Παρακλητικός Κανών εις τον Όσιον Πατέρα ημών Σισώην τον Αιγύπτιον

Ποίημα Ἀντωνίου Μάρκου (2011).
Κέντρον Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής».

†Εορτάζεται στις 6 Ιουλίου

ΠΡΟΛΟΓΟΣ
Ὁ παρών Παρακλητικός Κανών ἐποιήθη κατόπιν αἰτήματος τοῦ ἰδιαιτέρως ἀγαπητοῦ ἡμῖν φίλου καί συνεργάτου τοῦ ἡμετέρου Κέντρου Ἁγιολογικῶν Μελετῶν «Ὅσιος Συμεών ὁ Μεταφραστής», Παν/του Ἀρχιμανδρίτου π. Νεκταρίου Μουρᾶ, πτ. Θεολογίας.
Ὁ ἐν Ὁσίοις Πατήρ ἡμῶν ΣΙΣΩΗΣ, ἦτο Αἰγύπτιος εἰς τήν καταγωγήν καί ὑπῆρξε μεγάλος ἀσκητής τῆς Αἰγυπτιακῆς ἐρήμου. Ὑπῆρξε μαθητής τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου, τοῦ ὁποίου ἐμιμήθη τούς ἀγώνας, ἀγωνιζόμενος ἐντός σπηλαίου. Ἠλεημένος ὑπό τοῦ Θεοῦ δι’ Ἁγιοπνευματικῶν χαρισμάτων, ἔφθασε να ἀναστήση ἀκόμη καί νεκρόν! Αὐστηρός μέ τόν ἑαυτόν του ὁ Ὅσιος, μέ τούς ἁμαρτάνοντας ἀδελφούς του ἦτο ἰδιαιτέρως ἐπιεικής καί ἐλεήμων καί θεωροῦσε ἀρκετή τήν μετάνοια τῶν τριῶν ἡμερῶν, διά τήν ἀποκατάστασιν τοῦ πεσόντος.
Κατά τήν παράδοσιν ὁ ὅσ. Σισώης ἀνεῦρεν εἰς τήν ὄασιν Σίβα τόν τάφον τοῦ Μεγάλου Ἀλεξάνδρου. Τό γεγονός αὐτό ἀποτελεῖ προσφιλές θέμα εἰς τήν Ὀρθόδοξον Ἁγιογραφίαν. Εἰς τήν Μονήν Βαλαάμ Μετεώρων λ.χ. σώζεται μεταβυζαντινή τοιχογραφία ἐξαιρετικῆς τέχνης, ἔργον τοῦ Ἱερέως καί Σακελλαρίου Γεωργίου [1566], φέρουσα τήν ἀκόλουθον επιγραφήν:
«Ὁρῶν σέ, τάφε, δειλιῶ σου τήν θέαν καί καρδιοστάλακτον δάκρυον χέω, χρέος τόκοινόφλητον εἰς νοῦν λαμβάνων, πῶς οὔν μέλλω διελθεῖν πέρας τοιοῦτον. Αἵ, αἵ, θάνατε, τίς δύναται φυγεῖν σέ.»
Ὁ Ὅσιος Σισώης ἐκοιμήθη εἰρηνικῶς τό ἔτος 429 καί ἡ μνήμη του τιμπαται τήν 6η Ἰουλίου. Ὑπό τῆς Ἐκκλησίας τοῦ προσεδόθη ἡ ἐπωνυμία τοῦ Μεγάλου.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν τῆς Αἰγύπτου τῆς κλεινῆς τὸν προστάτην, δεῦτε φιλέορτοι τὰ νῦν συνελθόντες, πνευματικοῖς τοῖς ἄσμασιν ὑμνήσωμεν φαιδρῶς· Σισώην τὸν πανθαύμαστον, τῆς ἐρήμου τὸ κάλλος, παρ’ αὐτοῦ αἰτούμενοι ὀφλημάτων τὴν λύσιν· τῶν τιμώντων τοῦτον εὐλαβῶς καὶ τὴν θερμὴν τοῦ αἰτουμένων ἀντίληψιν.

