Χαιρετισμοί εις τον Όσιο Θεοφάνη τον Νέο τον Θαυματουργό και πολιούχον πόλεως Ναούσης
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς μυστικῆς ϑεοφανείας ϑεῖον ὄργανον, τῇ ἰσαγγέλῳ πολιτείᾳ ἐχρημάτισας, καὶ ϑαυμάτων ἐδοξάσϑης τῇ χορηγίᾳ. Ἀλλ᾽ ὡς μέγας τοῦ Θεοῦ ϑεράπων Ἅγιε, καθικέτευε λυτροῦσϑαι πάσης ϑλίψεως, τοὺς βοῶντάς σοι· χαίροις πάτερ Θεόφανες.
Ἄγγελος ἐν ἀσκήσει. ἀληϑῶς ἀνεδείχϑης, Θεόφανες ὁσίων προσϑήκη, (ἐκ γ΄) καὶ ϑεοφανείας μυστικῆς, φερωνύμως εἰσεδέξω τὴν ἔλλαμψιν· διὸ σοῦ τὴν λαμπρότητα, ἀγάμενοι πιστῶς βοῶμεν·
Χαῖρε, δι᾽ οὗ τὰ πάϑη νεκροῦνται·
Χαῖρε, δι᾽ οὗ πιστοὶ φωταυγοῦνται.
Χαῖρε, τῆς ἀύλου ζωῆς τὸ ϑησαύρισμα·
Χαῖρε, τῆς ἐν ὕλῃ ἀπάτης κατάπτωμα.
Χαῖρε, ὕψος τῆς ἀσκήσεως δι᾽ ἀγώνων εὐαγῶν·
Χαῖρε, βάϑος τῆς φρονήσεως καὶ ἐνθέων ἐννοιῶν.
Χαῖρε, ὅτι Κυρίῳ ἐκ παιδὸς ἀνετεϑης·
Χαῖρε, τοῦ κόσμου τῆς ἀπάτης ἀπέστης.
Χαῖρε, Θεοῦ ϑεράπων ϑερμότατος.
Χαῖρε, χοροῦ Ὁσίων ὁμόσκηνος.
Χαῖρε, δι᾽ οὗ ὁ Χριστὸς ἐδοξάσϑη·
Χαῖρε, δι᾽ οὗ ὁ ἐχϑρὸς ἀπηλάϑη.
Χαίροις πάτερ Θεόφανες.
Βίον ἔνϑεον ἔχων, ἐκ νεότητος Πάτερ. ὡς γόνος ἐναρέτων γονέων, προείλου τοῖς ἴχνεσι Χριστοῦ, ἀκολουϑῆσαι Θεόφανες ὅσιε· ἐντεῦϑεν ϑείῳ ἔρωτι, τετρωμένος πιστῶς ἐβόας·
Ἀλληλούια.
Γνώμῃ ϑεολήπτῳ, καὶ καρδίᾳ προϑύμῳ, προσῆλϑες ἐν τῷ Ὄρει τοῦ Αϑω, καὶ πρὸς ὄρη Πάτερ νοητά, κατὰ Δαυῒδ ἀνυψώϑης τῷ πνεύματι, φωτὶ ϑείῳ λαμπόμενος, καὶ πυρσεύων τοὺς σοὶ βοῶντας·
Χαῖρε, Θεὸν ϑερμῶς ἀγαπήσας·
Χαῖρε, φϑαρτῶν τὴν σχέσιν μισήσας.
Χαῖρε, τῶν Ὁσίων ζηλώσας τὴν ἄσκησιν·
Χαῖρε, τῶν δαιμόνων πατήσας τὴν ἔπαρσιν.
Χαῖρε, ἄνϑραξ ϑείου ἔρωτος ἐκτεφρῶν τὰς ἡδονάς·
Χαῖρε, νοῦς ὁ λύων πάντοτε τοῦ βελίαρ τὰς βουλάς.
Χαῖρε, ὅτι προϑύμως ἐν τῷ Ἀϑῳ προσῆλϑες·
Χαῖρε, ὅτι τοὺς πόνους τῶν Ὁσίων ὑπῆλϑες.
Χαῖρε, τρυφῆς ῥεούσης ὑπέρτερε·
Χαῖρε, ζωῆς ἀφϑάρτοι συμμέτοχε.
Χαῖρε, παϑῶν κατευνάσας τὴν ζάλην·
Χαῖρε, Θεοῦ ϑησαυρίσας τὴν χάριν.
