Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Ιωάννη τον Δαμασκηνό
Ποίημα Κωνσταντίνου Κογεράκη του Κρητός
Εορτάζεται στις 4 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ κάτωθι Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τὴν καλλικέλαδον τοῦ Πνεύματος γλῶτταν, καὶ τῶν ἀῤῥήτων θεοκίνητον στόμα, τὸν ἱερὸν τῆς χάριτος καὶ θεῖον αὐλόν, δεῦτε εὐφημήσωμεν τὸν κλεινόν, Ἰωάννην, τὸν κατακοσμήσαντα τὴν Χριστοῦ ἐκκλησίαν· ὑπὲρ ἡμῶν πρεσβεύει γὰρ ἀεί, τῷ Βασιλεῖ καὶ Θεῷ ὁ μακάριος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν τοῦ Ὁσίου φέρων ἀκροστιχίδαν·
ἐν τοῖς Θεοτοκίοις καὶ τῇ θ΄ ὠδῇ «Κωνσταντίνου».
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν ἀγαπήσας ἀπὸ ψυχῆς, ἠννόησας πάντα, εἶναι ὄναρ τε καὶ σκιάν, μακάριε πάτερ Ἰωάννη, ὅθεν ἀσκήσει ἐν κόσμῳ ἐξέλαμψας.
Σταυρὸν τὸν τοῦ Κτίστου ἀναλαβών, καλῶς ἐπορεύθης, τὴν εὐθείαν πάτερ ὁδόν, ἣν δίδου κἀμοὶ καλῶς βαδίζειν, ὦ Ἰωάννη Πατέρων τὸ καύχημα.
Ἀγάπης ὑπάρχων οἶκος λαμπρός, τῷ Κτίστῃ ἠνώθης, Ἰωάννη πάτερ σοφέ, διὸ τῆς ἀγάπης τῆς κατ᾽ ἄμφω, ταῖς ἱκεσίαις σου ὅλον με πλήρωσον.
Θεοτοκίον.
Κινδύνοις χειμάζομαι χαλεποῖς, καὶ θλίψις με ἔχει, παντευλόγητε Μαριάμ, σὺ δὲ ἡ βροτῶν παραμυθία, τὸν σὸν οἰκέτην καλῶς παραμύθησον.
ᾨδὴ γ΄. Σὺ εἶ το στερέωμα.
Τῷ χεῖρον ὑπέταξας, τῇ σῇ ἀσκήσει τῷ κρείττονι, σοφὲ ᾿Ιωάννη, ὅθεν ὥφθης, Ἀσωμάτων συνόμιλος.
Χριστοῦ με προσάγαγε, τῇ βασιλείᾳ μακάριε, αὐτῆς ὁ φιλόπονος ἐργάτης, Ἰωάννη καὶ ἄριστος.
Δός μοι πάτερ δάκρυα, δὸς τῇ ψυχῇ μου κατάνυξιν, δός μοι μετανοίας δόσιν μίαν, Ἰωάννη σῇ χάριτι.
Θεοτοκίον.
Ὦ Κόρη ἀπείρανδρε, σὺ τῆς Τριάδος ἐκύησας, ἀφράστως τὸν ἕνα ὃν δυσώπει, κόσμον σῶσαι ὡς εὔσπλαχνος.
Διάσωσον ὁ μυστογράφος τῆς χάριτος Ἰωάννη, ἀπὸ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τὴν σεπτήν σου τελούντας πίστει ἡμέραν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁσίων κανὼν καὶ σκεῦος θείας χάριτος, Θεοῦ ἀηδών, Δαμασκηνέ πανεύφημε, ἐκτενῶς βοῶμέν σοι· τὸν Χριστὸν εὐχαῖς σου ἱλέωσαι, ὑπὲρ τῶν πίστει πάτερ ἱερέ, ὑμνούντων τὴν θείαν πολιτείαν σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σκέπε Πάτερ καὶ φύλαττε, πάσης περιστάσεως τοὺς οἰκέτας σου, τοὺς τὴν μνήμην σου γεραίροντας, θεῖε Ἰωάννη θείοις ἁσμασι.
