Παρακλητικός Κανών εις τον Όσιο Θεοφάνη ο Νέος ο εν Ναούσης και Θαυματουργός

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

†Εορτάζεται στις 19 Αυγούστου

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος θεοφόρος θεράπων, καὶ κοινωνὸς τῶν θεϊκῶν χαρισμάτων, καὶ τῶν Ὁσίων πάντων ἰσοστάσιος, Ὅσιε Θεόφανες, ἀρωγὸς καὶ προστάτης, φάνηθι τοῖς δούλοις σου, τοῖς πιστῶς σε τιμῶσι, καὶ τῇ σῇ πόλει δίδου δαψιλῶς, τῆς εὐλογίας τῆς σῆς τὰ δωρήματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτέ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἡ Θεοφάνους χάρις με σώζοις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἡλίου τῆς δόξης ταῖς ἀστραπαῖς, Θεόφανες Πάτερ, λαμπρυνόμενος νοητῶς, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, τῇ φωταυγεῖ προστασίᾳ σου, Ὅσιε.

Θαυμάτων πηγάζουσα δωρεάν, ἡ θεία σου κάρα, θεραπεύει πάθη δεινά· διὸ τῆς ζωῆς μου τὰς ὀδύνας, ἴασαι Πάτερ Θεόφανες δέομαι.

Ἐν σοὶ καυχωμένη ὡς ἀληθῶς, Ναούσης ἡ πόλις, ἐκλυτροῦται πάσης ὀργῆς, τῇ σῇ ἀντιλήψει θεοφόρε, καὶ ἀνυμνεῖ σου θαυμάτων τὰς χάριτας.

Θεοτοκίον.
Ὁ ἄναρχος Λόγος ὁ τοῦ Θεοῦ, ἐκ Σοῦ σωματοῦται, καὶ ἐν χρόνῳ ὤφθη ἐν γῇ, τὰ χρόνια πάθη ἐξοικίζων, ἐκ τῶν ψυχῶν ἡμῶν Κόρη δι’ ἔλεος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγὲς νέον ἄστρον ὡς ἀληθῶς πέφηνας, Ὅσιε Θεόφανες Πάτερ, βίου λαμπρότητι· ὅθεν ἀπέλασον, τῶν πρεσβειῶν σου τῶ φέγγει, πειρασμῶν καὶ θλίψεων, σκότος ἐπώδυνον.

Ἀπὸ πάσης ἀνάγκης καὶ συνοχῆς λύτρωσαι, τοὺς εἰλικρινῶς προσιόντας, τῇ θείᾳ κάρᾳ σου, Πάτερ Θεόφανες, καὶ τὴν τιμῶσάν σε πόλιν, ἀσινῆ διάσωζε, πάσης στενώσες.

Νάμα ἄϋλον θεῖον ζωοποιὸν Ὅσιε, βλῦσον τῇ θερμῇ σου πρεσβείᾳ, ἡμῖν Θεόφανες, καὶ τὴν φλογίζουσαν, σβέσον πικρὰν ἁμαρτίαν, τὴν καταναλίσκουσαν, ἡμᾶς ἑκάστοτε.

Θεοτοκίον.
Ὄρος ἅγιον θεῖον, καὶ ἐμφανὲς πέφηνας, ὡς οἱ θεηγόροι Προφῆται Σὲ προεκήρυξαν· διὸ πλανώμενον, πρὸς ἀπωλείας με ὄρη, ἕλκυσον καὶ σῶσόν με μόνη Πανύμνητε.

Διάσωσον, ἐκ πάσης βλάβης Θεόφανες θεοφόρε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πολιοῦχον ἔνθεον, ἡ πόλις σοφὲ Ναούσης κεκτημένη σε, κραυγάζει σοι Θεόφανες· ἀπὸ πάσης ἀνάγκης ἀπάλλαξον, καὶ τῶν ἐν βίῳ δεινῶν συμφορῶν, τοὺς σπεύδοντας Πάτερ τῇ σῇ χάριτι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπελθὼν τῆς ἀσκήσεως, Ὅσιε Θεόφανες τὰ παλαίσματα, ἐναρέτως πολιτεύεσθαι, ἡμᾶς ἐνδυνάμωσον δεόμεθα.

Σὲ προστάτην καὶ ἔφορον, Ναουσαῖοι ἔχοντες καταφεύγουσι, πάσῃ ὥρᾳ τῇ πρεσβείᾳ σου, καὶ λυτροῦνται πάσης περιστάσεως.

Χάριν ἄφθονον βλύζουσα, ἡ ἁγία κάρα σου ὦ Θεόφανες, ἁγιάζει τὰς ψυχὰς ἡμῶν, καὶ ἰᾶται πάθη τὰ ἀνίατα.