Χαίροις πάτερ Θεόφανες.
Δόξης ἐπουρανίου, ἐραστὴς ἀνεδείχϑης, λιπὼν τὰ ἐν τῷ κόσμῳ ἡδέα, καὶ τὸν Σταυρὸν ἄρας τοῦ Χριστοῦ, ἐπαξίως τῷ καλοῦντι βεβίωκας, Θεόφανες μακάριε, τῷ Θεῷ ἐνθέως προσάδων·
Ἀλληλούια.
Ἔλαμψας ἐν τῷ Ἄϑῳ, ἀρετῶν τῇ ἀσκήσει, ὡς λύχνος φαεινὸς ἐγκρατείας, καὶ Δοχειαρίου τῆς Μονῆς. ἐπαξίως προέστης ϑείῳ Πνεύματι, πρὸς βίου τελειότητα, κατευϑύνων τοὺς σοὶ βοῶντας·
Χαῖρε, ἡ δέλτος ὁσίων πόνων·
Χαῖρε, ἡ βίβλος ἁγίων λόγων.
Χαῖρε, ἐγκρατείας τὸ ϑεῖον κειμήλιον·
Χαῖρε, ἀπαϑείας εὐῶδες ἀλάβαστρον·
Χαῖρε, κῆπος εὐωδέστατος ἀρετῶν ἀσκητικῶν·
Χαῖρε, πλοῦτος πολυτίμητος δωρεῶν πνευματικῶν.
Χαῖρε, ὅτι ἐπλήσϑης φωτισμοῦ οὐρανίου·
Χαῖρε, ὅτι καϑεῖλες τὴν ἰσχὺν τοῦ δολίου.
Χαῖρε, φωτὸς τὰ ὅπλα ἀράμενος·
Χαῖρε, σατὰν τὸ κράτος τρεψάμενος.
Χαῖρε, χοροῦ Μοναστῶν ποδηγέτης·
Χαῖρε, Μονῆς Δοχειαρίου ἡγέτης.
Χαίροις πάτερ Θεόφανες.
Ζηλωτὴς ἐναρέτων, πράξεων δεδειγμένος, ὡς μύστης πρακτικῆς πολιτείας. τοὺς σοὺς ἐκπαιδεύεις φοιτητάς, τὰ ἄνω ποϑεῖν καὶ φρονεῖν Θεόφανες, μεϑ᾿ ὧν ἐν βίῳ κρείττονι, τῷ ἀρχιποιμένι ἐβόας·
Ἀλληλούϊα.
Ἤρϑης πρὸς ἀπαϑείας, τὴν ἀκρώρειαν Πάτερ, λιπὼν τὰς ἐπιγείους ὀρέξεις, καὶ καταυγασϑεὶς ϑείῳ φωτί, τῶν Μοναζόντῶν φωστὴρ ἐχρημάτισας· Χριστῷ γὰρ καϑωδήγησας, ὁσίως τοὺς πόϑῳ βοῶντας·
Χαῖρε, ὁ λύχνος τῆς ἐγκρατείας·
Χαῖρε, ἡ στήλη τῆς ἀπαϑείας.
Χαῖρε, Μοναζόντων λαμπρὰ ὑποτύπωσις·
Χαῖρε, ἀσϑενούντων ϑεόσδοτος ἴασις.
Χαῖρε, οἶκος τῆς πραότητος καὶ χαρίτων ϑησαυρός·
Χαῖρε, τύπος ϑείων πράξεων καὶ σοφὸς μυσταγωγός.
Χαῖρε, ϑεοφανείας μυστικῆς ὁ ϑεάμων·
Χαῖρε, πρακτικωτάτης πολιτείας ἐκφάντωρ.
Χαῖρε, ψυχῆς λαμπρύνας τὴν δύναμιν·
Χαῖρε, ἐχϑροῦ νεκρώσας τὴν ἔνστασιν.
Χαῖρε, νοῒ ϑεατὴς ἀποῤῥήτων·
Χαῖρε, παϑῶν λυτρωτὴς ἐπωδύνων.
Χαίροις πάτερ Θεόφανες.
