Παρακλητικός Κανών εις τον Άγιο Πολύκαρπο Επίσκοπο Σμύρνης

†Εορτάζεται στις 23 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησιν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνη σοῦ καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου μὴ ἀποστρέψῃς τὸ πρόσωπον σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τὸ πρωί τὸ ἔλεός σου, ὅτι ἐπὶ  σοὶ ἤλπισα γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρὸς σὲ ἤρα τὴν ψυχήν μοῦ ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἰ ὁ Θεός μοῦ τὸ πνεῦμα σου τὸ ἀγαθόν ὁδηγήσει μὲ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μὲ, ἐν τῇ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμί.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια.

Ἦχος δ΄. Ταχύ προκατάβαλε.
Τήν κλῆσιν τοῖς ἔργοις σου, ἐπισφραγίσας σοφέ, ἐλαία κατάκαρπος, ὤφθης ἐν οἴκω Θεοῦ, Πολύκαρπε ἔνδοξε, σὺ γὰρ ὡς Ἱεράρχης, καὶ στεῤῥὸς Ἀθλοφόρος, τρέφεις τὴν Ἐκκλησίαν, λογικὴ εὐκαρπία, πρεσβεύων Ἱερομάρτυς, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδού γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.

Καὶ ὀ Κανών.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δὺο τελευταῖα·
Δόξα καὶ Νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγράν διοδεύσας.
Τὰ χείλη ἀνοίξω τὰ βδελυρά, καὶ γλῶσσαν κινήσω, τοῦ αἰτήσασαι παρὰ Σοῦ, δοθῆναί μοι ῥῶσίν τε καὶ σθένος, ὡς ἐξειπεῖν τῶν θαυμάτων τὸ πέλαγος.

Αἰτοῦμαί Σε πάτερ, εἰλικρινῶς, τὰς πολλὰς ἁμαρτίας, παραπτώματα τὰ ἐμᾶ, πάριδε πάντα καὶ ἀνασχου, τοῦ εἰσακοῦσαί μου πανθαύμαστε.

Λάμπρυνον τοίνυν τὸν τῆς ψυχῆς, τῆς ἐμῆς τὸν κόσμον, καὶ ὁδήγησον ἀσφαλῶς, πρὸς τρίβους με ὄντως τὰς εὐθείας, τὴν τῶν δαιμόνων ἐλαύνων ἐπήρειαν.

Θεοτοκίον.
Πάντες οἱ νόες τῶν γηγενῶν, ἐκπλήττονται κόρη, ὑπὲρ λόγον, σῷ τοκετῷ· σὺ γὰρ τὸν Κτίστην τῶν ἁπάντων, ἐν τῇ γαστρί Σου ἐχώρησας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Προστάτην Σε πάντες, οἱ ἐν δεινοῖς κεκτήμεθα, ῤύστην καὶ ἐν πάσαις ταῖς συμφοραῖς· ὅθεν αἰτοῦμεν Σε, ἐν πόθω ζέοντι, νῦν τὸν Χριστόν ἰκετεῦσαι, ἐξελεῖν τὸ ποίμνιον πάσης κακώσεως.

Τὸν Χριστὸν σὺ κηρύξας, δί’ αὐτόν ὁλοκαύτωσας· ἀγάλλῃ δὲ ἀεὶ νῦν Πάτερ, δόξαν οὐράνιον, ὁρῶν ἀέννα· διὸ μὴ παύσῃ πρεσβεύων, τοῦ σώζεσθαι ἅπαντας, σοὶ νῦν προστρέχοντας.

Ἱκετεύομεν Πάτερ, ὡς θερμῶς οἱ δοῦλοι σου, καὶ γόνυ κάμπτοντες βοῶμεν· δέξαι τὴν δέησιν, πιστῶς τιμώντων Σου, τὴν πανσεβάσμιον μνήμην, καὶ προσκυνούντων ἐν πίστει τὴν πάντιμον χεῖρά Σου.

Θεοτοκίον.
Ἱκετεύω Σε κόρη, τὸν Χριστὸν κυήσασαν, τὸ γνόφον τοῦ νοός μου διαλύσαι, ὅπως ὑμνήσω Σου, τὴν μεγαλειότητα, τὴν δωρηθεῖσαν Σοι, παρὰ Χριστοῦ Θεοῦ Λόγου, τοῦ μόνου Παντάνακτος.

Κραυγάζομεν, ἐν πίστει Σοι ἅπαντες Θεηγόρε, ὅτι ῥύστην ἐν τοῖς δεινοῖς, ἀεὶ Σε κεκτήμεθα, καὶ πρεσβεύεις ἀπαύστως τῷ Χριστῷ Θεοῦ τῷ Λόγω.

