Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Τριαντάφυλλο εκ Ζαγοράς Πηλίου

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

† Εορτάζεται στις 8 Αυγούστου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς παῤῥησίαν εὑρηκὼς Νεομάρτυς, πρὸς τὸν Σωτῆρα τῶν ἁπάντων καὶ Κτίστην, ὑπὲρ ἡμῶν ἀπαύστως καθικέτευε, τῶν καταφευγόντων σου, τῇ θερμῇ προστασίᾳ, ὡς ἂν λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, ἀξιωθῶμεν, κλεινὲ Τριαντάφυλλε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῇ σῇ με σῶζε πρεσβείᾳ, Μάρτυς. Γερασίμου.

Εἴς ἔκαστον τροπάριον λέγομεν· Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν,
τα δύο τελευταία  Δόξα και Νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῆς δόξης Κυρίου κατατρυφῶν, ἀπαύστως δυσώπει, Τριαντάφυλλε Ἀθλητά, ῥυσθῆναι ἐκ πάσης ἐπηρείας, τοὺς εὐλαβῶς προσιόντας τῇ σκέπῃ σου.

Ἠσχύνθη ὁ δράκων ὁ δυσμενής, τῇ σῇ Νεομάρτυς, εὐτολμίᾳ τῇ ψυχικῇ· οὗ τῆς πονηρίας καὶ κακίας, ἡμᾶς ἀτρώτους διάσωζε πάντοτε.

Σαρκός μου τὴν νόσον τὴν χαλεπήν, ἴασαι θεόφρον, καὶ ὀδύνης με ψυχικῆς, λύτρωσαι τῇ σῇ ἐπιστασίᾳ, ὡς παῤῥησίαν πλουτήσας πρὸς Κύριον.

Θεοτοκίον.
Ἡλίου νεφέλη τοῦ νοητοῦ, Κεχαριτωμένη, μητροπάρθενε Μαριάμ, δίωξον τὸν ζόφον τῆς ψυχῆς μου, καὶ ἀπαθείας φωτί με καταύγασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μαρτυρίου τὴν τρίβον ἀθλητικῶς ὥδευσας· ὅθεν πρὸς ὁδὸν μακαρίαν τοῦ Παντοκράτορος, ἡμᾶς ὁδήγησον, τοὺς πλανωμένους ἐν τρίβοις, πάσης παραβάσεως Μάρτυς δεόμεθα.

Ἐν τῇ σῇ προστασίᾳ καὶ εὐκλεεῖ χάριτι, οἱ σοὶ συμπολῖται θεόφρον ἀεὶ προστρέχοντες, θερμῶς βοῶσί σοι· ῥῦσαι ἡμᾶς πάσης βλάβης, Μάρτυς Τριαντάφυλλε τοῦ πολεμήτορος.

Σθένος δίδου μοι Μάρτυς καταπατεῖν πάντοτε, τὰς τοῦ πονηροῦ ἐπινοίας τοῦ πολεμοῦντος με, καὶ λύσιν αἴτει μοι, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, τῶν πολλῶν πταισμάτων μου καὶ παραπτώσεων.

Θεοτοκίον.
Ὡς Θεοῦ φιλανθρώπου Μήτηρ ἁγνὴ ἄφθορος, ἴδε τὴν ἐμὴν κακουχίαν εὒσπλαγχνῳ ὄμματι, Παρθένε ἄχραντε, καὶ ἐκ φθορᾶς τῶν παθῶν με, πρὸς ζωὴν βελτίονα ῥύθμισον δέομαι.