Θείῳ Πνεύματι Πάτερ, ὁδηγούμενος ἧκες, Θεόφανες εἰς πόλιν Βεῤῥοίας, καὶ σκήτῃ Βαπτιστοῦ τῇ σεπτῇ, κατασχηνώσας ζωὴν τὴν ἰσάγγελον, ἐν ταύτῃ πεπολίτευσαι, σὺν πληϑύϊ Μοναστῶν ψάλων·
Ἀλληλούϊα.
Ἱδρῶσιν ἐγκρατείας, παϑῶν σβέσας τὴν φλόγα, τὸ φῶς τοῦ Παρακλήτου ἐδέξω, καὶ ναὸν ἱδρύεις ἱερόν, τῇ παναχράντῳ Παρϑένῳ Θεόφανες· διὸ σὲ μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα·
Χαῖρε, φωτὸς ἀΰλου δοχεῖον·
Χαῖρε, ὁ γόνος Ἰωαννίνων.
Χαῖρε, Παρακλήτου τὸ ἔμψυχον σκήνωμα·
Χαῖρε, τοῦ μονήρους βίου τὸ ἴνδαλμα.
Χαῖρε, ὅτι παραγέγονας ἐν Βερροίᾳ τῇ κλεινῇ·
Χαῖρε, ὅτι ναὸν ἤγειρας τοῦ Σωτῆρος τῇ Μητρί.
Χαῖρε, ὁ τοῦ Προδρόμου ἐν τῇ Σκήτῃ σκηνώσας·
Χαῖρε, ὁ τὴν Ἀγγέλων πολιτείαν ζηλώσας.
Χαῖρε, ζωῆς ἁγίας ἐκτύπωμα·
Χαῖρε, σεπτῶν καμάτων γεώργημα.
Χαῖρε, πολλοὺς φοιτητὰς συναϑροίσας·
Χαῖρε, ἐχϑροῦ τὰς ὁρμὰς ἐκνευρίσας.
Χαίροις πάτερ Θεόφανες.
Καϑελὼν τὴν μανίαν, τοῦ δολίου βελίαρ, Θεόφανες τῇ σῇ καρτερίᾳ, στεφάνῳ ἐκοσμήϑης ζωῆς, καὶ Ἀσωμάτων χορείαις ἠρίϑμησαι, μεϑ᾽ ὧν Χριστὸν ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν ἐκβοώντων·
Ἀλληλούια.
Λάμψας ἐν τῇ Ναούσῃ, ὡς ἀστὴρ ὑπερλάμπων, τῇ αἴγλῃ τῶν ὁσίων καμάτων, Μονὴν ἐγείρεις περιφανῆ, τοῖς τοῦ Χριστοῦ Ἀρχαγγέλοις Θεόφανες, ἐν ἧ οἱ προσερχόμενοι, ὡς ποιμένι σοι ἀνεβόων·
Χαῖρε, ἀστὴρ ὁσίων ἀγώνων·
Χαῖρε, πριστὴρ μανίας δαιμόνων.
Χαῖρε, Μοναστῶν ὁδηγὲ ἐνθεώτατε·
Χαῖρε, Ἀσκητῶν ὑποφῆτα ϑεόληπτε.
Χαῖρε, φοίνιξ ὁ κατάκαρπος ἐναρέτου ἀγωγῆς·
Χαῖρε, ϑεῖον ἐνδιαίτημα τῆς τοῦ Πνεύματος αὐγῆς.
Χαῖρε, ὅτι ἐπέστης ἐν Ναούσῃ τῇ πόλει·
Χαῖρε, ὅτι ἰϑύνεις πρὸς ἀείζωον χλόην.
Χαῖρε, λαμπτὴρ ὁσίας ἀσκήσεως·
Χαῖρε, κρατὴρ ἁγίας φρονήσεως.
Χαῖρε, κανὼν ἀπλανὴς Μοναζόντων·
Χαῖρε, πιστῶν ἀρωγὲ τῶν βοώντων.
Χαίροις πάτερ Θεόφανες.
Μέγας ἐν τῇ Βερροίᾳ, καὶ Ναούσῃ ἐδείχϑης, Θεόφανες ὡς φίλος Κυρίου, ἐν ἔργοις καὶ ϑαύμασι πολλοῖς, καὶ Ὀρϑοδόξων παιδεύεις τὸ πλήρωμα, ἀφορᾶν πρὸς τὰ κρείττονα, καὶ ἐν βίῳ σεμνῷ κραυγάζειν·
Ἀλληλούια.
