Μηνᾶ τοῖς πόθῳ σοι βοῶσι·

Χαῖρε, Μαρτύρων μέγιστον κλέος·
Χαῖρε, ἁπάντων πιστῶν τὸ σθένος.
Χαῖρε, τῶν θαυμάτων τὴν χάριν δεξάμενος·
Χαῖρε, τῶν δαιμόνων τὴν πλάνην τρεψάμενος.
Χαῖρε, ῥεῖθρον διειδέστατον σωτηρίου ἐκ πηγῆς·
Χαῖρε, δρόσος θεοδώρητος εὐφροσύνῆς ψυχικῆς.
Χαῖρε, ὅτι προφθάνεις τοὺς θερμῶς σε καλοῦντας·
Χαῖρε, ὅτι λυτροῦσαι τοὺς ἐν πόνοις τελοῦντας.
Χαῖρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα·
Χαῖρε, ἐχθροῦ σοβῶν τὴν κακότητα.
Χαῖρε, ζωῆς ἀπολαύων τοῦ ξύλου·
Χαῖρε, φωτὸς ἐντρυφῶν πανολβίου.

Χαίροις Μάρτυς πολύαθλε.

Παραδόξως ἐπώφθης, οἷάπερ στρατιώτης, φονεῖ τῷ ξενοδόχῳ θεόφρον, καὶ τὸν νεκρωθέντα ὑπ᾽ αὐτοῦ, θαυμαστῷς Ἀθλοφόρε ἀνεζώωσας· διὸ τὸ μεγαλεῖόν σου, θαυμάζοντες Θεῷ βοῶμεν·

Ἀλληλούϊα.

Ῥῆμασί σοὺ ἁγίοις, εἴξαντες Ἀθλοφόρε, μετήνεγκαν τὸ θείον σου σῶμα, εἰς Αἴγυπτον πιστοὶ εὐλαβῶς, ἁγιασμὸν βλύζον καὶ χάριν ἄφθονον, τοῖς πίστει καταφεύγουσι, καὶ ἐκβοῶσί σοι τοιαῦτα·

Χαῖρε, ἡ βάσις τῆς Ἐκκλησίας·
Χαῖρε, ἡ λύσις τῆς ἀθυμίας.
Χαῖρε, τῆς Αἰγύπτου βλαστὸς εὐθαλέστατος·
Χαῖρε, Κοτυαίου φρουρὸς ἀσφαλέστατος.
Χαῖρε, στήριγμα ἀκράδαντον εὐσεβῶν Χριστιανῶν·
Χαῖρε, τρύφημα οὐράνιον τεθλιμμένων καρδιῶν.
Χαῖρε, ὅτι τὸν πρῴην νεκρωθέντα ἐγείρεις·
Χαῖρε, ὅτι ἐν τούτῳ τὸν φονέα ἐκπλήττεις.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος·
Χαῖρε, πολλῶν χαρίτων ἀνάπλεως.
Χαῖρε, πιστῶν ἐκπληρῶν τὰς αἰτήσεις·
Χαῖρε, ἡμῖν χορηγῶν θείας δόσεις.

Χαίροις Μάρτυς πολύαθλε.

Σύντρομος ἐγεγόνει, ὅτε ἔβλεψε ζῶντα, τὸν δοῦλον ὃν ὁ ἄρχων ἐθρήνει· ἐν ῥιπῇ γὰρ Μηνᾶ ἐπιστάς, σὺν τοῖς σοῖς συναθληταῖς τοῦτον ἥρπασας, ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης, τὸν δίσκον κρατοῦντα καὶ βοῶντα·

Ἀλληλούϊα.

Τὸν ναόν σου τὸν θεῖον, ὡς σωτήριον ὅρμον, εὑρόντες οἱ πιστοὶ Ἀθλοφόρε, ἐν πάσῃ ἀνάγκῃ πρὸς αὐτόν, προσιόντες τρυφῶμεν τῆς σῆς χάριτος, καὶ τῶν δεινῶν μετρούμενοι, εὐγνωμόνως σοι ἐκβοῶμεν·

Χαῖρε, ὁ μέγας ἐν θαυμασίοις·
Χαῖρε, ὁ ἔνδοξος ἐν Ἀγίοις.
Χαῖρε, ὁ τὸν δοῦλον πνιγμονῆς ῥυσάμενος·
Χαῖρε, ὁ καὶ ὄναρ καὶ ὕπαρ φαινόμενος.
Χαῖρε, ἔργων τῶν τῆς χάριτος αὐτουργὸς περιφανής·
Χαῖρε, πάντων τῶν ἐν θλίψεσι βοηθὸς καὶ λυτρωτής.
Χαῖρε, ὅτι ταχέως τοῖς καλοῦσί σε σπεύδεις·
Χαῖρε, ὅτι τοῖς πᾶσι σωτηρίαν παρέχεις.
Χαῖρε, πιστοῦ γυναίου διάσωσις·
Χαῖρε, ἀνδρὸς ἐκτρόπου σωφρόνῃσις.
Χαῖρε, πιστῶν περιλάλητον εὖχος·
Χαῖρε, ἡμῶν θεοβράβευτον ἕρκος.

