Παρακλητικός Κανών εις τους Αγίους Δέκα Μάρτυρες εν Μεγάρων
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ Τροπάριον·
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χαρμονικῶς Ἀδριανὸν εὐφημοῦμεν, σὺν Ἰακώβῳ Σεραφεὶμ καὶ Σαράντῃ, Βασίλειον Δημήτριον, Δωρόθεον ὁμοῦ, Πλάτωνα, Πολύευκτον καὶ Γεώργιον πάντες· χάριν ἀρυόμενοι, ἐκ τῶν σεπτῶν των λειψάνων· χαίροις βοῶντες πάνσεπτε δεκάς, θείων Μαρτύρων, Μεγάρων τὸ καύχημα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῶν Μεγάρων τιμῶ δέκα Μάρτυρας θείους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τριάδα τὴν Θείαν ἐκδυσωπῶ, λιταῖς εὐπροσδέκτοις, δεκαρίθμων συναθλητῶν, τὴν χάριν διδόναι μοι καὶ σθένος, τοῦ μελωδεῖν τὰ λαμπρὰ αὐτῶν τρόπαια.
Ὡς λύχνοι ἡλίου τρισοφαοῦς, πίστεως τὸ φέγγος, ἀπαστράπτετε τηλαυγῶς· καρδίαν διὸ αὐγάσατέ μου, τῆς μετανοίας φωτὶ θεῖοι Μάρτυρες.
Νικήσαντες πλάνην τοῦ δυσμενοῦς, Κυρίου ὁπλῖται, ἐν σταδίῳ ἀθλητικῷ, ζωῆς ἠξιώθητε ἀλήκτου, τὸν θησαυρὸν τῆς ζωῆς καταγγέλοντες.
Θεοτοκίον.
Μαρτύρων ἡ δόξα καὶ χαρμονή, ὑπάρχεις Παρθένε, θεοδόξαστε Μαριάμ· τῆς δόξης μετόχους διὸ δεῖξον, τοὺς προσκυνοῦντας ἐν πίστει τὸν τόκον σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ τιμίων λειψάνων ἀρτιφανῶς ἔβλυσε, πλοῦτος θεοσδότων χαρίτων, ἔνδοξοι Μάρτυρες, καὶ κατευφραίνει ψυχάς, τῶν προσιόντων ἐν πίστει, καὶ ὑμῶν τὴν πάντιμον, τιμώντων ἄθλησιν.
Γεγηθότες βοῶμεν, χαίροις δεκὰς ἔνδοξε, ἅμα Ἰακώβῳ Σαράντῃ, κλεινὲ Δωρόθεε, σὺν Δημητρίω ὁμοῦ, Ἀδριανῷ Γεωργίῳ, Σεραφεὶμ Βασίλειε, Πλάτων Πολύευκτε.
Ἀσωμάτων χορεῖαι, ὑμᾶς στεῤῥοὶ Μάρτυρες, πάλαι ἀνδρικῶς ἐναθλοῦντας, ὁρῶσαι ἔχαιρον, καὶ τοὺς στεφάνους λαμπρῶς, ἑτοιμασθέντας παρέσχον, ἐκ χειρὸς τοῦ Κτίσαντος, ὃν ἐδοξάσατε.
Θεοτοκίον.
Ῥητορεύσεις ἁπάντων, τῶν Προφητῶν Δέσποινα, πέρας ἐπὶ σοὶ Θεοτόκε, σαφῶς εἰλήφασι, τὸν τοῦ παντὸς Ποιητήν, τίκτεις ἀφράστως γὰρ Κόρη, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ταῖς θελήσεσι.
Ἱκέτευε, δεκὰς Μαρτύρων Τριάδα τὴν Παναγίαν, τὴν δεκάδα τῶν ἐντολῶν τηρεῖν ἀπαράτρωτον, καὶ νόμου Δοτῆρα ἡμᾶς λατρεύειν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Γεώργιον νῦν, Σαράντη καὶ Δωρόθεον, κλεινὸν Σεραφείμ, Βασίλειον Πολύευκτον, εὐκλεῶς ἀθλήσαντας, σὺν Ἰακώβῳ Πλάτωνα, ᾄσμασι, Ἀδριανὸν Δημήτριον πιστοί, δεκάδα Μαρτύρων ἀνυμνήσωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς πικρὰς ἀθεότητος, λύσαντες χειμῶνα ἥδιστοι Μάρτυρες, πρὸς τὸ ἔαρ θείας πίστεως, τοὺς ὑμᾶς φιλοῦντας ὁδηγήσατε.