Νέος ἐν τοῖς Ὁσίοις, ἀσκητὴς ἀνεδείχϑης, βιῶσας ὥσπερ ἀγγελος Πάτερ, καὶ τῶν πάλαι Ὁσίων τὴν ζωήν, χαρακτηρίσας ἀξίως δεδόξασαι· διὸ ἐξ ἀδοξίας με, παϑῶν λύτρωσαι βοῶντα·
Χαῖρε, ὁ νέος ἐν τοῖς Ὁσίοις·
Χαῖρε, ὁ μέγας ἐν ϑαυμασίοις.
Χαῖρε, τῆς Ναούσης λαμπρὸν ἐγκαλλώπισμα·
Χαῖρε, τῆς ᾿Ηπείρου περίβλεπτον καύχημα.
Χαῖρε, ϑείων ἀναβάσεων ϑεοφόρος ὁδηγός·
Χαῖρε, πλήρης ϑείας χάριτος καὶ ϑαυμάτων ϑησαυρός.
Χαῖρε, ὅτι ϑαλάσσης κατευνάζεις τὸν σάλον·
Χαῖρε, ὅτι ἐκτρέπεις ἅπαν νόημα φαῦλον.
Χαῖρε, κλεινῶν Ὁσίων ὁμότροπος·
Χαῖρε, σεπτῶν Πατέρων ἰσότιμος.
Χαῖρε, λειμὼν ἀρετῶν οὐρανίων·
Χαῖρε, πολλοὺς ἀφαρπάζων κινδύνων.
Χαίροις πάτερ Θεόφανες.
Ξένος ὥφϑης ἐν κόσμῳ, τῶν φϑαρτῶν καὶ ῥεόντων, ἁπάντων ξενωϑεὶς ϑεοφρόνως, καὶ τῷ ξένῳ σου βίῳ σοφέ, τῷ δι᾽ ἡμᾶς ξενωϑέντι δι᾿ ἔλεος, Θεόφανες ὠκείωσαι, ὧ προσάγοις τοὺς ἐκβοῶντας·
Ἀλληλούϊα.
Ὅλος ἔνϑους μετέστης, πρὸς ζωὴν τὴν ἀγήρω, τελέσας σου τὸν δρόμον ὁσίως, καὶ συνήφϑης Ἀγγέλων χοροῖς, ὡς ἰσάγγελος ἐν βίῳ Θεόφανες, μεϑ’ ὧν Χριστὸν ἱκέτευε, ὑπὲρ τῶν πίστει σοι βοώντων·
Χαῖρε, Ἀγγέλων ὁ συμπολίτης·
Χαῖρε, ὁ ὅσιος στεφανίτης.
Χαῖρε, ὁ τελέσας ὁσίως τὸν δρόμον σου·
Χαῖρε, ὁ ἐκλάμψας ἀμέμπτως τοῖς τρόποις σου.
Χαῖρε, ϑαύμασι πιστούμενος τὴν ἁγίαν σου ζωήν·
Χαῖρε, ἅπασι δωρούμενος τὴν ϑερμήν σου ἀρωγήν.
Χαῖρε, ὅτι δυνάμεις ἐνεργεῖς ἰαμάτων·
Χαῖρε, ὅτι παρέχεις δωρεὰς χαρισμάτων.
Χαῖρε, εἰκὼν ἀγάπης ϑεότυπος·
Χαῖρε, μορφὴ ὁσία ϑεόμορφος.
Χαῖρε, χοροῦ Μοναζόντων ἀλεῖπτα·
Χαῖρε, ἡμῶν πρὸς τὸν Κτίστην μεσῖτα.
Χαίροις πάτερ Θεόφανες.
Πλήρης χάριτος ϑείας, κάρα σου ἡ τιμία, ὁρᾶται ἐν τῇ πόλει Ναούσης, καὶ ϑαυμάτων βλύζει δωρεάς, τοῖς εὐλαβῶς προσιοῦσι Θεόφανες· πληροῖ γὰρ τὰ αἰτήματα, τῶν σὲ δοξάσαντι βοώντων·
Ἀλληλούια.
Ῥήσεσι πατρικαῖς σου, νουϑετῶν καὶ στηρίζων, πανσόφως φοιτητῶν σου τὸ στῖφος, προείρηκας αὐτοῖς ἐμφανῶς, τὴν πρὸς Χριστὸν ἁγίαν σου ἀνάλυσιν, οἱ δὲ ϑερμοῖς ἐν δάκρυσιν, ἐβόων σοι Πάτερ τοιαῦτα·
Χαῖρε, Μονῶν ἁγίων δομήτωρ·
Χαῖρε, πιστῶν ϑερμὸς ἀντιλπτωρ.
