Παρακλητικός Κανών εις τον Όσιο Θεοφόρο Πατέρα ημών Ονούφριο τον Αιγύπτιον

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

†Εορτάζεται στις 12 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀνατεθεὶς ἀπὸ σπαργάνων Κυρίῳ, καὶ φυτευθεὶς ἐν τῇ ἐρήμῳ ὡς φοῖνιξ, Ἀγγέλων τὸ πολίτευμα ἐβίωσας σαρκί, ὅθεν χάριν εἴληφας, θεραπεύειν τὰς νόσους, θείαις σου ἐντεύξεσι, τῶν τιμώντων σε πόθῳ, διὸ βοῶμεν δίωκε ἡμῶν, πάθη ποικίλα, θεόφρον Ὀνούφριε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῥῤύσατο ἐκ τοσούτων κινδύνων τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών οὐ ἀκροστιχίς·
Ὀφρὺν ταπείνωσον, Ὀνούφριε, ἐχθρῶν μου. Ἀ(θανάσιος).

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. Ἁρματηλάτην Φαραώ.
Ὀφρὺν δαιμόνων μισοψύχων Ὅσιε, ταχὺ ταπείνωσον, θείαις σου πρεσβείαις, πρὸς τὸν γλυκὺν Κύριον, Ὀνούφριε τρισόλβιε, τῆς ἐρήμου τὸ κλέος, ὅπως δοξάζω τὴν χάριν σου, ἀσκητῶν ἱκέτα εὐπάρεδρε.

Φρίττει τὸν βίον μελετῶν σου ἅπας τις, τὸν ὑπὲρ ἔννοιαν, καὶ θαυμάζει πλοῦτον, τῆς δοθείσης χάριτος, σοὶ ὅσιε Ὀνούφριε, δι᾿ ἧς γέγονας σκεῦος, τοῦ ὁδηγοῦντός σε Πνεύματος, ὃ ὑπὲρ ἐμοῦ ἐξιλέωσαι.

Ῥήξας δεσμοὺς τοὺς φυσικοὺς Ὀνούφριε, ἀπὸ παιδὸς θαυμαστῶς, ὅρους ὑπερέβης, ἀνθρωπίνης φύσεως, Ἀγγέλων ἐκμιμούμενος, πολιτείαν ἐν πᾶσιν, οὕς μιμηθῆναί με πρέσβευε, τὸν φιλόυλόν τε καὶ γήινον.

Θεοτοκίον.
Ὑπερετίμησας τὸ γένος Δέσποινα, τῶν γηγενῶν ἐν σαρκί, τὸν Δεσπότην πάντων, ὡς βροτὸν βαστάσασα, μεθόριον ὑπάρξασα, νοητῶν καὶ φθαρτῶν τε, καὶ ἀνεδείχθης μεσίτρια, τῶν ἁμαρτανόντων πρὸς Κύριον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικητὴς παιδιόθεν, τοῦ πονηροῦ γέγονας, χάριτι τῇ σοὶ ἐκχυθείσῃ, πάτερ Ὀνούφριε, ὡς σκεῦος τίμιον, ἀνατεθεὶς τῷ Δεσπότῃ, ᾯ καλῶς καθάρας με, σύναψον δέομαι.

Τῆς βαθείας ἐρήμου, ἐσχατιὰς εἴληφας, μόνος τῷ Κυρίῳ σου μόνον, ἀεὶ εὐχόμενος, ὅθεν Ὀνούφριε, παρακαλῶ ἐκ ψυχῆς μου, προσευχῆς με ποίησον, ἐργάτην τίμιον.

Ἀφειδήσας σωφρόνως, τῶν ὑλικῶν Ὃσιε, εἴληφας τροφὴν ἐξ ἀγγέλων, ὡς ἀγγελόβιος, διὸ ἀξίωσον, κᾀμὲ τῆς ὕλης μηδόλως, μεριμνᾶν ἀπόλαυσιν διὰ τὸν Κύριον.

Θεοτοκίον.
Πλάτυνόν μου καρδίαν καὶ νοερὰν αἴσθησιν, ὅπως ἐμπλησθῶ νοημάτων, ἁγίων Πάναγνε, ἐν οἷς δυνήσομαι, τῷ σῷ Υἱῷ συναφθῆναι, καὶ ῥυσθῶ ὁ ἄθλιος, παγὴς τοῦ δαίμονος.

Διάσωσον, σοὺς ὑμνητὰς Ὀνούφριε πάτερ, ἀπὸ πάσης ψυχοφθόρου ἐπιβουλῆς τοῦ ἐχθροῦ, καὶ λύτρωσαι τάχει ἡμᾶς, ταῖς ὁσίαις εὐχαῖς σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Ἐρήμου κλεινέ, καὶ θεοφόρε ἄνθρωπε, παθῶν μου πολλῶν, ἐρήμωσον τὸ σύστημα, σαῖς σεπταῖς δεήσεσι, πρὸς Δεσπότην τὸν ὑπεράγαθον, ἵνα ὑμνῶ σε θερμῶς, ὁ δοῦλός σου ὅσιε Ὀνούφριε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἐταπείνωσας ῞Οσιε, βίῳ σου ἁγίῳ τὸν ὑπερήφανον, οὗ τὰς μύλας καταξίωσον, θλᾷν ἀεὶ τοὺς πόθῳ ἀνυμνοῦντάς σε.

Ἰερὸν ἔχων ἔργον σου, ἐν τῇ πανερήμῳ μνήμην Κυρίου σου, τὴν θεοῦσαν πάντα ἄνθρωπον, ἧς με δεῖξον κάτοχον πρεσβείαις σου.

Νουνεχῶς πεπολίτευσαι, φέρων πρὸ ὀμμάτων σου τὸν Ἀόρατον, ῝Ον παρόντα δὸς αἰσθάνεσθαι, τοὺς ἐν πίστει Πάτερ ἱκετεύοντας.

Θεοτοκίον.
Ὣραν ἔχων τῆς Κρίσεως, ἐν τῇ διανοίᾳ μου Μῆτερ δέδοικα, διὸ πρέσβιν Σε προβάλλομαι, ἵνα τῆς κολάσεως λυτρώσῃς με.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σώματος ὁρμάς, ὡς θηρία καθυπέταξας, τῷ Κυρίῳ τῇ δυνάμει τῆς εὐχῆς, ἣν χορήγει, τοῖς τιμῶσι πόθῳ ὦ Ὀνούφριε.

Ὃμβρισον ἡμῖν, οὐρανόθεν Πάτερ ὅσιε, τὰς χριστοδώρους ἀρετὰς ταῖς σαῖς εὐχαῖς, καὶ στερέου, πρὸς καρποφορίαν τὴν σωτήριον.

Νέωσον καλῶς, τὸν ἀγρὸν τῆς διανοίας μου, ὁ ἐν ἐρήμῳ γεωργήσας σὴν ψυχήν, Πάτερ θεῖε, καὶ ἀκάνθας πάσας ἀποῤῥίζωσον.

Θεοτοκίον.
Ὃρος σκιερόν, τὰς ψυχὰς πιστῶν σκιάζουσα, ἀπὸ πάσης προσβολῆς τοῦ πονηροῦ, σκέπασόν με, καταπειραζόμενον Θεόνυμφε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νεκρώσεως, τὸν χιτῶνα Ὅσιε, ἀπεβάλου νεκρωθεὶς κατὰ κόσμον, καὶ Ἰησοῦ, ζωηρὸν ἐνεδύθης, ἀθανασίας τὸ πάμφωτον ἔνδυμα, ὃ δίδου πάτερ καὶ ἡμῖν, τοῖς αἰτοῦσί σε θεῖε Ὀνούφριε.

Ὀνούφριε, φοῖνιξ θεῖος γέγονας, ποτιζόμενος τῆς χάριτος ῥείθροις, καὶ τὸν καρπόν, ἐκβοτρύσας πλουσίως, τοῖς φιλοσίοις προτίθης ἐντρύφημα, μεθ᾿ ὧν ἀξίωσον κἀμέ, ἀπολαύειν σοῦ δείπνου ἀείποτε.

