Χαιρετισμοί εις τον Όσιον Πατέρα ημών Σισώη τον Αιγύπτιο

Ποίημα Ἀντωνίου Μάρκου (2012)

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον. (Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου).
Ἐν ἀσκήσει Ἄγγελος ἐν γῇ ὡράθης, καταυγάζων Ὅσιε, τάς διανοίας τῶν πιστῶν, θεοσημείαις ἑκάστοτε· διό σε πάντες, Σισώη, γεραίρωμεν.

Ἀστὴρ ἀνεφάνης ἐν τῇ Αἰγύπτῳ, θεόφρων (ἐκ γ΄), ἐν τῇ ἐρήμῳ ἀγωνισάμενος· ἐκεῖθεν δὲ ἀνατείλας, τῷ κόσμῳ αὐγάζεις καὶ πάντας λυτροῦσαι τῶν παθῶν καὶ ἐν τῇ πίστει στηρίζεις ἅπαντας· ὅθεν τιμῶμέν σε ἄδοντες ταῦτα·

Χαῖρε, Πάτερ, ὁ βελίαρ τῷ σῷ ἀγῶνι πατάξας·
χαῖρε, Μάκαρ, ὁ ἀρετὴν καὶ ἀγνοίαν διδάξας·
Χαῖρε, ὁ ὑποστὰς τοὺς τῆς ἀσκήσεως πόνους,
χαῖρε, ὁ φανεῖς ὑπὲρ τοὺς τῆς φύσεως νόμους·
Χαῖρε, ἄνθος ὡραιότατον τῆς πικρᾶς ἐρημίας,
χαῖρε, ἀγλάϊσμα τερπνὸν τῆς Χριστοῦ Ἐκκλησίας·
Χαῖρε, ὁ ὑπάρχων τῶν Ὀρθοδόξων λαμπρότης,
χαῖρε, ὁ τυγχάνων τῆς Ἐκκλησίας φαιδρότης·
Χαῖρε, ἥλιε ὁλόφωτε τῆς Ἐκκλησίας τοῦ Χριστοῦ,
χαῖρε, βάσις ἀῤῥαγεστάτη τοῦ ποιμνίου τοῦ Θεοῦ·
Χαῖρε, δι’ ὃν ἡ Ἐκκλησία εὐφροσύνως χορεύει,
χαῖρε, πρὸς ὃν ἐκβοῶσα ἐν εὐλαβείᾳ προστρέχει·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Βασιλείας οὐρανῶν τὸ ἀείφωτον ἐκέκτησω δι’ ἀσκήσεως, Σισώη πατὴρ ἡμῶν, διὰ βίου ἐν τῇ ἐρήμῳ Χριστὸν ὁμολογῶν Θεὸν σεσαρκωμένον, εἰς ἔλεγχον τυράννων καὶ ἡγεμόνων· διὸ καὶ ἀλήκτου ζωῆς ἠξιώθης, ἀναβοῶν Αὐτῷ·

Ἀλληλούϊα.

Γεωργίον Κυρίου πάντιμον ἀνεδείχθης, Πάτερ ἀξιάγαστε· Ἀντωνίου γὰρ τοῦ Μεγάλου μαθητὴς γενόμενος, τῶν ἐν ἐρήμῳ Πατέρων φωστὴρ ἀνεδείχθης, ἐκεῖθεν τὴν τοῦ Πνεύματος χάριν αὐγάζεις ἡμῖν τοῖς βοῶσι·

