Παρακλητικός Κανών εις τον Όσιο Ιωσήφ τον Ηγιασμένο του επονομαζόμενoυ Σαμάκου του Κρητός

† Εορτάζεται στις 22 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ’. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Οἱ ὑπ’ ὀδυνῶν χαλεπῶν κατεχόμενοι, καὶ συμφορῶν, καὶ ἀσθενείαις τρυχόμενοι, μετὰ κλαυθμῶν στενάζοντες ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες Ἰωσὴφ τῷ Τεμένει, κράζοντες ἐκ πίστεως· ἰατρὲ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρὸς Θεόν, ῥῦσαι ἡμᾶς ποικίλων κακώσεων.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰωσὴφ τρισμάκαρ σὺ ἐκτενῶς, δέησιν προσάγων, μὴ ἐλλείπῃς τῷ Λυτρωτῇ, πρεσβεύων κινδύνων διασῶσαι, τοὺς ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.

Ἡ θεία σορός σου Πάτερ πιστοῖς, βρύει τὰς ἰάσεις, προσιοῦσι τῷ Ναῷ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων, ὡς ἰατρὸς θεραπεύεις πανάριστος.

Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, Ἰωσὴφ τρισμάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ παμμάκαρ ἐνίσχυσον.

Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν σὸν Υἱόν, σὺν τῷ Ἰωσήφ τε νεκρωθεῖσάν μου τὴν ψυχήν, ὡς πάλαι ἐζώου τὸν τῆς χήρας, υἱὸν αὐτοῦ θείῳ προστάγματι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἔχοντές σε προστάτην, πρὸς τὸν Θεὸν Ἅγιε, οἱ ὀρθοδοξοῦντες, τιμῶμεν καὶ ἱκετεύομεν, Πάτερ ἀοίδιμε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.

Ἱκετεύομεν Πάτερ, τὰς τῆς ψυχῆς ἴασαι, πάθῃ καὶ τὰ τραύματα ταύτης, τάχος θεράπευσον, τῶν εὐφημούντων σε, καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα, Ἰωσὴφ ἅγιε.

Εὐμενῇ σε προστάτην, πρὸς τὸν Θεὸν Ὅσιε, πάντες προβαλλόμεθα Πάτερ, Ἰωσὴφ δίκαιε, καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.

Θεοτοκίον.
Παναγία Παρθένε τὸν Λυτρωτήν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς σοὶ προστρέχοντας, καὶ ἀνυμνοῦντάς σε, θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια, μόνη Πανύμνητε.

Διάσωσον τῇ σῇ πρεσβείᾳ, σοὺς δούλους Ἰωσὴφ μάκαρ, ἐκ παντὸς κινδύνου, καὶ θλίψεως, σὲ γὰρ ἔχομεν, πρὸς τὸν Κύριον πρέσβυν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Aἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β`. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς ὑπάρχεις ὦ ἀοίδιμε, τοῖς πόθῳ τῷ σῷ Τεμένει προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ πρόμαχος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰωσὴφ θεοφόρε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.

Ἱκετεύομεν Ὅσιε, τὴν νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσα ἀπογνώσεως.

Ὃν ἐπόθησας Ὅσιε, σάρκα δι’ ὃν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Θεοτοκίον.
Ταῖς Μητρός σου δεήσεσι, καὶ τοῦ σοῦ Ὁσίου Κύριε δώρησαι, ταῖς ἱκέταις σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων Ὑπεράγαθε.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἰωσὴφ τοῦ Ὁσίου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρους, καὶ γεένης τοὺς δούλους σου λύτρωσαι· καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνε μακρόθυμε.

Παρεστὼς τῇ Τριάδι, πάτερ παμμακάριστε Ἰωσὴφ ἅγιε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην, ῥυσθῆναι πάντας, βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.

Ἀναιμάκτους θυσίας, λειτουργῶν προσέφερες Θεῷ τρισόλβιε, ἱερεὺς ὑπάρχων, τοῦ Ὑψίστου Ἰωσὴφ ἀοίδιμε, ἀλλὰ τοῦτον Πάτερ, ἐκδυσωπῶν μὴ διαλείπῃς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.

Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν Πανάμωμε, ἡ Θεογεννῆτορ, καὶ τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὑμνολογοῦντας τὸν σὸν Υἱόν, λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡ σῇ Παμμάκαρ ψυχῇ, τοὺς οὐρανοὺς ἐγκατῴκησε, τὸ σῶμά σου δὲ τῇ γῇ, ὑπάρχον ἐξαίσια, τελεῖ τὰ τεράστια, ψυχῶν καὶ σωμάτων, θεραπεῦον τὰ νοσήματα.

Σαῖς εὐπροσδέκτοις εὐχαῖς, συντήρει Μάκαρ σεβάσμιε, τοὺς πόθῳ εἰλικρινεῖ, ψυχῆς τε ἁγνότητι, τιμῶντάς σε ἔνδοξε, καὶ προσκαλουμένους σου τὴν ἄμαχον ἀντίληψιν.

Μεσίτην πρὸς Θεόν, σὲ εὐμενῇ προβαλλόμεθᾳ, ὦ ἱερὲ Ἰωσήφ, ὑπάρχεις γὰρ στήριγμα, καὶ καύχημα Ὅσιε, τῶν πιστῶν καὶ κλέος, ἡμῶν Πάτερ παναοίδιμε.

Θεοτοκίον.
Ἡ βάτος τῷ Μωυσῆ, σὲ προετύπου σου γὰρ ὁ Λυτρωτής, τεχθείς ὡς ηὐδόκησε, διέσωσεν Ἄχραντε, τοὺς προσκαλούμενος, σου τὴν ἄμαχον βοήθεια.

Διάσωσον τῇ σῇ πρεσβείᾳ, σοὺς δούλους Ἰωσὴφ μάκαρ, ἐκ παντὸς κινδύνου, καὶ θλίψεως, σὲ γὰρ ἔσομεν, πρὸς τὸν Κύριον πρέσβυν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, τοῦ Ἰωσὴφ τῷ σεπτῷ Τεμένει προσδράμωμεν, καὶ ἐγγίζοντες εὐλαβῶς αὐτοῦ τῇ θείᾳ σορῷ, μετὰ πόθου κράξωμεν αὐτῷ· ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰάσασθαι, τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Προσπίπτωμέν σοι Κύριε, βοῶντες τὸ ἡμάρτομεν, μὴ παρίδῃς, ἀλλ’ οἰκτείρησον ἡμᾶς, πιστῶς προσπεφευγότας, τῇ σκέπῃ σου καὶ σῶσον, Ἰωσὴφ ταῖς παρακλήσεσι.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων ὑπάρχων, ἰσοστάσιος ὄντως Πάτερ τρισόλβιε, Ἰωσὴφ θεοφόρε, ἐκλύτρωσαι κινδύνων τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀμυθήτους ἀγῶνας, ἐπὶ γῆς ἠγωνίσω Ἰωσὴφ ὅσιε, καὶ νῦν ταῖς οὐρανίαις, συνὼν χοροστασίαις, περιφρούρει τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σε αὐτὸν τῷ Κυρίῳ, προσενήνοχας Πάτερ θύμα εὐπρόσδεκτον, Ἰωσὴφ ἀγγελόφρον καὶ νῦν μὴ διαλείπῃς, ἐποπτεύων τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Πανύμνητε Παρθένε, ἡ Θεὸν σαρκωθέντα κόσμον κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ σῇ πρεσβείᾳ, ταῖς τῶν ψυχῶν ἀῤῥωστίαις, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ, ὅθεν σὲ τιμῶμεν Ἰωσὴφ θεοφόρε.

Πρὸς τὸν Δεσπότην, σὲ προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα μάκαρ, σαῖς πανευπροσδέκτοις πρὸς τὸν Θεὸν πρεσβείαις.

Τὰ τῆς ψυχῆς μου ἀποκάθαρον πάθῃ, σῇ μεσιτείᾳ θεοφόρε τρισμάκαρ, ὅπως δὲ γεραίρω, ὦ Ἰωσὴφ θεόφρον.

Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν ἁμαρτίαις ψυχήν μου, σῇ μεσιτείᾳ καταδρόσισον Κόρῃ, ὅπως σὲ δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Ὅσιε τρισμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ σε μακαρίζουσιν.

Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον θεόφρον, τοὺς προσιόντας τῷ θείῳ Τεμένει σου, καὶ τὸν Δεσπότην ἀεὶ μεγαλύνουσιν.

Καταύγασον τὰς κόρας, Μάκαρ τῆς ψυχῆς μου, πεπωρωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας τὸν σὲ μακαρίζοντα.

Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ σοι κράζομεν· σὺ γὰρ ἐκύησας κόσμῳ τὴν ἀγαλλίασιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τῆς Κρήτης γόνος λαμπρός, χαίροις Ἐκκλησίας ὁ ἀσύλητος θησαυρός, χαίροις τῆς Ζακύνθου ὁ φύλαξ καὶ προστάτης, ὦ Ἰωσὴφ τρισμάκαρ, πιστῶν τὸ καύχημα.

Ζακυνθίων νῆσος σκίρτα λαμπρῶς, ἔχουσα τὸ σκῆνος, ἀγγελόφρονος Ἰωσήφ, ἐν ταῖς τοῦ Δεσπότου, αὐλαῖς διηνθισμένον, φωτίζον καὶ μυρίζων πιστῶν τὸ σύστημα.

Ἀπὸ τῶν καμάτων ἀσκητικῶν, αὔρας μυριπνόους αἰσθανόμενοι ἐν τῷ σῷ Ἰωσὴφ Τεμένει λαμβάνομεν ἰάσεις ψυχῶν τε καὶ σωμάτων, ὅθεν τιμῶμέν σε.

Χαίροις ὁ τῆς Κρήτης θεῖος βλαστός, χαίροις ὁ Ζακύνθου ἀπροσμάχητος βοηθός, Ἰωσὴφ τὸ κλέος, Ὁσίων καὶ ἡ δόξα, ἡμᾶς τοὺς σὲ τιμῶντας δεινῶν περίσῳζε.

Ἔχοντες ἐξάρχουσαν τὴν Ἁγνήν, νόες σὺν Προδρόμῳ, Ἀποστόλων θεῖος χορός, Προφητῶν, Μαρτύρων, Ἱεραρχῶν, Ὁσίων, ὑπὲρ ἡμῶν τὸν Κτίστην καθικετεύσατε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμάς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῶν Κρητῶν τε τὸν γόνων καὶ Ζακύνθου τὸ καύχημα, τῶν Πατέρων κλέος καὶ δόξα Ἰωσὴφ τὸν ἀοίδιμον· τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, οὗ δόξῃ ἀῤῥήτῳ ἡ Τριάς, ἐτιμήσατο τὸ σκῆνος, διασώσασα ἄφθορον· δόξα τῷ ἁγιάσαντι αὐτόν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἀναδείξαντι φρουρόν, καὶ ἄμισθον πιστοῖς, ἰατρὸν τοῖς κάμνουσι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι νῦν, ἔνθα τὰ ἰάματα, θαυματοβρύτου σοροῦ, Ἰωσὴφ γὰρ ἐκβλύζουσι, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες προσπέσωμεν, γονυκλινῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκβοῶντες ὦ Πάτερ· οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.

Ἕτερον. Ὅμοιον.
Ὄντως, ἀνεδείχθης ἐκ Θεοῦ, ἄκρος ἀκεστὴρ ἀντιλήπτωρ, τὰ πάθη πάντων πρὸς σέ, πόθου τε καὶ πίστεως προσπεφευγότων θερμῶς, ἀναργύρως ἰώμενος, Ἰωσὴφ παμμάκαρ, ὅθεν σου δεόμεθα, περιπτυσσόμενοι νῦν, θείαν σου σορὸν καὶ βοῶντες· οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.

Ἕτερον. Ὅμοιον. Θεοτοκίον.
Πάντας, ἡμᾶς οἴκτειρον ἁγνὴ  Μῆτερ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευγότας ἐν σοί, καὶ σοῦ τὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, σὸν οἰκέτην προβάλλοντες, Ἰωσὴφ τὸν θεῖον, πρέσβυν νῦν πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καὶ φθορὰς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν Βασιλείας, σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.