Κοινός Παρακλητικός Κανών των Αγίων Ενδόξων Μεγαλομαρτύρων Φανουρίου και Τριανταφύλλου

Ποίημα ταπεινού ιεροψάλτου Γεωργίου Γαλανοπούλου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως.
Τοῖς Ἀθλοφόροις τοῦ Χριστοῦ Φανουρίῳ, καὶ τῷ ἐνδόξῳ νέῳ Τριανταφύλλῳ, προσπέσωμεν φιλέορτοι καὶ δῶμεν αὐτοῖς, ὕμνους θείας παρακλήσεως, ἀσπαζόμενοι τὰς μορφάς, ὧν νῦν αἰτησώμεθα, πρὸς ἀπέλασιν νόσων, καὶ πειρασμῶν βοήθειαν θερμήν, ὅτι ἀπαύστως, Θεῷ ἡμῖν εὔχονται.

Τὰ Ἀπολυτίκια τῶν δύο Μεγαλομαρτύρων, ἥ τοῦ Ἀγίου τῆς ἡμέρας.
Ἢ, τόδε κοινόν ἀμφοτέρων.

Δόξα.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Ναῶν κώμης Θέρμου, τοὺς Ἐφόρους τιμήσωμεν, ᾄσμασιν Φανούριον πάντες, καὶ στεῤῥὸν Τριαντάφυλλον, ταχίστους ἀντιλήπτορας πιστῶν προστάτας καὶ πρὸς Κτίστην πρεσβευτάς, ἵνα λάβωμεν, βοῶντες απὸ ψυχῆς, ἔλεος οἱ κατάκριτοι. Δόξα τῷ ἁγιάσαντι ὑμᾶς· δόξα τῷ θαυμαστώσαντι· δόξα τῷ χορηγοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Φανούριε Μάρτυς, ὑμνῶ σε σὺν Τριανταφύλλῳ.

Εἴς ἔκαστον τροπάριον λέγομεν·
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
τὰ δύο τελευταία
Δόξα. Και Νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φανούριε Μάρτυς, δέχου ἡμῶν, παράκλησιν θείαν, ὑπὲρ πάντων τῶν εὐσεβῶν, σὺν τῶ ἀριστεῖ Τριανταφύλλῳ, ὧν ποθητὰ καρδιῶν ἐκπληρώσατε.

Ἁπαύστως πρεσβεύετε τῶ Χριστῷ, θερμῶς Ἀθλοφόροι, ὡς θεράποντες εὐκλεεῖς, ἐκ δεινῶν ἡμᾶς ἀπαλλαγῆναι, καὶ μέγα ἔλεος πᾶσι δωρήσασθαι.

Ναμάτων ἐμπλήσατε τὰς ψυχάς, Θεῖοι, ζωηῤῥύτων, ὅσα δ’ ἔχθιστος προκαλεὶ, τῇ ὑμῶν ταχείᾳ ἐπεμβάσει, καὶ τοῦ Σταυροῦ ὅπλῳ, ἀπομακρύνατε.

Θεοτοκίον.
Ὁδύνας ἀπέλασον ἀφ’ ἡμῶν, Ἀγνή, ἡ τεκοῦσα, ἀπειράνδρως τὸν Λυτρωτήν, ἥκοντα βροτῶν πρὸς σωτηρίαν, ἐκ παραβάσεως, τῶν ἀνυμνούντων σε.

ᾨδὴ γ΄. Σὺ εἶ, τὸ Στερέωμα.
Ὕψει Τριαντάφυλλε, οἰκῶν τῆς δόξης ἀσθένειαν, ἇρον ταχύ, ἀφ’ ἡμῶν ὑμνούντων, τὰ σὰ ἄμετρα θαύματα.

Ῥάνατε χαρίσματα, Μεγαλομάρτυρες Ἅγιοι, τοῖς εὐλαβῶς, ὑμᾶς εὐφημοῦσιν, ἐν Ναοῖς τοῦ Παντάνακτος.