Χαῖρε, ὁ πλάνης τὰς ἐνέδρας καθελῶν,
χαῖρε, ὁ τῆς σαρκὸς τὰς ὀρέξεις ἀνελῶν·
Χαῖρε, κανὼν ποιμαντικῆς διακρίσεως,  
χαῖρε, λαμπὰς τοῦ ἐνθέου φρονήματος·
Χαῖρε, ὁ μεγάλος ἐν τῇ θεοφρόνῳ ἀσκήσει,
χαῖρε, ὁ μέγιστος ἐν τῇ οὐρανίᾳ φρονήσει·
Χαῖρε, κρῖνον τὸ ἐν Αἰγύπτῳ ἐνδόξως ἀκμάσαν,
χαῖρε, ὁ εὐφραῖνον σῇ δόξῃ τὴν ὑφήλιον πᾶσαν·
Χαῖρε, ὁ ἐν ἀγῶσι στεῤῥὸς καὶ ἀήττητος,
χαῖρε, ὁ ἐν πόνοις ἀσκητικοῖς ὁ πρόθυμος·
Χαῖρε, Αἰγύπτου τῆς ὀλβίας οὐρανοφθόγγος ἐρωδιός,
χαῖρε, κόσμου ὁ προστάτης καί πρός τά ἄνω ὁδηγός·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Δόξαν τὴν τοῦ Σωτῆρος ὁλοτρόπως ποθήσας, τὸν βίον ἐν τῇ ἐρήμῳ ἠνάλωσας, στάδιον ἀσκητικὸν προκρίνας τῶν τοῦ κόσμου τερπνῶν καὶ ἠδέων· διὸ Αὐτῷ ἀπὸ καρδίας ἀνεβόας·

Ἀλληλούϊα.

Εὐλογοῦμεν Σισώην, τῆς Αἰγύπτου τὸν γόνον καὶ αὐτῆς τὸ κλεινὸν ἀπάνθισμα· οὗτος γάρ, οἷαπερ μέλισσα νοητή, τὰ κρείττονα ζηλῶν, ἀσκήσεως τὴν ὁδὸν τὴν πρὸς οὐρανὸν ἄγουσαν ἀκολουθῆσαι προκρίνας, ἀκούει παρ’ ἡμῶν τοιαῦτα·

Χαῖρε, ὁ μωρὸς καὶ ἀσθενὴς διὰ Χριστόν,
χαῖρε, ὁ ἄτιμος, ὡς Παῦλος λέγει, δι’ Αὐτόν·
Χαῖρε, ἡ χρυσὴ σάλπιγξ τῆς εὐσεβείας,
χαῖρε, ὁ διαπρύσιος κήρυξ τῆς ἀληθείας·
Χαῖρε, ὁ σατὰν καταργήσας τὴν πλάνην,
χαῖρε, ὁ πιστοῖς πλουσίαν νέμων τὴν χάριν·
Χαῖρε, ὁ ἀρνηθεὶς τὸ φθειρόμενον σῶμα,
χαῖρε, ὁ προαιρέσει ἐκχύσας τὸ αἷμα·
Χαῖρε, ὁ διὰ σημείων ὑπὸ Θεοῦ κηρυχθείς,
χαῖρε, ὁ τῶν μιγάδων προστάτης φανείς·
Χαῖρε, ἡ πολλῶν ἀσθενῶν θεραπεία,
χαῖρε, ὁ προσαχθείς τῷ τυθέντι θυσία·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Ζῆλον θεῖον ὡς φλόγα τῇ σῇ ψυχῇ κεκτημένος, Σισώη θεσπέσιε, βιοτῆς τῆς προσκαίρου τὰ τερπνὰ παρεῖδες καὶ ἀσκήσεως τὴν ὁδὸν προέκρινας· δι’ ἧς οὐρανίων δωρεῶν ἐγένου ἄξιος καὶ σωτηρίας, βοῶν Κυρίῳ τό·

Ἀλληλούϊα.