Θεοτοκίον.
Ἁγνὸν τήρει με Πάναγνε, νῷ ψυχῇ καρδίᾳ καὶ ταῖς αἰσθήσεσι, καὶ μακρὰν ἀπ’ ἐμοῦ δίωξον, τὸν πρὸς τὴν ἀπώλειαν ὠθοῦντά με.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύπων ψυχικῶν, ἡμᾶς κάθαρον Θεόφανες, ἐπομβρίαις τῶν θερμῶν σου πρεσβειῶν, καὶ ὀδύνας τὰς τοῦ σώματος θεράπευσον.

Ἴδε συμπαθῶς, τοὺς προσπίπτοντας τῇ κάρᾳ σου, καὶ ἐκπλήρου τὰ αἰτήματα ἡμῶν, θαυματόβρυτε Θεόφανες μακάριε.

Σκεῦος ἐκλεκτόν, γεγονὼς τοῦ θείου Πνεύματος, ἐκ τῆς χάριτος μετάδος τῆς Αὐτοῦ, ταῖς ψυχαῖς ἡμῶν δεόμεθα Θεόφανες.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, τὴν ῥυπῶσάν μου ἐκκάθαρον ψυχήν, καὶ τὸν νοῦν μου μετανοίᾳ περιτείχισον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐδέξω, θαυμάτων χάριν πλουσίαν, χορηγίᾳ τῇ τοῦ Πνεύματος Πάτερ· ἔνθεν δαιμόνων ἐλαύνεις τὴν ῥύμην, καὶ τοῖς αἰτοῦσι παρέχεις ἑκάστοτε, Θεόφανες θαυματουργέ, τὴν θερμήν σου ἐν πᾶσι βοήθειαν.

Στροβεῖ με, ἀλλεπαλλήλων πνευμάτων, τρικυμία διὰ πλῆθος πταισμάτων, ἀλλ’ ὡς λιμένι τῇ σῇ προστασίᾳ, πίστει προστρέχων βοῶ σοι Θεόφανες· ἱλέωσαί μοι τὸν Κριτήν, καὶ πταισμάτων μοι αἴτει συγχώρησιν.

Ὡς θεῖόν σε, πολιοῦχον γεραίρει, καὶ βοᾷ σοι τῆς Ναούσης ἡ πόλις· ἐκ δυσχερείας καὶ πάσης ἀνάγκης, τὸν σὸν λαὸν διαφύλαττε ἄτρωτον, Θεόφανες θαυματουργέ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοτοκίον.
Ζωῆς με, τῆς ἀθανάτου καὶ θείας, ἡ τεκοῦσα τὸν ἀθάνατον Λόγον, τὸν ἀρχηγὸν τῆς ζωῆς Θεοτόκε, συγκληρονόμον ἀπέργασαι δέομαι, ἀπὸ θανάτου χαλεποῦ, ἁμαρτίας Ἁγνὴ ῥυομένη με.

Διάσωσον, ἐκ πάσης βλάβης Θεόφανες θεοφόρε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θεοφανεία φωτὸς ὑπὲρ ἔννοιαν, τῆς μυστικῆς ἠξιώθης Θεόφανες· διὸ φωτισμῷ τῆς σῆς χάριτος, τὸν σκοτασμὸν τῶν παθῶν ἡμῶν σκέδασον, αἰτούμενος πᾶσι τὰ κρείττονα.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου• καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν• ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεήμον, Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔργοις τῆς ἀσκήσεως, καὶ καθαρᾶς πολιτείας, Ὅσιε Θεόφανες, τὸν Χριστὸν ἐδόξασας θείῳ ἔρωτι, καὶ λαμπρᾶς ἔτυχες, παρ’ Αὐτοῦ εὔκλειας· Ὃν ἱκέτευε δεόμεθα, πάσης κακώσεως, καὶ ὀδυνηρῶν περιστάσεων, καὶ νόσων τε καὶ θλίψεων, ῥύεσθαι ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ διδόναι πᾶσι, τὴν λύσιν τῶν πολλῶν ἁμαρτιῶν, καὶ εὐφροσύνην τὴν κρείττονα, τοῖς ἐν λύπαις στένουσι.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὄμβρους πάλαι ὑψόθεν ὡς κατήγαγε Πάτερ ἡ θεία κάρα σου, οὕτω καὶ νῦν ἐξ ὕψους, μὴ παύσῃ ὑετίζων, θεοφόρε Θεόφανες, τῆς προστασίας τῆς σῆς, ἡμῖν τὴν ἐπομβρίαν.

Ἰατρείαν ὡς εὗρεν, ὁ ἀπόγονος Ἄγαρ ἐκ τῶν λειψάνων σου, οὕτω τὴν θεραπείαν, παθῶν τῶν πολυτρόπων, οἱ τιμῶντές σε εὕροιμεν, διὰ τῆς σῆς ἀρωγῆς, Θεόφανες παμμάκαρ.