Ἴθυνον Φανούριε, ἡμᾶς πρὸς τρίβον σωτήριον, ταῖς σαῖς λιταῖς, πρὸς τὸν Ζωοδότην, μετανοίας φυτεύμασιν.

Θεοτοκίον.
Ἐκ σοῦ ἀνατέταλκε, Δικαιοσύνης ὁ Ἥλιος, Μῆτερ Θεοῦ, ὁ φωτίζων σκότη, καὶ πιστοῖς νέμων χάριτας.

Λυτρώσασθε, ἐκ φθορᾶς νόσου, ἀνάγκης, δεινῶν καὶ βλάβης, τοὺς ὑμᾶς Φανούριε, Τριαντάφυλλε, καὶ δότε κατ’ ἄμφω πᾶσιν ὑγείαν.

Ἐπίβλεψον, εὐμενεστάτως Πανύμνητε Θεοτόκε, εἰς τὰς ἡμετέρας κακώσεις, ἄσπερ θεράπευσον, καὶ δώρησαι, κρείττω πᾶσι σοῖς δούλοις.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πιστὸς Ἀθλητής, Χριστοῦ ὥφθης Φανούριε, καὶ Μάρτυς λαμπρός, ὦ νέε Τριαντάφυλλε· ἰᾶσθε γὰρ νόσους τε, καὶ τὰ κατ’ ἄμφω πάθη Ἅγιοι, Χριστιανῶν θαυμάτων δωρεαῖς· διὸ ὑμᾶς, ἄσμασι γεραίρομεν.

Δόξα καὶ νῦν.
Θεοτοκίον, ὅμοιον.
Παρθένε Ἁγνή, ὡς πρέσβιν σε πρὸς Τόκον σου, τροφέα πτωχῶν, ἀσθενούντων ἀντίληψιν, καὶ τεῖχος κεκτήμεθα, οἱ ἐν ὕμνοις πόθῳ βοῶντές σοι· σπεῦσον, ἐναγκαλίσασθαι ἡμᾶς, ὡς σκέπει ὄρνις τοὺς αὐτῆς νεοσσούς.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μάρτυς θεῖε Φανούριε, πρόσδεξαι αἰτήσεις ἡμῶν καὶ νέκρωσον, τῆς σαρκὸς ὁρμὴν τὴν ἄτακτον, ὡς τῆς ἀπαθείας ἐνδιαίτημα.

Αἷμα ἴδιον ἔῤῥευσας, Μάρτυς, ὁ τρωθεὶς τοῦ Χριστοῦ τῷ ἔρωτι· ὅθεν πᾶσιν ἡμῖν δώρησαι, τὴν θερμὴν ἀγάπην σου μιμήσασθαι.

Ῥαθυμίαν μακρύνατε, ἀφ’ ἡμῶν, ὦ Ἅγιοι, εἰς τὰ βάραθρα, ἀκηδίας κατευθύνουσαν, οἱ ἡμῶν οἰκείους προστατεύοντες.

Θεοτοκίον.
Τῇ σῇ χάριτι, Δέσποινα, πάντας ἁγιάζουσα καὶ δυνάμει σου, μὴ ἐλλίπῃς προστατεύουσα, τοὺς σὲ Θεοτόκον καταγγέλοντας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὑγείαν ἡμῖν, δὸς καὶ ῥῶσιν ἀναφαίρετον, ἣν δεδώρηταί σοι Μάρτυς, Ἰησοῦς, τελεῖν σημεῖα, καὶ καταδιώκειν δαίμονας.

Στήριξον ἡμᾶς, εἰς τὴν πίστιν Τριαντάφυλλε, ὁ Χριστὸν κηρύξας ἔμπροσθεν ἐχθρῶν, καὶ τὴν εἰρήνην, ταῖς εὐχαῖς σου πᾶσι δώρησαι.