Ἤστραψεν τῷ νοητῷ τῆς Ἐκκλησίας στερεώματι Σισώης, ἀξίως ἐπισκοπεύσας τῶν παθῶν πόᾳ τῇ τοῦ Πνεύματος τοὺς ἐκθρεψάμενος· παιδείας δὲ δραξάμενος, οὐκ ὀργίσθη αὐτῷ ὁ Κύριος· διὸ μετ’ εὐφροσύνης λέγομεν·

Χαῖρε, ἀστὴρ πολύφωτος τοῦ νοητοῦ στερεώματος,  
χαῖρε, ὑψίστη ἀνόρθωσις τοῦ δεινοῦ ἡμῶν πτώματος·
Χαῖρε, τῶν παθῶν τοῦ Κυρίου μιμητὴς ζωηφόρων,
χαῖρε, προπατόρων τῇ πίστει ζηλωτὴς θεοφόρων·
Χαῖρε, πλούτος θεοδώρητος ἀρετῶν ἀσκητικῶν,
χαῖρε, σκεῦος πολυτίμητον, πλῆρες θείων δωρεῶν·
Χαῖρε, δι’ ὃν εὐσεβεῖς ἀεὶ εὐφροσύνως σκιρτῶσι,
χαῖρε, πρὸς ὃν ἐν χαρᾷ νῦν μετ’ εὐλαβείας βοῶσι·
Χαῖρε, δοχεῖον τῆς τοῦ Πνεύματος χάριτος,
χαῖρε, ταμεῖον πλῆρες τῆς Αὐτοῦ ἁγιότητος·
Χαῖρε, ἐγκρατείας κανὼν ὁ εὐθύτατος,
χαῖρε, ἀπαθείας λειμὼν ὁ μυρίπνος·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Θεοῦ δῶρον ἡμῖν ἐδόθης, Σισώη ἀξιάγαστε· ἐν Σίβᾳ γὰρ τὸν Ἀλεξάνδρου τάφον εὑρών, πρὸ τούτου τὸ τῆς ζωῆς πρόσκαιρον καὶ μάταιον ἐφιλοσόφισας καὶ καρδιοστάλακτον δάκρυον ἐξέχεας, τὸν θάνατον λογιζόμενος, Κυρίῳ ψάλλων·

Ἀλληλούϊα.

Ἰδεῖν ἡμέραν Κυρίου ἐπιποθῶν μετὰ λῆξιν, σοῖς συντόνοις ἐγκρατείας καμάτοις τὸν Κύριον εὐηρέστησας καί Παραδείσου τὰς πύλας σαὐτῷ ἠνέωξας, Σισώη θειότατε· διὸ κατὰ χρέος σοὶ ἐκβοῶμεν, ἀπὸ καρδίας ψάλλοντες·

Χαῖρε, δι’ οὗ ἡ τοῦ Χριστοῦ χάρις δωρεῖται,
χαῖρε, δι’ οὗ ἡ τοῦ σατὰν κακία σοβεῖται·
Χαῖρε, τὸ τοῦ Κυρίου ἐθελούσιον θῦμα,
χαῖρε, τὸ διαβόλου καιριότατον πλῆγμα·
Χαῖρε, οὗ ἡ μνήμη ἐν ἡμῖν μακαρία,
χαῖρε, Ὀρθοδόξων πιστῶν προστασία·
Χαῖρε, ἀγάπης τοῦ Χριστοῦ τὸ ἔσοπτρον,
χαῖρε, ἀπάτης τοῦ βελίαρ τὸ δρέπανον·
Χαῖρε, ὁ ὑπάρχων τοῦ Παραδείσου εὐωδίᾳ,
χαῖρε, ὁ ἐλαύνων τὴν τῶν παθῶν δυσωδίαν·
Χαῖρε, ὅτι πρὸς ὕψος ἁγιότητος ἦρθης,
χαῖρε, ὅτι πλουσίων χαρισμάτων ἐπλήσθης·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Καλλινίκου Αἰγύπτου τῷ βλαστῷ καὶ καυχήματι καὶ ἐρήμου τῆς πικρᾶς τὸν πολίτην τὸν ἔνθεον, ἀξιοχρέως τιμῶμεν οἱ πιστοί· τῷ αὐτῷ ἁγιάσαντι Κυρίῳ, δι’ ὃν τὸ σῶμα ἔτυξεν, βοῶντες·

Ἀλληλούϊα.