Ὑπέβαλες, σεαυτὸν Ὀνούφριε, εἰς μαρτύριον δεινὸν καθ᾿ ἑκάστην, εἰδὼς καλῶς, ὅτι αἵματι μόνον, ἀντεξωνεῖται τὸ Πνεῦμα τὸ Ἅγιον, οὗ πλήρωσον πᾶσαν ψυχήν, φιλοσίως σε πάτερ θαυμάζουσαν.

Θεοτοκίον.
Φθειρόμενον, τοῖς τοῦ βίου πράγμασι, καὶ ματαίοις ἐμπλεκόμενον Μῆτερ, ἐκδυσωπῶ, ὡς ἰχθὺν ἐξ ἀρκύων, Σὺ μητρικῶς ἐλευθέρωσον τάχιστα, καὶ νοῦν προσήλωσον Χριστῷ, ὃς ἐστὶν ἐφετῶν τὸ ἀκρότατον.

Διάσωσον, σοὺς ὑμνητὰς Ὀνούφριε πάτερ, ἀπὸ πάσης ψυχοφθόρου ἐπιβουλῆς τοῦ ἐχθροῦ, καὶ λύτρωσαι τάχει ἡμᾶς ταῖς ὁσίαις εὐχαῖς σου.

Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Μοναστῶν ὑποτύπωσις ἔνθεος, καὶ πιστῶν θαυμαστὸν ἐγκαλλώπισμα, ἀνεδείχθης, ὦ ἀσκητῶν ἀκρότης καὶ τρυφή, διό, πρέσβευε διηνεκῶς, τῷ Ἰησοῦ τῷ ἀγαθῷ, ὑπὲρ ὅσοι τιμῶσί σε· οἶδας γὰρ τοῦ βελίαρ, πάγας καὶ πλάνας πάτερ, ἐξ ὧν εὐχαῖς σου λύτρωσαι ἡμᾶς, θεοφόρε Ὀνούφριε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
καὶ τὸ προσόμοιον.
Ἦχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.
Ἒρημον ὑπάρχουσαν, ἐξ ἀρετῶν τὴν ψυχήν μου, πάντιμε Ὀνούφριε, τῆς ἐρήμου καύχημα καὶ θησαύρισμα, πατρικῶς πρόφθασον, καὶ χορήγει δρόσον, τὴν τοῦ Πνεύματος πρεσβείαις σου, ἵνα τὸν καύσωνα, παύσῃ τῶν παθῶν τὸν ψυχώλεθρον, βλαστήσωσι δὲ σπέρματα, ἄνθη χριστοποίκιλτα χάριτος, ὅπως τῷ Δεσπότῃ, ὀφθήσωμαι ἐν ὥρᾳ τῇ φρικτῇ, εὐελπιστῶν ὁ ταλαίπωρος, καὶ μὴ κολασθήσωμαι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Ῥείθροις τῆς χάριτος Κυρίου, κατεδρόσιζες ψυχήν σου ἐν ἐρήμῳ, ἑνωθεὶς τῇ ψυχῇ, ἀδιαστάτως Πάτερ, Αὐτῷ ᾦ με συντήρησον, ἡνωμένον ταῖς εὐχαῖς σου.

Ἳδιον οὐκ ἐκτήσω ἄλλο, εἰ μὴ φύλλινον, περίζωσμα ὀσφύος, γυμνωθεὶς ἑκόντι, ὡς ἐφευρὼν τὸν πλοῦτον, Ὀνούφριε ἀσύλητον, οὗ με δεῖξον κληρονόμον.

Ἐστης τυπτόμενος ὡς ἄκμων, μόνος Ὅσιε, ἐν πειρασμοῖς ποικίλοις, παραδοὺς τῷ Χριστῷ, τὸ σῶμα καὶ ψυχήν σου, ἐν προσμονῇ λαμπρότητος, γλυκυτάτου Παραδείσου.

Θεοτοκίον.
Ἒχων τὸ φρόνημα ψυχῆς μου, ἀταπείνωτον, οὐ δύναμαι Παρθένε, εἰσελθεῖν τὴν στενήν, τῆς Βασιλείας πύλην, διὸ καθικετεύω σε, ταπεινώσει πλούτισόν με.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Χάρισαί μοι, Ὀνούφριε τρισμάκαρ, τὸ ἀσάλευτον, ἐν τρικυμίαις βίου, ἀφανίζων ταχύ, ἀνυπομονησίαν, καὶ ἄγκυραν ἐλπίδος μοι, χορηγῶν εἰς σωτηρίαν.

Θρόνος ἔφυς, θεότητος ἀσκήσει, ᾦ Ὀνούφριε, πληθὺν ἔχων ὀμμάτων, οἷς ὁρῶν καθαρῶς, τὰ κάλλη Βασιλείας, τὰ ἅπασι παμπόθητα, ὧν ἀξίωσόν με πάτερ.

Ῥῦσαι πάτερ, Ὀνούφριε χριστόφρον, πάσης θλίψεως, τοὺς πόθῳ σε τιμῶντας, σὺ γὰρ οἶσθα καλῶς, τοῦ δαίμονος παγίδας, καὶ πειρασμῶν δυσβάστακτον, ἄνευ χάριτος Κυρίου.

Θεοτοκίον.
Ὣ! τοῦ βάθους, ἐμῆς παραφροσύνης, Παναμώμητε, Χριστοῦ με μακρυνούσης· καὶ γὰρ πάσχω Ἁγνή, ὡς πλησμονῶν τῇ γνώσει, μὴ πράττων δὲ τὸ θέλημα, τοῦ Θεοῦ δι᾿ ἀστασίαν.

ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
Νικήσας τὰ θηρία τῶν ἐμπαθῶν, τῆς ψυχῆς κινημάτων Ὀνούφριε, ὡς κηδευτάς, δύο ἔσχες λέοντας φοβερούς, δεικνύντας ὕψος χάριτος, ἧς περ ἠξιώθης παρὰ Θεοῦ, διὸ καθικετεύω, θηρία τῶν παθῶν μου, σαῖς προσευχαῖς καλῶς κατεύνασον.

Μὴ ἔχων τὴν φροντίδα ζωοτροφῆς, σοῦ ἐκήδετο Κύριος Ὅσιε, ἄρτους διδούς, καὶ τῶν μυστηρίων τῶν ἱερῶν, μετάληψιν παρέχων σοι, δι’ ἐπιστασίας ἀγγελικῆς· ὅθεν μερίμνης βίου, ἀπάλλαξον βοῶ σοι, τῆς σκοτιζούσης μου διάνοιαν.

Ὀνούφριε χριστόληπτε ἀσκητά, τῆς ἐρήμου καλλίκαρπον βλάστημα, τῶν μοναστῶν, κέντρον θεοπύρσευτον καὶ γλυκύ, ἀνάστησόν με κείμενον, ἐκ τῆς ἀμελείας μου τῆς πολλῆς, καὶ ἐφεξῆς δουλεύειν, ἀξίωσόν με πάτερ, Χριστῷ ἐξ ὅλης τῆς καρδίας μου.

Ὑψόθεν μοι κατάπεμψον γλυκασμόν, πατρικῶν σου εὐχῶν ὦ φιλότεκνε, ἵνα καλῶς, βίον διανύσω ἀσκητικόν, μιμούμενος τὰς πράξεις σου, ὅσον ἀσθενείᾳ μου δυνατόν, καὶ εὕρω τὸν Δεσπότην, ἐν ὥρᾳ τοῦ θανάτου, κριτὴν φιλάνθρωπον ᾿Ονούφριε.

Θεοτοκίον.
Ἀνάξιον ἐποίησα ἐμαυτόν, θείας κλήσεως Μῆτερ Πανάχραντε, καταχρανθείς, μώλωψι παντοίων ἁμαρτιῶν, καὶ κεῖμαι πτῶμα ἄθλιον, βρῶμα ὁδοστάταις τοῖς νοεροῖς· διό Σε ἱκετεύω, ἀνάστησον εὐχαῖς με, τὸν Ἰησοῦν παραπικράναντα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Αἰγύπτου θεῖος πυρσός, Ὀνούφριε πάτερ, νομοστάθμη ἡσυχαστῶν, χαίροις ὡς γλυκαίνων, καρδίας μοναζόντων, καὶ γόνατα στηρίζων, τῷ θείῳ βίῳ σου.