Χαίροις Μάρτυς πολύαθλε.

Ὓμνοίς σου τοὺς ἀγῶνας, καὶ θαυμάτων τὴν χάριν, ὑμνοῦμεν Μηνᾶ μεγαλομάρτυς· ἀλλ᾽ ὡς πάντων θερμὸς ἀρωγός, δίδου ἀεὶ ἡμῖν τὴν σὴν βοήθειαν· ἰδοὺ γὰρ τῇ πρεσβείᾳ σου, προστρέχομεν Θεῷ βοῶντες·

Ἀλληλούϊα.

Φὡς τὸ ἄυλον βλέπων, τῆς Ἀγίας Τριάδος, καὶ κάλλος τὸ ἀμήχανον μάρτυς, μὴ παύσῃ ἐφορῶν καὶ φρουρῶν, τοὺς τῷ ἁγίῳ ναῷ σου προστρέχοντας, καὶ πάντων πλήρου Ἂγιε, τὰ αἰτήματα τῶν βοώντων·

Χαῖρε, πιστῶν ὁ μέγας προστάτης·
Χαῖρε, Κυρίου ὁ παραστάτης.
Χαῖρε, γυναικὸς τῆς ἀλάλου ἡ ἴασις·
Χαῖρε, ἀσθενῶν ταχεῖα ἐπίσκεψις.
Χαῖρε, ὅτι σφαγῆς ἔσωσας Ἡρακλείου τὸν λαόν·
Χαῖρε, ὅτι ἄρδην ἔτρεψας τὸν πολέμιον ἐχθρόν.
Χαῖρε, ὁ παραδόξως τὸν χωλὸν θεραπεύσας·
Χαῖρε, ὁ κατὰ κράτος τὸν ἐχθρὸν ἀνατρέψας.
Χαῖρε, Χριστοῦ σεπτὸν καλλιέργημα·
Χαῖρε, πιστῶν ἐν πᾶσι μελέτημα.
Χαῖρε, δι᾽ οὗ οἱ ἐχθροὶ ἐκπορθοῦνται·
Χαῖρε, δι᾽ οὗ οἱ πιστοὶ φωταυγοῦνται.

Χαίροις Μάρτυς πολύαθλε.

Χαίρων ἐν τοῖς ὑψίστοις, σὺν Ἀγίων τοῖς δήμοις, χαράν τὴν ἀνεκλάλητον Μάρτυς, πάσης λύπης καὶ ἀθυμίας, τὴν ὁμίχλην ἐξ’ ἡμῶν ἀποδίωκε, Μηνᾶ τῇ ἀντιλήψει σου, ὡς ἂν πάντες Θεῷ βοῶμεν·

Ἀλληλούϊα.

Ψυχικήν σωτηρίαν, καὶ παθῶν θεραπείαν, καὶ πᾶσαν ἀγαθῶν εὐπορίαν, ἐξαίτει ἡμῖν παρὰ Χριστοῦ, τοῖς τῷ σεπτῷ σου ναῷ Μηνᾶ σπεύδουσι, καὶ τὴν σεπτήν σου ἄθλησιν, γεραίρουσι καὶ ἐκβοῶσι·

Χαῖρε, τὸ κλέος τῶν Ἀθλοφόρων·
Χαῖρε, τὸ γέρας τῶν Ὀρθοδόξων.
Χαῖρε, παροχεῦ δαψιλῶν ἀντιλήψεων·
Χαῖρε, ὁ δοτήρ σωτηρίων ἰάσεων.
Χαῖρε, πρέσβυς ἑτοιμότατος εὐσεβῶν πρὸς τὸν Χριστόν·
Χαῖρε, βέλος καιριώτατον κατ᾽ ἐχθρῶν τῶν δυσμενῶν.
Χαῖρε, ἡ εὐκοσμία τοῦ ἁγίου ναοῦ σου·
Χαῖρε, ἡ θυμηδία τοῦ πιστοῦ νῦν λαοῦ σου.
Χαῖρε, δι᾽ οὗ πταισμάτων ῥυσθήσομαι·
Χαῖρε, δι᾽ οὗ φωτὸς ἐμπλησθήσομαι.
Χαῖρε, πιστῶν ἀρωγὸς καὶ συλλήπτωρ·
Χαῖρε, κἀμοῦ ἐν παντὶ ἀντιλήπτωρ.