Λαὸν τὸν τοῦ Κυρίου ἐν διακρίσει ποιμάνας, δι’ ἀσκήσεως ἀγάπης τῆς θείας ἐδέχθης τὴν δροσίζουσαν φλόγαν, Σισώη πατὴρ ἡμῶν, καὶ στεῤῥῶς τῇ προαιρέσει μαρτυρίου τὸν δρόμον διήνυσας· διὸ σοῦ τὰ παλαίσματα θαυμάζοντες λέγομεν·

Χαῖρε, δι’ οὗ οἱ πιστοὶ ἐν εὐφροσύνῃ σκιρτῶσι,
χαῖρε, δι’ οὗ οἱ ἐχθροὶ παντελῶς σιγῶσι·
Χαῖρε, ὁ ζωῆς τῆς ἁγίας διδάσκαλος,
χαῖρε, ὁ θεοφόρων Πατέρων ἐφάμιλλος·
Χαῖρε, εἰκὼν ἔμψυχε ἀῤῥαγοῦς καρτερίας,
χαῖρε, ἄνθος μυστικὸν οὐρανῶν εὐθαλείας·
Χαῖρε, ὁδηγὸς εὐλαβῶν ὁ θεόσοφος,
χαῖρε, ὁ φωτὶ οὐρανίῳ θεούμενος·
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἀνυμνήθη,  
χαῖρε, δι’ οὗ ὁ σατὰν κατηργήθη·
Χαῖρε, ὁ δεδοξασμένος τῷ ἦθῃ τῶν τρόπων,
χαῖρε, ὁ λελαμπρυσμένος τῷ ὄγκῳ τῶν κόπων·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Μένει εἰς τὸν αἰῶνα Σισώη πατρὸς ἡ δόξα, ἧν ἐκτήσω ἐν τῇ ἐρήμῳ τῷ καύματι τικόμενος, Χριστὸν ὁμολογῶν Θεὸν ἐνανθρωπήσαντα· διὸ ὡς παῤῥησίαν πρὸς Αὐτόν κεκτήμενος, πάσης βλάβης διασώζει τοὺς βοῶντας·

Ἀλληλούϊα.

Νίκην τὴν μόνην καὶ μένουσαν διὰ βίου ζητῶν, ἀσκητικοῖς ἀγῶσι τὸν ἀρχαῖον πτερνιστὴν κατήσχυνας· διὸ τὰς ἀριστείας σου ἐξυμνοῦντες καὶ τὰς σὰς πρεσβείας πρὸς Θεὸν ἐξαιτούμενοι, χρεωστικῶς ἐν τιμῇ ἐκβοῶμέν σοι τοιαῦτα·

Χαῖρε, τῆς ἀγάπης τῆς θείας θησαύρισμα,
χαῖρε, τῆς πτωχείας τοῦ Λόγου ἐναύλισμα·
Χαῖρε, ὁ τοῦ Χριστοῦ πράξει κηρύξας τὸ ὄνομα,
χαῖρε, ὁ τῆς χάριτος Αὐτοῦ δειχθεῖς σκήνωμα·
Χαῖρε, ὁ μαρτυρήσας προθύμως τῇ συνειδήσει,
χαῖρε, ὁ σῶμα τύξας τῇ ὑπερανθρώπῳ ἀσκήσει·
Χαῖρε, σύναξις εὐφρόσυνος καὶ σεπτὴ παρεμβολή,
χαῖρε, πτῶσις ἡ τοῦ δράκοντος καὶ ἡμῶν καταφυγή·
Χαῖρε, ὁ γεωργίας καινῆς τὸ λαμπρὸν ἀπάνθισμα,
χαῖρε, τὸ οὐρανίας πατρίδος φωτοφόρον πόλισμα·
Χαῖρε, ὁ ἀστράπτων βίον τὸν ἰσάγγελον,  
χαῖρε, ὁ προχέον μῦρον τὸ οὐράνιον·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Ξένος τῶν ἐν τῶ κόσμῳ ἀγαθῶν καὶ ἠδέων καὶ πάροικος τῆς ὑπ’ οὐρανὸν ὅντως ἐφάνης, Σισώη μακάριε, ξενοπρεπῶς διὰ βίου ἀγωνισάμενος· ὅθεν Ὀρθόδοξοι πάντες κατὰ χρέος τιμῶντές σε, Κυρίῳ τῷ σε ἁγιάσαντι βοῶμεν·

Ἀλληλούϊα.

