Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 5 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ἁγιασθεὶς ἀπὸ παιδὸς θεοφόρε, ἁγιασμὸν καὶ φωτισμὸν καὶ εἰρήνην, καὶ ὀφλημάτων αἴτησαι συγχώρησιν, νόσων ἀπολύτρωσιν, καὶ εἰρήνην ἐν βίῳ πιστῶς προστρέχουσι τῇ ἁγία σου σκέπη, Σάββα Πατέρων θείᾳ κορωνίς, καὶ τὴν θερμὴν σου, αἰτοῦσιν ἀντίληψιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς.
Ῥῦσαί με στόνων Ὅσιε Σάββα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ῥημάτων ψυχῆς μου τῆς ταπεινῆς, εἰσάκουσον Σάββα, καὶ παρασχὸν μοὶ φωτιομόν, καὶ ῥώμην κατὰ τοῦ πολεμίου, ὡς ἀντιλήπτωρ μου πάτερ καὶ ἔφορος.
Ὑφέρπων δολίως ὁ δυσμενής, προσβάλλει μὲ πάτερ, καθ’ ἑκάστην δί’ ἡδονές, ἀλλὰ τούτου σύντριψον τὸ θράσος καὶ τὴν ζωὴν μου βελτίωσον Ὅσιε.
Στολὴν ἀμαυρώσας τὴν ἱεράν, Θεοῦ ἐμακρύνθην, διὰ πλῆθος ἁμαρτιῶν, ἀλλὰ οὐ γενοῦ μοὶ ὁδηγία, πρὸς τὸν Χριστὸν καὶ οἰκείωσις Ὅσιε.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε Μῆτερ Θεοῦ, τῇ σὴ εὐσπλαγχνία, τὴν ψυχὴν μου τὴν ἐναγῆ, ἁγίασον ἔργοις ἐναρέτοις, καὶ σεσωσμένον Θεῶ μὲ προσάγαγε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν καὶ εἰρήνην, καὶ τῶν παθῶν ἴασιν, καὶ ἐπηρειῶν πολυτρόπων, τὴν ἀπολύτρωσιν, καὶ εἰρηναίαν ζωήν, ἡμῖν ἀπαύστως ἐξαίτει. τοῖς σὲ μακαρίζουσι, Σάββα μακάριε.
Μετανοίας πρὸς τρῖβον, καὶ πρὸς ζωὴν κρείττονα, ὡς τῆς πολιτείας τῆς θείας, ἔνθεον ὄργανον, ἡμᾶς ὁδήγησον, ὡς ἂν τῇ σὴ ἀντιλήψει, τοὺς καρποὺς τοῦ Πνεύματος, καρποφορήσωμεν.
Εὐμενῆ ἀρωγόν σε, καὶ βοηθὸν ἕτοιμον, Σάββα Θεοφόρε πλουτοῦντες, διασῳζόμεθα, πάσης στενώσεως, καὶ πειρασμῶν ἀδοκήτων, πάτερ τῇ πρεσβείᾳ σου, Χριστὸν δοξάζοντας.
Θεοτοκίον.
Συντριβεῖς ταῖς ἀμέτροις καὶ πονηραῖς πράξεσι, νῦν τὴν παρὰ σου θεραπείαν, αἰτοῦμαι Ἄχραντε, ἢν μοὶ πρυτάνευσον, καὶ πρὸς ὁδὸν σωτηρίας ἴθυνον μὲ δέομαι ὡς Ὑπεράγαθος.
Διάσωσον, ἡγιασμένε θεόληπτε πάτερ Σάββα, ἐκ κινδύνων καὶ ἀναγκῶν καὶ κακώσεων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προσπεφευγότας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἁγίαν ζωήν, ἀνύσας ἐκ νεότητος, παθῶν ἐναγῶν, καὶ χαμερπῶν προλήψεων, Σάββα θεομακάριστε, καὶ ἁπάσης φαυλότητος λύτρωσαι, τοὺς τὴν σὴν ἐξαιτοῦντας ἀρωγήν, βραβεύων ἡμῖν Πάτερ τὰ κρείττονα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὰ κύματα, πράϋνον παμμάκαρ, τῇ προστασίᾳ σου, καὶ πρὸς ὅρμον μὲ κυβέρνησον, θείων ἐνταλμάτων Σάββα Ὅσιε.
