Παρακλητικός Κανών εις τον Οσιο Γεράσιμο Μικραγιαννανίτη τον Υμνογράφο

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἁγίων πίστεως ὑμνήτορα θεῖον, τὸν συνεργίᾳ Παρακλήτου ἀρτίως, συγγράψαντα ἐν Ἄθωνι ᾠδὰς μελιχράς, μέλψωμεν Γεράσιμον, Μικραγιαννανίτην, ἐμμελῶς σαλπίσαντα ἀριστέων μαρτύρων, καὶ ἀσκητῶν ἀγῶνας ὡς πιστῶν, ἔνθερμον πρέσβυν, Θεὸν πρὸς τὸν εὔσπλαγχνον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Γερασίμῳ δέησις, ὑμνογράφῳ πανοσίῳ. Χ.Μ.

Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰ δύο τελευταία·
Δόξα καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γεράσιμε Ὅσιε ἀσκητά, τερπνὲ ὑμνηπόλε, τῶν Ἁγίων ὑπὲρ ἡμῶν, δυσώπει Χριστὸν πᾶσιν ἀφθόνως, πιστοῖς διδόναι τὸ ἄμετρον ἔλεος.

Ἐπάκουσον Σκήτεως τῆς Μικρᾶς, Προμήτορος Ἄννης, ἐνοικῆτορ σῶν ἱκετῶν, Γεράσιμε θεῖε ὑμνογράφε, καὶ δὸς ἡμῖν ἄμφω ῥῶσιν καὶ δύναμιν.

Ῥεόντων ὑπέρτερε καὶ φθαρτῶν, Γεράσιμε μάκαρ, τῶν ἀῤῥεύστων ὁ ζηλωτής, τῆς σῆς πολιτείας ὁμοζήλους, δεῖξον τοὺς σὲ ἐν χορῷ μακαρίζοντας.

Θεοτοκίον.
Ἁγίαζε πάντας σοὺς ὑμνητάς, Κεχαριτωμένη, Μῆτερ ἄχραντε τοῦ Χριστοῦ, καὶ σκέπε καὶ φρούρει καὶ εὐλόγει, τοὺς καταφεύγοντας χάριτι θείᾳ σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σέ, τὴν ἄμπελον πάντες τῆς τοῦ Θεοῦ Χάριτος, ὕμνοις μεγαλύνομεν βότρυν, φέρουσαν ἥδιστον, ὑμνογραφίας Μικρᾶς, Ἁγίας Σκήτεως Ἄννης ἔνοικε Γεράσιμε, φύλαξ προσφύγων σου.

Ἱερώτατε πάτερ λαμπρὲ φωστὴρ Ἄθωνος, ἀστραπαῖς θερμῶν πρεσβειῶν σου, φεῦ, τοὺς καθεύδοντας ἐν σκοτομήνῃ παθῶν φωτίζεις καὶ κατευθύνεις, πάνσοφε Γεράσιμε, πρὸς τὴν ἀπάθειαν.

Μονοτρόπων σεμνότης σῶν ἱκετῶν πρόσδεξαι, τὰς ἱκετηρίους δεήσεις, πάτερ Γεράσιμε, σὲ ἀνυμνούντων φαιδρῶς, ὡς ὑμνογράφον θεόπνουν, βοηθῆσαι σπεύδοντα, πᾶσι τιμῶσί σε.

Θεοτοκίον.
Ὡς ἡμῶν ἐν κινδύνοις καὶ συμφοραῖς ἄγρυπνον, Κεχαριτωμένη Παρθένε, σκέπην καὶ πρόμαχον, σὲ ἀνυμνοῦντες εὐχαῖς, πρὸς τὸν Υἱόν σου ἐνθέρμοις, σπεύδομεν ἑκάστοτε, Θεογεννήτρια.