Πάντας τοὺς τιμῶντάς σε εὐλαβῶς, οὐρανόθεν Πάτερ, κατευλόγει διηνεκῶς, πειρασμῶν παντοίων, λυτρούμενος τοῦ πλάνου, καὶ τῷ Χριστῷ συνάπτων, ταῖς ἱκεσίαις σου.

Ἓρημον οἰκήσας ἀπὸ παιδός, ταύτην καρποφόρον, ἐναπέδειξας τῷ Χριστῷ, ὅθεν ἔρημόν με, τῶν ἀρετῶν τῶν θείων, Ὀνούφριε εὐλόγει, εἰς καρποφόρησιν.

διὰ τοὺς Ὀνουφριωνύμους εἰδικόν·
Τὴν σεπτήν σου κλῆσιν ὁμωνυμῶν, δέομαί σου Πάτερ, οἶκον ποίησον ἀρετῶν, ὧν ἐν τῇ ἐρήμῳ, μετέσχες παμπλουσίως, καὶ κληρονόμον δεῖξον, τῆς θείας δόξης σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Χαίροις τῆς ἐρήμου πολιστά, ἄκρας ἡσυχίας ὁ στύλος, πάτερ Ὀνούφριε, χαίροις καὶ ἱκέτευε ὑπὲρ ἡμῶν τὸν Χριστόν, ὅπως δῷ ἀκατάσειστον, εἰρήνην καρδίας, καὶ τειχίσῃ χάριτι, τοῦ θείου Πνεύματος, πάντας τοὺς πιστῶς αἰτουμένους, σὰς πανευπροσδέκτους δεήσεις, καὶ τὰς ἱκεσίας ὁσιώτατε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Νηπιοχριστόδωρε ἐρήμου κλέος,
Δεῖξον με παθῶν ἔρημον ταῖς εὐχαῖς σου.

Παρακλητικός Κανών εις τον Όσιο Ονούφριο τον Αιγύπτιο

Ποίημα Μηλίτση Γεωργίου

†Εορτάζεται στις 12 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τῷ Ὀνουφρίῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς. Ὅσιε βοήθησον σοὺς ἀχρείους ἱκέτας, σπεῦσον ἀπολλύμεθα ἐκ βελῶν τοῦ βελίαρ, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ προστάτην Ὀρθόδοξοι ἔχομεν.

Δόξα.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Περσίας τὸν γόνον, Θηβαΐδος τὸ καύχημα, καὶ τῶν Ὀρθοδόξων ἁπάντων, ὁδηγὸν καὶ ὑπόδειγμα. Ὀνούφριον τιμήσωμεν πιστοί, τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν, τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς, τοῖς ἐν πίστει προστρέχουσι Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὰς Ὠδᾶς τοῦ Κανόνος.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄.Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.
Ὀνούφριε σπεύδω ἱκετικῶς, πρὸς σὲ ὁ ἀχρεῖος, καὶ αἰτοῦμαι σὴν ἀρωγήν, ἣν τάχος παράσχου σῷ ἱκέτῃ, καὶ ἐκ χειρῶν τῶν δαιμόνων σὺ ῥῦσαί με.

Ὀργίλος κατέστη ὁ μισερός, διὸ καὶ στενάζω, καὶ ὀδύρομαι θαυμαστέ, καὶ εἰς σὲ προσέρχομαι δακρύων, σοῦ ἐκζητῶν τὴν βοήθειαν Ὅσιε.

Νεότητα σκέπε θαυματουργέ, καὶ φύλαττε ταύτην ἐκ παγίδων τοῦ μισεροῦ, τοῖς δὲ σοὶ προσφεύγουσι παράσχου, χαλινὸν γλώττης Ὀνούφριε ἔνδοξε.

Θεοτοκίον.
Παρθένε προσπίπτω δεητικῶς, καὶ χείρας μου αἴρω, ἐξαιτούμενος ἀρωγήν, ἣν τάχος παράσχου σῷ ἱκέτῃ, ἵνα ῥυσθῶ τοῦ πυρὸς Θεοδόξαστε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Ὀρφανῶν ἀνεδείχθης, καταφυγὴ Ὅσιε, καὶ τῶν ἀσθενούντων προστάτης ὁ ἀπαράμιλλος, διὸ προσέρχονταί σοι, τῶν Ὀρθοδόξων χορεῖαι, καὶ αἰτοῦσιν πάντιμε, τὴν μεσιτείαν σου.

Λυτρωτὴν τῶν ἀνθρώπων, καὶ Πλαστουργὸν ἔνδοξε, σὲ καθικετεύω ὁ τάλας, σὺ ἐξευμένισον, ἵνα ῥυσθῶ τοῦ πυρός, τοῦ αἰωνίου παμμάκαρ, καὶ ἰδεῖν τὸν Κύριον, κἀμὲ ἀξίωσον.

Τὴν εἰρήνην παράσχου, ἡμῖν ἀξιάγαστε, καὶ τὰς τῶν ἐχθρῶν ἐπιθέσεις ἀποσκοράκισον, ἵνα διάγωμεν νῦν, ἐν ἡσυχίᾳ καὶ πίστει, καὶ Χριστὸν δοξάζοντες, θεῖε Ὀνούφριε.

Θεοτοκίον.
Ὀρθοδόξων ἐδείχθης, καταφυγὴ Δέσποινα, καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε, τῶν ἀσθενούντων ἀεί, σὺ ἰατρὸς καὶ προστάτης, καὶ χηρῶν ὑπέρμαχος, ἀκατανίκητος.

Διάσωσον, ἀπὸ κινδύνων Ὀνούφριε σοὺς ἱκέτας, ὅτι πάντες σεμνοπρεπῶς, εἰς σὲ καταφεύγομεν, τὸν φύλακα πάντων τῶν Ὀρθοδόξων.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν του σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμή.

Σὺ πρέσβυς θερμός, καὶ τεῖχος ἀκατάβλητον, ἐλέους πηγή, καὶ πάντων καταφύγιον, ἐκτενῶς βοῶμέν σοι Ὀνούφριε ὅσιε, πρόφθασον, καὶ ἐκ τῶν νόσων φύλαξον ἡμᾶς, ὁ μόνος ἰατρὸς ὁ ἀλάνθαστος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε
Ὑγιείαν παράσχου μοι, ὅσιε Ὀνούφριε ἱκετεύω σε, καὶ τὰ τέκνα μου προστάτευσον, ἐκ παντοίων νόσων ἀξιάγαστε.

Σὺ τὴν γλῶσσάν μου φύλαξον, ἐκ τῆς κατακρίσεως τρισμακάριστε, καὶ τὸ στόμα μου διάνοιξον, τοῦ δοξάζειν, Κτίστην τὸν τοῦ σύμπαντος.

Ἐκ τροχαίου σὺ ῥῦσαί με, ἀθλητὰ Ὀνούφριε θεοδόξαστε, καὶ μετάνοιαν παράσχου μοι, ἵνα φύγω μάκαρ τῆς κολάσεως.

Θεοτοκίον.
Παναγία Πανάχραντε, ἀνεπαίσχυντα τέλη σὺ παράσχου μοι, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων Θεοδόξαστε

ᾨδὴ  ε΄. Φωτισον ἡμᾶς.
Δέχου προσευχάς, καὶ δεήσεις ἀξιάγαστε, καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς, τῶν Ὀρθοδόξων καταφύγιον Ὀνούφριε.

Ἄναρχον Θεόν, ἐξευμένισον Ὀνούφριε, καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς, ἵνα δοξάζω σε Ὁσίων ἀκροθίνιον.

Δώρησαι ἡμῖν, τὴν ὑγιείαν δεομένοις σου, καὶ τῆς ψυχῆς ὡς καὶ τοῦ σώματος ἀεί, θεοδόξαστε Ὀνούφριε, πάντων σέμνωμα.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς καρδίας μου τὰ τραύματα, καὶ τοῦ νοός μου Κόρη τὴν ἔπαρσιν, καὶ ὑγιείαν τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ στ΄. Τὴν δέησιν
Ἀγνώμων, φθονερὸς καὶ ἀνανδρος, ἀνεδείχθην ὁ ἱκέτης σου Πάτερ, σπεῦσον καὶ ῥῦσαι Ὀνούφριε τάχος, καὶ εἰς τὴν μάνδραν Χριστοῦ καθοδήγησον, σοῦ δέομαι γονυκλινῶς, Ὀρθοδόξων φρουρὲ ἀκατάβλητε.