Χαίροις Μάρτυς πολύαθλε.

Ὦ Μαρτύρων λαμπρότης, στρατιῶτα Κυρίου, Μηνᾶ τῶν εὐσεβούντων προστάτης (ἐκ γ΄)· προστατεύων μὴ παύσῃ ἀεί, τῶν προσιόντων ταῖς σαῖς ἀντιλήψεσι, καὶ φωνὴν τὴν ἱκέσιον δέχου τῶν εὐλαβῶς βοώντων·

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον. Ἧχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν τοῦ Κυρίου εὐκλεῆ Μεγαλομάρτυρα, καὶ Ἐκκλησίας τὸν προστάτην τὸν θερμότατον, μακαρίζομέν σε πάντες Μηνᾶ παμμάκαρ· ἀλλ᾽ ὡς πᾶσι βοηθῶν τοῖς κινδυνεύουσι, πάσης ῥύου, συμφορᾶς καὶ περιστάσεως, τοὺς βοῶντάς σοι, χαίροις Μάρτυς πολύαθλε.

Δίστιχον·
Χαῖρέ σοι κραυγάζοντι Μηνᾶ τρισμάκαρ
Γερασίμῳ πάρεχε τὴν ἀρωγήν σου.

 

Εὐχαριστῶ θερμά τὸν ἐν Χριστῷ Ἀδελφῷ Εὐθύμιο,
που μου ἀπέστειλε τοὺς Χαιρετισμούς τοῦ Αγίου.

Χαιρετισμοί εις τον Άγιο Μεγαλομάρτυρα Μηνά

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Καλλιμάρτυρα Μηνᾶν ἀνευφημήσωμεν, ὡς στρατηλάτην εὐσταλῆ καὶ γενναιόφρονα, ὑπομείναντα αἰκίας, πικρὰς βασάνους, τοῦ σαρκίου καῦσιν καὶ αὐχένος ἔκτμησιν, ἑκουσίως δι’ ἀγάπην τοῦ Παντάνακτος, πόθῳ κράζοντες· Χαῖροις, Χάριτος σκήνωμα.

Οἱ Οἶκοι.
Ἄριστε τοῦ Ὑψίστου στρατιᾶς στρατηγέτα, Μηνᾶ Μεγαλομάρτυς ἀλκίφρον, ὁ κηρύξας Χριστὸν ὡς Θεὸν καὶ καθυπομείνας σθεναρῶς ἔκτμησιν τῆς ὑπερτίμου κάρας σου, ἐπάκουσον ἡμῶν βοώντων·

Χαῖρε, Αἰγύπτου ὁ θεῖος γόνος·
χαῖρε,  τοῦ πόλου ὁ κληρονόμος.
Χαῖρε, στρατιώτης γενναῖος καὶ εὔτολμος·
χαῖρε,  ὁ ὁπλίτης Χριστοῦ θείας πίστεως.
Χαῖρε, ὅτι ἐκαθάρισας ἐν τῷ ὄρει σεαυτόν·
χαῖρε,  ὅτι διεκόσμησας τῶν Ἀγγέλων τὸν χορόν.
Χαῖρε, ὁ τῶν εἰδώλων καταισχύνας τοὺς λάτρεις·
χαῖρε,  ὁ χριστωνύμων κατευφράνας τὰς τάξεις.
Χαῖρε, λιμὴν Χριστοῦ ἀγαπήσεως·
χαῖρε,  πηγὴν ὁ βλύσας χρηστότητος.
Χαῖρε, αὐχένος τομὴν ὑπομείνας·
χαῖρε,  σὸν σθένος ψυχῆς καταδείξας.

Χαίροις, Χάριτος σκήνωμα.

Βλάστημα γῆς Νειλῴας εὐθαλές, γενναιόφρον Μηνᾶ, καλλιμαρτύρων ἀκρότης, καθαιρέτης εἰδώλων στεῤῥὸς καὶ τῆς εὐσεβείας ζηλωτὴς πέφηνας, ὁ καθ’ ἑκάστην Κύριον δοξάζων καὶ Αὐτῷ κραυγάζων·

Ἀλληλούϊα.

Γνώμων, Μηνᾶ, ἀνδρείας, ψυχικῆς εὐσθενείας καὶ θάῤῥους ἐποφθεὶς θείαν κλῆσιν ἐμεγάλυνας τὴν τοῦ Χριστοῦ, σῇ στεῤῥᾷ ἐνστάσει καὶ λαμπροῖς σκάμμασι· διό σε μακαρίζοντες βοῶμέν σοι ἀξιοχρέως.