Ἀνάδειξον ἡμᾶς, Γεράσιμε, σκεύη τοῦ Παρακλήτου διαυγέστατα, τοὺς πιστῶς τιμῶντάς σε, Ὅσιε, Αὐτοῦ διειδέστατον ὥσπερ ῥεῖθρον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σεπτοῦ Ῥωμανοῦ, Δαμασκηνοῦ ἑπόμενον, Γραπτῶν, Ἰωσήφ, Ἀνδρέου Κρήτης, Λέοντος καὶ Κοσμᾶ, Γεράσιμον, τὸν ἐν Ἄθῳ ἄρτι ἐκλάμψαντα νῦν ὑμνογράφον μέλπομεν λιτὰς αὐτοῦ διαθέρμους ἐξαιτούμενοι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δροβιάνης Γεράσιμε, γόνε καὶ Ἠπείρου Βορείου βλάστημα, ἐν ἡμῖν εὐχαῖς σου βλάστησον ἄνθη ἐγκρατείας καὶ συνέσεως.

Ἐπευλόγει Γεράσιμε, σὲ ὡς ὑμνογράφον τοὺς μεγαλύνοντας,
πνευματέμφορον καὶ σέμνωμα, τῆς Μικρᾶς Ἁγίας Ἄννης Σκήτεως.

Ἡ σεμνὴ πολιτεία σου, γένοιτο ὑπόδειγμα πρὸς τελείωσιν, ἀρετῆς τῶν μελῳδούντων σε, ὡς Ὁσίων κλέισμα Γεράσιμε.

Θεοτοκίον.
Σκέπε πάντας ἐν Ἄθωνι, ἀσκουμένους Μῆτερ καὶ καθαγίαζε, τοὺς πιστῶς σὲ μακαρίζοντας, Κεχαριτωμένη Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴσθι ἀρωγὸς ἐναργὴς τῶν προστρεχόντων σοι, καὶ θερμῶς ἐξαιτουμένων σὰς εὐχὰς πρὸς τὸν εὔσπλαγχνον Θεάνθρωπον, Γεράσιμε.

Σέμνωμα λαμπρὸν ὑμνογράφων, δὸς τὴν χάριν σου τοῖς τιμῶσί σε ὡς εὖχος ἀρετῆς, καὶ ταμεῖον, Θείας Χάριτος, Γεράσιμε.

Ὕμνους μελιχροὺς ὁ συνθείς, σοφὲ Γεράσιμε, συνεργίᾳ Παρακλήτου πανσθενοῦς, καθοδήγει τοὺς τιμῶντάς σε πρὸς θέωσιν.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θείας Χάριτος ἀείῤῥυτον, σὲ ὑμνοῦμεν Παναγία ὡς πηγήν, τὴν δροσίζουσαν, ἡμῶν τοῦ βίου καύματα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νῦν Ὅσιε θεαυγές, Γεράσιμε, ὁ Μικρᾶς Ἁγίας Ἄννης τὴν Σκήτην δείξας παλαίστραν καμάτων σου θείων, ἐν ᾗ ἐπύκτευσας τὸν πολυμήχανον, αὐτὸν ἀξίωσον κἀμὲ θριαμβεῦσαι, τὸν ὕμνοις τιμῶντά σε.

Ὁδήγησον οὐρανῶν πρὸς δώματα, Ἀθωνῖτα, τοὺς τιμῶντάς σε πίστει ὑπακοῆς ὡς πυρσὸν Ἀβιμέλεχ καὶ Μελετίου τοῖς ῥήμασι πάμφωτον, σῶν θεοσόφων ὁδηγῶν ἀρετῆς πρὸς τὴν κτῆσιν, Γεράσιμε.

Γηθόμενοι μνήμην σου τὴν πάνσεπτον ἐκτελοῦντες, πνευματέμφορε πάτερ, σῇ ἀντιλήψει προσφεύγομεν πιστει καὶ ἀρωγῇ τῇ ἑτοίμῃ, Γεράσιμε, ὁ χάριν ἄνωθεν λαβὼν εὐλογεῖν καὶ στηρίζειν σοὺς πρόσφυγας.

Θεοτοκίον.
Ῥανίδας μου τῶν δακρύων, Δέσποινα, μανδηλίῳ τῆς σῆς χάριτος σμῆξον καὶ βοηθὸς ἐν ἀνάγκαις γενοῦ μοι, τῷ μεγαλύνοντι σοῦ τὰ θαυμάσια, Θεογεννῆτορ, ἀσκητοῦ Γερασίμου ἡ σκέπη καὶ πρόνοια.