Τροχαίου, ἀσθενειῶν καὶ θλίψεων, τὸν ἱκέτην σου ἀπάλλαξον τάχος, καὶ πειρασμῶν καὶ παγίδων ποικίλων, ἅς ὁ σατὰν ἐξυφαίνει διάλυσον, σοῦ δέεται θαυματουργέ, ὁ ἀνάξιος δοῦλος Ὀνούφριε.

Θεράπων, καὶ ἰατρὸς ἀνάργυρος, τοῦ καρκίνου θεοφόρε ἐδείχθης, καὶ λοιμωδῶν νοσημάτων παμμάκαρ, θεραπευτὴς ἀκατάβλητος  γέγονας, διὸ ἀσθενοῦντες πιστοί, σοὶ προστρέχονται πίστει Ὀνούφριε.

Θεοτοκίον.
Θυμώδης, ἐριστικὸς καὶ ἄφιλος, ὁ ἀχρεῖός σου ἱκέτης κατέστην, σπεῦσον Παρθένε καὶ σῶσον οἰκέτην, ἵνα ῥυσθῶ αἰωνίου κολάσεως, σοῦ δέομαι Μήτερ Θεοῦ, ἐκ χειρῶν τοῦ ἀλάστορος σῶσόν με.

Διάσωσον, ἀπὸ κινδύνων Ὀνούφριε σοὺς ἱκέτας, ὅτι πάντες σεμνοπρεπῶς, εἰς σὲ καταφεύγομεν, τὸν φύλακα πάντων τῶν Ὀρθοδόξων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία των Χριστιανών.
Σὺ προστάτης τῶν χριστιανῶν ἀκαταίσχυντος, καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀκατάβλητον, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι ῥῦσαι ἡμᾶς ἐκ πλάνης, καὶ σπεῦσον τοῖς ἀσθενοῦσιν, τῶν Ὀρθοδόξων θαυμαστέ, σὺ εἶ φρουρὸς ὁ ἀνύστακτος.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. (γ΄)
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν  ἡμῖν;

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-23)

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι  
Μὴ ἐγκαταλείψῃς με, σὺ τοῦ Χριστοῦ στρατιώτα, Ὀνούφριε ὅσιε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου, θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, ἀρχεκάκου τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ καταφύγιον Ἅγιε, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου, κλέος τῶν Ἀγγέλων, καὶ δόξα Ὀρθοδόξων θαυμαστέ, μὴ μοῦ παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Τρικυμίας τοῦ βίου, καταπράυνον δέομαι ὁ ἀνάξιος, καὶ δίδως μοι εἰρήνη, χαράν τε καὶ γαλήνην, ἵνα πόθῳ κραυγάζω σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νικητὴς ἀνεδείχθης, τοῦ σατὰν θεοδόξαστε καὶ προπύργιον, ἡμῶν τῶν Ὀρθοδόξων, καὶ πάντων τῶν ἐν θλίψει, παραμύθιον ἔνδοξε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῶν ἀτέκνων συζύγων, καταφύγιον γέγονας θεοδόξαστε, καὶ τῶν σφοδρῶς ποθούντων, τὸν βίον τῶν Ἀγγέλων, ποδηγέτης ἀλάνθαστος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Βασιλέως καθέδρα, καὶ πιστῶν καταφύγιον Μήτερ γέγονας, διὸ πιστῶν τὰ πλήθη, προσέρχονται ἀσμένως, καὶ θερμῶς πάντες ἂδωσι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα
Τῶν μοναζόντων, ὁδηγὸς σὺ προστάτης, ἀνεδείχθης Ὀνούφριε μάκαρ, διὸ σὲ ὑμνοῦμεν, ἀπαύστως χριστοδρόμε.

Τὴν νεολαίαν, τῆς Ἐκκλησίας τὴν μάνδρα, σὺ ὁδήγησον τάχος τρισμάκαρ, καὶ αὐτῇ παράσχου, ἀκλόνητον τὴν πίστην.

Τοὺς κοιμηθέντας, ὧν αἱ ψυχαὶ εἰς τὰς χείρας, τοῦ Δεσπότου εἰσὶ μὴ παρίδῃς, ἵνα σέ ὑμνοῦμεν, Ὀνούφριε τρισμάκαρ.

Θεοτοκίον.
Τὰς ἀσθενείας, σὺ τῆς ψυχῆς ἰατρεύεις, καὶ τοῦ σώματος πάθη διώκεις, διὸ σὲ δοξάζω, Παρθένε Θεοτόκε.

ᾨδὴ  θ΄. Κυρίως Θεοτόκον.
Πηγὴ χαρᾶς ἐδείχθης, Ὀνούφριε μάκαρ, καὶ τῶν ἐν θλίψεσι ὄντων παράκλησις, τῶν δὲ ποθούντων σωθῆναι, τὸ καταφύγιον.

Κρουνὸς πολλῶν θαυμάτων, μάκαρ ἀνεδείχθης, καὶ τῆς νεότητος φύλαξ καὶ πρόμαχος, τῶν δὲ ἐν γήρατι ὄντων, φρουρὸς ἀκοίμητος.

Ἀγγέλων πολιτείαν, ἐβίωσας Πάτερ, καὶ τῶν παθῶν καθαιρέτης σὺ  γέγονας, διὸ Ὀνούφριε θεόφρων, δόξαν ἀπείληφας.

Θεοτοκίον.
Πανάχραντε Μαρία, σώματος τὰ ἄλγη, καὶ συνειδήσεως τύψεις διάλυσον, καὶ οὐρανῶν τὴν εἰρήνη, δίδου ἱκέτας σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστι ὡς ἀληθῶς, μακαρίζειν σε ὅσιε Πάτερ, τὸν ἀειμακάριστον καὶ θεοκόσμητον, τὸν προστάτην καὶ φρουρὸν ἡμῶν, τὸν δεδοξασμένον παρὰ Θεῷ, καὶ πεφιλημένον παρὰ πᾶσι χριστιανοῖς, τὸν ἀδιαλείπτως, Θεῷ παρεστηκότα, καὶ νέμοντα ἰάσεις, πᾶσι Ὀνούφριε.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Δόξα ἀναπέμπομεν τῷ Θεῷ, τὸν δόντα προστάτην, Ὀρθοδόξοις χριστιανοῖς, σὲ θαυματοβρύτα, τῶν μοναστῶν τὸ κλέος, καὶ ὁδοδείκτην πάντων, θεῖε Ὀνούφριε.

Δέχου παρακλήσεις σῶν ἱκετῶν, δέχου ἱκεσίας, καὶ προσάγαγε τῷ Θεῷ, Ὀνούφριε μάκαρ, Αἰγύπτου βλαστὸς θεῖος, καὶ τῆς Ὀρθοδοξίας, κλέος καὶ σέμνωμα.

Χαίροις μοναζόντων ἡ καλλονή, καὶ τῶν Ὀρθοδόξων ἀντιλήπτωρ καὶ βοηθός, χαίροις τῶν ποθοῦντων, ἰδεῖν Θεοῦ τὴν δόξαν, μεσίτης καὶ προστάτης, μάκαρ Ὀνούφριε.

Δόξα Ἐκκλησίας καὶ χαρμονή, Πάτερ ἀνεδείχθης, καὶ προπύργιον μοναχῶν, καὶ τῆς νεολαίας, φρουρός τε καὶ προστάτης, Ὀνούφριε παμμάκαρ, Ἀγγέλων σύσκηνε.