Χαῖρε, ἡ σάλπιγξ τῆς ἀριστείας·
χαῖρε,  ὁ ὄρπηξ τῆς εὐσεβείας.
Χαῖρε, στρατηλάτης Χριστοῦ γενναιότατος·
χαῖρε,  πανοπλίτης τῆς πίστεως ἄλκιμος.
Χαῖρε, νίκας ὁ δωρούμενος εὐσεβέσι κατ’ ἐχθρῶν·
χαῖρε,  λύπας ὁμηγύρεως ὁ σκεδάζων εὐσεβῶν.
Χαῖρε, ἀπολεσθέντων ὁ εὑρέτης πραγμάτων·
χαῖρε,  ἐμπεριστάτων ἀντιλῆπτορ μερόπων.
Χαῖρε, σταδίου πίστεως πρώταθλος·
χαῖρε,  Κυρίου φίλος ἐράσμιος.
Χαῖρε, ἰσχὺν οὐρανίαν δεικνύων·
χαῖρε,  πολλὴν παῤῥησίαν ὁ ἔχων.

Χαίροις, Χάριτος σκήνωμα.

Δεῦτε Μηνᾶν, Στρατάρχην στρατιᾶς τοῦ Ὑψίστου ἀήττητον ἐν μάχαις, ἐκθύμως μελῳδήσωμεν πάντες πιστοὶ, ὡς σταδίου πρῶτον, τὸν πυρπολούμενον Χριστοῦ ζήλῳ τῆς πίστεως, ᾯ ᾖδε καθ’ ἑκάστην πόθῳ·

Ἀλληλούϊα.

Ἔνδοξε καλλιμάρτυς, νικητὰ τῶν εἰδώλων, Μηνᾶ, Κοτυαείου Φρυγίας ἐν τοῖς ὄρεσιν ἀποσυρθεὶς μετ’ ἀποταγὴν τοῦ σοῦ ἀξιώματος θηρσὶ συνοίκεις, ἔνδοξε, πρὸς ὃν οἱ εὐσεβεῖς βοῶμεν·

Χαῖρε, ὀρέων οἰκῆτορ θεῖος·
χαῖρε,  ὡραίων ἀγώνων πύργος.
Χαῖρε, ὁ προκρίνας θηρσὶ συναυλίζεσθαι·
χαῖρε,  ὁ ποθήσας στεῤῥῶς ἀγωνίζεσθαι.
Χαῖρε, ἄνθος εὐωδέστατον εὐτολμίας ψυχικῆς·
χαῖρε,  εὖχος θεοφίλητον ἀγωγῆς ἀθλητικῆς.
Χαῖρε, ὅτι ἐδείχθης ἀθλοφόρων ἀκρότης·
χαῖρε,  ὅτι ὑπάρχεις στεφηφόρων λαμπρότης.
Χαῖρε, ἐχθροῦ ὁ μέγας ἀντίπαλος·
χαῖρε,  Χριστοῦ λευκάνθεμον πίστεως.
Χαῖρε, ἀγώνων ὁ πρώταθλος θείων·
χαῖρε,  παγκάλων ὁ ἔνοικος δόμων.

Χαίροις, Χάριτος σκήνωμα.

Ζόφωσιν διαλύσας τῶν εἰδωλοφρονούντων, Μηνᾶ, ἐνστάσεώς σου ἀκτίσι παῤῥησίᾳ Χριστόν τὸν Θεόν, ἐν σταδίου μέσῳ, ἀθλητὰ τίμιε, ἐκήρυξας καὶ ἤνοιξας τὰ στόματα πιστῶν κραυγάζειν·

Ἀλληλούϊα.

Ἤνοιξεν ὄμματά σου ὁ Χριστός, καλλιμάρτυς, μετὰ τὴν ἑκουσίαν φυγήν σου βασιλέως ἐκ φαύλου στρατοῦ τιμωροῦντος πάντας εὐσεβεῖς, ἔνδοξε, ὁρᾶν πᾶσαν ἀλήθειαν· διό σοι εὐλαβῶς βοῶμεν·