Ὕψωσον ἡμῶν, νοῦν καὶ δὸς βιοῦν Φανούριε, θεαρέστως ἐν ἀγῶσιν ἱεροῖς, ὄμματα δ’ ἔχειν, ἐστραμμένα πρὸς τὸν Κύριον.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, δι΄ ἡμᾶς, ἇρον τὰς χεῖράς σου, καὶ χαράν, ἣν εἴληφας, μονογενοῦς, ἰδοῦσα πρώτη, τὴν Ἀνάστασιν παράσχου μοι.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Νεοφανεῖς, οὐδ’ ὥραν μὴ παύσητε, δυσωποῦντες πρὸς ὁδόν, ἵν’ ἀγάγῃ, θείας Χριστόν, ἑαυτοῦ Βασιλείας, διὰ συχνῆς μετανοίας ἑκάστοτε, τοὺς ᾄδοντας περιχαρῶς, τὴν ὑμῶν ταχυτάτην ἀντίληψιν.

Ὧ Ἅγιοι, τὰς παγίδας ὄφεως, ὡς ἱστὸν ἀράχνης λύσατε τάχει, δότε τὸ φῶς, τοῖς τυφλοῖς, θεραπείαν τοῖς παραλύτοις, νοσοῦντας ἰώμενοι, ὄντες πηγὴ τοῦ Σιλωάμ, ὡς βροτῶν συμπαθεῖς, θείᾳ χάριτι.

Συμφώνως νῦν, Τριαντάφυλλε Μάρτυς, καὶ Φανούριε, ὑμᾶς ἀνυμνοῦμεν· δέξασθε οὖν, παρακλήσεως μέλη, καὶ μὴ ὀκνεῖτε προφθάσαι τὴν δῃῶσιν, τῶν ἀρετῶν ἐκ πτερνιστοῦ, τοῦ δουλοῦντος ψυχὰς πρὸς ἀπώλειαν.

Θεοτοκίον.
Εὑμένισον, τὸν Υἱόν σου Ἄχραντε ἐν ἡμέρᾳ δίκης τάξαι μερίδος, τῆς δεξιᾶς, μητρικαῖς σου πρεσβείαις, σὺν ταῖς λιταῖς τῶν δ’ Ἁγίων τοὺς δούλους σου, καὶ μὴ εἰς κόλασιν πυρός, ἀποπέμψη ἡμᾶς, ὠς Φιλάνθρωπος.

Ἐκρύσασθε, πολεμικῆς ἀπειλῆς ἡμᾶς, Ἀθλοφόροι, Φανούριε, σὺν τῷ Τριανταφύλλῳ κινδύνων τε καὶ θλίψεων, σκέποντες τὸν λαὸν τῆς Ἑλλάδος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὶατῆρας ὑμᾶς οἱ νοσοῦντες κεκτήμεθα, Ἀθλοφόροι Τριαντάφυλλε καὶ Φανούριε, ἀσπαζόμενοι τὰς Εἰκόνας ἐν θείοις Ναοίς, καὶ κράζοντες εἱλικρινῶς· μὴ διαλλείπητε, ἱκετεύοντες Χριστόν, Ἅγιοι, δοῦναι πιστοῖς, ὑγείαν, μετάνοιαν, σωτηρίαν, καὶ τοῦ ἐλέους δωρεάς, ὡς λαοῦ οἱ ἀντιλήπτορες.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. (Δίς).
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8-12).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τῶν δ’ Ἀθλοφόρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Σὲ Τεκούσης, Μητρός σου ἱκεσίαις, ἐξάλειψον, Οἰκτίρμον, τὰς ἡμῶν ἁμαρτίας.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Φανούριε, ὁ πολιοῦχος τῆς Ῥόδου, σκεῦος καθαρότατον, ἀρετῶν ἀκρότητι ἀναδέδειξαι. Καὶ Τριαντάφυλλε, Μάρτυς τῆς πίστεως, κρουνοῖς αἵματος γεγένησαι. Ὅθεν βοῶμεν ὑμῖν· ῥύσασθε πάντας ἐκ θλίψεων, κινδύνων, περιστάσεων, καὶ ἐπηρειῶν τῆς σατᾶν μαγείας ἵν’ ὑμνολογῶμεν, ἀσμένως, ἀρετάς καὶ θαυμαστά, ἄ, κατεργάζητε χάρισι, τοῖς ἀμφοῖν γεραίρουσιν.