Ἀνάδειξον, ἡμᾶς Γεράσιμε, σκεύη τοῦ Παρακλήτου διαυγέστατα τοὺς πιστῶς τιμῶντάς σε, Ὅσιε, Αὐτοῦ διειδέστατον ὥσπερ ῥεῖθρον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου.
Τοῦ Παρακλήτου τὸ σκεῦος τὸ εὔχρηστον, πνευματοκίνητον κάλαμον μέλψωμεν, νῦν ὑμνογράφον Γεράσιμον, Σκήτεως Ἁγίας Ἄννης Μικρᾶς θεῖον ἔνοικον, ὡς πρεσβευτὴν πρὸς Θεὸν ἡμῶν ἔνθερμον.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17 – 22 ).

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε Γεράσιμε, τερπνὲ ὑμνῆτορ Ἁγίων τοῦ Χριστοῦ τῆς πίστεως, Ὀρθοδόξων σέμνωμα ἱερώτατον, οἰκιστὰ Σκήτεως τῆς Μικρᾶς ἐν Ἄθῳ Ἄννης τῆς Θεοπρομήτορος, ὁ χάριν ἄνωθεν δαψιλῶς δεξάμενος Πνεύματος τοῦ Παρακλήτου, ἴθυνον πάντας τοὺς πιστῶς ἀνυμνοῦντάς σε πρὸς τῆς σωτηρίας σκηνώσεις παμφαεῖς καὶ πρὸς νομὰς ἐνδρόσους πόλου, συγχαίρειν σοι καὶ συνεπαγάλλεσθαι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγιώτατε πάτερ, ὁ Παντάναξ καρδίαν σὴν μετεμόρφωσεν, εὐθὺς Αὐτὸν ὡς εἶδες, Γεράσιμε θεόπτα, ξένως ἐν σῇ νεότητι, ὁ δείξας σε χοϊκῶν, προστάτην ἐν κινδύνοις.

Φλέξον τίμιε πάτερ, τῶν παθῶν τὰς ἀκάνθας τῶν προστρεχόντων σοι, πυρὶ τῆς χάριτός σου, Γεράσιμε τριβόλους, ψυχοκτόνου οἰήσεως ὁ κατακαύσας φλογὶ τῆς ταπεινώσεώς σου.

Ὡς γλυκύφθογγον λύραν, παναρμόνιον ἅρπαν καὶ λιγυρόφωνον, αὐλὸν σὲ μελῳδοῦμεν, τῆς πίστεως καρδίας, εὐσεβῶν καθηδύνοντα ὕμνοις Ἁγίων τοῖς σοῖς, καὶ Θεοτοκαρίου.

Θεοτοκίον.
Προστασία τοῦ γένους τῶν μερόπων, Παρθένε, Θεογεννήτρια, τὸ ὄρος περιφρούρει τοῦ Ἄθωνος οὗ πέλεις, ἡ ἀνύστακτος ἔφορος, καὶ ταχινὴ ἀρωγὸς καὶ θεία ἀντιλήπτωρ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἄγαλμα θεῖον, τῶν τοῦ Θεοῦ δωρημάτων, ὑμνογράφων Γεράσιμε γέρας, ἔμπλησον καρδίας, ἡμῶν Θεοῦ χαρίτων.

Νάματα σθένους, ἐκβλύζεις πᾶσιν ἀφθόνως, σὲ γεραίρουσιν ὡς ὑμνογράφον, ἐμμελῆ Ἁγίων, Γεράσιμε τρισμάκαρ.

Ὄρους Ἁγίου, τῆς δυσπροσίτου ἐρήμου, οἰκιστά, ῥύου ὄφεως βλάβης χάριτός σου, μάκαρ Γεράσιμε, ἱκέτας.

Θεοτοκίον.
Σκοτίαν λῦσον, χαμαιζηλίας Παρθένε, πρεσβειῶν σου αὐγαῖς πρὸς Υἱόν σου, Φωτοδότην θεῖον, τῶν σὲ μακαριζόντων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱκέτας σου πατῆσαι, παμβεβήλου πάγας, πνευματοφόρε ἀξίωσον Ὅσιε, ἅσπερ ἐπάτησας νήψει, σεπτὲ Γεράσιμε.