Νεανίαι ὡς ἄριστοι, καὶ τοῦ Ἀθλοθέτου ἱππεῖς ἀήττητοι, τὴν ψυχήν μου νεουργήσατε, καὶ παθῶν ἱππεύειν ἀξιώσατε.
Τυραννούντων προστάγματα, εὐθαρσῶς γενναῖοι κατεφρονήσατε, τοῖς θεσπίσμασιν ὑπείκοντες, τοῦ εἰς τοὺς αἰῶνας Βασιλεύοντος.
Θεοτοκίον.
Ἱλαστήριος πέφυκας, τῶν ἁμαρτανόντων λιμὴν Πανάμωμε, ἐν ταῖς ζάλαις καὶ ταῖς θλίψεσι· ὅθεν πάντες πόθῳ σοι προστρέχομεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μύρα δαψιλῶς, ἐκ λειψάνων θείων βλύζουσι, καὶ θαυμάτων ἀξιέραστος πληθύς, τοῖς προσιοῦσι, μετὰ πίστεως προχέεται.
Ὥσπερ ἀῤῥαγῆ, καὶ ἀπόρθητα προπύργια, Μεγαρεῦσι ἐν πολέμοις καὶ δεινοῖς, Μάρτυρες δέκα, ἀναφαίνεσθε ὑπέρμαχοι.
Δόξαν τοῦ Θεοῦ, μαρτυρεῖτε ἐν τοῖς πέρασι, οὐρανοῦ ὥσπερ ἀστέρες φαεινοί, καὶ τοῦ Σωτῆρος, συγκατάβασιν τὴν ἄῤῥητον.
Θεοτοκίον.
Ἔρεισμα στεῤῥόν, θεῖοι Μάρτυρες ἐκτήσαντο, τὴν πρεσβείαν σου Παρθένε Μαριάμ· αὐτῶν πρεσβείαις, ἐν τῇ πίστει ἡμᾶς στήριξον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Κηρύξαντες, τὸν Χριστὸν ἑνώπιον, τῶν ἀνόμων δέκα Μάρτυρες θεῖοι, τὰς ἀπειλάς, εἰς οὐδὲν λογισθέντες, πρὸς τὰς βασάνους ἀτρόμως ἐχώρησαν, καὶ ἔλαβον ὡς ἀληθῶς, τῆς ἀφθάρτου εὐκλείας τὰ ἔπαθλα.
Ἀνέτειλε, ὡς ἀστὴρ δεκάφωτος, Μεγαρέων τῇ σεπτῇ Ἐκκλησίᾳ, ἡ τηλαυγής τῶν Μαρτύρων χορεία, καὶ ἀθεΐας τὸ σκότος διέλυσε, τὸ φέγγος θείων ἐντολῶν, τοῖς πιστοῖς ἐμφανῶς διαγγέλουσα.
Μαράναντες, ἀπιστίας ἄκανθαν, καὶ τῆς πλάνης τῶν εἰδώλων φυτείαν, οἱ τοῦ Χριστοῦ δέκα Μάρτυρες θεῖοι, τοῦ Παραδείσου ὡς ἄνθη ἀνέθαλον, εὐωδιάζοντες ἡμᾶς, εὐωδίᾳ ἐνθέῳ καὶ κρείττονι.
Θεοτοκίον.
Ἀγγέλων σύ, τοὺς χοροὺς ἐξέστησας, τῷ καινῷ καὶ ἀποῤῥήτῳ σου τόκῳ, ὅτι Θεόν ἐσωμάτωσας Κόρη, ὃν Ἀσωμάτων αἱ τάξεις λατρεύουσι· Τοῦτον δυσώπησον Ἁγνή, τοῦ σωθῆναι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.