Διάσωσον, ὦ Τριαντάφυλλε Μάρτυς ἠγλαϊσμένε, ἐκ παντοίων πειρατηρίων καὶ θλίψεων, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύων ἀεὶ μὴ παύσῃ Τριαντάφυλλε, Χριστῷ τῷ Θεῷ ὡς Μάρτυς σὺν τοῖς Μάρτυσιν, ὑπὲρ τῶν εὐφημούντων σε, καὶ τὴν σὴν ἐκζητούντων ἀντίληψιν, ἵνα ἐχθροῦ δυσμενοῦς τὰς ὁρμάς, ἀεὶ ἐν τῷ βίῳ ἐκκρουώμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ζηλωτὴς καὶ ἰσότιμος, τῶν πάλαι Μαρτύρων Μάρτυς γενόμενος, σὺν αὐτοῖς Χριστὸν ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σου τὴν ἄθλησιν.

Ἐν κινδύνοις ἐπίκουρος, καὶ ἐν περιστάσεσι καταφύγιον, Τριαντάφυλλε μακάριε, ἔσο μοι τῶν πόνων με λυτρούμενος.

Παραμύθιον θεῖον σε, καὶ θερμὸν προστάτην καὶ ἀντιλήπτορα, Ζαγορὰ ἡ σὲ βλαστήσασα, κεκτημένη Μάρτυς μακαρίζει σε.

Θεοτοκίον.
Ῥυπωθεὶς κατεμόλυνα, τῆς ψυχῆς μου Ἂχραντε τὴν εὐγένειαν, ἀλλὰ Σύ με αὖθις κάθαρον, καὶ τῷ θείῳ φόβῳ με συνέτισον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔφορος θερμός, Νεομάρτυς Τριαντάφυλλε, καὶ παντοίων λυπηρῶν ἀπαλλαγή, τοῖς ἱκέταις σου ἀεὶ γίνου δεόμεθα.

Σύντριψον ἐχθροῦ, τοῦ δολίου τὰ βουλεύματα, ἃ βουλεύεται ἀπαύστως καθ’ ἡμῶν, ἐν εἰρήνῃ περιέπων τὴν ζωὴν ἡμῶν.

Βίον εὐσταθῆ, Τριαντάφυλλε καὶ ἄλυπον, καὶ εὐπρόσδεκτον Κυρίῳ τῷ Θεῷ, διανύειν ἡμᾶς Ἅγιε ἐνίσχυσον.

Θεοτοκίον.
Ἔργοις σκοτεινοῖς, τὴν ζωήν μου κατηνάλωσα· ἀλλ’ ὦ Μῆτερ τοῦ φωτὸς τοῦ ἀληθοῦς, τῷ φωτὶ τῆς μετανοίας με καταύγασον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσον, τὴν ψυχήν μου Ἅγιε, τὴν νοσοῦσαν ἀνιάτῳ κακίᾳ, καὶ πονηρᾷ τῶν παθῶν συνηθείᾳ, καὶ τῷ ἐχθρῷ καθ΄ ἑκάστην δουλεύουσαν, καὶ μετανοίᾳ σταθερᾷ, τοῦ νοός μου τὸ χαῦνον διόρθωσον.

Ἀθλήσαντα, ὁ Χριστός σε Ἅγιε, οὐρανίου κατηξίωσε δόξης, ἧς καὶ ἡμᾶς, κοινωνοὺς καὶ μετόχους, καὶ κληρονόμους γενέσθαι ἀξίωσον, τοὺς εὐφημοῦντάς σε θερμῶς, Τριαντάφυλλε Μάρτυς ἀήττητε.

Μανίας με, τοῦ ἐχθροῦ ἀπάλλαξον, Τριαντάφυλλε Χριστοῦ Ἀθλοφόρε, καὶ τῆς αὐτοῦ κακουργίας με ῥῦσαι, καὶ τῆς καθ’ ὥραν δεινῆς ἐπιθέσεως, καὶ τείχισόν με ἀσφαλῶς, πρεσβειῶν σου στεῤῥαῖς πυργοβάρεσι.

Θεοτοκίον.
Ἀμόλυντε, Μαριὰμ πανάχραντε, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, τὴν μολυνθεῖσαν πολλαῖς ἁμαρτίαις, καὶ σπιλωθεῖσαν ψυχήν μου καθάρισον, τῶν οἰκτιρμῶν Σου τοῖς κρουνοῖς, οἷα Μήτηρ ἐλέους καὶ σῶσόν με.