Ὡς μελουργὸν κιθάραν, πόνων τῶν Ἁγίων, σὲ ἀνυμνοῦντες συντόνων Γεράσιμε, ταῖς σαῖς θερμαῖς ἱκεσίαις, ἀπαύστως σπεύδομεν.

Χριστὸν ὁ ἀγαπήσας, ἐκ νεότητός σου, Αὐτὸν ἡμῖν ἀκλινῶς καθιλέωσαι, διαγωγήν σου ὑμνοῦσι σεπτήν, Γεράσιμε.

Θεοτοκίον.
Μετὰ τοῦ Γερασίμου, Κεχαριτωμένη, Θεοτοκάριον σὸν τοῦ ποιήσαντος, πρὸς ἀτραποὺς σωτηρίας ἡμᾶς κατεύθυνον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ὑμνογράφων νεολαμπῶν κλέισμα καὶ Ἄθω νέον κόσμημα, λιγυρὰ Πνεύματος κινύρα, Γεράσιμε, Ἁγίων ὁ ἐξυμνήσας ἄρτι πόθῳ τὰ σκάμματα.

Χαίροις, ὁ βαθμίδας ὑπακοῇ ἀνελθὼν ἀρτίως κατακτήσεως ἀρετῆς ἐν Ἁγίας Ἄννης Μικρᾶς τῇ θείᾳ Σκήτῃ, πνευματοφόρε πάτερ, μάκαρ Γεράσιμε.

Χαίροις, Δροβιάνης σεπτὸς βλαστός, τοῦ Ἁγιωνύμου ὄρους ὅσιος ἀσκητής, Πνεύματος Ἁγίου, Γεράσιμε τρισμάκαρ, ὁ κάλαμος Ἁγίων κόπων πρὸς ὕμνησιν.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς ἐν αὐλείῳ χώρῳ σπηλαιώδους σμικροῦ Ναοῦ θείου Μητροφάνους καὶ τοῦ Διονυσίου Γεράσιμε, σὸν τάφον τὸν χαριτόβρυτον.

Χάριτι τῇ Θείᾳ τερπνὰς ᾠδὰς ὁ συνθεὶς Ἁγίων, ὑμνογράφε θεοειδές, χαῖρε, Ἀθωνῖτα Γεράσιμε, Ὁσίων νεολαμπῶν φαιδρότης καὶ σεμνολόγημα.

Ῥύου τοὺς ἱκέτας σου πειρασμῶν, θλίψεων καὶ ἄχθους ψυχοκτόνου, θεοτερπὲς ὑμνῳδὲ Ἁγίων, Γεράσιμε, τοὺς πίστει ἀνευφημοῦντας ἄθλους τοὺς νυχθημέρους σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Συνεργίᾳ τῆς Χάριτος κόσμῳ ἔλαμψας ὡς ὑμνηπόλος Ἁγίων, ἐγκρατευτὰ θαυμαστέ, Ἄννης Σκήτεως Μικρᾶς Ἁγίας ἔνοικε, χρηστοηθείας κορυφὴ καὶ εὐχῆς καρδιακῆς, Γεράσιμε, μυροθήκη· διὸ τιμῶντές σε πόθῳ θερμὰς εὐχάς σου ἐκδεχόμεθα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας καταφεύγοντας πιστῶς ταῖς ἀδιαλείπτοις εὐχαῖς σου πρὸς τὸν Δεσπότην Χριστὸν ῥύου περιστάσεων, παντοίων θλίψεων, νοσημάτων, συμπτώσεων, παθῶν χαμαιζήλων καὶ δεινῶν, Γεράσιμε πνευματοφόρητε, Σκήτεως Προμήτορος Ἄννης τῆς Μικρᾶς θεόφρον οἰκῆτορ καὶ τοῦ Παρακλήτου ἐνδιαίτημα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Γεράσιμε, ῥύου ἐχθροῦ ἐπηρείας
θαυμαστὴν λαμπροῦ ἔργου σου, Χαραλάμπη.