Ὀρφανῶν προστάτης καὶ βοηθός, πεινόντων τροφέας, καὶ ἀνέργων καταφυγή, μάκαρ ἀνεδείχθης, διὸ σὲ θεοφόρε, δοξάζομεν ἀπαύστως, καὶ ὕμνους μέλπομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Περσίας τὸν γόνον, Θηβαΐδος τὸ καύχημα, καὶ τῶν Ὀρθοδόξων ἁπάντων, ὁδηγὸν καὶ ὑπόδειγμα. Ὀνούφριον τιμήσωμεν πιστοί, τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν, τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς, τοῖς ἐν πίστει προστρέχουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεϑ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, σὺ προστάτης ἀγαθέ, καὶ τῶν σωτηρίαν ποθούντων, σὺ εἶ φρουρὸς ἀσφαλής, ἄλλον γὰρ οὐκ ἔχομεν, τῶν Ὀρθοδόξων πληθύς, πρεσβευτὴν ἀκατάβλητον, καὶ μέγαν μεσίτην, οἱ κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν, κλέος ἀνεδείχθης καὶ δόξα, διό σοι προσπίπτωμεν πόθῳ, πάντες οἱ Ὀρθόδοξοι Ὀνούφριε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τον Όσιο Θεοφόρο Πατέρα ημών Ονούφριο τον Αιγύπτιον

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἐξής·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τὸν λογιζόμενον Χριστοῦ τὴν πτωχείαν πλοῦτον ἀσύλητον καὶ δόξαν μεγίστην, τὴν ἐν ἐρήμῳ βίωσιν, πιστοί, ἐκτενῶς· μέλψωμεν Ὀνούφριον, ἐραστὴν ἀκτησίας, καὶ εὐχῆς ὑπέρμαχον, ἀσιγήτως βοῶντες· τῆς τοῦ Σωτῆρος δεῖξον Ἰησοῦ, χαρᾶς μετόχους, τοὺς σοὶ καταφεύγοντας.

Δόξα. Καί νῦν.
Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ονούφριε, πρὸς Ὁδοὺς Ἀρετῆς Ἴθυνον με. Χ.

ᾨδὴ α΄. ῏Ηχος πλ. δ΄. ῾Υγρὰν διοδεύσας.
Ὀνούφριε, ὅσιε ἀσκητά, ὁ ἐν τῇ ἐρήμῳ, ὑπομείνας τὸν παγετὸν, νυκτὸς καὶ τὸν καύσωνα ἡμέρας, διὰ Χριστὸν ἲθυνόν με πρὸς θέωσιν.

Νεκρώσας τὰ μέλη ἐπὶ τῆς γῆς, ἐπέτυχες, πάτερ, τῆς ἀγήρω ἐν οὐρανοῖς, ζωῆς ἦς ἀξίωσον εὐχαῖς σου, τυχεῖν τοὺς σοὶ προσιόντας Ὀνούφριε.

Ὁδὸν τὴν εὐθεῖαν ἀρετῶν, βαδίσας τριβόλους καὶ παγίδας τοῦ πονηροῦ, ἐπάτησας ἃς καὶ σοὺς ἱκέτας, φυγεῖν ἀξίωσον, πάτερ Ὀνούφριε.

Θεοτοκίον.
Ὑπέραγνε Μῆτερ τοῦ Λυτρωτοῦ, κατάσβεσον φλόγα τῆς ψυχῆς μου σὲ δυσωπῶ, ῥανίσι τῶν θείων πρεσβειῶν σου, πρὸς τὴν πηγὴν ζωηφόρον σε δείξαντα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φῶς, Ὀνούφριε, θεῖον λαβών, σεπτέ ὅσιε, ἒνδον ἐν καρδίᾳ σου ὤφθης, ὅλος φωτόμορφος, διὸ καὶ χάριν ἡμῶν, τὴν σκοτομίνην διώκειν, τῶν παθῶν ἀπείληφας καὶ πάσης θλίψεως.

Ῥάβδῳ τῶν πρεσβειῶν σου πρὸς τὸν Χριστὸν στήριξον, τοὺς εἰλικρινῶς σε τιμῶντας, ἐν πέτρα πίστεως, τῇ ἀῤῥαγεῖ ἀσκητά, ἐρήμου πάντιμον γέρας, ὅσιε Ὀνούφριε, πευματοφόρητε.

Ἰωάννου Προδρόμου καὶ Ἠλιοὺ βήμασι, κατακολουθήσας Θεσβίτου ἒρημον ᾢκησας, καθηγητὰ μοναστῶν, καὶ ὑφηγῆτορ ἀζύγων, πρεσβευτά, Ὀνούφριε, πάντων πρὸς Κύριον.

Θεοτοκίον.
Εἰς ψυχῶν σωτηρίαν τὸν Ἰησοῦν τέξασα, πάντων τῶν πιστῶς σε τιμώντων, Θεογεννήτρια, μεγάλων καὶ θαυμαστῶν κατηξιώθης χαρίτων, ὅθεν ὕμνοις πάντοτε σὲ μεγαλύνομεν.

Ὁδήγησον, πρὸς θελημάτων ἐκπλήρωσιν τοῦ Ὑψίστου τοὺς προστρέχοντας εὐλαβῶς τῇ θείᾳ σου χάριτι, Ὀνούφριε, ἄγγελε τῆς ἐρήμου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐκλείας τρυφᾶν Χριστοῦ τοῦ Παντοκράτορος ἀεὶ ἀσκητά, ἐπιποθῶν Ὀνούφριε, ἐν ἐρήμοις ᾢκησας καὶ σαρκὸς μαράνας σκιρτήματα Ὁσίων ὢφθης κέρας καὶ ἡμῶν φρουρὸς καὶ ἀκέστωρ συμπαθέστατος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Παρανόμοις, Ὀνούφριε, σοὺς κατεστιγμένους ἀχρείους πρόσφυγας, ἔργοις ἲασαι πρεσβείας σου, μυστικῷ φαρμάκῳ πρὸς τὸν Κύριον.

Ῥῦσαι πάντας, Ὀνούφριε, συνηθείας χείρονος τοὺς ἱκέτας σου, ὁ ψυχῆς καθάρας ἒνδυμα ῥείθροις ἐγκρατείας καὶ στερήσεων.

Ὁδηγόν σε κεκτήμεθα, πρὸς ζωὴν ἀγήρω, σεπτὲ Ὀνούφριε, ὁ ἰσχύσας τὸν γαυρούμενον ὄφιν ὑποτάξαι τῇ ἀσκήσει σου.

Θεοτοκίον.
Σκοτομίνην διάλυσον ταῖς φωτοβολίαις τῆς ἀγλαΐας σου, ἡλιόμορφε Παντάνασσα ἵνα  ἴδω φῶς Υἱοῦ σου ἄδυτον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄρμος γαληνός, ἴσθι πάντων τῶν τιμώντων σε, ἐν τοῖς κλύδωσι τοῦ βίου θαυμαστέ, ἐρημίτα, τῆς Νειλῴας γής Ὀνουφριε.

Δεῖξόν μοι ὁδὸν μετανοίας τὴν σωτήριον, θεοφόρε ἣν Παφνούτιος ἰδεῖν, ἠξιώθη, ἐν ἀβάτῳ γῆ Ὀνούφριε.

Ὄμβρισον πιστοῖς, ὑετὸν τῆς προστασία σου, ὀμβροτόκος ὡς νεφέλη ἀσκητὰ πνευματέμορφε, καὶ πάνσεπτε, Ὀνούφριε.

Θεοτοκίον.
Ὕψωσον ἡμᾶς, πεπτωκότας εἰς τὸν βόθυνον, χαμαιζήλων ἡδονῶν Μῆτερ Θεοῦ, πρὸς ἐπάλξεις οὐρανῶν, ἀειμακάριστε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Στερέωσον, τοὺς βροτούς, Ὀνούφριε, ἐν τῇ πίστει τοῦ Χριστοῦ τῇ ἀγίᾳ, καὶ εἰς καρδίας ἡμῶν θεῖον φόβον, τῶν σὲ ἀπαύστως ὑμνούντων ἐμφύσησον, ὡς ἀγρυπνίας, προσευχῆς καὶ φανὸν τηλαυγέστατον.

Ἀτάκτων μου, λογισμῶν γαλήνευσον, τρικυμίαν τὴν ἀγρίαν εὐχαῖς σου, καὶ πρὸς λιμένα Χριστοῦ θελημάτων, τὸν σὸν ἱκέτην, Ὀνούφριε ἲθυνον, ὥσπερ εὐκλείας κοινωνὸν τῆς ἀῤῥήτου τὸν σὲ μεγαλύνοντα.