Τὴν Μονὴν ἐν ἧ Ὅσιε, ἤνυσας τὸ στάδιον τῆς ἀσκήσεως, τοῦ δολίου πολεμήτορος, τῶν ἐφόδων φρούρει σαῖς δεήσεσι.
Τῆς ζωῆς τῆς ἀμείνονος, πάντας καταξίωσον πάτερ Ὅσιε, ταῖς ἁγίαις ἱκεσίαις, πρὸς Χριστὸν Ἰωάννη τὸν εὔσπλαχνον.
Θεοτοκίον.
Νοσημάτων καὶ θλίψεων, ῥῦσαι τοὺς οἰκέτας σου Μητροπάρθενε, τοὺς κυρίως Θεοτόκον σε, ἀνυμνούντας ἀεὶ καὶ γεραίροντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, νοσημάτων καὶ κακώσεων, Ἰωάννη ταῖς ἁγίαις σου λιταῖς, πρὸς Χριστὸν ὃν τῇ ἀσκήσει σου ἐδόξασας.
Φλέγει με παθῶν, τὸ πῦρ πάτερ τὸ φιλόυλον, ὃ τῇ δρόσῳ τῶν σεπτῶν σου πρεσβειῶν, σβέσον ἵνα ᾿Ιωάννη μεγαλύνω σε.
Νέμοις τοῖς πιστοῖς, σῶν χαρίτων τὰ δωρήματα, Ἰωάννη ὁ τῆς χάριτος αὐλός, καὶ τοῦ Πνεύματος κινύρα ἡ θαυμάσιος.
Θεοτοκίον.
Σῶσον τοὺς πιστῶς, προσκυνούντας τὴν λοχείαν σου, δι᾽ ἧς σέσωσται τὸ γένος τῶν βροτῶν, τῆς κατάρας τῆς ἀρχαίας Ἀειπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐμίσησας τὴν ἐπίκηρον δόξαν, σὺν τῷ πλούτῳ τῷ φθαρτῷ θεοφόρε, καὶ ἐν τῇ Μάνδρᾳ ἐλθὼν τοῦ ὁσίου, Σάββα σαὐτὸν τῷ Κυρίῳ ὑπέταξας· σοῦ γὰρ ὦ πάτερ τὴν ψυχήν, ὁ οὐράνιος ἔρως κατέφλεξεν.
Νηστείαις καὶ προσευχαῖς σὺν δάκρυσι, ἀπεκάθηρας σοφὲ τὴν ψυχήν σου, ἣν καθαρὰν ἡ Τριὰς ἡ Ἁγία, εὑροῦσα πάτερ ἐν ταύτῃ ἐσκήνωσεν, ἀλλ᾽ ᾿Ιωάννη τὴν ψυχήν, κἀμοῦ κάθαρον σαῖς παρακλήσεσι.
Σοφίαν τὴν ἀληθῆ ἠγάπησας, Ἰωάννη ὁλικῇ διαθέσει· ὅθεν αὐτῆς ἀνεδείχθης δοχεῖον, τοῖς εὐσεβέσι θεόφρον πανεύχρηστον, διὸ τιμῶ σε ἔκ ψυχῆς, αἰτῶν ἅμα εὐχὰς τὰς ἁγίας σου.
Θεοτοκίον.
Τεκοῦσα τὸν τῆς εἰρήνης πρύτανην, σοὶ προσφεύγω Μαριὰμ ἀνακράζων, τὸ τῶν πολέμων Θεόνυμφε νέφος, τὰς τῶν ἀνθρώπων καρδίας ἐκάλυψεν, ὃ τῆς σῆς χάριτος φωτί, ἱκετεύω σε πίστει διάλυσον.