Ἱλάσθητι, τοῖς δούλοις Σου ἀπείρανδρε Θεοτόκε, γνώρισον δέ γε νῦν ἡμῖν, τὴν μόνην ἀλήθειαν, ὅπως ἀεὶ ὑμνοῦμεν τὸν Χριστὸν, τῶν πάντων Κτίστην.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Λιπάρει Χριστόν, τὰς χείρας καθηλώσαντα, τοῦ σῶσαι ἡμᾶς, δεινῶς ὀλισθήσαντας, καὶ μηδὲν φυλάξαντας, πεσόντας δ’ εἰς τὸν βόρβορον Ἅγιε, τοῖς πονηροῖς δὲ δόντες ἑαυτούς, τοὺς πάντας ὀξέως ἀναρπάζουσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Καθοδήγησας Πάνσοφε, εἰς τὰς εὐθείας τρίβους Σου τὸ ποίμνιον, καὶ νῦν ἅπαντας κατεύθυνον, πρὸς τὸ φῶς τὸ λάμπων ἀλήθειαν.

Κεκτημένοι Θεόσοφε, τὴν πάντιμον χεῖρα ἡμῖν τὴν βλύζουσαν, τὰ ἰάματα ὡς νάματα, ὡς εἰκός οἱ ἅπαντες χαίρομεν.

Δυσωποῦμέν σε Ἅγιε, τοῦ πρεσβεύειν ἀεὶ Χριστῷ τῷ Παντάνακτι, τοῦ ἐκλυτροῦσθαι κακώσεως, τοὺς προσκυνοῦντας ἐν πίστει τὰ λείψανα.

Θεοτοκίον.
Ἱκετεύω Πανύμνητε, καὶ ἐκχέω ὡσεί κρουνούς τὰ δάκρα, ἑξαιτούμενος θερμότατα, παριδεῖν μου πταισμάτων τὸ πέλαγος.

ᾨδὴ ε΄. Φώτισον ἠμᾶς
Ἔλασον σοφέ, τῶν ἐν πίστει προσκυνούντων σου, τὴν πανσεβάσμιον χεῖρα καὶ πάντιμον, τὴν δεινήν νόσον, ὡς σκληρῶς πάντας θερίζουσαν.

Ῥύσαι νῦν ἡμᾶς, τῶν κινδύνων θεηγόρε σοφέ, καὶ Χριστῷ ἀεὶ τῷ Λόγω, πρέσβευε ὑπὲρ τῶν πίστει, τιμώντων τὰ λείψανα.

Ὥλολας πυρί, ὡς τὸν Χριστόν κηρύξας τρανῶς, καὶ ἐδέξω παρ’ αὐτοῦ τὸν στέφανον, καὶ νῦν πρεσβεύεις τοῦ λυτροῦσαι ἡμᾶς ἅπαντας.

Θεοτοκίον.
Δέξαι νῦν σεμνή, τὴν πενιχρὰν ταύτην δέησιν, καὶ ἡμῶν μὴ παρίδης τὰ δάκρυα, ἀλλὰ παράσχου τὴν τῶν δεινῶν ἀπολύτρωσιν.

ᾨδὴ στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἐκήρυξας, τῆς ζωῆς τὴν ἄβυσσον, καὶ Θεοῦ τὸν προαιώνιον Λόγον, τὸν ἐκ φθορᾶς ἀναρπάσαντα πάντας, καὶ ἁμαρτίας Σταυρῷ καθηλώσαντα· ἐβλάστησας δὲ νῦν ἡμῖν, τὸ φυτόν τὸ πολύκαρπον Ἃγιε.

Ἐπλήρωσας, δι’ εὐχῆς τοὺς σιτῶντας, γυναικός τῆς θρεψαμένης Σὲ πάτερ, οὕς τοῖς πτωχοῖς, ἐξεκένωσας τότε, καταπραΰνας λιμὸν τὸν ἐπάρατον· κατάπλησον καὶ νῦν ἡμᾶς, τοῦ φωτός τοῦ λαμπρύνοντος πνεύματα.

Ἀνέστειλας, τοῦ αὐχμοῦ ἀμετρίαν, τὸν Θεὸν ἐξιλασκόμενος Πάτερ, καὶ νῦν ἡμᾶς περιπίπτοντας πάντας, εἰς ἁμαρτίας δεινὰ παραπτώματα, δεόμεθα εἰλικρινῶς, ἐξ αὐτῶν ἐπανόρθωσον Ἅγιε.