Ἢ, ὄμοιον.
Ὅλος συνεχόμενος, ἐν ἀπορίᾳ μεγίστῃ, κρημνισθεὶς εἰς βάραθρα, κακίας ζοφώδους καὶ ἀπογνώσεως, Ἅγιε Φανούριε, σὺν Τριανταφύλλῳ, ὑμῖν λέγω· ἀνορθώσεως, τρίβον μοι δείξατε, κλίμακα πρὸς φῶς τὴν ἀνάγουσαν, μετάνοιαν, ταπείνωσιν, καὶ δότε πίστιν ἀκλυδώνιστον, ἵν’ εἰς μέγα ὕψος, ἀγάπης ἀναβῶ πνευματικῆς, καὶ εὐφροσύνης συμμέτοχος, τοῦ Σωτῆρος γένωμαι.

Ἕτερον. Ἦχος ὁ αὐτός.
Οὑδεὶς προστρέχων ἐν Ναοῖς, Κυρίου ἐπιστρέφει πάλιν εἰς ἴδια κενός, οὐδὲ λελυπημένος· ἀλλά πλουσίαν χάριν, αὐτοῦ λαμβάνει Ἅγιοι, τῶν δυσχερῶν ἀπολυτρούμενος.

Ὁμόηχον.
Μεγαλομάρτυρες Κυρίου, τῶν ἀσθενούντων ἰατῆρες ἀνάργυροι, πάντων πέλετε, ὄντως· ὄθεν ῥύσασθε πιστούς, ὠς ἀδικουμένων εὐεργέται, καὶ ἐχθροῦ δολίου καθαιρέται, ταῖς ὑμετέραις πρὸς Κτίστην εὐχαῖς.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συμφωνίαις ᾁσμάτων, ἐπαινέσωμεν πάντες, τὴν Φανουρίου πολλήν, πρὸς Πλάστην παῤῥησίαν, ῥυσθῆναι ἐκ γεέννης, οἰ ἀπαύστως κραυγάζοντες. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὕψει χοροῦ Ἀγίων, δόξης τῆς ἀθανάτου, ἡξίωσεν ὁ Θεός, ὑμᾶς διὸ ἀτίμων, παθῶν τῶν ἀκαθάρτων, ἀπαλλάξατε τάχιστα, καὶ πάσης ἄλλης φθορᾶς, τοὺς ἄμφω εὐφημοῦντας.

Νικητὰς κατ’ ἀθέων, ὑμᾶς πίστει τιμῶμεν, Φανούριε θαυμαστέ, σὺν τῷ Τριανταφύλλῳ, οἷς λέγομεν ἀπαύστως· τὸν Σωτῆρα μὴ παύσητε, σβέσαι τὴν φλόγα παθῶν, ἡμῶν παρακαλοῦντες.

Θεοτοκίον.
Τοῦ Σαρκωθέντος Μῆτερ, ἐκ σοῦ ἰσχύν μοι δίδου, καὶ πειρασμῶν ἐκτροπήν· ἐλθέ, φῶς ἡ Τεκοῦσα, πρὸς γένους σωτηρίαν, θείαις λάμψεσι φᾶναί μου, φρενῶν, καρδίας, ψυχῆς, τὸ ἐρεβῶδες σκότος.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Ῥύπων μὴ δότε, παραλαβεῖν ἡμᾶς πάντας, ὁ Δεσπότης ἀλλ’ ἐν μετανοίᾳ, Ἅγιοι, πρὸ τέλους, γενέσθαι θεαρέστους.