Διάσωσον, ὦ Τριαντάφυλλε Μάρτυς ἠγλαϊσμένε, ἐκ παντοίων πειρατηρίων καὶ θλίψεων, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἀθλητὴς τοῦ Χριστοῦ Τριαντάφυλλε, χάριν πολλὴν ἐπαξίως ἀπείληφας· διὸ τῶν αἰτούντων σε Ἅγιε, μὴ διαλίπῃς ἀεὶ προιστάμενος, καὶ πᾶσι παρέχων τὰ αἰτήματα.

Προκείμενον.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτεύμενος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄, 17-27, ιστ΄1-2)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα Πατρί….
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πίστει ἠνδραγάθησας, καὶ καθελὼν τὸν Βελίαρ, στεφανίτης ἄριστος, Μάρτυς Τριαντάφυλλε ἀναδέδειξαι· ὅθεν σοι Ἅγιε, ἐκ ψυχῆς βοῶμεν· τῆς αὐτοῦ κακίας λύτρωσαι, τοὺς προσιόντας σοι, νόσων καὶ παθῶν καὶ τῶν θλίψεων, καὶ πάσης περιστάσεως, τῇ σῇ ἀγωγῇ ἐξαιρούμενος, ἡμᾶς Ἀθλοφόρε, τοὺς πρέσβυν σε θερμὸν πρὸς τὸν Χριστόν, πεπλουτηκότας μακάριε, καὶ σὲ μακαρίζοντας.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥοαῖς τῶν σῶν αἱμάτων τῆς ἀπάτης τὴν φλόγαν Μάρτυς κατέσβεσας· καὶ νῦν τῶν πρεσβείων σου, τοῖς ὄμβροις τῶν παθῶν μου, τὰς καμίνους κατέσβεσας, ἀναψυχὴν ἀληθῆ, παρέχων τῇ ψυχῇ μου.

Τῶν δαιμόνων τὰ τόξα τὰ κινούμενα Μάρτυς καθ’ ἡμῶν πάντοτε, ἀπάμβλυνον εἰς τέλος, στεῤῥᾷ ἀντιτυπίᾳ, τῆς θερμῆς προστασίας σου, καὶ ἐν εἰρήνῃ ἡμῶν, κυβέρνησον τὸν βίον.

Ὑπὲρ πάντων δυσώπει τὴν ἁγίαν Τριάδα τὴν σὲ δοξάσασαν, τῶν πίστει ἀδιστάκτῳ, τὴν σὴν ἐξαιτουμένων, Νεομάρτυς ἀντίληψιν, ἵνα ῥυσθῶμεν δεινῶν, ἐπιφορῶν ἐν βίῳ.

Θεοτοκίον.
Σκέπασόν με Παρθένε, ἐκ δεινῶν βουλευμάτων τοῦ πολεμήτορος· καθ’ ὥραν γὰρ ὁ πλάνος, ποικίλαις μεθοδείαις, ἐκσυλᾷ τὴν καρδίαν μου· ἀλλὰ σὺ τούτου ἁγνή, κατάφλεξον τὸ θράσος.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώσεως θείας, φωτιστικαῖς σου πρεσβείαις, καταλάμπρυνον ἀκτῖσι Νεομάρτυς, τὴν ἐσκοτισμένην, τοῖς πάθεσι ψυχήν μου.

Ἔχει σε ῥύστην, ἐν ταῖς τοῦ βίου ἀνάγκαις, Τριαντάφυλλε ἡ Ζαγορὰ ἡ κώμη· ὅθεν καὶ προστρέχει, ἀεὶ τῇ σῇ πρεσβείᾳ.

Ῥῶσιν καὶ χάριν, καὶ μυστικὴν εὐφροσύνην, ἡ πρεσβεία σου βλυστάνει Νεομάρτυς, τοῖς κεκαμωμένοις, ταῖς θλίψεσι τοῦ βίου.