Ὅλως ἡγιασμένος καὶ τοῖς ὑδρῶσι λελουσμένος, ἡμῖν παρὰ Κυρίου ἐδόθης, εἰς πρεσβείαν πρὸς Αὐτόν, Ὁσιώτατε· μαρτυρίου προαίρεσιν γὰρ καὶ ἀσκήσεως βίον συγκεράσας, ἰσχὺν παρέχεις ἡμῖν τοῖς ψάλλουσι·

Χαῖρε, Ἀντωνίου τοῦ Μεγάλου ὁ διάδοχος,
χαῖρε, τῆς εὐκλείας ἐκείνου ὁ ἰσότιμος·
Χαῖρε, ὁ μωρὸς διὰ τὴν χάριν τοῦ Κυρίου,
χαῖρε, ὁ ἐν σαρκὶ κήρυξ τοῦ Εὐαγγελίου·
Χαῖρε, κήρυξ διαπρύσιε τῆς ἀγάπης τοῦ Θεοῦ,
χαῖρε, μάχαιρα ἀμφίστομε τῆς ἀπάτης τοῦ ἐχθροῦ·
Χαῖρε, ἀστὴρ τῆς Ὀρθοδόξου ἡμῶν Πίστεως,
χαῖρε, ὀλετὴρ τῆς ματαιωτάτης φρονήσεως·
Χαῖρε, νόμων τῶν τοῦ Πνεύματος ἀσφαλὴς ὑφηγητής,
χαῖρε, τρόπων κόσμου σχέσεων ἀληθὴς ἐκμειωτής·
Χαῖρε, Ὁσίων πατέρων τῶν πρώτων ὁ διάδοχος,
χαῖρε, ἐκείνων τοῦ βίου καὶ τῶν τρόπων ὁ μέτοχος·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Πατέρων ἐν τῷ μέσῳ τοῦ Παραδείσου ἐντυγχάνων, ὧν τὸν βίον ἐζήλωσας, Σισώη τρισμάκαρ, ὡς δι’ ἀρετῆς καὶ ἀσκήσεως ἁγιασθείς, ἀξιοχρέως γεραίρεσαι ὑπὸ πάντων, τῶν τῷ σὲ δοξάσαντι Θεῶ κραυγαζόντων·

Ἀλληλούϊα.

Ροῇ μέλιτος ἀπὸ γλώττης, ὡς Ἀντώνιος ἄλλος, εὐσεβείας τὸν λόγον κηρύττει, Σισώης ὁ θεῖος, ὃν πρῶτον ἐκεῖνος ἑαυτῷ ἐφήρμοσεν, λαῷ τῷ τοῦ Θεοῦ· διὸ καὶ ἡ Ἐκκλησία τοῦτον τιμῶσα, βοᾶ αὐτῷ ἐν χαρᾷ συμφώνως·