Θεοτοκίον.
Ἐχώρησας, τὸν παντί Ἀχώρητον, καὶ Θεὸν δημιουργήσαντα πάντα, καὶ τῷ μαστῷ σὺ ἐθήλασας τοῦτον, τὸν ἐν ἐρήμῳ λαὸν αὐτοῦ θρέψαντα· ἰλάσθητι καὶ νῦν ἡμῖν, σὸν Υἱὸν δυσωποῦσα καὶ Κύριον.

Κραυγάζομεν, ἐν πίστει σοὶ ἅπαντες θεηγόρε, ὅτι ῥύστην ἐν τοῖς δεινοῖς, ἀεὶ σὲ κεκτήμεθα, καὶ πρεσβεύεις ἀπαύστως τῷ Χριστῷ Θεοῦ τῷ Λόγω.

Ἰλάσθητι, τοῖς δούλοις Σου ἀπείρανδρε Θεοτόκε, γνώρισον δέ γε νῦν ἡμῖν, τὴν μόνην ἀλήθειαν, ὅπως ἀεὶ ὑμνοῦμεν τὸν Χριστόν, τῶν πάντων Κτίστην.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τὴν σεπτήν Σου χεῖρα πλοῦτον ἀκένωτον, κεκτημένοι πρέσβυν σε πρὸς Θεὸν προτιθέμεθα, μὴ παρίδης νῦν σοὺς ἰκέτας, Πολύκαρπε, ἀλλ’ ἐπίσπευσον ὡς συμπαθὴς εἰς τὴν ἀντίληψιν ἡμῶν, τῶν πιστῶς ἐκβοώντων σοι· πρόφθασον ἐν κινδύνοις, καὶ ῥύσαι κεκαμωμένους, ἐπικαμπτόμενος νυνὶ ἰκεσίας δεομένων Σου.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληνθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄, 1, 5-8).

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πάσαν νόσον καὶ πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων: εἰς ὁδόν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δῶτε.

Δόξα Πατρί…
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ με χειμαζόμενον ἐν ἁμαρτίαις παντοίαις, καὶ καταικιζόμενον ἀλγεινῶς αἰκίσιν ἀλάστορος, ἀποκλείνης Ἅγιε, ἀλλ’ οἰκτείρησον με τὸν ἄσωτον· δέχου τὴν δέησιν, ἥν ἀπὸ καρδίας προσάγω Σοι· Θεὸς γάρ σε παράκλησιν καὶ παραμυθίαν πιστοῖς παρέσχε· ὅθεν σοι κραυγάζω, θεράπων τοῦ Χριστοῦ θαυματουργέ, ὑπὲρ καὶ οὗ ὁλοκαύτωσας, ἐπισπεύσας ἵασαι.

Σῶσον ὀ Θεός τὸν λαὸ σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς ψυχῆς μου τὸ νέφος, τὸ καταπυκνόν Ἅγιε, διασκέδασον, καὶ μάστιγα ὀδύνης, μαστίζουσαν τὸ σῶμα, καὶ ψυχήν καταθλίβουσαν, ἀπέλανόν μου σοφέ, πηγὴ ἡ τῶν θαυμάτων.

Θεόθεν σὺ ἔχων, τῶν ἰάσεων χάριν σοφὲ Πολύκαρπε, ἰάσεως ἀξίους, ποίησον τρισμάκαρ, τοὺς ἐν πίστει Σοι κράζοντας· ἐκ τῶν παντοίων δεινῶν, σῶζε σοὺς ἰκέτας.

Ἐκτενῶς σοι βοώντας, καὶ ἐν δάκρυσι Πάτερ, σοὶ νῦν προσφεύγοντας, μὴ πάριδε αἰτοῦμεν, πρὸσδεξαι δὲ Πάτερ, καὶ κινδύνων διάσωσον, προσκυνοῦντας εὐσεβῶς, τὰ λείψανα τὰ θεῖα.

Θεοτοκίον.
Ὦ Δέσποινα πάντων, ἡ τεκοῦσα τὸν Σωτῆρα καὶ πλάστην μου, εὐώνυμον τὸν χῶρον, φυγεῖν ἐκδυσωπῶν Σε, ἐν ἡμέρα τῆς κρίσεως· ὅθ’ ὁ Υἱός Σου κρινεῖ, τὰ σύμπαντα ἀφύκτως.

ᾨδὴ η΄. Τόν Βασιλέα τῶν οὐρανῶν.
Γέμει μου ἐκ παντοίων τὸ σῶμα νοσημάτων, παρεῖται τὰ μέλη· ἐλέησον ὦ Πάτερ, σὸν πιστὸν ἱκέτην.