Χαῖρε, ὁ πέλυξ τῶν κακοδόξων·
χαῖρε,  ἡ σάλπιγξ τῶν αἰωνίων.
Χαῖρε, ὁδοδείκτης Χριστοῦ θείας πίστεως·
χαῖρε,  στεφανίτης ἀρίστης ἀθλήσεως.
Χαῖρε, κλέϊσμα περίδοξον στεῤῥοψύχων ὁπλιτῶν·
χαῖρε,  σέμνωμα πολύτιμον ἀηττήτων ἀθλητῶν.
Χαῖρε, ὁ ἀποῤῥίψας τῶν εἰδώλων τὴν πλάνην·
χαῖρε,  ὁ καταπτύσας τοῦ ἀλάστορος μῆνιν.
Χαῖρε, εἰκὼν ψυχῆς γενναιότητος·
χαῖρε,  κανὼν ἀνδρείας εὐθύτατος.
Χαῖρε, ἐν ἄθλοις Θεὸν ὁ δοξάσας·
χαῖρε,  ἐν πόνοις ἐχθρὸν ὀ συντρίψας·

Χαίροις, Χάριτος σκήνωμα.

Θέλων Θεὸς ἀμεῖψαι σῆς ψυχῆς εὐτονίαν καὶ πίστιν σου, Μηνᾶ ἀθλοφόρε, ἔδειξέ σε θαυμάτων κρουνόν, ἰαμάτων ῥεῖθρον διειδές, πάντιμε, καὶ προστασίας τέμενος τῶν πίστει ἀκλινεῖ βοώντων·

Ἀλληλούϊα.

Ἵλεων σοῖς ἱκέταις τὸν Σωτῆρα τῶν ὅλων ἀπέργασαι, Μηνᾶ καλλιμάρτυς, σαῖς δεήσεσιν ὡς ἀθλητῶν ἀκρεμὼν καὶ φάρος τηλαυγὴς πίστεως, ὁ ἅπασι δωρούμενος τὰ πρόσφορα τοῖς ἐκβοῶσι·

Χαῖρε, ἐπόπτης σῶν ὑμνηπόλων·
χαῖρε,  ὀλέτης τῶν δαιμονίων.
Χαῖρε, ὁ ἀκούων πιστῶν τῶν δεήσεων·
χαῖρε,  ὁ σκεδάζων ἀχλὺν τῶν στενώσεων.
Χαῖρε, τάχιστος προσφύγων σου ἐν κινδύνοις ἀρωγός·
χαῖρε,  ἄγρυπνος συστήματος τῶν προσφύγων σου φρουρός.
Χαῖρε, ὅτι τὰς λύπας ἱκετῶν σου διώκεις·
χαῖρε,  ὅτι τὰς πάγας τοῦ ἐχθίστου συντρίβεις.
Χαῖρε, πυξὶς Θεοῦ ἀγαπήσεως·
χαῖρε,  ῥανὶς νοσούντων ἰάσεως.
Χαῖρε, πιστῶν ἐν δεινοῖς ἀντιλῆπτορ·
χαῖρε,  ἡμῶν ἐν ἀνάγκαις συλλῆπτορ·

Χαίροις, Χάριτος σκήνωμα.

Κλέϊσμα, Στρατηλάτα, τῆς Χριστοῦ Ἐκκλησίας, Μηνᾶ Μεγαλομάρτυς, σαρκίου καθυπέμεινας ξέσιν στεῤῥῶς, ῥαβδισμούς, αἰκίας, σῶν πληγῶν ἔκκαυσιν καὶ κάρας σου ἀπότμησιν, ὁ ἄχρι τελευτῆς σου ψάλλων·

Ἀλληλούϊα.

Λάμπων ὡς καλλιμάρτυς εὐσθενὴς καὶ γενναῖος ἐνώπιον ἀκτίνων ἡλίου, κατηγλάϊσας πάντας, Μηνᾶ, σῆς ἀνδρείας φέγγει καὶ βολαῖς ἄθλων σου, δι’ ὧν πιστοὺς ἐφώτισας τοὺς πίστει σοι βοῶντας ταῦτα·

Χαῖρε, τὸ ἄστρον τῆς εὐσεβείας·
χαῖρε,  τὸ ῥόδον στεῤῥοψυχίας.
Χαῖρε, ὁ φωτίσας σοῖς πόνοις τὰ σύμπαντα·
χαῖρε,  ὁ φαιδρύνας Μαρτύρων τὰ τάγματα.
Χαῖρε, αὔγασμα ὑπέρφωτον ἀγαπήσεως Χριστοῦ·
χαῖρε,  σύντριμμα καὶ ἥττημα τοῦ ἀρχαίου πτερνιστοῦ.
Χαῖρε, ὁ στρατηλάτης ἐν σταδίῳ πρωτάρχων·
χαῖρε,  δωρεοδότης θεϊκῶν δωρημάτων.
Χαῖρε, βουνεύροις, οἴμοι, τυπτόμενος·
χαῖρε,  τριχίνοις σάκκοις τριβόμενος.
Χαῖρε, τομὴν κάρας ὁ ὑπομείνας·
χαῖρε,  ἡμῖν χάριν ὁ καταδείξας·

Χαίροις, Χάριτος σκήνωμα.