Θεοτοκίον.
Ἀγγέλων δόξα, δεδοξασμένη Παρθένε, καταξίωσον τῆς αἰωνίου δόξης, τοὺς ὑπερυψοῦντας, τὴν Σὴν μεγαλωσύνην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνόμιλος Ἀγγέλων, πέλων Ἀθλοφόρε, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε, τὸν πανοικτίρμονα Λόγον, καὶ πολυέλεον.

Ἰσχὺν ἡμῖν παράσχου, κατὰ τοῦ Βελίαρ, καὶ καρτερίαν παμμάκαρ ἐν θλίψεσι, καὶ πολυπλόκων σκανδάλων τὴν ἀπολύτρωσιν.

Μαρτύρων τῆς εὐκλείας, σύμμορφος τυγχάνων, ὡς ἀριστεὺς τοῦ Σωτῆρος ἀήττητος, τὰς ἱκεσίαις προσδέχου ἡμῶν ἑκάστοτε.

Ὁ νέος τοῦ Σωτῆρος, Μάρτυς καὶ ὁπλίτης, τῶν Ζαγοραίων τὸ θεῖον ἀγλάισμα, φθοροποιῶν ἀλγηδόνων ἡμᾶς ἀπάλλαξον.

Θεοτοκίον.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, τῶν πάλαι Μαρτύρων, Τριαντάφυλλε μιμητής· χαίροις, ὁ τὴν κλῆσιν, Χριστοῦ ὁμολογήσας, ἐνώπιον τυράννων, στεῤῥῷ φρονήματι.

Ἄνθος τῆς νεότητος παριδών, ἤθλησας νομίμως, δι’ ἀγάπην τὴν τοῦ Χριστοῦ, Ὃν ἀεὶ δυσώπει, ὑπὲρ τῶν προσιόντων, τῇ σῇ θερμῇ πρεσβείᾳ, ὦ Τριαντάφυλλε.

Χαίροις Ζαγοραίων ἡ καλλονή, καὶ θεῖος προστάτης, καὶ ὑπέρμαχος καὶ φρουρός· χαίροις Ὀρθοδόξων, χαρὰ καὶ εὐφροσύνη, θεόφρον Τριαντάφυλλε, Μάρτυς ἔνδοξε.

Αἷμά σου τὸ θεῖον ὑπὲρ Χριστοῦ, κέχυκας προθύμως, ἐναθλήσας καρτερικῶς· ὅθεν ὥσπερ ῥόδον, Χριστοῦ ἡ Ἐκκλησία, εὐῶδές σε πλουτοῦσα, ἐν σοὶ ἀγάλλεται.

Πάντοτε ἱκέτευε Ἀθλητά, Χριστὸν τὸν Σωτῆρα, πάσης βλάβης καὶ πειρασμῶν, καὶ ἀσθενημάτων, λυτροῦσθαι καὶ κινδύνων, τοὺς πόθῳ Τριαντάφυλλε σὲ γεραίροντας.

Λύσιν ἡμῖν αἴτει παρὰ Χριστοῦ, τῶν ἐπερχομένων, ἐν τῷ βίῳ δυσχερειῶν, καὶ πλημμελημάτων, συγχώρησιν τελείαν, τοῖς πόθῳ Τριαντάφυλλε, εὐφημοῦσί σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν….
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας θερμῶς, τῇ μαρτυρικῇ σου πρεσβείᾳ πάσης στενώσεως, Μάρτυς Τριαντάφυλλε καὶ πάσης θλίψεως, ἀσινεῖς διατήρησον, καὶ ἁμαρτημάτων, αἴτησαι τὴν ἄφεσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὅπως, ἐν εἰρήνῃ τελείᾳ, σοῦ τὰς θαυμαστὰς ἀριστείας, μέλπωμεν τὸν Κύριον δοξάζοντες.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν Ἀγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

 

Πηγή και η Ακολουθία

Βίος