Ἴδετε ἄμφω, ἐφ’ ἡμᾶς, ὦ Ἀθλοφόροι, καὶ Χριστῷ πρεσβεύσατε σωθῆναι, τοὺς ἐν παρακλήσει, ὑμᾶς ὧδ’ ἀνυμνοῦντας.

Ἁληθεστάτως, ὥφθητε φῶτα ἀνθρώπων, ὁδηγήσαντες γένος Ἑλλήνων, πρὸς ἐλευθερίαν, Μάρτυρες, τῶν ἐξ Ἄγαρ.

Ναμάτων κρῆναι, ἀνεδείχθητε νοσούντων, Τριαντάφυλλε, σὺν Φανουρίῳ, πᾶσιν ἰατρείαν, παρέχοντες ἀμίσθως.

Θεοτοκίον.
Τὴν ῥυσαμένην, γένος βροτῶν τῆς κατάρας, καὶ σκανδάλων τοῦ ἀντικειμένου, μόνην Θεοτόκον, μεγαλύνωμεν πάντες.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγίων σου πρεσβείαις, δέχου Ζωοδότα, τῶν Φανουρίου καὶ Τριανταφύλλου θερμαῖς, καὶ δὸς ἐκφεύγειν ἐχθροῦ, ἡμᾶς πανουργεύματα.

Φῶς ἔνθεον γαλήνης, δότε Ἀθλοφόροι, πᾶσι θνητοῖς, Ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελέσθε τῆς βλάβης, δῆμον αἱρέσεων.

Ὑπὲρ τῶν ἀνυμνούντων, ἵν’ ἐκ ψυχοκτόνων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς καὶ παθῶν, Μεγαλομάρτυρες, Κτίστην, ἐκδυσωπήσατε.

Λαμπρότητι τὸν βίον, τῶν ἀρετῶν πάντας, κατακοσμήσατε, Ἅγιοι θαυματουργοί, καὶ τῷ Κυρίῳ πρεσβείαν, δότε ὑπὲρ ἡμῶν.

Λαμπάδας ἀνημμένας, δότε ἡμᾶς ἔχειν, πάσαις αἰσθήσεσι, Μάρτυρες, διηνεκῶς, ὅπως, ἐλέους τυχόντες, δόξης μετάσχωμεν.

Θεοτοκίον.
Ὦ σύ, Ὑψίστου Θρόνος, εἶ, Ἀγνή, ἐν πόλῳ· διὸ δυσώπει Υἱόν σου, σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαἰροις νήσου Ῥόδου ὁ οἰκιστής, τὸν λαὸν πυρσεύων, τῶν θαυμάτων σου ταῖς βολαῖς, ὀλετὴρ βελίαρ, ὀφθεὶς Μάρτυς, ἀγῶσιν, ὑπὲρ τῆς ευσεβείας, θεῖε Φανούριε.

Ὃπλῳ τοῦ Σταυροῦ περιτειχισθείς, ἐξῆλθες εἰς μάχας, πολεμῆσαι τὸν πτερνιστήν, τοῦτον καταισχύνας, Φανούριε, ὡς σώφρων· διὸ ἡμῖν ἰσχύν σου, καὶ χάριν δώρησαι.

Ὁ παρὰ Παντάνακτος δοξασθείς, ἄθλων σου ἀγῶσι, Τριαντάφυλλε θαυμαστέ, καὶ τμηθεὶς τὴν κάραν, ξίφει Θεὸν δυσώπει, ἵν’ εἰς Ζωῆς τὰς βίβλους, ἐγγράψῃ ἅπαντας.

Νέε Τριαντάφυλλε, ἀριστεῦ, ῥόδον Μαγνησίας, Ἁθλοφόρε Χριστοῦ λαμπρέ, ῥῦστα ἐκ κινδύνων, πιστῶν ἐν ὥρᾳ δίκης, ὑπὲρ τῶν σὲ τιμώντων, σωθῆναι μνήσθητι.