Ὀδυνῶν μὲ ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα ἀοίδιμε, καὶ τὸν νοῦν μου πρὸς ἐγρήγορσιν θείων θελημάτων Πάτερ ἔγειρον.
Νοσημάτων τὴν ἴασιν, καὶ πλημμελημάτων Πάτερ συγχώρησιν, καὶ εἰρήνην καὶ ὁμόνοιαν, αἴτει δωρηθῆναι τοῖς αἰνοῦσι σέ.
Θεοτοκίον.
Ὡς Θεὸν σωματώσασα, ὑπὲρ νοῦν καὶ λόγον Θεοχαρίτωτε, τὰ τοῦ σώματος μου νέκρωσον, πάθη τὰ ὀλέθρια καὶ σῶσον μέ.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, ζωηφόροις ἱκεσίαις σου τὰς κινήσεις τῆς σαρκὸς καὶ πρὸς ζωὴν τὴν ἀγήρω, πάτερ Σάββα, ἡμᾶς ἴθυνον.
Ὄμβρησον ἡμῖν, ἰαμάτων Πάτερ νάματα, ἀσθενείαις φλεγομένοις χαλεπαῖς, καὶ φωτὶ τῶν ἀρετῶν ἡμᾶς καταύγασον.
Σώματος δειναῖς, ἀῤῥωστίαις ἐταζόμενος τῇ πρεσβείᾳ σου προστρέχω ἐκ ψυχῆς, ἴασαι μέ, πάτερ Σάββα, καὶ σωθήσομαι.
Θεοτοκίον.
Ἵνα τὴν πολλήν, μεγαλύνω σου χρηστότητα, σκεῦος εὔχρηστον μὲ ποίησον Χριστοῦ, τὴν ψυχὴν μου, Θεοτόκε, καθαγνίζουσα.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐκένωσε κατ’ ἐμοῦ ὁ δόλιος, τὴν φαρέτραν τῆς αὐτοῦ κακουργίας καὶ τραυματίσας δεινῶς τὴν ψυχὴν μου, πρὸς ἀπογνώσεως βόθρον καθέλκει μέ, ἀλλὰ σὺ πρόφθασον σοφέ, καὶ τῆς τούτου κακίας μὲ λύτρωσαι.
Συνέχομαι ἡδονῶν τῷ κλύδωνι, καὶ πολλῶν ἁμαρτιῶν τῇ θυέλλῃ ἀλλὰ τῇ σὴ καταφεύγω γαλήνη, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζω σοὶ εἰρήνευσόν μου τὴν ζωήν, καὶ Χριστῷ μὲ κατάλλαξον Ὅσιε.
Ἀκύμαντον ἀληθῶς καὶ ἄκλυστον τὴν πρεσβείαν σου πλουτοῦντες λιμένα, οἱ ἐν θαλάσσῃ πικρὰ τῇ τοῦ βίου, περιστατούμενοι Σάββα ἑκάστοτε, ἀντιπνοιῶν τῶν χαλεπῶν, ἐκλυτροῦνται Χριστὸν μεγαλύνοντες.
Θεοτοκίον.
Βοήθεια κατ’ ἐχθρῶν καὶ σύμμαχος, καὶ γλυκείᾳ προστασίᾳ καὶ σκέπη, Θεοχαρίτωτε ἔσο Παρθένε, τοῖς ἀδιστάκτῳ ψυχὴ προσιοῦσι σοί, τὴν τούτων θραύουσα ἰσχύν, καὶ ἡμᾶς ἀσφαλῶς περιέπουσα.