Ἱκέτευε, δεκὰς Μαρτύρων Τριάδα τὴν Παναγίαν, τὴν δεκάδα τῶν ἐντολῶν τηρεῖν ἀπαράτρωτον, καὶ νόμου Δοτῆρα ἡμᾶς λατρεύειν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν Μαρτύρων τὴν σεπτὴν δεκάδα τιμήσωμεν, τῶν ἀτρώτως πρὸς στεῤῥοὺς, ἀγῶνας χωρήσαντας, ὡς Δεσπότην ὑπερτελῶς γινώσκοντας ἀεί· διὸ ἅπαντες χαρμονικῶς, ἀναβοήσωμεν αὐτοῖς· ἐκτενῶς ἱκετεύσατε, Μάρτυρες τὸν Σωτῆρα, διδόναι τὴν σωτηρίαν, τοῖς προσκυνοῦσιν εὐλαβῶς, τῶν Λειψάνων θείαν λάρνακα.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ταῖς τῶν σῶν Μαρτύρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε ἀνυμνήσωμεν, τὴν τῶν Μαρτύρων δεκάδα, Σεραφεὶμ πανάριστον, θαυμαστὸν Δωρόθεον καὶ Ἰάκωβον, Ἀθλητῶν καύχημα, τὸν στεῤῥὸν Σαράντη, καὶ σὺν τούτοις τὸν Δημήτριον, κλεινὸν Βασίλειον, τὸν τῆς βασιλείας ἐπώνυμον, Πολύευκτον Γεώργιον, καὶ Ἀδριανὸν καρτερόψυχον, Πλάτωνα σὺν τούτοις, Μεγάρων ἀντιλήπτορας θερμούς, τοὺς δυνατῶς ἱκετεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ τῶν αἱμάτων, τῶν Μεγάρων τὴν χθόνα ὑμεῖς ἠρδεύσατε, πλουσίως ἀποδόντες, καρπὸν τοῦ μαρτυρίου, καὶ τὴν χάριν τοῖς ψάλλουσιν, ὡς θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Αὐτοῦ Ἁγίοις.
Τοῦ Σταυροῦ τὴν ῥομφαῖαν, ὡς στεῤῥὰν πανοπλίαν ἔχοντες Μάρτυρες, τὰ βέλη τοῦ δολίου, καρδίαν τε τελείως, τὴν αὐτοῦ κατεβάλατε· ἐπινικίους ᾠδάς, ἀπαύστως μελωδοῦντες.
Ὑπελθόντες προθύμως, τὰς πικρὰς ἀλγηδόνας, οἱ θεῖοι Μάρτυρες, χαρᾶς κατατρυφῶσι, καὶ θείας εὐφροσύνης, ἐκβοῶντες τῷ Κτίσαντι· δέχου ἡμᾶς Ἀγαθέ, σὸν κράτος ἀνυμνοῦντας.
Θεοτοκίον.
Ῥυπωθεῖσαν τὴν φύσιν, τῶν ἀνθρώπων Παρθένε σὺ ἐκαινούργησας, τεκοῦσα ὑπὲρ φύσιν, Ἀδὰμ τὸν νέον Κόρη, ὁ Πατὴρ ὡς ηὐδόκησε· Τοῦτον ἀπαύστως Ἁγνή, ὑπὲρ ἡμῶν δυσώπει.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀξιωθέντες, τῷ Βασιλεῖ τῶν αἰώνων, στρατευθῆναι αἰώνιον δόξαν, Μάρτυρες κληροῦσθε, φωτὸς εἰς τὰς ἐπαύλεις.
Στολὴν τὴν θείαν, ἐξωραΐσαντες πόνοις, Ἀθληταὶ καὶ ποικίλαις βασάνοις, τῷ ὡραίῳ κάλλει, παρίστασθε Δεσπότῃ.
Θησαυρισμάτων, τῶν θεϊκῶν ὡς ταμεῖα, θησαυρὸν δαψιλῶς χορηγεῖτε, Μάρτυρες τοῖς πίστει, ὑμᾶς ὑμνολογοῦσιν.
Θεοτοκίον.
Ἐλευθερίαν, σὺ τοῖς βροτοῖς ἐδωρήσω, τῷ καινῷ καὶ ἀσπόρῳ σου Τόκῳ, Πάναγνε Μαρία, ἀπαύστως ὃν δυσώπει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱστίῳ μαρτυρίου, ἔνδοξοι ὁπλῖται, πρὸς τὸν λιμένα τὸν θεῖον, τὸ σκάφος ψυχῆς, ἐγκαθωρμίσαντες πᾶσι, γαλήνην νέμουσιν.
Ὀχύρωμα καὶ τεῖχος, πόλις τῶν Μεγάρων, Μαρτύρων τάφους πλουτοῦσα, βοᾶ τῷ Χριστῷ· ἐκ τῶν κινδύνων οἰκτίρμον, λαόν σου φύλαττε.
Ὑψώσαντες ἐν βίῳ, Κύριον τῆς δόξης, ἐχθροῦ ἐπάρσεις καθεῖλον, στεῤῥοὶ Ἀθληταί, τῷ Ὑψωθέντι ἐν ξύλῳ, ψυχὰς ἀνάγοντες.
Θεοτοκίον.
Σωτήριος σὺ πύλη, πάντας ὁδηγοῦσα, πρὸς Παραδείσου τὸ πλάτος, ὑπάρχεις Ἁγνή, τῆς μετανοίας τὰς πύλας, ἡμῖν διάνοιξον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
ὧν ἡ ἀκροστιχὶς· Ἰσιδώρας.