Μάρτυς δεδοξασμένε, δι’ ὃν γάνυται πᾶσα Χριστοῦ ἡ Ἐκκλησία καὶ χαίρει, ἐλλαμπόμενος αἴγλῃ, Μηνᾶ,  εὐτολμίας, θάῤῥους καὶ θερμῆς πίστεως, ἐφώτισας καθεύδοντας ἐν σκότει ἀγνωσίας ψάλλειν·

Ἀλληλούϊα.

Νίκης, Μηνᾶ, στεφάνῳ κεφαλήν σου τιμίαν ἐκόσμησε Χριστὸς χρυσοπλόκῳ καὶ θαυμάτων ἀπείρων κρουνὸν  ἔδειξέ σε, Μάρτυς, οὗ ψυχὴν ἔφλεξε ἀρίστης φλὸξ ἀθλήσεως· διό σοι ἐν χαρᾷ φωνοῦμεν·

Χαῖρε, στρουθὸς τοῦ Κοτυαείου·
χαῖρε,  λαμπρὸς ἀθλητὴς Κυρίου.
Χαῖρε, στρατηλάτα Χριστοῦ παρατάξεως·
χαῖρε,  καταπέλτα τυράννων ἐπάρσεως.
Χαῖρε, τάνυσιν σοῦ σώματος ἐπὶ ξύλου ὑποστάς·
χαῖρε,  ἔκκαυσιν σαρκίου σου ὑπομείνας ὡς λαμπάς.
Χαῖρε, ὅτι ἀνδρείως κεφαλὴν ἀπετμήθης·
χαῖρε,  ὅτι ἀξίως οὐρανόθεν ἐστέφθης.
Χαῖρε, λαμπρῶν ἀγώνων ἀκρώρεια·
χαῖρε,  πολλῶν θαυμάτων ἐκτύπωμα·
Χαῖρε, πλησθεὶς οὐρανίου ἰσχύος·
χαῖρε,  βολὶς θείου σθένους καὶ θάῤῥους.

Χαίροις, Χάριτος σκήνωμα.

Ξένως ἐν Ἡρακλείῳ καταπλήττεις τῆς Κρήτης ἐχθροὺς ἐν τῇ ἡμέρᾳ τοῦ Πάσχα καὶ ταχὺ διασῴζεις πιστοὺς ἐξ αὐτῶν μανίας, εὐσθενὲς Ἅγιε, Μηνᾶ, ὧν χείλη ἤνοιξας Κυρίῳ εὐλαβῶς κραυγάζειν·

Ἀλληλούϊα.

Ὅπλα ἐνδεδυμένος θείας πίστεως, Μάρτυς Μηνᾶ, περιφανὲς στρατηλάτα, ἀσεβούντων τυράννων ὀφρὺν ἐπηρμένην, σθένει σου ψυχῆς, Ἅγιε, ἐπάτησας  καὶ ἄθλοις σου κατηύφρανας τοὺς σοὶ βοῶντας·

Χαῖρε, ὁ πρώταθλος τοῦ σταδίου·
χαῖρε,  ὁ μέτοχος Δείπνου θείου.
Χαῖρε, ὁ ἐχθίστου συντρίψας τὰ ἔνεδρα·
χαῖρε,  ἐξ Ὑψίστου δεξάμενος τρόπαια.
Χαῖρε, ὅτι ἔσχες σύμμαχον τοῦ Κυρίου τὸν Σταυρόν·
χαῖρε,  ὅτι τὸν εὐΐλατον ἐμεγάλυνας Θεόν.
Χαῖρε, ὁ τῶν εἰδώλων καθελὼν τὴν ἀπάτην·
χαῖρε,  ὁ τῶν Μαρτύρων πανσθενῆ δείξας ῥώμην.
Χαῖρε, ὀφθεὶς θεμέλιον πίστεως·
χαῖρε,  πλησθεὶς δραγμάτων τῆς χάριτος.
Χαῖρε, Χριστοῦ ὁ ζηλώσας τὸ πάθος·
χαῖρε,  ἐχθροῦ ὁ συντρίψας τὸ μένος.

Χαίροις, Χάριτος σκήνωμα.