Συσχεθεὶς ἀπορίᾳ, ὁ λαὸς τῆς Ναούσης ἐξ ἐπελθούσης ποτέ, πανώλους λαοφθόρου, εὕρατο σωτηρίαν, τῇ ὀξείᾳ πρεσβείᾳ σου· ὅθεν εὐσήμως τὴν σήν, Πάτερ κηρύττει χάριν.

Θεοτοκίον.
Γαλουχήσασα Κόρη, τὸν ἐκτρέφοντα πάντα τῷ Αὐτοῦ ῥήματι, διάθρεψον τὸν νοῦν μου, πεινῶντά Σου τὴν χάριν, καὶ μακρὰν ἀποδίωξον, τὸν πολεμοῦντα ἀεί, ὑπούλως τὴν ψυχήν μου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπιληψίας, ὡς τὴν γυναίκα ἐῤῥύσω, οὕτω λύτρωσαι τῆς τοῦ ἐχθροῦ μανίας, τοὺς σὲ εὐφημοῦντας, Θεόφανες τρισμάκαρ.

Ῥῶσιν σωμάτων, ῥῶσιν ψυχῶν Πάτερ δίδου, τοῖς προστρέχουσι τῇ θαυμαστῇ σου κάρᾳ, καὶ τῶν ἐν τῷ βίῳ, δυσχερειῶν τὴν λύσιν.

Αἱμοῤῥαγίας, γυνὴ τὴν ἴασιν εὗρεν, ὡς προσέδραμε τοῖς θείοις σου λειψάνοις· ὅθεν καὶ ἀνύμνει, τὴν χάριν σου θεόφρον.

Θεοτοκίον.
Σῶσόν με Κόρη, τῇ σωστικῇ Σου δυνάμει, τῆς τοῦ δράκοντος πανωλεθρίου πλάνης, καὶ πρὸς σωτηρίας, κατεύθυνόν με τρίβον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸ ἄλγος, Πάτερ τῆς ψυχῆς μου, καὶ ῥαθυμοῦντα τὸν νοῦν μου διέγειρον, πρὸς ἀληθοῦς μετανοίας γνῶσιν Θεόφανες.

Μὴ παύσῃ προστατεύων, Πάτερ τῆς Ναούσης, τῆς πολιοῦχον καὶ θετόν σε ἔφορον, καταπλουτούσης Θεόφανες παμμακάριστε.

Οἱ πίστει ἀφορῶντες, πρὸς τὴν σὴν πρεσβείαν, πάσης ἀνάγκης καὶ βλάβης ῥυσθείημεν, καὶ θεϊκῆς εὐλογίας τύχοιμεν Ὅσιε.

Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὸν τόκον, Κεχαριτωμένη, δι’ οὗ φθορᾶς καὶ θανάτου ἐῤῥύσθημεν· τὸν ἀρχηγὸν τῆς ζωῆς γὰρ κόσμῳ ἐκύησας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῶν Ἰωαννίνων θεῖος βλαστός, καὶ Ναούσης μέγας, ἀντιλήπτωρ καὶ ἀρωγός, Θεόφανες πέλεις, ἀγγελικῶς βιώσας, καὶ νέμεις τοῖς αἰτοῦσι, χάριν σωτήριον.

Χαίροις ἐναρέτου ζωῆς κανών, καὶ τῆς ἀπαθείας ὁ πολύτιμος θησαυρός· χαίροις τῶν Ὁσίων, ἰσότιμος ἐν δόξῃ, Θεόφανες παμμάκαρ, ἡμῶν ἀντίληψις.

Ἔζησας ὡς Ἄγγελος ἐπὶ γῆς, καὶ παρὰ Κυρίου, ἐδοξάσθης ἐν οὐρανοῖς· ὅθεν καὶ θαυμάτων, τὴν χάριν δεδεγμένος, Θεόφανες πηγάζεις, χάριν ἰάσεων.

Χαίροις τῆς Ναούσης ὁ ἀρωγός, καὶ θείος προστάτης, καὶ μεσίτης πρὸς τὸν Χριστόν· χαίροις θεοφόρε, Θεόφανες θεόφρον, Ἀγγέλων συμπολῖτα καὶ ἰσοστάσιε.

Ὥσπερ ἰατρεῖον πνευματικόν, τὴν σεπτήν σου κάραν, κεκτημένοι οἱ εὐσεβεῖς, ἴασιν καὶ χάριν, καὶ θείαν εὐφροσύνην, λαμβάνουσι ἐκ ταύτης, Πάτερ Θεόφανες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, Ὅσιε Θεόφανες Πάτερ, τῇ ἀντιλήψει σου, ῥῦσαι πάσης θλίψεως, καὶ περιστάσεως, καὶ κινδύνων τὸν τάραχον, κόπασον λιταῖς σου, ὡς θεράπων γνήσιος, τοῦ Παντοκράτορος, δίδου δὲ εἰρήνην ὑψόθεν, καὶ πταισμάτων ἄφεσιν αἴτει, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.