Ῥυσθείημεν, ψυχοκτόνου ἕξεως, καὶ δουλείας τῶν παθῶν θεοφόρε, καὶ τῆς ἐλλάμψεως τύχοιμεν πάτερ, τοῦ λυτρωτοῦ καὶ Σωτῆρος Ὀνούφριε, ἀναβοῶμεν ὁ θριξί, μόναις σχὼν τὸ σαρκίον σκεπτόμενον.

Θεοτοκίον.
Ἐπάκουσον, τῆς ἡμῶν δεήσεως Παναγία Θεοτόκε, παρθένε, καὶ μὴ παρίδῃς ἡμῶν τῶν δακρύων, σταλαγμοὺς ἀλλὰ τούτους προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Ποιητή, ὡς θυσίαν τῷ ὄντι εὐπρόσδεκτον.

Ὁδήγησον, πρὸς θελημάτων ἐκπλήρωσιν τοῦ Ὑψίστου, τοὺς προστρέχοντας εὐλαβῶς τῇ θείᾳ χάριτι, Ὀνούφριε ἄγγελε τῆς ἐρήμου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁ τῷ πυρὶ τῆς ἀγάπης τοῦ Κτίσαντος, τὰς ἡδονὰς καταφλέξας τοῦ σώματος, Ὀνούφριε πάτερ ἰσάγγελε, ὑπὲρ ἡμῶν τὸν Χριστὸν καθικέτευε ὡς ἂν πάσης βλάβης ῥυώμεθα.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Ὁσίου πρεσβείαις  Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χείλη ἀδιάψευστα, τοῦ ἱεροῦ Παφνουτίου, ἄσκησιν ἐκήρυξαν σὴν ἐπὶ ἑξήκοντα ἔτη ἅπασι τὴν ὑπεράνθρωπον, ἐν ταῖς ἐνδοτέραις ἐρημίαις, πάτερ Ὅσιε, σεπτέ Ὀνούφριε, ἣν καὶ νῦν ἀγαπήσεως τοῦ Παμβασιλέως πολύῤῥυτε, σβέσον σαῖς πρεσβείαις τὸ πῦρ τὸ ἀνυπόστατον ἡμῶν ἀῤῥωστημάτων καὶ θλίψεων τῶν καταφευγόντων σοι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν ἀύλων χαρίτων, διαυγέστατον ἄγγος πάτερ, γενόμενος χαρίτωσον τοὺς πίστει, Ὀνούφριε, ζητοῦντας, σὴν ταχεῖαν ἀντίληψην, καὶ τὸν Σωτῆρα Χριστόν, ἀεί δοξολογοῦντας.

Ὡς πολύφωτος λύχνος, ἐξ ἐρήμου ἀβάτου ἡμῖν ἀνέλαμψας, Ὀνούφριε παμμάκαρ, ὁ φέγγει Οὐρανίῳ καταυγάζων τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεός, εὐλογητός εἶ.

Νοητῶν ἐνεπλήσθην, ὁ σὸς πρόσφυξ μωλώπων ῥοπῇ τῇ χείρονι, ἀλλὰ τῆς δυσωδίας αὑτῶν, ἐρήμου ἴον, τὴν καρδίαν μου κάθαρον, ὁ εὐωδίαν Χριστοῦ, ἐκπνέων σῇ ἀσκήσῃ.

Θεοτοκίον.
Ἴδε ἄνωθεν Μῆτερ, τοὺς πιστῶς ἀνυμνοῦντας τὰ σὰ θαυμάσια, καὶ τὰς αἰτήσεις πλήρου, ἡμῶν Θεογεννῆτορ, τῶν σπευδόντων ἑκάστοτε, τῇ σῇ θερμῇ ἀρωγῇ, καὶ ἀντιλήψει θείᾳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θερμὸν προστάτην, ἐπικεκτήμεθα πάντες, σὲ Ὀνούφριε πνευματοφόρε, οἱ ἐν τρικυμίες, στενάζοντες τοῦ βίου.

Ὑπὲρ τῶν πόθῳ, σὲ ἀνυμνούντων δυσώπει, τὸν Σωτῆρα Ὀνούφριε θεῖε, αἴθριος ὁ χρόνους, τοῦ βίου δαπανήσας.

Νόμῳ κακίας, δεδουλωμένον ἱκέτην, ἐλευθέρωσον σὸν θεοφόρε, καὶ πρὸς εὐνομίας κατεύθυνόν με τρίβους.

Θεοτοκίον.
Ὅλῃ ἐφέσει, ψυχῆς ὑμνῶν σε Παρθένε, καθ’ ἑκάστην εὐχάς σου τὰς θείας, πρὸς Θεὸν αἰτοῦμαι, καὶ πάνσεπτόν σου Τόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νεώσας τὴν ψυχήν σου, προσευχῆς ἀρότρῳ, καρπὸν θεώσεως πάτερ ἐθέρισας, ἡμῶν μεσῖτα πρὸς Κτίστην, θερμὲ Ὀνούφριε.

Μονὰς τὰς οὐρανίους, πάτερ κατοικήσας, τοὺς ἐπὶ γῆς σε τιμῶντας  Ὀνούφριε, ἐπιβουλῆς τοῦ παγκάκου ἀτρώτους φύλαττε.

Ἐλέησον εὐχαῖς σου, τοὺς σοὶ προσιόντας, καὶ ὑπερόπτας γηίνων ἀνάδειξον, τοὺς ἐκζητοῦντας σὴν χάριν, σεπτὲ Ὀνούφριε.

Θεοτοκίον.
Χαρὰ τοῦ Ὀνουφρίου, Κεχαριτωμένη, ἡμῶν ἀχλὺν ἀποδίωξον θλίψεων, ἵνα ὑμνῶμεν γηθόμενοι σὴν ἀντίληψιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις τῆς ἐρήμου ὁ οἰκιστής, καὶ τῆς πολιτείας τοῦ Προδρόμου ὁ μιμητής, χαίροις ἐγκρατείας στηλογραφία ἒμπνους, Ὀνούφριε πατέρων θείων ἀκρώρεια.

Νήφων γυμνητεύων καὶ ἀσιτῶν, ἐν τῇ ἐρήμῳ βίον τὸν σὸν ἤνυσας ἡσύχως, Ὀνούφριε παμμάκαρ, διὸ χαρᾶς ἐν πόλῳ, θείας ἠξίωσαι.

Μόνος ἐν ἐρήμῳ προσομιλῶν, μόνῳ τῷ Κυρίῳ τὰς τοῦ Πνεύματος ἀστραπάς, μυστικῶς ἐδέξω, καὶ γνόφον συναφείας, Ὀνούφριε τοῦ κόσμου πίστει διέλυσας.

Τοὺς ἐκδεχομένους σὴν ἀρωγήν, ῥῦσαι πάσης βλάβης καὶ δολίου ἐπιβουλῆς, τοῦ ἀντικειμένου, Ὀνούφριε λιταῖς σου, πρὸς τὸν Παμβασιλέα Κτίστην καὶ Κύριον.

Φοίνικα ὑψίκομον ἀρετῆς, τὸν ἐν τῇ ἐρήμῳ ἐξανθήσαντα ἱερῶς, μέλψωμεν ἐκθύμως τῶν χοϊκῶν χορεῖαι, Ὀνούφριον τὸν μέγαν καὶ Πνευματέμορφον.