Διάσωσον, ἡγιασμένε θεόληπτε, πάτερ Σάββα, ἐκ κινδύνων καὶ ἀναγκῶν καὶ κακώσεων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προσπεφευγότας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα Μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν ἡμῶν καὶ λυτροῦσθαι ἑκάστοτε, δυσχερείας ἁπάσης καὶ ἐναντιότητος, μὴ ἐλλείπῃς ὡς ἀληθῶς οἵα συμπαθὴς ἐν πεποιθήσει γὰρ στεῤῥά, καταφεύγομεν πιστῶς, τῇ πρεσβείᾳ σου κράζοντες· προφθασον πάτερ Σάββα, καὶ σκέδασον τὴν μανίαν, τὴν καθ’ ἡμῶν τοῦ πονηροῦ, ἵνα πόθῳ σὲ γεραίρωμεν.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κέφ. ια΄. 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ᾄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριτος τοῦ Πνεύματος, τῇ ἰσαγγέλῳ ζωὴ σου, πλήρης ἐχρημάτισας, καὶ δαιμόνων ἤλασας τὰ συστήματα ὧν κάμε λύτρωσαι, τῶν τεκταινομένων, θερμοτάτη ἀντιλήψει σου, Σάββα μακάριε, πρόθυμον ἀεὶ ἐργαζόμενος, πρὸς ἀρετῶν ἐπίδοσιν, τὴν ἐκλελυμένην καρδίαν μου, ἄφεσιν πταισμάτων, καὶ πάντων τῶν ἐν βίῳ λυπηρῶν, ἀπαλλαγὴν μοὶ δωρούμενος θείαις μεσιτείαις σου.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βοηθὸς ἐν ἀνάγκαις, καὶ θερμὸς ἀντιλήπτωρ ἐν περιστάσεσιν ἐν πόνοις θεραπεία, ἐν λύπαις θυμηδία, καὶ μεσίτης πρὸς Κύριον, γενοῦ ἡμῖν ἀληθῶς, ἡγιασμένε Σάββα.
Ἀλγεινῶν συμπτωμάτων, καὶ δεινῶν συντριμμάτων ἡμᾶς ἐκλύτρωσαι, κινδύνων πολυτρόπων καὶ πάσης δυσπραγίας, τοὺς θερμῶς καταφεύγοντας, τῇ προστασίᾳ τῇ σὴ ἡγιασμένε Σάββα.
Γνοὺς τὸ θέλημα πάτερ, τοῦ Σωτῆρος οὐδόλως τοῦτο ἐτέλεσα, διὸ μὲ τῆς μελλούσης, δικαίας καταδίκης, τῇ θερμῇ ἱκεσίᾳ σου, ἐκλύτρωσαι δυσωπῶ, ἡγιασμένε Σάββα.
Θεοτοκίον.
Ἐνταλμάτων ἁγίων, καὶ σεπτῶν προσταγμάτων πληρωτὴν δεῖξον μέ, ἐγείρουσα τὸν νοῦν μου, δεινῆς ἐκ ῥαθυμίας πρὸς σπουδὴν ἐγρηγόρσεως, ἵνα ζωῆς ἀληθοῦς, Παρθένε ἐπιτύχω.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥώμην παράσχου, τῇ ἀσθενούσῃ ψυχὴ μου, καὶ ἱκανῶσον τὸν νοῦν μου Θεοφόρε, ἵνα εὐαρέστως, δουλεύσω τῷ Κυρίῳ.
Ἀπὸ παντοίων, ἐπιφορῶν ὀλεθρίων, καὶ στενώσεων καὶ πειρασμῶν καὶ νόσων, ἀβλαβεῖς συντηρεῖ, ἡμᾶς Σάββα θεόφρον.
Σωματικῶν σέ, καὶ ψυχικῶν παθημάτων, ὁ Φιλάνθρωπος θεραπευτὴν δεικνύει, ὅθεν ἡμᾶς Πάτερ, θεράπευσον κατ’ ἄμφω.
Θεοτοκίον.
Ἰλέωσαι μέ, τὸν σὸν Υἱόν, Θεοτόκε, ὂν ἐλύπησα ἀμέτροις ἁμαρτίαις, καὶ τῆς μετανοίας, φωτὶ καταύγασον μέ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ ἐποπτεύων, Σάββα Θεοφόρε, τοὺς ἀκλινῶς ἀπορώντας τῇ σκέπη σου, ὡς ἂν ἡσύχιον βίον πάτερ διάγωμεν.
Οὐράνωσον τὸν νοῦν μου, οὐρανίῳ πόθῳ, καὶ τῶν γηίνων τῆς σχέσεως ῥῦσαι μέ, καὶ τῷ Χριστῷ μὲ οἰκείωσαι, Σάββα Ὅσιε.