Χαῖρε, φοιτητῶν σου ὁ ϑεῖος διδάσκαλος·
Χαῖρε, Ναουσαίων ὁ μέγας διάκοσμος.
Χαῖρε, σκήνωμα πολύτιμον ἐπιπνοίας ϑεϊκῆς·
Χαῖρε, στήριγμα νεόδμητον ᾿Εκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὅτι μετέστης πρὸς Θεὸν μετὰ δόξης·
Χαῖρε, ὅτι πᾶν φάσμα τοῦ δολίου διώκεις.
Χαῖρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα·
Χαῖρε, παϑῶν σοβῶν ἀμαυρότητα.
Χαῖρε, λαμπὰς ϑεϊκῆς συμπαϑείας·
Χαῖρε, μολπὴ τῆς ἡμῶν συμφωνίας.
Χαίροις πάτερ Θεόφανες.
Σοῦ τὴν χάριν κηρύττει, ἰαϑεὶς ἐκ τῆς λέπρας, ἀπόγονος τῆς Ἄγαρ παμμάκαρ, νίψας τὸ σῶμα πίστει ϑερμῇ, τῷ ἡγιασμένῳ ὕδατι Ὅσιε, ἐκ τοῦ σεπτοῦ λειψάνου σου, οἱ δὲ πιστοὶ Χριστῷ ἐβόων·
Ἀλληλούια.
Τῆς φϑορᾶς τῆς πανώλους, νόσου ἀπαλλαγεῖσα, τῇ χάριτι τῆς ϑείας σου κάρας ἡ τῆς Ναούσης πόλις σοφέ, χαριστηρίους αἰνέσεις προσῇδέ σοι, προστάτην σε κηρύττουσα, καὶ ἐν χαρᾷ ἀναβοῶσα·
Χαῖρε, Ναούσης ὁ πολυοῦχος·
Χαῖρε, τῆς χάριτος ὁ δᾳδοῦχος.
Χαῖρε, τῶν ϑαυμάτων λαβὼν τὴν ἐνέργειαν·
Χαῖρε, τοῦ Σωτῆρος ἐκφαίνων τὴν εὔνοιαν.
Χαῖρε, ὅτι ἀπελήλακας νόσον τὴν βροτολοιγόν·
Χαῖρε, ὅτι χαρᾶς ἔπλησας τῆς Ναούσης τὸν λαόν.
Χαῖρε, τοῦ Παραδείσου εὐωδέστατον ἄνϑος·
Χαῖρε, τῶν Ὀρϑοδόξων ϑεοδώρητον κράτος·
Χαῖρε, Θεοῦ τῆς χάριτος ὄργανον·
Χαῖρε, παϑῶν πολυφϑόρων δρέπανον.
Χαῖρε, δι᾽ οὗ φυγαδεύονται νόσοι·
Χαῖρε, δι᾽ οὗ καταπαύονται στόνοι.
Χαίροις πάτερ Θεόφανες.
Ὕμνησε τὸν Σωτῆρα, τὸν πλουσίαν σοι χάριν, παρέχοντα Θεόφανες πάτερ, ἡ αἱμοῤῥοοῦσα γυνή, ἰαϑεῖσα διὰ τοῦ ϑείου λειψάνου σου· πᾶσι γὰρ τοῖς αἰτοῦσί σε, ἀρήγεις καὶ Θεῷ βοῶσιν·
Ἀλληλούϊα.
Φοβερᾶς ἀνομβρίας, Ναουσαῖοι ῥυσϑέντες, λιτῇ τῆς παναγίας σου χάρας, εὐφήμῳ στόματι εὐλαβῶς, τὴν πρὸς αὐτοὺς ἀρωγήν σου κηρύττουσι, καὶ πίστει σοι προστρέχοντες, βοοῶσί σοι ἐν εὐφροσύνῃ·
Χαῖρε, Ὁσίων νέων λαμπρότης·
Χαῖρε, Πατέρων ἡ κοσμιότης.
Χαῖρε, τῆς Ναούσης προστάτης ὁ μέγιστος·
Χαῖρε, τῆς Τριάδος ϑεράπων ὁ ἔνϑεος.