Ὅνπερ ὁ Παφνούτιος ὁ σεπτός, εὗρεν ἐν ἐρήμῳ ἐνασκούμενον θαυμαστῶς, καὶ Ἀγγέλων βίον, μιμούμενον ἀσμένως, τιμήσωμεν ἐν ὕμνοις θείοις, Ὀνούφριον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ  σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Ἠλιοὺ καὶ Προδρόμου ὁδοὺς ζηλώσαντος, καὶ ταῖς τοῦ Πνεύματος αὔραις, ἰθυνομένου καλῶς, εἰς ἐνδοτέρω ἐρήμου εὐφημήσωμεν, γύμνωσιν καὶ ὑπομονὴν ἐκβοῶντες, θεαυγὲς Ὀνούφριε, μὴ ἐλλίπῃς, Χριστῷ πρεσβεύων, συντρίψαι ἡμᾶς παγίδας τοῦ ἀλάστορος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ χρηματίσας μιμητής, Ἠλιοὺ ἐν Πνεύματι θείῳ, κόσμου συγχύσεως, μετανάστης γέγονας καὶ τὰς κινήσεις σαρκὸς καταστείλας ἐπτέρωσας, ψυχὴν πρὸς θαλάμους οὐρανῶν, Ὀνούφριε, ἔνθα νῦν Κύριον, χαίρων ἱκετεύεις ἀπαύστως καὶ ἡμᾶς χαρᾶς ἀξιῶσαι ἀπολαῦσαι θείας καὶ ἀτέρμονος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Παθῶν, Ὀνούφριε ἀνώτερον τὴρει
Χαραλάμπη σπεύδοντα σῇ βοηθείᾳ.

Παρακλητικός Κανών εις τον Όσιο Ονούφριο τον Αιγύπτιον πρός Αποτροπήν του Θυμού Αδίκου Δικαστού και Απαλλαγήν εκ πάσης Θλίψεως

Ποίημα Πρωτοπρεσβυτέρου Ιωάννη Φωτοπούλου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Τῇ Θεοτόκῳ.
Τὸν ἐν Περσίδι θεαυγέστατον λύχνον, καὶ τῆς Αἰγύπτου εὐωδέστατον ἄνθος, τὸν θαυμαστὸν Ὀνούφριον τιμήσωμεν· κράζοντες καὶ λέγοντες, ὁσιώτατε Πάτερ πάντας τοὺς προστρέχοντας, τῇ λαμπρᾷ σου εἰκόνι, ἀπὸ ἀδίκου ῥῦσαι δικαστοῦ, καὶ πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανὼν

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Παθῶν καὶ κινδύνων παντοδαπῶν, λύτρωσαί με τάχει τῇ πρεσβείᾳ σου τῇ σεπτῇ, Ὀνούφριε πάτερ θεοφόρε, τὸν προσφυγόντα σοι πίστει καὶ δάκρυσι.

Ἱστὸν ὡς ἀράχνης ταῖς σαῖς εὐχαῖς, διάλυσον, Πάτερ, τὰς ἐνέδρας τοῦ πονηροῦ, καὶ ἄδικον ἀπόφασιν διάσπα, τῶν δικαζόντων ἀσπλάγχνως τοὺς δούλους σου.

Συμμάχησον δούλῳ σου ταπεινῶ, ἐχθρῶν με λυτρώσας ἀοράτων καὶ ὁρατῶν, τὴν χάριν τὴν δοθεῖσάν σοι προσνέμων, τῷ προσπεσόντι σοι πάτερ Ὀνούφριε.

Θεοτοκίον.
Μητέρα Θεοῦ σε ὡς ἀληθῆ, τιμῶμεν Παρθένε λιτανεύοντες ἱερῶς, εἰκόνα σου πάντοτε τὴν θείαν, ἁγιασμὸν ἀρυόμενοι ἄφθονον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γυμνητεύων ἐρήμῳ καὶ ἐνδυθεὶς Ὅσιε, τὴν βασιλικὴν πορφυρίδα τῆς θείας χάριτος, δαίμονας γύμνωσον τῆς φοβερᾶς τυραννίδος, θυρεὸν παρέχων μοι Πάτερ τοῦ Πνεύματος.

Ἀδικίαις ποικίλαις καὶ πειρασμοῖς Ὅσιε, ἐξ ἁμαρτιῶν μου ἀμέτρων νῦν περιέπεσα, ἀλλὰ σὺ φάνηθι ὁ κραταιός μου προστάτης, καὶ κριτοῦ ἀδίκου με ῥῦσαι Ὁνούφριε.

Φοβερῷ κριτηρίῳ τοῦ Ἰησοῦ Ὅσιε, στῆθι μετ’ ἐμοῦ ἱκετεύων τὸν εὐδιάλλακτον, φρικτῆς κολάσεως ἐμὲ λυτρώσασθαι Πάτερ, δεξιοῖς προβάτοις με συναριθμούμενον.

Θεοτοκίον.
Θεοτόκε Μαρία τὸν ποιητὴν τέξασα, πρόφθασον αὑτὸν ταῖς εὐχαῖς σου καὶ καθικέτευσον, χαρὰν οὐράνιον τῇ ταλαιπώρῳ ψυχή μου, δοῦναι καὶ καρδίας μου λύσαι τὴν στένωσιν.

Διάσωσον ἐκ πάσης θλίψεως νόσου καὶ ἀθυμίας, τοὺς ἱκέτας σου πάτερ Ὁνούφριε, καὶ κρίσιν μοι χάρισαι μοι δικαίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θερμὸν πρεσβευτὴν πρὸς Κύριον κεκτήμεθα, πολλῶν δυσχερῶν καὶ πόνων ἐκλυτρούμενον, τὸν κλεινὸν Ὀνούφριον ἰσαγγέλῳ βίῳ κοσμούμενον, καὶ ἐξ ἀνόμου κρίσεως ἡμᾶς, ἀπεγνωκότας ταχέως ἀπαλλάττοντα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εἰσακήκοα Ὅσιε, βίου σου ἐνθέου τὰ κατορθώματα, καὶ προσπίπτω σοι δεόμενος, παῦσιν τῶν δεινῶν μου δωρηθῆναί μοι.

Εἷ καὶ ἔρημον ᾤκησας, καὶ μακρὰν ἀνθρώπων τὸν βίον ἴθυνας, τῶν θερμῶς παρακαλούντων σε, δίκην ἄδικον ἐκτρέπεις πάτερ Ὅσιε.

Θεοφόρε Ὀνούφριε, σῶμά σου τὸ θεῖον εἰς γῆν κατέκρυψας, καὶ ἡμῶν γεῶδες φρόνημα, νέκρωσον πρεσβείαις σου πανόλβιε.

Θεοτοκίον.
Ὡς εὐῶδες θυμίαμα Μῆτερ παναγία αἱ ἱκεσίαι σου, τῷ Δεσπότῃ ἀναφέρονται, τὰς ψυχὰς ἡμῶν καταγλυκαίνουσαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νοῦν μου ῥυπαρὸν καὶ καρδίαν μου ἀκάθαρτον, σοὶ προσάγω ἱκετεύων ἐν κλαυθμῷ, καθαρθῆναί με πρεσβείαις σου, Ὀνούφριε.

Νύκτα Ἰησοῦ καὶ ἡμέραν ἐξαιτούμεθα, δοῦναι ἄνεσιν ἡμῖν ἐκ λυπηρῶν, Ὁνουφρίου ταῖς εὐχαῖς καὶ ταῖς δεήσεσι.

Δίκασον ἐχθρούς, ὁρατοὺς καὶ ἀοράτους τε, πολεμοῦντας τὰς ψυχὰς ἡμῶν ἀεί, καὶ λυποῦντας τοὺς σοὺς δούλους πάτερ Ὅσιε.

Θεοτοκίον.
Μή με Μαριὰμ καταλίπῃς βυθιζόμενον, ἀπογνώσει τῶν δαιμόνων φοβερᾷ, ἀλλὰ χεῖρά σου ὑφάπλωσον καὶ σῶσόν με.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐμφέρειαν τῆς μορφῆς σου Ὅσιε, καθορῶν παραμυθίας πληροῦμαι, καὶ ταῖς πολλαῖς τρικυμίαις τοῦ βίου, ἐπικλυσθεὶς ἀνακράζω σοι πρόφθασον, Ὁνούφριε ταῖς σαῖς λιταῖς, καὶ τοῦ δράκοντος θράσος κατάβαλε.

Αἰτήματα ἐκπληροῖς Ὁνούφριε, τῶν ἐν πίστει σε θεόφρον καλούντων, ὅτι τοιαύτη σοι χάρις ἐδόθη, ἀπὸ θυμοῦ δικαστοῦ ῥύειν ἅπαντας, καὶ ἄνεσιν ἐκ πειρασμῶν, καὶ εἰρήνην δωρεῖσθαι τοῖς δούλοις σου.