Ποίει ποίμνην γῆς τῆς Ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ τιμᾷ σε, Φανούριε, ἀσμένως, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

Σὲ παρακαλοῦμεν, Μάρτυς στεῤῥέ, δὸς ὑγείαν ἄμφω ἀσθενοῦσι, καὶ φῶς λαῷ, τῷ ἐσκοτισμένω, θερμαῖς σου ἱκεσίαις, Χριστὸν καθικετεύων, τὸν Πολυέλεον.

Βάλσαμον οἱ λόγοι σου τοῖς πιστοῖς, καὶ ἀδικουμένοις ἐγεγόνησαν ἀληθῶς· ὅπως ἀσθενοῦντας σκιὰ Πέτρου ἰᾶτο, οὕτως ὑπὸ σοῦ πλήθη, Μάρτυς, ἰάθησαν.

Χαίρετε, Φανούριε Ἀθλητά, σὺν Τριανταφύλλῳ, οἱ προστᾶται Χριστιανῶν, καὶ ἔνθερμοι πρέσβεις, τῶν ὑμᾶς ἀνυμνούντων, τὰ ἄθλα καὶ τὴν μνήμην, ἀειμακάριστοι.

Εὔχου, ἐγκλημάτων δοῦναι ὀφλήν, καὶ ἡμῶν πταισμάτων, ὁ δοξάσας σε Ἰησοῦς, οὗ τοὔνομα μέγα, ἐτράνωσας καὶ πίστιν, Φανούριε, ἀφόβως, πᾶσιν ἐκήρυξας.

Δὸς ἡμῖν ἀμείνω ταῖς σαῖς λιταῖς, Χριστοῦ τὴν εἰρήνην, Τριαντάφυλλε, καὶ χαράν, ἱλασμὸν πταισμάτων, ταπείνωσιν, ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, καὶ βίον ἔνθεον.

Λύμην ἐκδιώξατε ἀφ’ ἡμῶν, σὺν Τριανταφύλλῳ, ὦ Φανούριε θαυμαστέ, τῶν ἀσπαζομένων, ὑμῶν ἐν εὐλαβείᾳ, τὰς θήκας τῶν λειψάνων, καὶ Εἰκονίσματα.

Θαύματα παρέχετε τοῖς πιστοῖς, Ἅγιοι Κυρίου, Τριαντάφυλλε εὐκλεές, σὺν τώ Φανουρίῳ, φρουρῷ τῆς νήσου Ῥόδου· ὄθεν ἰὸν κορώνης, ἐξαφανίσατε.

Ὥσπερ Νινευΐτας πάλαι Θεέ, ἔσωσας ὀργήν σου, καταπαύσας τὴν θεϊκήν, τούτους μεταγνότας, κἀμᾶς σῶσον Παντάναξ, πρεσβείαις Φανουρίου, Τριανταφύλλου τε.

Ἔγνωσάν σου θαύματα ὀρατῶς, Φανούριε Μάρτυς, οἰ ἐγείραντές σοι Ναόν, πρὸς εὐχαριστίαν, πανευγνωμόνως ὄντες, ὄτι ἐκ τοῦ θανάτου, οἰκεῖον ἔσωσας.

Τήρει ἀσαλεύτους τοὺς σοὺς Ναούς, Σῶτερ, ταῖς πρεσβείαις, Φανουρίου τοῦ Ἁθλητοῦ, καὶ Τριανταφύλλου, οὔς ἔκτισεν ἐν Θέρμῳ, δοξάζειν σε ἀπαύστως, Λευΐτης ἔνθεος.

Τῶν Τριανταφύλλων τὴν γενεάν, σκέπε ἐκ κινδύνων, νόσων, βλάβης τῶν πειρασμῶν, συνώνυμε τούτων, Κυρίου Ἁθλοφόρε, μετά τοῦ Φανουρίου, κρείττω δωρούμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὰ Ἀπολυτίκια. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φανούριον ἅπαντες, τὸν Ἀθλοφόρον Χριστοῦ, σὺν Τριανταφύλλῳ τε, τῆς Ζαγορᾶς τῷ βλαστῷ, πιστοὶ ἀνυμνήσωμεν· οὗτοι γὰρ παῤῥησίαν, πρὸς Θεὸν κεκτημένοι, νέμουσι τὰς ἰάσεις, δωρεὰν τοῖς νοσοῦσι, καὶ χάριν θαυμασίων πολλήν, ὡς δοῦλοι γνήσιοι.

Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Τριαντάφυλλε, ναῦτα τὴν τέχνην, καὶ Φανούριε, Μεγαλομάρτυς, ὁδηγήσατε πλήθη πρὸς Κύριον, τοῖς θαυμασίοις ὑμῶν ἀξιάγαστοι, καὶ ἐκ κινδύνων ἡμᾶς ἀπαλλάξατε, τοὺς γεραίροντας, ἄθλα καὶ μνήμην τὴν ἔνδοξον, Χριστῷ ἐκτενῶς πρεσβεύοντες, δωρήσασθαι πιστοῖς, Ἅγιοι, ἔλεος.

Καὶ νῦν.
Θεοτοκίον, ὅμοιον.
Βάτον ἄφλεκτον, ἐωρακέ σε, Κόρη Ἄσπιλε, Θεοκυῆτορ, ἐν Σιναίῳ θεόπτης καὶ ἤκουσε, θείας φωνῆς « τὸ ὑπόδημα λῦσόν σου », καὶ τόπον κύψας, πιστῶς προσεκύνησεν· ὄθεν Δέσποινα, σαῖς πρὸς Υἱὸν παρακλήσεσιν, Αὐτὸν ἐκτενῶς ἱκέτευε, ῥυσθῆναι ἐκ δεινῶν ἡμᾶς καὶ θλίψεων.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὁδηγοί ἐστε τῶν εὐσεβῶν, τείχη ὀχυρὰ Ἱερέων, καὶ τῶν πτωχῶν ἀρωγοί, νέε Τριαντάφυλλε, σὺν Φανουρίῳ πιστῷ, Ὀρθοδόξων οἱ πρόμαχοι, Ναῶν ἐν τῷ Θέρμῳ, Ἔφοροι τε φύλακες, καὶ ἰατροὶ θαυμαστοί· ὅθεν δότε πᾶσι τὰ κρείττω, σῴζοντες ἐκ νόσων παντοίων, καὶ δεινῶν τοὺς ἄμφω μεγαλύνοντας.

Ὅμοιον.
Δέξασθε, Φανούριε, ἡμῶν, ὕμνον ἱερῶν ἀνθισμάτων, καὶ Τριαντάφυλλε, νῦν, μετὰ μύρων δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ κλίσεσι γονάτων Εἰκόνας, τῶν ἀσπαζομένων τε, καὶ ἐκβοώντων ψυχῇ· Σκέπετε, ἐκ βλάβης κινδύνων, ποίμνην Αἰτωλίας τηροῦντες, ἄτρωτον λαὸν τὸν Χριστεπώνυμον.

Θεοτοκίον.
Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθέν σοι προσπίπτομεν, ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Τριαντάφυλλο

 
 

Εὐχαριστῶ θερμά τὸν Ἱερομόναχον Κωσταντῖνον κατὰ κόσμο Τριανταφύλλου, γιὰ τὴν ἀποστολή τῆς κοινῆς Παρακλήσεως τῶν Ἁγίων Τριανταφύλλου καὶ Φανουρίου. Οἱ ὁμώνυμοι Δίδυμοι Ἱεροὶ Ναοί τῶν Ἁγίων βρίσκονται στὴν διασταύρωσι “ τὰ ἑπτὰ ἀδέλφια ” τῆς συνοικίας “ Νέος Κόσμος ” στὴν κωμόπολι Θέρμον Αἰτωλίας, ὅπου κτήτορες τῶν Διδύμων Ἱερῶν Ναῶν εἷναι ὁ ἀποστολεύς τῆς Παρακλήσεως καὶ ἡ Ἀδελφή του Γεωργία Καναροπούλου.