Ὑδάτων ἀπωλείας, ἐλκυσόν με, πάτερ, καὶ πρὸς ζωῆς μὲ τὸ ὕδωρ ὁδήγησον, καὶ σεσωσμένον μὲ Σάββα, Χριστῷ προσάγαγε.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, ἐννοιῶν γηίνων, τῇ σὴ λαμπρότητι δεῖξον Πανάχραντε, καὶ ἀναπτέρωσον τοῦτον, πρὸς φῶς τὸ ἄδυτον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔρωτι τῷ θείῳ ἀπὸ παιδός, πάτερ τετρωμένος, ἠκολούθησας τῷ Χριστῷ, βίῳ ἰσαγγέλῳ καὶ ἀρετῶν τῇ κτήσει, δί’ ὧν ὡς φῶς ἐν κόσμῳ, Σάββα ἐξέλαμψας.
Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν, χαίροις Μοναζόντων, ὁ ἀλείπτης καὶ ὁδηγός, χαίροις οὐρανίου ζωῆς ὁ ὑποφήτης, ἡγιασμένε Σάββα, Πατέρων καύχημα.
Τύπος καλῶν ἔργων ἀναδειχθεὶς πράξει τὲ καὶ λόγῳ, πρὸς ἀγῶνας θεοειδεῖς, ἀσφαλῶς ἰθύνεις, ἀγέλας Μοναζόντων, ἡγιασμένε Σάββα, μεθ’ ὧν τιμῶμεν σέ.
Πράξεσιν ἐμπρέπων, ἀσκητικαῖς λύχνος ἀνεδείχθης, διακρίσεως φαεινός, πρὸς γὰρ θεωρίας, ἐλλάμψεις ἀνυψώθης, καὶ δωρεῶν ἐπλήσθης, τῶν ὑπὲρ ἔννοιαν.
Πνεύματος δοχεῖον ἀναφανεῖς, πνεύματα διώκεις, κὶ ἀκάθαρτα ἰσχυρῶς, ὧν τῆς κακουργίας, ἡμᾶς λύτρωσαι πάτερ, καὶ ὀφλημάτων αἴτει, ἡμῖν συγχώρησιν.
Τῆς ζωῆς τοῦ ξύλου κατατρυφῶν, ἐκ θανατηφόροι, παθημάτων καὶ προσβολῶν, τοῦ ἀντικειμένου καὶ πάσης ἄλλης βλάβης, ἀτρώτους ἡμᾶς τήρει, Σάββα πατὴρ ἡμῶν.
Σκῆνος σου τὸ ἅγιον καὶ σεπτόν, θεοφόρε Σάββα, περιέποντες εὐλαβῶς, τεθησαυρισμένον, ἐν Λαύρα φερωνύμῳ, προστρέχοντες ἐν πάθω,κατασπαζόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἳ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον Ἦχος πλ. δ΄.
Ταῖς τῶν δακρύων σου ῥοαῖς τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ Οἰκουμένη, λάμπων τοῖς θαύμασι, Σάββα Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος γ΄. θείας πίστεως.
Τὸ τοῦ Πνεύματος, ἠγιασμένον, σκεῦος Ὅσιε, τρισμάκαρ Σάββα, εὐφημοῦμεν νῦν κυκλοῦντες σὴν λάρνακα, καὶ εὐφροσύνως Χριστῷ ὕμνον ᾄδομεν, χαρισαμένῳ ἡμῖν τὸ σὸν σκήνωμα. Ὂν ἱκέτευε πᾶσιν ἡμῖν δωρήσασθαι, συγχώρησιν πταισμάτων καὶ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν.
Μέγας ἐν Ὁσίοις πεφηνώς, τῇ συντονωτάτη ἀσκήσει, τῆς πολιτείας σου, Σάββα θεοδόξαστε, μεγίστης χάριτος, ἀναδέδειξαι ὄργανον, ἐντεῦθεν μεγάλων, κινδύνων τε καὶ θλίψεων, λυτροῦσαι πάντοτε, πάντας τοὺς πιστῶς προσιόντας, τῇ συμπαθεστάτη σου σκέπη, καὶ εἰλικρινῶς σὲ μακαρίζοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.