Ἀποροῦμαι θεραπείας βροτείας πάσης· λιπαρῶ σε θερμῶς τὸν προστάτην, πρόφθασον με σῶσον, καὶ ῥῶσιν μοι παράσχου.

Καθικετεύω ἵλεῶς μοι νῦν προσβλέψαν οὐρανόθεν ἰώμενος πάθη, πάνδεινα καὶ ῥύσαι, κακώσεως με Μάρτυς.

Θεοτοκίον.
Ὑμνῶ σε, τὴν Χερουβείμ ὑπερτέραν, ὡς τὸν Κτίστην τῶν ἁπάντων τεκοῦσαν, λατρεύων εἰς αἰῶνας, Παρθένε τῷ Υἱῶ Σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐλαύνεις τὰς ἀκρίδας, τὰ ζῶα ἐξιᾶσαι, παραδόξως τερατουργέ Πολύκαρπε, διὸ θερμῶς ἐκβοῶ Σοι, τὰ πάθη μου ἴασαι.

Ἰάσεων κρατήρα, ἀνελλιπῆ σὴν χεῖρα Ἱερομάρτυς τοῖς πιστοῖς προσέθηκε, ζωαρχικὴ ἡ χάρις, Σὲ μακαρίζομεν.

Ὀχλούμενος παντοίαις, μάκαρ ταῖς βασάνοις, ὡς χαρίτων θείων τεμένει κατέφυγον· ὧν με Μάρτυς διὰ τάχους ῥύσαι Πολύκαρπε.

Θεοτοκίον
Σὲ πᾶσαι αἱ δυνάμεις, τῶν οὐρανῶν ὑμνοῦσι, γενεαί δὲ πᾶσαι βροτῶν δοξάζουσι· Σοῦ ταῖς πρεσβείαις ῥησθείημεν Πάναγνε.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν θαυμάτων ὁ ποταμός, χαίροις τῶν Σμυρναίων ἀντιλήπτωρ ὁ ἰσχυρός, χαίροις τῆς Τριάδος ὁ θεῖος μυστολέκτης, δί ἥν ὁλοκαυτώθης μάρτυς Πολύκαρπε.

Δεῦτε προσκυνήσομεν εὐλαβῶς, τὴν πάντιμον χεῖρα, Πολυκάρπου τοῦ ἀθλητοῦ, βροτῶν, φυτῶν, θρεμμάτων, παντοίων ἐξωθοῦσαν, νόσων τε καὶ βλάβην, καὶ παρέχουσαν ἴασιν.

*Τὸν ἱερομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐν ἀσθενείαις ἐτοιμότατον βοηθόν, καὶ ῥύστην ἐν πάσαις ταῖς ἀναγκαις, εὐσεβοφρόνως τιμήσωμεν.

*Δεῦτε οἱ νοοῦντες καὶ ἐν δεινοῖς, πάθεσι τελοῦντες, ἀρυσώμεθα ἐκ πηγῆς, βλητούσης ἰαμάτων τὴν χάριν ἀέναον ἥν τοῖς πᾶσιν, ἐν πίστει προσκυνοῦσι παρέχει θαυμάσια.

Κράζομέν Σοι πάτερ εἰλικρινῶς, ῥῦσαι ἐκ παντοίων περιστάσεων σὸν λαόν, θερμῶς προσπεφευγότα τῇ σκέπῃ Σου τῇ θείᾳ, καὶ τῶν παραπτωμάτων αἰτούμενος ἄφεσιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένῃ Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρίᾳ τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὰ ἑξῆς·

Ἕτερα Ἀπολυτίκια Ἁγίου Πολυκάρπου
Ἀπολυτίκιον. Ἦχος δ΄.
Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὖρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας, μέχρις αἵματος ἱερομάρτυς Πολύκαρπε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχᾶς ἡμῶν.

Ἦχος α΄.
Τὸν Ἐπίσκοπον Σμύρνης καὶ φρουρὸν νῦν θερμότατον, τῆς Μονῆς τῆς Κοζίτσης, τὸν Πολύκαρπον ἅπαντες, αἰνέσομεν ἐν πίστει οἱ πιστοί, ὡς παρέχοντα ἰάματα ἡμῖν, θεραπεύειν γὰρ ἀλλήλους συσφίγγει· τοὺς δὲ τὴν χεῖρα προσκυνοῦντας τῶν κινδύνων ἁπαλλάττεται.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν έλέησον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις την Παναγία Αμπελακιώτισσα Ναυπακτίας

 

Πηγή

Και εδώ η Ακολουθία και ο Παρακλητικός Κανών αρχίζει απο την σελ. 10 εώς 16