Διάσωσον ὁ μυστογράφος τῆς χάριτος Ἰωάννη, ἀπὸ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τὴν σεπτήν σου τελούντας πίστει ἡμέραν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Τοῖς μελιῤῥύτοις σου ἄσμασι πάνσοφε, τὴν Ἐκκλησίαν Χριστοῦ κατελάμπρυνας, διὸ ᾿Ιωάννη πανεύφημε, ἀνευφημοῦντές σε πόθῳ δεόμεθα, μὴ παύσῃ πρεσβεύων πρὸς Κύριον.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον ἐν ταῖς ἐντολαῖας αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄, 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμου τὰ ἐπίκηρα, πάντα κατέλιπες χαίρων, πλοῦτον καὶ ἀξίωμα, δόξαν τὴν εὐμάραντον καὶ νεότηταν· ἐν σοὶ γὰρ ἤναπτεν, τῆς Χριστοῦ ἀγάπης τὸ πῦρ Πάτερ παναοίδιμε, καὶ σὲ κατέπεισεν, μόνα ἐκζητεῖν τὰ οὐράνια, τὰ ὄντως ἀτελεύτητα, Ἰωάννη μάκαρ καὶ ἄφθαρτα, ὅθεν ἠξιώθης, λαμπρῶς τοῦ Παραδείσου τῆς τρυφῆς, ἣς καὶ ἡμᾶς καταξίωσον, θείαις σου δεήσεσι.
Σῶσον ὁ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Τῶν Μαρτύρων τοὺς ἄθλους, ἡδυμόλπῳ σου γλώττῃ, ἀξίως ἔμελψας, μεθ’ ὧν ἀεὶ δυσώπει, Χριστὸν τὸν Βασιλέα, τὴν εἰρήνην δωρήσασθαι, τῇ Οἰκουμένῃ σοφὲ καὶ θεῖε Ἰωάννη.
Κακοδόξων τὸ θράσος, ταῖς πανσόφοις γραφαῖς σου, στεῤῥῶς κατέβαλες, τρισμάκαρ Ἰωάννη, ἀλλὰ καὶ νῦν λιταῖς σου, τοὺς βλασφήμους πολέμησον, τοὺς πολεμούντας Χριστοῦ, τὴν παναγίαν νύμφην.
Τὴν ἁγίαν Παρθένον καὶ ἁγνὴν Θεοτόκον, σοφὲ ἀνύμνησας, μεθ’ ἧς ὦ Ἰωάννη, ἱκέτευε ἀπαύστως, τὸν Σωτῆρα καὶ Κύριον, ἵνα παράσχῃ ἡμῖν καὶ πᾶσι σωτηριαν.
Θεοτοκίον.
Ἀμαρτίας ὁ κλύδων, τὴν ἀθλίαν ψυχήν μου, χειμάζει Δέσποινα, ὃν στῆσον ταῖς σεπταῖς σου, Μαρία ἱκεσίαις, καὶ γαλήνην μοι δώρησον, ἵνα ἐν ὕμνοις ἀεί, τιμῶ σε εὐγνωμόνως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν Βασιλέα, τῶν οὐρανῶν ἐκδυσώπει, Ἰωάννη Δαμασκοῦ ὁ θεῖος γόνος, ὑπὲρ τῶν ὑμνούντων, θείαν βιοτήν σου.
Σῶσον τοῦ πλάνου, τῆς ψυχοφθόρου κακίας, Ἰωάννη μοναζόντων ἡ ἀκρότης, τοὺς τῇ ἀντιλήψει, τῇ σῇ προσερχομένους.
Δεινῶς χειμάζει, ἡ τῶν δεινῶν καταιγίς με, καὶ ποοσφεύγω σοι ἐν πίστει ἀνακράζων· σὺ διάσωσον με, ὦ Ἰωάννη μάκαρ.
Θεοτοκίον.
Νοός μου Κόρη, τὴν χαλεπὴν σκοτομήνην, διασκέδασον τῇ σῇ ἀγλαΐᾳ, ἡ τὸ φῶς τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τῇ θείᾳ χάριτι σου, μάκαρ Ἰωάννη, τῶν οἰκετῶν σου τὸν βίον χαρίτωσον, ἵνα ὑμνοῦσι ἐν πίστει, τὰ σὰ θαυμάσια.
Ἰσχὺν παράσχου θείαν, πάτερ Ἰωάννη, ἡμῖν τοῖς πόθῳ πρὸς σὲ καταφεύγουσι, ἵνα ἀεὶ σὲ τιμῶμεν, ψαλμοῖς καὶ ἄσμασι.
Νοός μοὺ τὰς κινήσεις, τὰς πρὸς ἁμαρτίαν, στῆσον ταῖς σαῖς ἱκεσίαις πανεύφημε, καὶ πρὸς ἁγίαν πορείαν, ταῦτον κατεύθυνον.