Χαῖρε, στρατιῶτα τοῦ Κυρίου κραταιότατε,
χαῖρε, καθαιρέτα τοῦ διαβόλου ἐνθεώτατε·
Χαῖρε, ἄνθος εὐωδέστατον τῆς ἀπαθείας,
χαῖρε, σκεύος πολύτιμητον τῆς ἀκακίας·
Χαῖρε, τοῦ Χριστοῦ ἐκλογίον τὸ θεῖον,
χαῖρε, τοῦ ἀκτίστου φωτὸς τὸ δοχεῖον·
Χαῖρε, λαμπὰς τῆς θείας καθάρσεως,
χαῖρε, ὁδηγὲ τῆς ψυχῶν ἀνατάσεως·
Χαῖρε, τῆς ἀγάπης τῆς οὐρανίου ταμεῖον,
χαῖρε, τὸ κρειττόνων ἐν σαρκὶ ἐκμαγεῖον·
Χαῖρε, ὁ σαρκὸς τὰς ἀγλειδόνας κουφίζων,
χαῖρε, ὁ ἁμαρτανόντων πολιτείαν ρυθμίζων·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Στέψας τὴν κορυφήν σου ὁ Χριστὸς τῷ στεφάνῳ, ἐν Παραδείσῳ μετὰ Πατέρων σὲ ἐνέταξε, Σισώη μάκαρ, ἔνθα χορεύεις Ἁγίων αὐλιζόμενος δήμοις· ἡμᾶς διὸ πάσης βλάβης καὶ κινδύνου διάσωζε, τοὺς ψάλλοντας τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Τιμὴν ἀπ’ Ἐκκλησίας ἠξιώθης, παμμάκαρ, δι’ ἐγκρατείας ἐκγυμνασθεὶς καὶ δι’ ἀσκήσεως τὸν πάλαι πτερνιστὴν κατασχύνας· διὸ τὰς ἀριστείας σου τιμῶντες, οἱ τῷ φωτὶ τῶν πρεσβειῶν σου ἐλπίζοντες, πίστει ἐνθέρμῳ μέλπομεν·

Χαῖρε, ὁ πλουτήσας Πατέρων τὴν ἔλλαμψιν,
χαῖρε, ὁ ζηλώσας Ὁσίων τὴν κατάστασιν·
Χαῖρε, δι’ οὗ εὐσεβεῖς ἐξ οὐρανοῦ φωταυγοῦνται,
χαῖρε, δι’ οὗ δυσεβεῖς διὰ παντὸς καταργοῦνται·
Χαῖρε, δόξα καὶ ἀντίληψις Ὀρθοδόξων εὐσεβῶν,
χαῖρε, σκέπη καὶ κραταίωμα τῶν ὑφ’ ἥλιον εὐλαβῶν·
Χαῖρε, ὁ πλησθεὶς μενόντων δωρεῶν οὐρανίων,
χαῖρε, ὁ ἀποστὰς φθηρομένων ἐννοιῶν ἐπιγείων·
Χαῖρε, ὁ θαυμάτων τὴν χάριν δεξάμενος,
χαῖρε, ὁ ἀκαθαρσίας τὴν λύμιν τρεψάμενος·
Χαῖρε, δι’ οὗ ἡ Ἁγία Τριὰς πανενδόξως ἀνυμνεῖται,  
χαῖρε, δι’ οὗ ἡ πᾶσα γῆ ἀνυστάκτως φρυκτωρεῖται·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Ὕμνοις ἐπινικίοις τὴν σὴν πολιτείαν καὶ κόπων τῶν μεγίστων τοὺς πόνους τιμῶμεν, χαιρετιστήριον ὠδὴν σοὶ προσφέροντες, Ἅγιε· τῷ δὲ σὲ δοξάσαντι Θεῷ τῷ ἐν Τριάδι, πανευφροσύνως ἐν εὐλαβείᾳ καὶ κατανύξει ἐκβοῶμεν·

Ἀλληλούϊα.

Φλέγει βελίαρ τὴν ἰσχύν, ἡ ἐνοικοῦσα τοῖς τιμίοις σου Λειψάνοις τοῦ Πνεύματος χάρις, Σισώη πατὴρ ἡμῶν· ἁγιάζει δὲ τοὺς πίστῃ προστρέχοντας καὶ ταῦτα προσκυνοῦντας· διὸ μετ’ εὐφροσύνης, ἐν χαρμονῇ σοι βοῶμεν·