Δόξα.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
(Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου)
Ἐκ παιδὸς γεωργήσας ζωὴν τὴν κρείττονα, τῶν κατ’ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητά, Σισώη Ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς Σῆς ἐξόδου· δηλοποιῶν τὴν Σὴν δόξαν καὶ καταλάμπων τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῇ φωνῇ καὶ ἐν εὐλαβείᾳ, τὸν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς,
ΣΙΣΩΗΣ ΥΜΝΗΣΘΩ Ὁ ΤΗΣ ΑΙΓΥΠΤΟΥ. ΑΝΤΩΝΙΟΥ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σισώη συγχωρεύων ἐν οὐρανοῖς, Ἀγγέλων χορείαις, καθικέτευε ἐκτενῶς, ἁμαρτημάτων διδόναι τὴν λύσιν καὶ πειρασμῶν τοῦ βελίαρ ἀπάλλαξον.

Ἰλύος με κάθαρον τῆς ψυχῆς, Σισώη Πατέρων τῆς ἐρήμου καθηγητά, καὶ πάσης μανίας τοῦ βελίαρ, ῥῦσαι με, Πάτερ, θερμῇ τῇ πρεσβείᾳ σου.

Σωθῆναι ποθοῦντας πάντας ἡμᾶς, τῶν τοῦ ἀλλοτρίου ἐπιθέσεων πονηρῶν, ταῖς σαῖς θεοδέκτοις πρεσβείαις, ταῖς πρὸς Χριστὸν τὸν Θεὸν ἐξαιτούμεθα.

Θεοτοκίον.
Ὡράισμα πάνσεπτον καὶ τιμὴ Αἰγύπτου τυγχάνων, Ὅσιε πάτερ ἡμῶν σεπτέ, θεσπέσιε λειμὼν θείας ἀγάπης, τῇ Θεομήτορι τὰς χεῖράς σου ἔκτεινον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡμαρτηκότων, ὦ Πάτερ, τοῦ Κυρίου ἐνώπιον, αἰτούμεθα ἐλέους πρεσβείαις ταῖς σαῖς δεόμενοι· μὴ παύεις Τούτῳ θερμῶς ὑπὲρ ἡμῶν εὐμενίζειν, ὅπως λυτρωθείημεν δεινῆς κολάσεως.

Στεφηφόρος ἀνῆλθες εἰς οὐρανούς, ὅσιε, Σισώη ἀσκητῶν ὑποφῆτα, θεοειδέστατε· διὸ νῦν πρέσβευε, καθικετεύων Κυρίῳ, βελῶν τῶν τοῦ ἀλάστορος ἡμᾶς λυτρώσασθαι.

Ὕδωρ βλύσον μοι, Πάτερ, ἐξ οὐρανοῦ τῇ πρεσβείᾳ σου, ὅπως κατασβέσῃ τὴν φλόγαν ἣν κατακαίει με, τῆς ἁμαρτίας δεινῶς καὶ τῆς ἐπερχομένης πυρὶ καταδίκης μου φρικτῆς προγεύσεως.

Θεοτοκίον.
Μολυνθεὶς ἁμαρτίαις καὶ ῥυπαρὸς εὑρισκόμενος, ὡς τὸ κατ’ εἰκόνα μολύνας πολυειδέστατα, σπεύδω τῇ θείᾳ Σου πρὸς Σὸν Υἱὸν μεσιτείᾳ, ὅπως καθαρθήσομαι κἀγώ ὁ πολύκλαυστος.

Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τὴν πρὸς σὲ παῤῥησίαν.