Ἰάσεων κρήνη ὡς διαυγής, λάρναξ τῶν Μαρτύρων, νοσημάτων παύει αὐχμόν, καὶ ψυχὰς ἀρδεύει, τῇ θείᾳ εὐφροσύνῃ, χαρίτων καλλιῤῥόων, τοῦ Θείου Πνεύματος.
Συμφώνως αἰνέσωμεν οἱ πιστοί, τὴν θείαν δεκάδα, τῶν γενναίων συναθλητῶν, τὴν τὸ θεῖον κράτος αἰνοῦσαν εἰς αἰῶνας, Τριάδος τε τὴν αἴγλην, τρανῶς κηρύττουσαν.
Ἰάκωβον ᾄσμασιν ἱεροῖς, ἅμα Δωροθέῳ Σεραφείμ τε τῷ θαυμαστῷ, πάντες συνελθόντες, τιμήσωμεν ἐκ πόθου, αὐτῶν σηκὸν τὸν θεῖον, κατασπαζόμενοι.
Δημήτριος χάριν πᾶσι πιστοῖς, σὺν τῷ Βασιλείῳ, τῷ συνάθλῳ τῷ εὐκλεεῖ, ἄμετρον δωρεῖται, τοῖς πόθῳ προσιοῦσι, τῷ θείῳ αὐτῶν τάφῳ, ζωὴν ἐκβλύζοντι.
Ὡς πλοῦτος ἀσύλητος τὰ ὀστᾶ, τοῦ σεπτοῦ Σαράντη, πεφανέρωνται θαυμαστῶς· δεῦτε κατὰ χρέος, αὐτοῦ τῷ θείῳ οἴκῳ, προσέλθωμεν χειμάῤῥουν τρυφῆς ἀρύσασθαι.
Ῥόδα ἐπιῤῥέοντα χαρμονήν, Παραδείσου Πλάτων, καὶ Πολύευκτος σὺν αὐτῷ, ἅμα Γεωργίῳ, Ἀδριανὸς ὁ θεῖος, Μαρτύρων καλλινίκων, τετρὰς ἡ ἔνδοξος.
Ἁγίων Ἀγγέλων αἱ στρατιαί, ἔχαιρον ὁρώσαι τοὺς γενναίους συναθλητάς, πίστει συνδεθέντας, ἀνδρείᾳ ὁπλισθέντας, Χριστόν τε ἐν σταδίῳ, ὁμολογήσαντας.
Σκίρτα καὶ ἀγάλλου πόλις λαμπρά, ἡ τῶν Μεγαρέων, ὡς ἀπόρθητον ὀχυρόν· Μάρτυρες οἱ δέκα, φρουροῦσι γὰρ ἀπαύστως, ἐχθρῶν ἐξ ὁρωμένων καὶ ἀοράτων σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Μαρτύρων δεκάδα δεῦτε πάντες ὑμνήσωμεν, ἅμα Δωροθέῳ τῷ θείῳ, Σεραφεὶμ καὶ Ἰάκωβον, Δημήτριον Βασίλειον κλεινόν, Πολύευκτον καὶ Πλάτωνα ὁμοῦ, σὺν Σαράντῃ Γεωργίῳ τε τῷ στεῤῥῶ, Ἀδριανὸν κραυγάζοντες· χαίρετε Μάρτυρες Χριστοῦ, χαίρετε πύργοι ἄσειστοι· πόλιν Μεγάρων ἀσφαλῶς, εὐχαῖς ὑμῶν τειχίσατε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, ὦ Δωρόθεε σεπτέ, καὶ Ἀδριανὲ καρτερόφρον, καὶ Σεραφεὶμ θαυμαστέ, χαίροις ὦ Πολύευκτε, στεῤῥὲ Γεώργιε· καὶ Ἰάκωβε ἔνδοξε, Χριστοῦ στρατιῶτα· χαίροις ὦ Βασίλειε, κλεινὲ Δημήτριε· χαίροις, θεηγόρε Σαράντη, Πλάτων ἱερώτατε χαίροις· χαίρετε Μεγάρων Θεῖοι Μάρτυρες.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχα·
Ὑμῶν ἰσχύι Μάρτυρες τὸν ὕμνον περαιώσας,
δῶρον προσφέρω ταπεινὸν καρδίας εὐγνωμόνου.
Τῇ πρεσβείᾳ Κύριε κλεινῶν Μαρτύρων δέκα,
τῇ ψυχῇ μου δώρησαι ἐλέους σου τὰ ῥεῖθρα.