Χαῖρε, ῥεῖθρον καθαρὸν ναμάτων μυστικῶν,  
χαῖρε, ἄνθος εὐώδες Βασιλείας Οὐρανῶν·
Χαῖρε, ὁ λυτῆρ συνοχῆς τῆς ψυχοφθόρου,
χαῖρε, ὁ δοτῆρ χαρμονῆς τῆς θεοδότου·
Χαῖρε, πύργε ἄσειστε τῆς Ἐκκλησίας,
χαῖρε, πτῶσις ὁλοσχερῆς τῆς ἀγνωσίας·
Χαῖρε, δι’ ὃν ὁ ἐχθρὸς σατὰν οἰμώζει,
χαῖρε, δι’ ὃν εὐσεβεῖς πιστοὶ σκιρτῶσι·
Χαῖρε, ἀηδὼν θεοβρύτου συνάρσεως,
χαῖρε, λαμπηδὼν οὐρανίου ἐμφάνσεως·
Χαῖρε, ὁ λόγος τῆς Χριστοῦ Ἐκκλησίας,
χαῖρε, ἡ πτωχῶν πηγὴ παραμυθίας·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Χαίρων τῆς ζωῆς τῆς ἀλήκτου νῦν ἀπολαύεις, Σισώη μακάριε, σὺν πάσῃ ψυχῇ οἷα τὸν Κύριον ηὐηρέστησε καὶ πάντα τὰ τῶν Ἀγγέλων καὶ Δικαίων συστήματα· ἀπὸ πάσης δὲ λύπης καὶ ὀργῆς ἡμᾶς ῥύεσαι, τοὺς πόθῳ τελοῦντας τὴν μνήμην σου καὶ Κυρίῳ ἄδοντας·

Ἀλληλούϊα.

Ψάλλομεν Σισώη τὴν ἀείφωτον δόξαν, ὅς Κυρίου τῶν λόγων ποιητὴς ἀνεδείχθη· «ὅστις – γάρ – θέλει ὀπίσω μου ἐλθεῖν» ἀκούων, ἔσπευσε τρέχων καὶ διὰ βίου Ἐκείνου μαθητὴς ἐνεφάνη· διὸ αὐτοῦ τὰ παλαίσματα θαυμάζοντες βοῶμεν·

χαῖρε, ὁ τῶν πόνων φανεὶς ἰσχυρότερος,
χαῖρε, ὁ τῶν ἠδέων δειχθεὶς ἀνώτερος·
χαῖρε, ὁ τῶν παθῶν τὰς ἀκάνθας ἐκτίλλων,
χαῖρε, ὁ τῶν ψυχῶν τὰς ἀρούρας ἀρδεύων·
χαῖρε, Χριστοῦ ἡ ἁγιωτάτη παράταξις,
χαῖρε, σατὰν ἡ τελειωτάτη κατάργησις·
χαῖρε, ὁ τοῦ Σωτῆρος τὸν σταυρὸν ἀράμενος,
χαῖρε, ὁ τὴν μένουσαν πόλιν δειξάμενος·
χαῖρε, λαμπηδὼν Ἐκκλησίας τοῦ Χριστοῦ,
χαῖρε, ἀντιλήπτορ τοῦ θρησκεύοντος λαοῦ·
χαῖρε, χαιρετισμοῦ τοῦ ἐμοῦ ὁ συλλήπτωρ,
χαῖρε, τῆς ψυχῆς τῆς ἐμῆς ἀντιλήπτωρ·

Διό σε πάντες, Σισώη, γεραίρωμεν.

Ὦ Σισώη Μεγάλε, τῆς Αἰγύπτου τὸ κλέος, Ἀγγέλων συμπολίτα τῶν θείων (ἐκ τρίτου μετὰ τῆς ἐπωδοῦ, «Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν»), σὺν τούτοις καὶ πᾶσι τοῖς Ἁγίοις Χριστὸν ἐκδυσωπήσατε, πταισμάτων διδόναι ἡμῖν συγχώρησιν, τοῖς Αὐτῷ βοῶσιν·

Ἀλληλούϊα.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
(Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου).
Ἐκ παιδὸς γεωργήσας ζωὴν τὴν κρείττονα, τῶν κατ’ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητά, Σισώη ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς σῆς ἐξόδου· δηλοποιῶν τὴν σὴν δόξαν καὶ καταλάμπων τὰς ψυχάς ἡμῶν.