Φῶς ἔλαμψε τῷ σεπτῷ προσώπῳ σου, καὶ πνοὴ εὐώδης Πάτερ ἐχύθη, ἐν τῇ λαμπρᾷ ἐκ τοῦ κόσμου ἐξόδῳ, τῆς μακαρίας ψυχῆς σου Ὁνούφριε, ἐξάγαγε οὖν καὶ ἡμᾶς, ἐκ δυσώδους σκοτίας θεόληπτε.

Θεοτοκίον.
Θεόνυμφε παναγία Δέσποινα, καταφεύγομεν τῇ σκέπῃ σου πάντες, καὶ ἀσφαλῆ στηριγμόν σε εὑρόντες, ἀναβοῶμέν σοι χαῖρε Ὑπέρμαχε, τῶν πεποιθότων ἡ ἐλπὶς, τῶν πιστῶν ἡ βέβαια ἀντίληψις.

Διάσωσον ἐκ πάσης θλίψεως νόσου καὶ ἀθυμίας, τοὺς ἱκέτας σου πάτερ, Ὁνούφριε, καὶ κρίσιν μοι Πάτερ δίδου δικαίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Τοῦ σεπτοῦ Ὁνουφρίου τὴν μνήμην τελέσωμεν, ἐν ᾠδαῖς καὶ ὕμνοις αὑτὸν καταστέφοντες, καὶ προσπέσωμεν κράζοντες θεοφόρε βοήθησον, καὶ τὰ πυρφόρα βέλη τοῦ σατάν, σβέσον εὐχαῖς σου, τὴν χάριν σου δωρούμενος.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματα μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-23).

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐάσῃς ἔρημον, θεομακάριστε Πάτερ, σκέπης καὶ πρεσβείας σου, τὴν ψυχήν μου Ἅγιε, τὴν ταλαίπωρον, σὰρξ καὶ κόσμος μάταιος, καὶ ἐχθρὸς ὁ δόλιος, συνωθοῦσιν εἰς ἀπώλειαν, ἐμὲ τὸν δείλαιον πάθεσιν δεινοῖς θηριάλωτον, διὸ καὶ ἱκετεύω σε χεῖρά σου ἁγίαν μοι ἔκτεινον, καὶ τοῦ βροτοκτόνου, εξάρπασόν με τάχος πρὸς Χριστόν, ἀναγαγών με τὸν εύσπλαχνον, Ὅσιε Ονούφριε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀφανῶς βιοτεύσας ἐν ἐρήμῳ σπηλαίῳ καθάπερ ἄσαρκος, Θεῷ εὐαρεστήσας, χαρίσματα ποικίλα, προσπηγάζεις Ὁνούφριε, τοῖς προσιοῦσί σοι θερμῶς, καὶ νόσων ἀπαλλάττεις.

Ταπεινὸν ὡς στρουθίον πολιτείαν ἀμέριμνον Πάτερ ἤνυσας, καὶ ἔτυχες τῆς ἄνω ἀφάτου προμηθείας, ἐν ἐρήμῳ τρεφόμενος, διὸ κᾀμὲ μεριμνῶν ματαίων λύτρωσαί με.

Ὡς ἐῤῥύσω τὴν χήραν Δικαστοῦ ἐξ ἀδίκου Χριστὲ φιλάνθρωπε, κᾀμοὶ ταῖς ἱκεσίαις, τοῦ θείου Ὁνουφρίου,τὴν δικαίαν ἀπόφασιν δίδου μοι Σῶτερ,τοὺς κριτὰς τοῖς νόμοις σου ἰθύνων.

Θεοτοκίον.
Μαριὰμ Θεομῆτορ ὑπερτέρα ὑπάρχουσα πάσης κτίσεως, μητρὸς τῇ παῤῥησία Χριστὸν τὸν Ζωοδότην, ἱλαρόν μοι ἀπέργασαι καὶ τοῦ ἀσβέστου πυρός, ἀνώτερον με δεῖξον.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Τὸ ἱερόν σου θεοπρεπέστατον σκῆνος, κεκρυμμένον τῇ γῆ ὡς χρυσίον, θησαυρὸς ὑπάρχει, Ὁνούφριε τῷ κόσμῳ.

Τοῦ Ὁνουφρίου ταῖς ἱεραῖς μεσιτείαις, περιφρούρει Χριστέ μου τὸν κόσμον, συμφορῶν φυλάττων, πολέμων ὀλεθρίων.

Ὁσιωτάτας χεῖρας ἁπλώσας στοργῇ σου, περισκέπαζε Πάτερ λαόν σου, τοὺς τῶν Ὀρθοδόξων ἐχθροὺς διασκεδάζων.

Θεοτοκίον.
Εὑλογημένη, θεοχαρίτωτε Κόρη, τὸν Υἱόν σου δυσώπει ἀπαύστως, ὥρα τοῦ θανάτου φωτὶ αὑτοῦ λαβεῖν με.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγγέλους Πάτερ θείους, τὴν φωτοειδῆ σου, παραλαβόντας ψυχὴν καθικέτευε, μὴ βδελυχθῆναι ψυχήν μου τὴν ἀδιόρθωτον.

Ὁνούφριε παμμάκαρ, μὴ ἐγκαταλείπῃς, τοὺς κακωθέντας δαιμόνων τοῖς τραύμασι, παραμυθίαν δωρούμενος τῇ πρεσβείᾳ σου.

Πνιγμοῦ θαλάσσης σῶσον, καὶ ἐκ δικαζόντων, ἀνηλεῶς καὶ ἀδίκως τοὺς δούλους σου, τῇ παναλκεῖ δεξιά σου, πάτερ Ὁνούφριε.

Θεοτοκίον.
Ἀνύμφευτε Μαρία, ἄχραντε Παρθένε, τὸ τοῦ Δεσπότου ἀμώμητον σκήνωμα, αἰσχρῶν παθῶν με ἀπόπλυνον, πόθῳ δέομαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς ἐρήμου θρέμμα τὸ θαυμαστὸν, καὶ τῶν μοναζόντων τὸν ὡραῖον νυμφαγωγόν, τὸν καταβαλόντα ἐχθροῦ τὰς πανουργίας, Ὁνούφριον τὸν μέγαν πάντες τιμήσωμεν.

Πάτερ ἀξιάγαστε καὶ ἐμοῦ, μὴ ἐπιλανθάνου οὐρανίαις σου προσευχαῖς, ἀλλὰ παρεδρεύων τῷ θρόνῳ τοῦ Κυρίου, μνημόνευε μου μάκαρ σαῖς παρακλήσεσι.

Μάστιγες ἀτόπων μου λογισμῶν, νοῦν τὸν σκοτισθέντα ἐπηρείᾳ τοῦ πονηροῦ, πάτερ θεοφόρε μαστίζουσιν ἀπαύστως, ἐξ ὧν με ἱκεσίαις σου ἐλευθέρωσον.

Κριτῇ ἀδίκως καὶ ἐμπαθῶς, κρίνοντι με Πάτερ θεῖον δώρησαι φωτισμόν, καὶ ἐμοὶ δικαίαν ἀπόφασιν παράσχου, καὶ τῶν ἀδικουμένων φάνηθι πρόμαχος.

Πἄσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκὰς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον Ἦχος α΄.
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε, πατὴρ ἡμῶν Ὁνούφριε· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβὼν, θεραπεύεις τοὺς νοσοῦντας καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι· δόξα τῷ δεδωκότι σοι ἰσχὺν, δόξα τῷ σε στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις θεοδόξαστε φωστήρ, τῆς μοναδικῆς πολιτείας, πάτερ Ὀνούφριε. Χαίροις ἐγκαλλώπισμα τῆς Ἐκκλησίας Χριστοῦ, βοηθὸς τῶν ἐν θλίψεσι, λιμὴν τῶν ἐν ζάλῃ, τῶν ἐν περιστάσεσιν ταχὺς ἐπίκουρος, χαῖρε ἀδυνάτων προστάτης, χαῖρε ὁ θυμὸν καταπαύων δικαστοῦ, εὐχαῖς σου παναοίδιμε.