Πέλεις Χατζηγεώργη, ἀσκητοῦ πανοσίου, Μηνᾶ θαυματουργέ, διασώστης ἐκ ῥαφίδος, λαθὼν ἣν αὐτοῦ προσοχῆς κατέπιεν αὐτός, Μάρτυς καλλίνικε, τοῦ ψάλλοντος ἐν εὐλαβείᾳ·

Ἀλληλούϊα.

Ῥύστης τῶν πολεμούντων εὐσεβῶν ἐν Αἰγύπτῳ κατὰ τῶν ἐχθρικῶν στρατευμάτων ἀνεδείχθης, Μηνᾶ θαυμαστέ, ἐν ἐσχάτοις χρόνοις, ἀθλητὰ ἔνδοξε, λαμπρῶς μεγαλυνόντων σε καὶ πίστει ἀκλινεῖ βοώντων·

Χαῖρε, τὸ νῖκος τῶν εὐσεβούντων·
χαῖρε,  τὸ τεῖχος ἐμπεριστάτων.
Χαῖρε, γενναιότητος πύργος ἀσάλευτος·
χαῖρε,  τῆς κακότητος πλάνου ἀντίπαλος.
Χαῖρε, ζήλῳ πυρπολούμενος ἀγαπήσεως Χριστοῦ·
χαῖρε,  πόθῳ ἐμπνεόμενος μαρτυρίου ἀνδρικοῦ.
Χαῖρε, ὁ στρατιώτης στρατιᾶς τοῦ Κυρίου·
χαῖρε,  ὁ καθαιρέτης τῆς ὀφρύος δολίου.
Χαῖρε, κιθάρα θάῤῥους ἡδύχορδος.
χαῖρε,  κινύρα τόλμης γλυκύλαλος.
Χαῖρε, ὀλέτης τῶν λίθους σεβόντων·
χαῖρε,  προστάτης πιστῶν σε τιμώντων·

Χαίροις, Χάριτος σκήνωμα.

Σῴζεις τὴν Καστορίαν ἐξ ἐχθρῶν ἐπιβούλων, Μηνᾶ, τὴν σὲ σεπτὸν πολιοῦχον, ἀντιλήπτορα, θεῖον φρουρὸν καὶ προστάτην ἔχουσα ταχύν, ὄλβιε, ἐν πειρασμοῖς καὶ θλίψεσιν καὶ σπεύδουσαν Θεῷ βοῆσαι·

Ἀλληλούϊα.

Τρόπαιον ἐξ Ὑψίστου τῶν χειρῶν ἀπεδέξω,  Μηνᾶ Μεγαλομάρτυς, καὶ χάριν μεσιτεύειν ἀεὶ πρὸς Αὐτὸν ὑπὲρ τῶν τιμώντων τοὺς σεπτοὺς ἄθλους σου οὓς ἔτλης ὑπὲρ πίστεως, καὶ πόθῳ ἱερῷ βοώντων·

Χαῖρε, τὴν πίστιν ὁ μεγαλύνας·
χαῖρε,  τὴν πλάνην ὁ καταισχύνας.
Χαῖρε, ἱερεῖον Χριστοῦ θείας πίστεως·
χαῖρε,  ἐκμαγεῖον πολύτιμον χάριτος.
Χαῖρε, ἄνθρωπε οὐράνιε, σὺν Ἀγγέλοις ὁ οἰκῶν·
χαῖρε,  ἔνδοξε μεγάλαθλε, ὁ πολίτης οὐρανῶν.
Χαῖρε, εἰδωλοφρόνων τὴν ὀφρὺν καταλύσας·
χαῖρε,  εὐσεβοφρόνων τοὺς χοροὺς ἀγλαΐσας.
Χαῖρε, πιστῶν συλλήπτωρ καὶ πρόμαχος·
χαῖρε,  ἡμῶν φρουρὸς ἑτοιμότατος·
Χαῖρε, ἐχθρὸν δυσμενῆ θριαμβεύσας·
χαῖρε,  λαὸν εὐσεβῆ ἀγλαΐσας.

Χαίροις, Χάριτος σκήνωμα.

Ὕμνοις, Μηνᾶ γενναῖε καὶ ᾠδαῖς μελιῤῥύτοις, τὴν πάντιμόν σου στέφομεν μνήμην καὶ τιμῶντές σε ὡς ἐν δεινοῖς ταχινὸν προστάτην, ἐν χορῷ σπεύδομεν σῇ χάριτι ἑκάστοτε, οἱ πίστει τῷ Θεῷ βοῶντες·

Ἀλληλούϊα.