Ἐπίβλεψον, ἐπικαμπτόμενος Θεοτόκου καὶ τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τοὺς ἀσθενεῖς καὶ λύτρωσαι τὸν λαόν Σου.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Σισώη τῇ πρεσβείᾳ νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καὶ θλίψεσι ὑπάρχοντες καὶ δι’ αὐτοῦ αἰτούμεθα τὸ τοῦ Κυρίου ἄμετρον ἔλεος καὶ τὴν ταχεῖαν Τούτου συνδρομὴν καὶ τὴν βεβαίαν Αὐτοῦ ἀντίληψιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡμᾶς πάντες, Σισώη, τοὺς τῇ σκέπῃ σου νῦν σπεύδοντας, οὐρανίου χαρᾶς κέρασον, ὡς Παραδείσου πολίτης γενόμενος.

Συμπαθῶς ἐπικλώμενος, τῇ αἴτησι τῶν πιστῶς δεομένων σοι, Σισώη πάτερ, δίδου ἅπασι, χαρὰν τὴν θείαν καὶ ἀναφαίρετον.

Θεραπείας ἀξίωσον, τὸν συντετριμμένον, Πάτερ, ἱκέτην σου, καὶ εὐχαῖς σου ἐπαναφέρων, εἰς τοῦ κάλλους τοῦ ἀρχαίου τὴν τερπνότητα.

Θεοτοκίον.
Ὡραΐσας τῷ τόκῳ Σου, γένος τῶν ἀνθρώπων, Μῆτερ ἀπείρανδρε, Παραδείσου τὴν κατοίκησιν, τῇ σῇ μεσιτείᾳ ἡμᾶς ἀξίωσον.

ᾨδὴ ε΄.  Φώτισον ἡμᾶς.
Ὄντως μανικῶς τὸν σὸν Κύριον ἠγάπησας, ὥσπερ γνήσιος ἐραστὴς μανικός, διὸ ἐν ἐρήμῳ τὴν σὴν νεότητα ἠνάλωσας.

Τεῖχος ἀῤῥαγὲς τῶν τιμώντων σε, ἀξιάγαστε, ἐποφθείς, Αἰγύπτου γόνος ὁ λαμπρός, καὶ ἀρετῶν θεοειδῶν θεῖον ἐκσφράγισμα.

Ἡμῶν τῶν εὐσεβῶς, γεραιρόντων τὴν ἀοίδημον, καὶ σεπτήν σου μνήμην, Πάτερ ἀγαθέ, μὴ ἐπιλαθοῦ σαῖς πρὸς Κύριον δεήσεσι.

Θεοτοκίον.
Σὺ Μήτηρ Θεοῦ, ἀνεδείχθης θεία Δέσποινα, διὸ πάντων ἡμῶν πέλεις ὁδηγὸς καὶ μεσήτρια πρὸς Κύριον καὶ πρόμαχος.

ᾨδὴ στ΄.  Τὴν δέησιν.
Ἀλέξανδρον, ἐν τῷ τάφῳ ὡς εἶδες, ἐφιλοσόφησας ἐπὶ τοῦ τῆς ζωῆς προσκαίρου, διὸ Σισώη μεγάλως ἀνακράζεις, ἁμαρτωλὸς ἐστιν οὗτος ἢ δίκαιος, στρατιώτης ἢ μήπως Βασιλεύς, πάμπτωχος πένης ἢ κάποτε πλούσιος.

Ἰάτρευσον τὰ τῆς ψυχῆς μου τραύματα, ταῖς σαῖς λιταῖς Σισώη πρὸς τὸν Λόγον· καὶ ἐκ παθῶν καὶ μολυσμάτων ἰλύος καὶ βδελυρῶν με ἀπάλλαξον πράξεων· καὶ δυσωδείας τῆς ἐμῆς καὶ Παρακλήτου εὐωδίαν παράσχου μοι.