Ὁ τέτιξ τῆς Τριάδος, θεῖε Ἰωάννη, ταύτην τὴν δέησιν πρόσδεξαι δέομαι, καὶ σῶσον πάντας τοὺς πόθῳ, σὲ μακαρίζοντας.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, κεχαριτωμένη, σὺν Ἰωάννη τῷ πάνυ ἱκέτευε, τὸν σὸν Υἱὸν ἵνα σώσῃ, κόσμον ὃν ἔπλασεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τοῦ Κυρίου ἡ ἀηδών, πάτερ Ἰωάννη, καὶ τοῦ Πνεύματος θησαυρός, χαίροις ἐκκλησίας, Χριστοῦ ὁ θεῖος τέτιξ, σε οὖν ἀνευφημοῦμεν, καὶ μακαρίζομεν.
Δόξαν ἐβδελύξω τὴν κοσμικήν, πλοῦτον καὶ τρυφάς τε, τὰς γηίνας ὡς νουνεχής, τούτων ἐννοήσας, τὸ ἄστατον καὶ πλάνον, διό σε Ἰωάννη, Χριστὸς ἐδόξασε.
Χαίροις τῆς σοφίας ὁ ποταμός, ὁ ἀρδεύσας πᾶσαν, Οἰκουμένην ὕδατυ σῷ· χαίροις τῶν δογμάτων, τῆς χάριτος ὁ μύστης, παμμάκαρ Ἰωάννη, ἡμῶν τὸ καύχημα.
Χαίροις ὁ ὑμνήσας ἄσμασι σοῖς, τὴν ἁγνὴν Παρθένον, καὶ μητέραν τοῦ Λυτρωτοῦ· χαίροις ὁ τοὺς ἄθλους, τῶν Ἀθλοφόρων μέλψας, καὶ πάντων τῶν Ἁγίων, τὰ κατορθώματα.
Σχὼν θεραπαινῖδα τὴν κοσμικήν, Ὅσιε σοφίαν, τῆς σοφίας τῆς ἀληθοῦς, ὥφθης ἐκμαγεῖον, καὶ θεῖος ὑποφήτης, διό σε Ἰωάννη, πᾶντες γεραίρομεν.
Μάκαρ Ἰωάννη Δαμασκηνέ, σὺν τῷ θείῳ Σάββᾳ, οὗ ἐκόσμησας τὴν Μονήν, τὸν ὑμᾶς ἐν δόξῃ, δοξάσαντα ἀῤῥήτῳ, ἀεὶ ὑπὲρ τοῦ κόσμου, καθικετεύετε.
Πάτερ Ἰωάννη Δαμασκηνέ, πρύτανη τῶν θείων, ὑμνογράφων καὶ σὺ Κοσμᾶ, μελωδὲ θεόφρον, σὺν τῷ ἀσμοτογράφῳ, Ἀνδρέᾳ τῷ τῆς Κρήτης, Χριστῷ πρεσβεύετε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Τὴν τοῦ Πνεύματος λύραν, καὶ κινύραν τῆς χάριτος, τὸν Δαμασκηνὸν Ἰωάννην, ὑμνογράφων τὸν πρύτανην, τὸ σκεῦος τῆς σοφίας τὸ λαμπρόν, καὶ κλέος μοναζόντων τὸ σεπτόν, εὐφημήσωμεν νῦν δεῦτε οἱ εὖσεβεῖς, καὶ πόθῳ ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ παρασχόντι σε ἡμῖν, λύχνον ἀείφωτον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις ὁ τῆς χάριτος αὐλός, χαίροις τὸ μελίῤῥυτον στόμα, τῶν οὐρανίων ὠδῶν, χαίροις σκεῦος τίμιον, τοῦ Παρακλήτου σοφέ, ἀηδὼν ἡ θαυμάσιος, Θεοῦ πάτερ χαίροις, ἐκλησίας πάνσοφε, χαίροις τὸ κόσμημα· ὅθεν τοὺς τιμώντας σε πίστει, Ἰωάννη σκέπε καὶ φρούρει, ταῖς πρὸς τὸν Φιλάνθρωπον πρεσβείαις σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἰωάννη καύχημα τῆς ἐκκλησίας
Κωνσταντίνου πρόσδεξαι τὰς ἱκεσίας.