Φέγγει σῶν θαυμασίων Ἐμπορίου κατοίκους φωτίζεις Ἑορδαίας, ἀλκίφρον, ὧν τὸν ζόφον ἐλαύνεις, Μηνᾶ, ἀναγκῶν παντοίων, πειρασμῶν, θλίψεων καὶ πάσης περιστάσεως, μεγάλαθλε, πρὸς ὃν βοῶμεν·

Χαῖρε, ταχὺς ἀσθενῶν ἀκέστωρ·
χαῖρε,  θερμὸς εὐσεβῶν συλλήπτωρ.
Χαῖρε, ὁ φωτίσας σοῖς ἄθλοις τὰ σύμπαντα·
χαῖρε,  ὁ συντρίψας τυράννων συστήματα.
Χαῖρε, λάμψις Θείας Χάριτος ἡ φωτίζουσα πιστούς·
χαῖρε,  παῦσις τῆς κακότητος σκοτιζούσης τοὺς ἐχθρούς.
Χαῖρε, τῆς εὐσεβείας τηλαυγέστατος φάρος·
χαῖρε,  τῆς ἀριστείας ὁ κλεινὸς ἑῳσφόρος.
Χαῖρε, φωστὴρ Χριστοῦ ἀγαπήσεως·
χαῖρε,  χρωστὴρ  πολύχρωμε πίστεως·
Χαῖρε, λαμπὰς σταδίου πρωτάθλων·
χαῖρε,  ἱκμὰς ἀπείρων χαρίτων·

Χαίροις, Χάριτος σκήνωμα.

Χαῖρε, ὁ μαργαρίταις ἀηττήτων σου ἄθλων καὶ πλήθους θαυμασίων σαπφείροις τοῦ Χριστοῦ Ἐκκλησίαν, Μηνᾶ, στεφανῖτα Μάρτυς, θαυμαστῶν πρόξενε, διακοσμῶν ἀείποτε, τὴν ψάλλουσαν ἐν κατανύξει·

Ἀλληλούϊα.

Ψάλλοντές σου, Στρατάρχα, τὴν πολλὴν παῤῥησίαν, ἣν ἔχεις ὡς ἀήττητος Μάρτυς, πρὸς Θεόν, τὸν Σωτῆρα ἡμῶν, ὡς κρουνὸν τιμῶμέν σε, Μηνᾶ πάνσοφε, ἰάσεων ἀστείρευτον καὶ κράζομεν ἐν εὐλαβείᾳ·

Χαῖρε, τὸ ῥεῖθρον τῶν ἰαμάτων·
χαῖρε,  τὸ βάθρον τῶν θαυμασίων.
Χαῖρε, ἀσθενῶν ἰατὴρ ὁ θεόσδοτος·
χαῖρε,  εὐσεβῶν ἀντιλῆπτορ ἀνύστακτος.
Χαῖρε, ὅτι πάντας ἄνωθεν τοὺς πιστοὺς ἐπιτηρεῖς·
χαῖρε,  ὅτι τοὺς ἱκέτας σου ἀενάως εὐλογεῖς.
Χαῖρε, ὁ ἁγιάζων τοὺς λαμπρῶς σε τιμῶντας·
χαῖρε,  ὁ κατευφραίνων τοὺς ἀεί σε ὑμνοῦντας.
Χαῖρε, φρουρὸς στενόντων ἀνύστακτος·
χαῖρε,  λαμπρὸς τῆς χάριτος πρόβολος.
Χαῖρε, ἱκέτης Θεοῦ ὑπὲρ πάντων·
χαῖρε,  προστάτης τῶν ἐμπεριστάτων.

Χαίροις, Χάριτος σκήνωμα.

Ὦ Μηνᾶ Στρατηλάτα στρατιᾶς τοῦ Κυρίου πανένδοξε καὶ χάριτος ῥεῖθρον (ἐκ γ΄) διειδές, ἐπευλόγει ἀεὶ καὶ ἐν δίναις πάντας ἀσθενεῖς στήριζε, τοὺς πίστει σοι προσφεύγοντας καὶ ψάλλοντας ἐν εὐλαβείᾳ·

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Καλλιμάρτυρα Μηνᾶν ἀνευφημήσωμεν, ὡς στρατηλάτην εὐσταλῆ καὶ γενναιόφρονα, ὑπομείναντα αἰκίας, πικρὰς βασάνους, τοῦ σαρκίου καῦσιν καὶ αὐχένος ἔκτμησιν, ἑκουσίως δι’ ἀγάπην τοῦ Παντάνακτος, πόθῳ κράζοντες· Χαίροις, Χάριτος σκήνωμα.

Δίστιχον.
Σὺν Ναθαναὴλ καὶ Εὐστρατίῳ ᾖσε,
χαῖρέ σοι, Μηνᾶ στεῤῥόφρον, Χαραλάμπης.

 

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Μηνά