Χαῖρε, ἴαμα σωτήριον ὁ παρέχων τοῖς πιστοῖς·
Χαῖρε, νόσων ὀλετήριον καὶ ἁπάσης ἀπειλῆς.
Χαῖρε, ὅτι λυτροῦσαι χαλεπῆς ἀνομβρίας·
Χαῖρε, ὅτι καϑαίρεις μολυνϑείσας καρδίας.
Χαῖρε, πιστῶν ϑερμὸν καταφύγιον·
Χαῖρε, παντὸς αἰτοῦντος προσφύγιον.
Χαῖρε, δι’ οὗ Ναουσαῖοι σκιρτῶσι·
Χαῖρε, πρὸς ὃν ὁμοφώνως βοῶσι.
Χαίροις πάτερ Θεόφανες.
Χάριτος οὐρανίου, μυροϑήκη ὁρᾶται, Θεόφανες ἡ ϑεία σου κάρα, ἧ προσιόντες μετὰ σπουδῆς, τῆς τῶν παϑῶν δυσωδίας ῥυόμεϑα, καὶ τὴν ἁγίαν μνήμην σου, πανηγυρίζοντες βοῶμεν·
Ἀλληλούια.
Ψάλλων σὺν τοῖς Ἀγγέλοις, τῇ ἀνάρχῳ Τριάδι, ϑεόφρον τὸν τρισάγιον, ἱκέτευε ἀεὶ σὺν αὐτοῖς, πάσης ἀνάγκης λυτροῦσϑαι καὶ ϑλίψεως, τοὺς πόϑῳ σοι προσπίπτοντας, καὶ ἀπαύστως σοι ἐκβοῶντας·
Χαῖρε, τὸ γέρας Ἰωαννίνων·
Χαῖρε, τὸ κλέος τῶν Ναουσαίων.
Χαῖρε, τῶν ἀΰλων Ἀγγέλων συνόμιλε·
Χαῖρε, τῶν Ἀγίων ἁπάντων ἰσότιμε.
Χαῖρε, ἅγιον ὑπόδειγμα Μοναζόντων εὐλαβῶν·
Χαῖρε, πρέσβυς πρὸς τὸν Κύριον εὐσεβῶν Χριστιανῶν.
Χαῖρε, ὁ προστατεύων τῶν πιστῶς σε τιμώντων·
Χαῖρε, ὁ ἀπαλλάττων ἐκ κινδύνων καὶ πόνων.
Χαῖρε, παϑῶν σβεννύων τὴν φλόγωσιν·
Χαῖρε, νοὸς ἐκλύων τὴν πώρωσιν.
Χαῖρε, δι᾿ οὗ τῷ Θεῷ οἰκειοῦμαι·
Χαῖρε, δι᾽ οὗ τῶν χειρόνων λυτροῦμαι.
Χαίροις πάτερ Θεόφανες.
Ὦ Θεόφανες πάτερ, τῆς Ναούσης προστάτα, καὶ μύστα πολιτείας ὁσίας, (ἐκ γ΄) παῤῥησίαν ἔχων πρὸς Χριστόν, διὰ παντὸς ἱκέτευε δεόμεϑα, ὑπὲρ τῶν εὐφημούντων σε, καὶ ἐσαεὶ Θεῷ ψαλλόντων·
Ἀλληλούια.
Καὶ αὖθις τὸ Κοντάχιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς μυστικῆς ϑεοφανείας ϑεῖον ὄργανον, τῇ ἰσαγγέλῳ πολιτείᾳ ἐχρημάτισας, καὶ ϑαυμάτων ἐδοξάσϑης τῇ χορηγίᾳ. Ἀλλ᾽ ὡς μέγας τοῦ Θεοῦ ϑεράπων Ἅγιε, καθικέτευε λυτροῦσϑαι πάσης ϑλίψεως, τοὺς βοῶντάς σοι· χαίροις πάτερ Θεόφανες.
Δίστιχον.
Θεόφανες δίδου μοι χάριν θεόθεν
Γερασίμῳ χαῖρέ σοι ἀναβοῶντι.
Δῶρον ἱερὸν πνευματικῶν ἐξ ὕμνων
Παύλου ποιμένος Βεῤῥοίας καὶ Ναούσης
τοῖς τῇ Ἐαυτοῦ Μητροπόλει Ἁγίοις
ὧν λιταῖς φιλάνθρωπε Αὐτὸν φυλάττοις.