Γηθόμενοι σοί τὰ νῦν προστρέχομεν, ὡς ἐν πηγῇ θεοπειθῶν αἰτημάτων, καὶ σὺ δεόμεθα, Πάτερ, μὴ παύῃς, ὑπὲρ ἡμῶν ἱκετεύειν τὸν Κτίσαντα· ἵνα ἐπομβρίση γλυκασμὸν καὶ ἀθανάτου ζωῆς θεῖα νάματα.

Θεοτοκίον.
Ὑμνοῦμεν σε, καὶ εὐλογοῦμεν Δέσποινα, καὶ αἰτούμεθα λιτάς σου τὰς ἁγίας· ἵνα παθῶν καὶ κινδύνων ῥυσθῶμεν, καὶ πρὸς τὴν ἄνω ζωὴν καταντήσωμεν· ἔνθα χαρὰ ἀληθινή, ἐν τῷ φωτί τοῦ Υἱοῦ σου τὸ ἀνέσπερον.

Διάσωσον, ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τὴν πρὸς σὲ παῤῥησίαν.

Ἐπίβλεψον, ἐπικαμπτόμενος Θεοτόκου καὶ τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τοὺς ἀσθενεῖς καὶ λύτρωσαι τὸν λαόν σου.

Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μεσιτείᾳ τῆς Μητρός σου, Πολυέλεε, ἱκεσίαις τοῦ Ὁσίου καὶ δεήσεσι, τῷ σῷ λαῷ ἐπίβλεψον καὶ σῶσον ἡμᾶς· ἡμάρτομεν σοι Ἀγαθέ, καὶ παροργίζομεν ἀεί, τὴν σὴν ἀγαθότητα· δέχου τὴν μεσιτείαν, τῆς ἀχράντου Μητρός σου, ἐπικαμπτόμενος Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.

Καὶ εὐθύς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.

(Κεφ. ια΄. 27.30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Σισώη ταῖς πρεσβείαις, λιταῖς τε, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε τὸν Σισώην νῦν, τὸν τῆς ἐρήμου πολίτην, ἐν ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετὰ πίστεως· τῷ Θεῶ οὗτος γάρ, ὑπὲρ λαοῦ ἅπαντος, μετὰ ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τὸ ἔλεος· καὶ Τούτου τὴν σωτήριον ἐπὶ τοῖς δεομένοις βοήθειαν· χαῖρε βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτὸν καὶ τῆς Αὐτοῦ παρατάξεως στρατιῶτα τίμιε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Περίσῳζε τοὺς πίστει προσπίπτοντας Σισώη τῇ σῇ πρεσβείᾳ καὶ χάριτι, Ὅσιε· Χριστῷ γὰρ βασιλεύεις, ἐν δόξῃ Παραδείσου, διὸ ἀνακράζωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Τὴν δέησιν μου δέχου, ὥσπερ θυσίαν, Πάτερ, καὶ ὡς εὐῶδες τερπνὸν τε θυμίαμα· παθῶν δὲ ἀκαθάρτων μάκρυνον δυσωδίαν ἀπό τοῦ δούλου σου ψάλλοντος· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὁ Κύριος τῶν πάντων, ἐδέχθη μαρτυρίου τὴν πρόθεσιν Σισώη τῆς ψυχῆς· Πατρὸς τοῦ παμμεγίστου ἐν ἀσκηταῖς Πατράσι, διὸ ἐκβοῶμεν Αὑτῷ· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ὕμνον σοὶ Θεοτόκε, ναὲ τοῦ Ζωοδότου, προσφέρομεν ἐντόνως κραυγάζοντες· πύλην τῆς μετανοίας ὑπάνοιξον, Παρθένε, τοῖς βοῶσι τῷ τόκῳ σου· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ἀνανεοῦμαι, καθορῶν σοὺς ἀγῶνας, θεῖε Σισώη, ὑπέμεινας γὰρ θλίψεις, ἐν τῇ ἐρήμῳ, διὰ Χριστὸν τὸν Κτίστην.

Νίκας, ὦ Πάτερ, τοῖς σὲ τιμῶσι ἐκ πόθου, χορήγει σαῖς πρεσβείαις πρός τὸν Λόγον, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Τιμιωτέρα, τῶν Χερουβεὶμ ὑπάρχεις καὶ ἐνδοξωτέρα τῶν Σεραφείμ, Μαρία, ὡς τοῦ Κυρίου Θεοῦ ἡμῶν Μητέρα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡράισμα ἐρήμου, καὶ ἄνθος ἐρημίας, δι’ ἐγκρατείας ἐφάνης, μακάριε, Σισώη πάτερ ἀγαθέ, καὶ μοναζόντων τύπος καὶ ὑπόδειγμα.

Ναὸς τοῦ Παρακλήτου, δι’ ἀσκήσεως ἐγένου, καὶ ἀρετῶν καταγώγιον, Ὅσιε, ὡς Ἀντωνίου μιμητὴς καὶ Παχωμίου τοῦ θείου συνέκδημος.

Ἰσχύει Παρακλήτου Σισώη ἐγεγόνεις, πειραζομένων ἀλείπτης καὶ μέγας φωστήρ, τῶν ἐν Αἰγύπτῳ Πατέρων, διὸ τιμῶμέν σε.

Ὁμότροπος Ὁσίων πέλεις, Σισώη πάτερ, καὶ ἀσκητῶν συνοδίτης, Χριστοῦ μιμητής, καὶ μοναζόντων κοσμήτωρ καὶ ἐγκαλλώπισμα.

Θεοτοκίον.
Ὑμνοῦμεν Θεοτόκε, τὸ κάλλος τῆς σῆς δόξης καὶ τὸν ἐκ σοῦ γεννηθέντα δοξάζομεν καὶ σὺν Ἁγίων χορείαις σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σισώην τὸν μέγαν ἐν ἀσκηταῖς, γόνον τῆς Αἰγύπτου καὶ ἐρήμου ἄνθος τερπνόν, τιμήσωμεν πάντες ἐν ὕμνοις εὐλογοῦντες, αὐτοῦ τὴν θείαν μνήμην καὶ πανυπέρτιμον.

Ὡς εἶδεν Ἀλεξάνδρου τύμβον, σορὸν ὀστῶν γεγυμνωμένων πάσης δόξης τε καὶ τιμῆς, τὰ πάντα ματαιότης, Σισώης ἀνεβόα, πλούσιος ἔστιν οὗτος ἢ πένης πάμπτωχος;

Ἐν τάφῳ κατακείμενον θεωρῶν, Ἀλέξανδρον τὸν Μέγαν, τὸν τοῦ κόσμου κατακτητήν, θανάτου μυστήριον ἐν λύπῃ κατανοῶν Σισώης ἐστέναζε.

Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τῆς ἡμέρας. Καὶ κλείομεν μετὰ τοῦ

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον. (Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου).
Ἐκ παιδὸς γεωργήσας ζωήν τὴν κρείττονα, τῶν κατ’ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητά, Σισώη ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς σῆς ἐξόδου· δηλοποιῶν τὴν σὴν δόξαν καὶ καταλάμπων τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τὸν Σισώην τὸ σεπτόν, τῶν ἐκ τῆς ἐρήμου Πατέρων, πάντες τιμήσωμεν, ὁμοῦ Ἀντωνίῳ τε, σὺν Μακαρίῳ ὁμοῦ Παχωμίῳ καὶ εἴπωμεν αὐτοῖς μελῳδοῦντες· χαίρετε τρισόλβιοι Τριάδος πρόμαχοι, Πατέρες, Ἐκκλησίας φωστῆρες καὶ ἡμῶν προστάται ἐν ἀνάγκαις, πάντων τε Ὀρθοδόξων οἱ ἀμύντορες.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις τον Όσιον Πατέρα ημών Σισώην τον Αιγύπτιον

 

Πηγή